Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς μὴ παρόντας

Ἰωάννης ὁ Χρυσόστομος

Ο βίος και οι αρετές του Ιώβ κατά την περίοδο της ευημερίας

Ανασκόπηση της ζωής του Ιώβ πριν από τους πειρασμούς. Προβάλλεται η ενεργός φιλανθρωπία, η προστασία των αδυνάτων, η ταπεινοφροσύνη έναντι των οικετών και η τέλεια αποδέσμευση από τα υλικά αγαθά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

δʹ. Εἶδες αὐτὸν ἐν τοῖς πειρασμοῖς, ὅσον ἰδεῖν σοι δυνατὸν ἦν; τὴν γὰρ ἀκρίβειαν οὐδὲ αὐτὸς ὁ λόγος παραστῆσαι ἴσχυσεν. Ὀδύνην γὰρ καὶ βασάνους καὶ ἀθυμίας τυραννίδα καὶ τὴν ἐκ τῶν τοσούτων νιφάδων ἐγγινομένην ταραχὴν οὐδεμία λόγου δύναμις ἑρμηνεῦσαι δύναται τοῖς ἀκηκοόσιν, ὡς αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα. Φέρε σοι οὖν δείξω πάλιν αὐτὸν (οὐδὲ γὰρ τοῦτο μικρὸν, ἀλλὰ καὶ σφόδρα φιλοσοφωτάτης δεόμενον ψυχῆς) ἐν πλούτῳ καὶ ἐν εὐημερίᾳ πολλὴν ἐπιδεικνύμενον φιλοσοφίαν. Τίς οὖν ἦν πλούσιος ὤν; Κοινὸς ἁπάντων λιμὴν, κοινὸς ἁπάντων πατὴρ, κοινὸς ἰατρὸς, μᾶλλον δὲ καὶ ἰατροῦ μεῖζον· ἄκουσον γοῦν αὐτοῦ λέγοντος· Ἐγὼ ἤμην ὀφθαλμὸς τυφλῶν, ποῦς δὲ χωλῶν. Ὁρᾷς πῶς ἰατροῦ μείζων, ἀντὶ τῆς φύσεως τοῖς πεπηρωμένοις ἐγίνετο; καὶ ἅπερ οὐκ ἴσχυσαν ἰατροὶ τῇ τέχνῃ διορθῶσαι, ταῦτα αὐτὸς ἀνεκτᾶτο τῇ παρακλήσει, διὰ τὴν πολλὴν εἰς αὐτοὺς πρόνοιαν ἀντὶ τῶν μελῶν αὐτοῖς γινόμενος. Ὥσπερ γὰρ ὑγιεῖς καὶ ἀρτίποδες καὶ βλέποντες, οὕτω διέκειντο οἱ τὰ μέλη ταῦτα κεκολοβωμένοι, οὐκ αἰσθανόμενοι τῆς χωλείας οὐδὲ τῆς πηρώσεως διὰ τὴν πολλὴν τούτου πρόνοιαν. Διὰ δὴ τοῦτο οὐδὲ εἶπεν, ὅτι Ἐγὼ παρεμυθούμην χωλοὺς καὶ τυφλοὺς, ἀλλὰ, Ποῦς αὐτῶν ἤμην καὶ ὀφθαλμός· καὶ πάλιν, Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων.

