Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πατέρας περὶ τῆς τεκνοτροφίας

Ἰωάννης ὁ Χρυσόστομος

Η ψυχή ως πόλη και η φρούρηση των αισθήσεων

Η ψυχή του παιδιού παρομοιάζεται με νεόδμητη πόλη που απαιτεί αυστηρούς πνευματικούς νόμους. Παρέχονται οδηγίες για την προστασία των αισθήσεων, δίνοντας ιδιαίτερη έμφαση στον έλεγχο της γλώσσας και της ακοής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 8

Θρέψον ἀθλητὴν τῷ Χριστῷ. Οὐ τοῦτο λέγω ὅτι γάμου ἀπάγαγε καὶ εἰς τὰς ἐρημίας ἀπόστειλον καὶ τὸν τῶν μοναχῶν παρασκεύασον ἑλέσθαι βίον· οὐ τοῦτο λέγω. Βούλομαι μὲν τοῦτο καὶ πάντας ηὐχόμην καταδέξασθαι, ἀλλ᾽ ἐπειδὴ φορτικὸν εἶναι δοκεῖ, οὐκ ἀναγκάζω. Θρέψον ἀθλητὴν τῷ Χριστῷ καὶ ἐν κόσμῳ ὄντα δίδαξον εὐλαβῆ ἐκ πρώτης ἡλικίας.

Ἂν εἰς ἁπαλὴν οὖσαν ἔτι τὴν ψυχὴν ἐντυπωθῇ τὰ καλὰ διδάγματα, οὐδεὶς αὐτὰ ἐξελεῖν δυνήσεται, ὅταν σκληρὰ γένηται ὡς τύπος, ὥσπερ καὶ κηρός. Ἔχεις αὐτὸν ἔτι τρέμοντα καὶ φοβούμενον καὶ δεδοικότα καὶ ὄψιν καὶ ῥῆμα καὶ πᾶν ὁτιοῦν· κέχρησο τῇ ἀρχῇ εἰς δέον. Σὺ πρῶτος ἀπολαύεις τῶν ἀγαθῶν, ἐὰν υἱὸν ἔχῃς καλὸν καὶ τότε ὁ Θεός· σαυτῷ κάμνεις.

Λέγονται οἱ μαργαρῖται, ὅταν εὐθέως ληφθῶσιν, ὕδωρ εἶναι. Ἂν μὲν οὖν ἔμπειρος ᾖ ὁ δεχόμενος, ἐπὶ τῆς χειρὸς θεὶς τὴν σταγόνα ἐκείνην καὶ τὴν χεῖρα διακινήσας δεχόμενος ὑπτία τῇ χειρὶ ἐπὶ τοῦ θέναρος καὶ περιστρέφων εἰς ἀκρίβειαν ἀποτορνεύει καὶ ποιεῖ σφόδρα στρογγύλον. Ἐπειδὰν δὲ τύχῃ τυπωθῆναι, οὐκέτι κύριός ἐστι διατυπῶσαι. Τὸ μὲν γὰρ ἁπαλὸν πρὸς πᾶν ἐπιτήδειόν ἐστι τὴν ἕξιν τὴν οἰκείαν οὐδέπω πεπηγυῖαν ἔχον· διόπερ εὐκόλως πρὸς πάντα ἕλκεται· τὸ δὲ σκληρὸν ὥσπερ ἀπολαβόν τινα διάθεσιν τὴν σκληρότητα οὐκ εὐκόλως αὐτῆς ἐξίσταται, οὐδὲ πρὸς ἑτέραν μετοικίζεται διάθεσιν.

