Εἰ δὲ μικρός σοι πρὸς ἅμιλλαν ὁ Ἰὼβ, καίτοι γε οὐδὲ τῆς κοπρίας ἐσμὲν ἄξιοι τῆς ἐκείνου, πλὴν ἀλλ᾽ εἰ ἔλαττόν σου τῆς μεγαλοψυχίας εἶναι νομίζεις τὸ ὑπόδειγμα, ἐννόησον τὸν μεγαλοφωνότατον κήρυκα τῆς ἀληθείας Παῦλον, ὃς ἅπασαν περιελθὼν τὴν οἰκουμένην, καὶ δυνηθεὶς εἰπεῖν ἐκεῖνα τὰ πολλῆς γέμοντα φιλοσοφίας ῥήματα, ὅτι οὐκέτι αὐτὸς εἴη ζῶν, ἀλλ᾽ ἢ ὁ Χριστὸς ἐν αὐτῷ, καὶ ὅτι ἐσταύρωται τῷ κόσμῳ, καὶ ὁ κόσμος αὐτῷ, καὶ ὅτι καθ᾽ ἡμέραν ἀποθνῄσκει μετὰ τὴν τοσαύτην τοῦ πνεύματος χάριν καὶ τὴν τοσαύτην τῶν ἄθλων ἐπίδειξιν, μετὰ τοὺς ἀφάτους κινδύνους, μετὰ τὴν ἠκριβωμένην φιλοσοφίαν, δεικνὺς ἡμῖν καὶ παραδηλῶν, ὅτι ἕως ἂν ἐμπνέωμεν καὶ τὴν σάρκα ὦμεν περικείμενοι ταύτην, παλαισμάτων ἡμῖν χρεία καὶ πόνων, καὶ οὐκ ἔστιν ἀπραγμόνως κατορθῶσαι σωφροσύνην ποτὲ, ἀλλὰ πολλῶν ἱδρώτων ἡμῖν δεῖ καὶ καμάτων πρὸς τουτὶ τὸ τρόπαιον, οὕτως ἔλεγεν· «Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.» Ταῦτα δὲ ἔλεγε δηλῶν τὴν ἐπανάστασιν τῆς σαρκὸς καὶ τὴν ἀπὸ τῆς ἐπιθυμίας λύτταν, καὶ τὸν διηνεκῆ πόλεμον, καὶ τὸν ἐναγώνιον αὐτοῦ βίον. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοῦ πράγματος δηλῶν τὴν δυσκολίαν, οὐδὲ ἐμβλέπειν ἁπλῶς ἠφίει εἰς τὰς τῶν γυναικῶν ὄψεις, ἀλλὰ καὶ τῇ τῶν μοιχῶν κολάσει τοὺς οὕτως ὁρῶντας κολάζειν ἠπείλησεν.