Οὐδὲ ἐνταῦθα εἶπεν, Παρεμυθούμην ὀρφανοὺς, ἀλλὰ, Πατὴρ ἤμην αὐτῶν· δηλῶν διὰ τούτου, ὅτι οὐδὲ αἴσθησιν ἠφίει γίνεσθαι τῆς ὀρφανίας, οὐδὲ φανῆναι τὸ δεινὸν συνεχώρει· καθάπερ ἐκεῖ τὴν πήρωσιν τῇ περιουσίᾳ τῆς προνοίας τῶν τὰ τοιαῦτα πεπονθότων, καὶ αὐτὴν τῶν δεινῶν ἀναιρῶν τὴν αἴσθησιν. Οὐ σώματα δὲ μόνον ἐθεράπευε κεκολοβωμένα, οὐδὲ ὀρφανίας διώρθου, τοῖς μὲν ἀντὶ μελῶν, τοῖς δὲ ἀντὶ γονέων γινόμενος, ἀλλὰ καὶ δικαστὴς αὐτοχειροτόνητος καθίστατο· μᾶλλον δὲ καὶ δικαστοῦ πλέον· Δίκην γὰρ, φησὶν, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα, καὶ συνέτριψα μύλας ἀδίκων, καὶ ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἐξήρπασα ἅρπαγμα.

Τοῦτο δικαστοῦ πολὺ πλέον. Οἱ μὲν γὰρ δικάζοντες κάθηνται ἀναμένοντες τοὺς ἠδικημένους, καὶ μετὰ τὴν ἐκείνων ἔντευξιν, τότε τὴν παρ᾽ ἑαυτῶν παρέχουσι συμμαχίαν οἱ δοκιμώτατοι τῶν δικαζόντων· ὡς οἵ γε πολλοὶ οὐδὲ τοῦτο· οὗτος δὲ καὶ τοὺς δοκιμωτάτους ἐνίκησε, καὶ ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισεν. Οὐδὲ γὰρ ἀνέμενε τοὺς ἀδικουμένους ἐλθεῖν πρὸς αὐτὸν, οὐδὲ μετὰ τὴν ἐκείνων ἔντευξιν ἐπῄει τῇ συμμαχίᾳ, ἀλλὰ αὐτὸς προλαμβάνων περιῄει ζητῶν τοὺς ἠδικημένους, καὶ οὐδὲ ἁπλῶς ζητῶν, ἀλλὰ μετὰ πολλῆς τῆς ἀγρυπνίας, μετὰ πολλῆς τῆς φροντίδος. Καὶ τοῦτο εἴσῃ σαφῶς, τῆς λέξεως καταμαθὼν τὴν δύναμιν· οὐ γὰρ εἶπεν, Ἐζήτησα, ἀλλὰ, Δίκην ἣν οὐκ ᾔδειν ἐξιχνίασα· τουτέστι, ἠρεύνησα, περιειργασάμην πολυπραγμονῶν, διετέλεσα πάντα κινῶν, ὥστε εὑρεῖν μή πού τις ἠδικημένος λανθάνῃ.

Εἶδες τὴν ἄγρυπνον ψυχήν; ὅρα καὶ τὴν ἀνδρείαν καὶ τὴν σπουδήν· Καὶ συνέτριψα μύλας ἀδίκων. Τὸ δηκτικὸν αὐτὸ, τὴν δυναστείαν κατέλυσα, φησὶν, ὥστε λοιπὸν καὶ εἰς ἑτέραν ἀδικίαν ἀχρήστους γενέσθαι. Ἀμφοτέρους τοίνυν ὠφέλει, τοὺς μὲν τοῦ παθεῖν κακῶς, τοὺς δὲ τοῦ ποιεῖν κακῶς ἀπαλλάττων καὶ σωφρονεστέρους ποιῶν. Εἶτα τὴν εὐτονίαν καὶ τὴν καρτερίαν· Καὶ ἐκ μέσου ὀδόντων αὐτῶν ἐξήρπασα ἅρπαγμα. Οὐ γὰρ ἀπεγίνωσκον οὐδὲ ἀπηγόρευον, εἰ καὶ τὸ πρᾶγμα προκατειλημμένον ἦν, ἀλλ᾽ ἤδη καὶ τὸ καταποθὲν ἀνιμώμην, ποιμένος ἀρίστου τινὸς καὶ νήφοντος πρόνοιαν περὶ τοὺς συνδούλους ἐπιδεικνύμενος.