Ἕκαστος τοίνυν ὑμῶν τῶν πατέρων καὶ τῶν μητέρων, καθάπερ τοὺς ζωγράφους ὁρῶμεν τὰς εἰκόνας καὶ τὰ ἀγάλματα μετὰ πολλῆς τῆς ἀκριβείας ἐξασκοῦντας, οὕτω τῶν θαυμαστῶν τούτων ἀγαλμάτων ἐπιμελώμεθα. Προθέντες γὰρ οἱ ζωγράφοι τὸν πίνακα καθ᾽ ἑκάστην ἡμέραν αὐτὸν ἐπιχρίουσι πρὸς τὸ δέον. Οἱ δὲ λιθοξόοι τῶν λίθων καὶ αὐτοὶ τὸ αὐτὸ πράττουσιν, τὸ μὲν περιττὸν περιαιροῦντες, τὸ δὲ ἐνδέον προστιθέντες.

Οὕτω δὴ καὶ ὑμεῖς· καθάπερ ἀγαλμάτων τινῶν κατασκευασταί, πρὸς τοῦτο τὴν σχολὴν ἅπασαν ἔχετε τὰ θαυμαστὰ ἀγάλματα τῷ Θεῷ κατασκευάζοντες· καὶ τὸ μὲν περιττὸν ἐξαιρεῖτε, τὸ δὲ ἐνδέον προστίθετε· καὶ καθ᾽ ἑκάστην αὐτὰ περισκοπεῖτε τὴν ἡμέραν, ποῖον ἀπὸ φύσεως ἔχει πλεονέκτημα, ὥστε αὐτὸ αὔξειν, ποῖον ἀπὸ φύσεως ἐλάττωμα, ὥστε αὐτὸ περιαιρεῖν.

Καὶ μετὰ πολλῆς τῆς ἀκριβείας πρῶτον μὲν αὐτῶν ἐξορίζετε τὸν τῆς ἀκολασίας λόγον· οὗτος γὰρ μάλιστα ὁ ἔρως ἐνοχλεῖ ταῖς τῶν νέων ψυχαῖς. Μᾶλλον δὲ πρὶν ἢ εἰς τὴν πεῖραν ταύτης ἐλθεῖν δίδαξον αὐτὸν νήφειν, ἐγρηγορέναι, εἰς προσευχὰς ἀγρυπνεῖν, πάντα καὶ λέγοντα καὶ ποιοῦντα τὴν σφραγῖδα ἐπιτίθεσθαι.

Νόμισον εἶναι βασιλεὺς πόλιν ἔχων ὑπήκοον τὴν τοῦ παιδὸς ψυχήν· πόλις γάρ ἐστιν ὄντως ἡ ψυχή. Καὶ καθάπερ ἐν τῇ πόλει οἱ μὲν κλέπτουσιν, οἱ δὲ δικαιοπραγοῦσιν, οἱ δὲ ἐργάζονται, οἱ δὲ ἁπλῶς ὡς ἔτυχεν ἅπαντα πράττουσιν, οὕτω δὴ καὶ ἐν τῇ ψυχῇ διάνοια καὶ λογισμοί· οἱ μὲν στρατεύονται κατὰ τῶν ἀδικούντων, οἷόν εἰσιν ἐν πόλει οἱ στρατιῶται· οἱ δὲ τοῦ παντὸς προνοοῦσιν, καὶ σώματος καὶ οἰκίας, οἷόν εἰσιν οἱ πολιτευόμενοι ἐν ταῖς πόλεσιν· οἱ δὲ ἐπιτάττουσιν, οἷόν εἰσιν οἱ ἄρχοντες· καὶ οἱ μὲν ἀσελγῆ διηγοῦνται, οἷόν εἰσιν οἱ ἀκόλαστοι· οἱ δὲ σεμνά, οἷόν εἰσιν οἱ σώφρονες· καὶ οἱ μέν εἰσιν ἐκτεθηλυσμένοι, οἷόν εἰσιν αἱ γυναῖκες παρ᾽ ἡμῖν· οἱ δὲ ἀνοητότερον διαλέγονται, οἷόν οἱ παῖδες· καὶ οἱ μὲν ὡς δοῦλοι ἐπιτάττουσιν, ὅπερ εἰσὶν οἱ οἰκέται· οἱ δὲ εὐγενεῖς, ὅπερ εἰσὶν οἱ ἐλεύθεροι.

