Τί οὖν, ἂν δυνηθῶμεν, φησίν, αἰτίαν εὔλογον καὶ δικαίαν εἰπεῖν, ἔσῃ μάτην ταῦτα περὶ ἡμῶν εἰρηκώς; Μάλιστα μὲν οὖν οὐδεμίαν ἐρεῖτε τοιαύτην· πλὴν ἀλλὰ καὶ οὕτως ἐβουλόμην μαθεῖν, εἴ τινα σκιὰν γοῦν ἔχετε εὐλόγου προφάσεως εἰπεῖν. Ἀπροστάτευτόν, φησίν, ἐστιν ἡ παρθένος, οὐκ ἄνδρα ἔχουσα, οὐ κηδεστὴν, πολλάκις δὲ οὐδὲ πατέρα, οὐκ ἀδελφὸν, καὶ δεῖται τοῦ χεῖρα ὀρέξοντος, καὶ τὴν ἐρημίαν παραμυθησομένου, καὶ πανταχοῦ προβεβλημένου καὶ καταστήσοντος αὐτὴν ἐν ἀσφαλείᾳ πολλῇ καὶ λιμένι. Ποίᾳ ἀσφαλείᾳ, εἰπέ μοι; ποίῳ λιμένι; τὸν γὰρ πρόβολον οὐκ εἴργοντα ὁρῶ τὰ κύματα, ἀλλ᾽ ἐπεγείροντα, καὶ τὸν λιμένα οὐκ ἀναστέλλοντα τὸν χειμῶνα, ἀλλὰ καὶ τὰς οὐκ οὔσας τίκτοντα τρικυμίας. Εἶτα οὐκ αἰσχύνεσθε, οὐκ ἐγκαλύπτεσθε τοιαῦτα ἀπολογούμενοι; Εἰ γὰρ μηδεμία ἐκ ταύτης τῆς διακονίας ἐτίκτετο κακηγορία, μηδὲ βλάβη, μηδὲ σκάνδαλον, ἀλλὰ μετ᾽ εὐφημίας ἐξῆν τὸ αὐτὸ τοῦτο ποιεῖν, τίνος οὐκ ἂν ἦτε ἐλεεινότεροι τὸν πλοῦτον αὐτῆς αὔξοντες, καὶ πρὸς φιλοχρηματίαν γυμνάζοντες, καὶ εἰς πράγματα ἐμβάλλοντες, καὶ πρὸς κοσμικὰς παιδοτριβοῦντες φροντίδας, οἰκονόμων τάξιν καὶ ἐπιτρόπων καὶ ἀγοραίων τινῶν ἀνταλλαττόμενοι; Καὶ σφόδρα γε.