Τί δὲ ἡ ταπεινοφροσύνη; ἐννόησον γὰρ καὶ ἡλίκη· Εἰ δὲ καὶ ἐφαύλισα κρῖμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρός με. Τί γὰρ ποιήσω, ἐὰν ἐπισκοπήν μου ποιήσηται ὁ Κύριος; πότερον οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν γαστρὶ, κἀκεῖνοι γεγόνασιν;

Εἶδες συντετριμμένην διάνοιαν καὶ τῶν ἀνθρώπων τὴν φύσιν ἐπισκεπτομένην μετὰ ἀκριβείας καὶ εἰδυῖαν τί δοῦλος, τί ἐλεύθερος, τοῦτο τὸ ὑπὸ πολλῶν περιφερόμενον; Ταύτην γοῦν ἐκβαλὼν τὴν ἀνωμαλίαν, ἀπὸ τῆς ὁμοτιμίας τῆς κατὰ τὴν γέννησιν τὸν περὶ τῆς φιλοσοφίας εἰσάγει λόγον. Καὶ τὸ δὴ θαυμαστὸν αὐτοῦ, ὅτι ταῦτα ποιῶν, οὐδὲ ταπεινοφρονεῖν ἐνόμιζεν, ἀλλ᾽ ὀφειλὴν πληροῦν. Διὸ καὶ λογισμὸν ἔθηκε τὸν ἅπαντας ἀνθρώπους πείθοντα, μηδὲν πλέον φρονεῖν τῶν οἰκετῶν, κἂν μυριάκις ὦσι δεσπόται. Τὰ γὰρ ὀνόματα ταῦτα, ὁ δοῦλος καὶ ὁ ἐλεύθερος, ὀνόματα μέν ἐστι μόνον ψιλὰ, πραγμάτων ἔρημα· ἡ δὲ δουλεία ἐν ἁμαρτίᾳ, καὶ ἡ ἐλευθερία ἐν δικαιοσύνῃ ὁρίζεται. Ἄρ᾽ οὖν ταπεινὸς μὲν οὕτως, οὐχὶ δὲ ποθεινὸς καὶ ἐπέραστος; Ναὶ ἐπέραστος· καὶ σκόπει κἀνταῦθα τὴν ὑπερβολήν. Ὥσπερ γὰρ ἐν τοῖς δεινοῖς μετὰ πάσης σφοδρότητος τὰ ἐπενεχθέντα ἤνεγκεν, οὕτω καὶ ἐν τῇ εὐημερίᾳ τὴν ἀρετὴν ἑκάστην μετὰ πολλῆς κατώρθωσε τῆς περιουσίας, οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ πρὸς αὐτὸ τὸ ἄκρον ἀφικόμενος.

Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου· Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι; λίαν μου χρηστοῦ ὄντος. Ἐνταῦθα τὸν ἔρωτα διηγεῖται τῶν οἰκετῶν τὸν μανικὸν, ὃν περὶ αὐτὸν εἶχον διακαεῖς αὐτοῦ καταστάντες ἐρασταὶ, ἀφ᾽ ὧν αὐτὸς εἰς αὐτοὺς ἐπεδείκνυτο. Οὕτω γὰρ, φησὶν, ἐξεκρέμαντό μου, οὕτως ἀντείχοντο, οὕτως ἦσαν προσηλωμένοι, οὕτως ἐρῶντες, ὡς ἐπιθυμεῖν καὶ αὐτῶν ἐμπλησθῆναι τῶν σαρκῶν, καὶ καταπιεῖν καὶ καταφαγεῖν διὰ τὸ σφόδρα φιλεῖν καὶ ἐκκαίεσθαι.