Δεῖ τοίνυν νόμων ἡμῖν, ὥστε τοὺς μὲν πονηροὺς ἐξορίζειν, τοὺς δὲ ἀγαθοὺς ἐγκρίνειν καὶ μὴ ἐᾶν κατεξανίστασθαι τῶν ἀγαθῶν τοὺς πονηρούς. Καθάπερ γὰρ ἐν πόλει ἂν νόμους τις θῇ πολλὴν τοῖς κλέπταις τὴν ἄδειαν διδόντας, τὸ πᾶν ἀνέτρεψεν· κἂν οἱ στρατιῶται μὴ εἰς δέον κέχρηνται τῷ θυμῷ, τὸ πᾶν ἐλυμήναντο· καὶ ἐὰν τὴν οἰκείαν τάξιν ἕκαστος καταλιπὼν τὴν ἑτέρου μεταδιώκῃ, τῇ πλεονεξίᾳ τὴν εὐταξίαν διέφθειρεν· οὕτω δὴ καὶ ἐνταῦθα. Πόλις τοίνυν ἐστὶν ἡ τοῦ παιδὸς ψυχή, πόλις ἄρτι κτισθεῖσα καὶ κατασκευασθεῖσα, πόλις ξένους ἔχουσα πολίτας, οὔπω οὐδενὸς ἐμπείρους. Τοὺς δὲ τοιούτους μάλιστα εὔκολον ῥυθμίζειν.

Οἱ μὲν γὰρ κακῇ πολιτείᾳ συντραφέντες, οἷοί πέρ εἰσιν οἱ γέροντες, δυσκόλως ἂν μεταθοῖντο, οὐ μὴν ἀδυνάτως· ἔνεστι γὰρ κἀκείνους μεταστραφῆναι, ἐὰν θέλωσιν· οἱ δὲ παντὸς ἄπειροι εὐκόλως ἂν δέξοιντο τοὺς παρὰ σοῦ νόμους.

Τίθει τοίνυν νόμους τῇ πόλει ταύτῃ καὶ τοῖς ἐν τῇ πόλει πολιτευομένοις φοβεροὺς καὶ σφοδροὺς καὶ τῶν παραβαινομένων γενοῦ προστάτης· οὐδὲν γὰρ ὠφελεῖ τιθέναι νόμους, ἂν μὴ καὶ ἡ ἐκδίκησις ἕποιτο. Τίθει τοίνυν νόμους καὶ πρόσεχε ἀκριβῶς· ὑπὲρ γὰρ τῆς οἰκουμένης ἡμῖν ἡ νομοθεσία καὶ πόλιν κτίζομεν σήμερον. Ἔστωσαν οὖν οἱ μὲν περίβολοι καὶ πύλαι 〈αἱ〉 τέσσαρες αἰσθήσεις· τὸ λοιπὸν ἅπαν σῶμα ὥσπερ τεῖχος ἔστω, πύλαι δὲ αὐτῷ οἱ ὀφθαλμοί, ἡ γλῶσσα, ἡ ἀκοή, ἡ ὄσφρησις, εἰ βούλει καὶ ἡ ἁφή· διὰ γὰρ τῶν πυλῶν τούτων καὶ εἰσίασι καὶ ἐξέρχονται οἱ τῆς πόλεως ταύτης πολῖται· τουτέστιν οἱ λογισμοὶ διὰ τῶν πυλῶν τούτων καὶ φθείρονται καὶ κατορθοῦνται.