εʹ. Τί ἄν τις εἴποι τὴν τῶν χρημάτων ὑπεροψίαν; καὶ γὰρ καὶ τοῦτο μεθ᾽ ὑπερβολῆς αὐτῷ κατώρθωτο. Οὐ γὰρ δὴ μόνον τῶν ἀλλοτρίων οὐκ ἐφίετο, ὅπερ πάσχουσιν οἱ πολλοὶ νῦν, ἀλλ᾽ οὐδὲ τῶν οἰκείων, ἀλλὰ καὶ αὐτῶν ἠλλοτρίωτο μετὰ πάσης ὑπερβολῆς· διὸ καὶ ἔλεγεν· Εἰ δὲ ηὐφράνθην πολλοῦ πλούτου γενομένου μοι, οὐδὲ λίθῳ πολυτελεῖ ἐπεποίθησα. Διὰ δὴ τοῦτο καὶ ἀφαιρεθέντων, μετὰ πολλῆς ἔφερε τῆς εὐκολίας τὴν ἀφαίρεσιν, καὶ παρόντων δαψιλῆ τὴν ἐλεημοσύνην εἰργάζετο, πᾶσι τὴν δεξιὰν ἁπλώσας, καὶ τὴν οἰκίαν ἀνοίξας. Οὐδὲ γὰρ, ὃ πάσχουσιν οἱ πολλοὶ περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες τοὺς λαμβάνοντας, ἐποίει οὗτος, ἀλλ᾽, Ἡ θύρα μου, φησὶ, παντὶ ἐλθόντι ἀνέῳκτο. Ἀδύνατοι γὰρ, ἥν ποτε εἶχον χρείαν, οὐκ ἀπέτυχον· ξένος δὲ οὐκ ἐξῆλθε τὴν θύραν μου κόλπῳ κενῷ. Εἶδες τὸ δαψιλές; εἶδες τὸ φιλάνθρωπον, τὸ χρηστὸν, τὸ ταπεινόν;

Βούλει καὶ τὴν σωφροσύνην μαθεῖν; Διαθήκην, φησὶν, ἐθέμην τοῖς ὀφθαλμοῖς μου τοῦ μὴ κατανοῆσαι εἰς παρθένον ἀλλοτρίαν. Ἃ μετὰ ταῦτα ἐλθὼν ὁ Χριστὸς ἐπέταξε, ταῦτα ἐκεῖνος διὰ τῶν πραγμάτων κατώρθου. Εἶδες αὐτὸν πλουτοῦντα, εἶδες πενόμενον, εἶδες ὑγιαίνοντα, εἶδες νοσοῦντα; εἶδες τῶν πραγμάτων αὐτῷ κατὰ ῥοῦν φερομένων; εἶδες αὐτὸν πάντων ἀφαιρεθέντα; εἶδες πρὸς παῖδας, πρὸς οἰκέτας, πρὸς ἀδικουμένους, πρὸς ὀρφανοὺς οἷον ἑαυτὸν παρεσκεύασεν; Εἰ δὲ καὶ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, φησί· τουτέστιν, οὐδὲ τὰς συνουσίας ταύτας ἐδίωκον τὰς τῶν γελωτοποιῶν. Καὶ τοῦτο δὲ σωφροσύνης οὐ μικρὸν σημεῖον.

Πᾶσαν γὰρ ἀρετὴν ἐπῆλθε, καὶ τῶν οὐδὲν ἐχόντων ἀκριβέστερον διέκειτο τοσαῦτα περιβεβλημένος· οὐ γὰρ οὕτως ὁ μηδὲν ἔχων ἀπήλλακτο χρημάτων, ὡς ἐκεῖνος ὁ τοσαῦτα ἔχων. Πανταχοῦ γὰρ ἡ γνώμη ἐστὶν ἡ στεφανουμένη. Καὶ πρὸς αὐτὴν τῆς σωφροσύνης τὴν κορυφὴν ἀνέβη, καὶ πᾶσαν ἀρετὴν μετὰ τῆς προσηκούσης ἀκριβείας κατώρθου.