Φέρε οὖν πρῶτον ἐπὶ τὴν πύλην ἔλθωμεν τὴν ἀπὸ τῆς γλώσσης, ἐπειδὴ ἡ μάλιστα χρηματίζουσα αὕτη ἐστίν, καὶ πρὸ τῶν ἄλλων ἁπάντων κατασκευάσωμεν αὐτῇ τέως θύρας καὶ μοχλοὺς μὴ ἀπὸ ξύλων μηδὲ ἀπὸ σιδήρου, ἀλλ᾽ ἀπὸ χρυσοῦ. Χρυσῆ γὰρ ὄντως ἐστὶν ἡ πόλις ἡ οὕτω κατασκευαζομένη.

Οὐ γὰρ ἄνθρωπός τις, ἀλλ᾽ αὐτὸς ὁ τῶν ὅλων βασιλεὺς ταύτην μέλλει τὴν πόλιν οἰκεῖν, ἐὰν κατασκευασθῇ. Καὶ τοῦ λόγου προϊόντος ὄψεσθε, ὅπου καὶ τὰ βασίλεια αὐτῷ τάττομεν. Κατασκευάσωμεν οὖν αὐτῇ θύρας καὶ μοχλοὺς ἀπὸ χρυσίου, τὰ λόγια τοῦ Θεοῦ, καθὼς ὁ προφήτης φησίν· «Τὰ λόγια τοῦ Θεοῦ ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου· ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν.» Διδάσκωμεν ταῦτα διὰ παντὸς ἐν τοῖς χείλεσι στρέφεσθαι, καὶ ἐν τοῖς περιπάτοις, μὴ ἁπλῶς μηδὲ παρέργως μηδὲ σπανιάκις, ἀλλὰ διηνεκῶς.

Οὐ λεπίδας χρυσοῦ μόνον ἐπικεῖσθαι δεῖ ταῖς θύραις, ἀλλ᾽ ὅλας δι᾽ ὅλου ἀπὸ χρυσοῦ κατεσκευάσθαι παχείας καὶ ναστάς, καὶ λίθους ἔχειν τιμίους ἀντὶ λίθων προσπεπηγότων ἔξωθεν. Μοχλὸς δὲ ἔστω τῶν θυρῶν τούτων ὁ τοῦ Κυρίου σταυρός, ὅλος δι᾽ ὅλων ἀπὸ λίθων κατεσκευασμένος τιμίων καὶ διὰ μέσων βεβλημένος τῶν θυρῶν πλάγιος. Ὅταν δὲ τὰς θύρας οὕτω παχείας κατασκευάσωμεν καὶ χρυσᾶς καὶ τὸν μοχλὸν ἐπιθῶμεν, ἀξίους καὶ τοὺς πολίτας κατασκευάσωμεν· ποίους δὴ τούτους; ῥήματα παιδεύοντες τὸ παιδίον φθέγγεσθαι σεμνὰ καὶ εὐσεβῆ. Καὶ ξενηλασίαν ποιῶμεν πολλήν, ὥστε μὴ μιγάδας τινὰς καὶ φθόρους ἀνθρώπους ἐπεισιέναι τοῖς πολίταις τούτοις· τοὺς ὑβριστικοὺς λόγους καὶ λοιδόρους, τοὺς ἀνοήτους, τοὺς αἰσχρούς, τοὺς βιωτικούς, τοὺς κοσμικούς, πάντας ἐξελάσωμεν. Καὶ μηδεὶς διὰ τούτων βαδιζέτω τῶν πυλῶν, ἀλλ᾽ ὁ βασιλεὺς μόνος. Καὶ αὐτῷ καὶ τοῖς αὐτοῦ πᾶσιν ἔστω ἀνεῳγμένη αὕτη ἡ πύλη, ἵνα καὶ περὶ αὐτῆς λέγηται· «Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.» Καὶ κατὰ τὸν μακάριον Παῦλον· «Εἴ τις ἀγαθὸς λόγος πρὸς οἰκοδομήν, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.» Εὐχαριστία ἔστωσαν οἱ λόγοι, ὕμνοι σεμνοί· περὶ Θεοῦ διαλεγέσθωσαν ἀεί, περὶ φιλοσοφίας τῆς ἄνω.

Πῶς οὖν ἔσται τοῦτο; καὶ πόθεν αὐτοὺς παιδεύσομεν; Ἂν σφοδροὶ κριταὶ τῶν γινομένων ὦμεν· καὶ γὰρ τῷ παιδὶ πολλὴ ἡ εὐκολία. Πῶς; οὐχ ὑπὲρ χρημάτων μάχεται, οὐχ ὑπὲρ δόξης· ἔτι παιδίον ἐστίν· οὐχ ὑπὲρ γυναικός, οὐχ ὑπὲρ παίδων, οὐχ ὑπὲρ οἰκίας. Ὥστε ποίαν ἂν ἔχοι ὕβρεως καὶ βλασφημίας τὴν αἰτίαν; πρὸς ὁμήλικας ὁ ἀγὼν ἅπας αὐτῷ. Θὲς νόμον εὐθέως, μηδένα ὑβρίζειν, μηδένα βλασφημεῖν, μὴ ὀμνύναι, ἄμαχον εἶναι. Κἂν ἴδῃς τὸν νόμον παραβαινόμενον, κόλασον, ποτὲ μὲν ὄψει σφοδρᾷ, ποτὲ δὲ λόγοις δακεῖν δυναμένοις, ποτὲ δὲ ὀνειδισμοῖς· ποτὲ δὲ κολάκευσον καὶ ἐπαγγέλλου. Πληγὰς δὲ μὴ συνεχῶς, μηδὲ ἐθίσῃς αὐτὸν οὕτω παιδεύεσθαι· ἂν γὰρ μάθῃ παιδεύεσθαι συνεχῶς, καὶ καταφρονεῖν μαθήσεται· μαθὼν δὲ καταφρονεῖν τὰ πάντα ἀνέτρεψεν. Ἀλλὰ φοβείσθω μὲν ἀεὶ πληγάς, μὴ λαμβανέτω δέ· καὶ ἐπισειέσθω μὲν τὸ σκῦτος, μὴ καταφερέσθω δέ. Καὶ ἀπειλαὶ προχωρείτωσαν μὴ εἰς ἔργον· τοῦτο δὲ μὴ ἔστω δῆλον, ὅτι μέχρις ἀπειλῶν ἐστι τὰ ῥήματα· ἀπειλὴ γὰρ τότε καλόν, ὅταν πιστεύηται, ὅτι εἰς ἔργον ἔλθῃ· ἐπεὶ ἐὰν τὴν οἰκονομίαν ὁ ἡμαρτηκὼς μάθῃ, καταφρονήσει. Ἀλλὰ προσδοκάτω μὲν παιδεύεσθαι, μὴ παιδευέσθω δέ, ἵνα μὴ σβεννύηται ὁ φόβος, ἀλλ᾽ ἵνα μένῃ καθάπερ πῦρ ἐνακμάζον καὶ πάσας πάντοθεν ἀνέλκον τὰς ἀκάνθας ἢ καθάπερ μάκελλα ὀξεῖα καὶ βαθεῖα εἰς αὐτὸ σκάπτουσα τὸ βάθος.

Ὅταν μέντοι ἴδῃς ἀπὸ τοῦ φόβου κερδάναντα, ἄνες· δεῖ γάρ τινος φύσει τῇ ἡμετέρᾳ καὶ ἀνέσεως.

Δίδαξον αὐτὸν ἐπιεικῆ εἶναι καὶ φιλάνθρωπον. Κἂν ἀκόλουθον ἴδῃς ὑβριζόμενον, μὴ περιίδῃς, ἀλλὰ κόλασον τὸν ἐλεύθερον. Ὁ γὰρ εἰδὼς ὅτι οὐδὲ τὸν οἰκέτην ἐξέσται ὑβρίζειν τὸν ἑαυτοῦ, πολλῷ μᾶλλον τὸν ἐλεύθερον καὶ ὁμότιμον οὐ βλασφημήσει οὐδὲ λοιδορήσεται. Ἀπὸ κακίας τὸ στόμα ἀπόρραψον. Ἂν ἴδῃς διαβάλλοντά τινα, ἐπιστόμισον καὶ τὴν γλῶτταν κατὰ τῶν ἁμαρτημάτων τῶν αὑτοῦ μετάστησον.

Ταῦτα καὶ τῇ μητρὶ παραίνει διαλέγεσθαι τῷ παιδὶ καὶ τῷ παιδαγωγῷ καὶ τῷ ἀκολούθῳ, ὥστε πάντας ὁμοῦ φύλακας εἶναι καὶ παρατηρεῖν μηδένα προπηδᾶν τῶν λογισμῶν ἐκείνων τῶν πονηρῶν ἀπὸ τοῦ παιδίου καὶ τοῦ στόματος ἐκείνου καὶ τῶν θυρῶν τῶν χρυσῶν. Καὶ μή μοι νομίσῃς πολλοῦ τὸ πρᾶγμα δεῖσθαι καιροῦ. Ἂν παρὰ τὴν ἀρχὴν σφοδρῶς ἐπιθῇ καὶ ἀπειλήσῃς καὶ τοσούτους ἐπιστήσῃς φύλακας, δύο μῆνες ἀρκοῦσι, καὶ τὸ πᾶν κατώρθωται καὶ τὸ πρᾶγμα εἰς φύσεως βεβαιότητα καθίσταται.

Αὕτη μὲν οὖν ἡ πύλη οὕτως ἀξία γένοιτ᾽ ἂν τοῦ Κυρίου, ὅταν μήτε αἰσχρότης, μήτε εὐτραπελία, μήτε ἀνόητον, μήτε ἄλλο μηδὲν φθέγγηται, ἀλλὰ πάντα τὰ τῷ Δεσπότῃ πρέποντα. Εἰ γὰρ οἱ τὴν σωματικὴν στρατείαν παιδεύοντες τοὺς ἑαυτῶν παῖδας εὐθέως τοὺς στρατευομένους καὶ τοξεύειν διδάσκουσι καὶ χλανίδα ἀμφιέννυσθαι καὶ ἵππον ἀναβαίνειν καὶ οὐδὲν ἡ ἡλικία κώλυμα γίνεται, πολλῷ μᾶλλον τοὺς ἄνω στρατευομένους τὸν κόσμον ἅπαντα περιτίθεσθαι χρὴ τοῦτον τὸν βασιλικόν. Μανθανέτω τοίνυν τῷ Θεῷ ψάλλειν, ἵνα μὴ σχολάζῃ αἰσχραῖς ᾠδαῖς καὶ διηγήμασιν ἀκαίροις. Καὶ αὕτη μὲν ἡ πύλη οὕτως ἀσφαλιζέσθω καὶ οἱ πολῖται καταλεγέσθωσαν ἐκεῖνοι· τοὺς δὲ ἄλλους ἔνδον θανατῶμεν, καθάπερ αἱ μέλισσαι τοὺς κηφῆνας, μὴ ἐῶντες ἔξω προχωρεῖν μηδὲ βομβεῖν.

Ἴωμεν δὴ καὶ ἐφ᾽ ἑτέραν πύλην· ποίαν δὴ ταύτην; τὴν ἐγγὺς αὐτῆς κειμένην καὶ πολλὴν πρὸς αὐτὴν συγγένειαν ἔχουσαν, τὴν ἀκοὴν λέγω. Ἐκείνη μὲν γὰρ ἔσωθεν ἐξιόντας ἔχει τοὺς πολίτας, καὶ οὐδεὶς δι᾽ ἐκείνης εἰσέρχεται, αὕτη δὲ ἔξωθεν εἰσιόντας, καὶ οὐδεὶς δι᾽ αὐτῆς ἐξέρχεται. Πολλὴν τοίνυν ἔχει τὴν συγγένειαν αὕτη πρὸς ἐκείνην· ἂν γὰρ μηδένα τῶν φθόρων καὶ διεφθαρμένων συγχωρῇ τῶν οὐδῶν ἐπιβαίνειν τῶν αὑτῆς, οὐ πολλὴν παρέχει τῷ στόματι τὴν δυσκολίαν· ὁ γὰρ μὴ ἀκούων αἰσχρὰ μηδὲ πονηρὰ οὐδὲ φθέγγεται αἰσχρά· ὡς ἐὰν αὕτη ἀναπεπταμένη πᾶσιν ᾖ, ἐκείνῃ λυμανεῖται καὶ τοῖς ἔνδον πᾶσι ποιήσει θόρυβον. Καὶ τάχα περὶ ταύτης προτέρας ἐχρῆν ἅπαντα εἰπεῖν καὶ προτέραν ἀποφράξαι τὴν εἴσοδον.

Μηδὲν οὖν ἄτοπον ἀκουέτωσαν οἱ παῖδες μήτε παρὰ οἰκετῶν μήτε παρὰ παιδαγωγοῦ μήτε παρὰ τροφέων. Ἀλλὰ καθάπερ τὰ φυτὰ τότε μάλιστα πολλῆς χρείαν ἔχει τῆς ἐπιμελείας, ὅταν ἁπαλὰ ᾖ, οὕτω καὶ οἱ παῖδες· ὥστε τροφέων προνοῶμεν ἀγαθῶν, ἵνα αὐτοῖς ἐκ κρηπῖδος καλὸς θεμέλιος βάλληται καὶ μηδὲν ὅλως ἐξ ἀρχῆς παραδέχωνται πονηρόν.

Μὴ τοίνυν, μηδὲ μύθους ἀκουέτωσαν ληρώδεις καὶ γραώδεις. «Ὁ δεῖνα, φησί, τὸν δεῖνα ἐφίλησεν.» «Ὁ τοῦ βασιλέως υἱὸς καὶ ἡ μικροτέρα θυγάτηρ τόδε ἐποίησαν.» Μηδὲν τούτων ἀκουέτωσαν· ἀλλ᾽ ἀκουέτωσαν ἕτερα χωρὶς πάσης περιόδου μετὰ πολλῆς τῆς ἁπλότητος. Δυνατὸν γὰρ καὶ παρὰ παίδων καὶ παρὰ ἀκολούθων· μὴ πάντων· μηδὲ γὰρ πᾶσιν ἐξέστω τοῖς οἰκέταις ἀναμίγνυσθαι, ἀλλ᾽ ἔστωσαν φανεροί, ὥσπερ ἀγάλματι προσιόντες φανεροί, οἱ συναντιλαμβανόμενοι τῆς τέχνης ἡμῖν. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν οἰκοδόμοι ἦμεν καὶ ἄρχοντι οἰκίαν ἐκτίζομεν, μὴ πάντας ἁπλῶς τοὺς οἰκέτας ἡμῖν ἐᾶν προσιέναι τῇ οἰκοδομίᾳ, νῦν δὲ τῷ βασιλεῖ τῷ ἐπουρανίῳ πόλιν κτίζοντες καὶ πολίτας πᾶσιν ἐπιτρέπειν τὸ ἔργον; Ἀλλ᾽ ὅσοι τῶν οἰκετῶν χρήσιμοι συναντιλαβέσθαι· εἰ δὲ μηδείς ἐστιν, ἐλεύθερον μισθῷ ζήτησον, ἄνδρα ἐνάρετον, κἀκείνῳ μάλιστα τὸ πᾶν ἐπίτρεψον, ὥστε συναντιλαβέσθαι τοῦ ἔργου.