Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πατέρας περὶ τῆς τεκνοτροφίας

Ἰωάννης ὁ Χρυσόστομος

Η παιδαγωγική χρήση των βιβλικών διηγήσεων

Η σταδιακή εισαγωγή του παιδιού στη βιβλική ιστορία μέσω αφηγήσεων όπως του Κάιν και του Άβελ ή του Ησαύ και του Ιακώβ, με σκοπό την καλλιέργεια του φόβου του Θεού, του σεβασμού και της εγκράτειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 8

Μὴ τοίνυν ἀκουέτωσαν μύθους τοιούτους. Ἀλλ᾽ ὅταν τῶν πόνων ἀνιῆται τῶν ἀπὸ τῶν μαθημάτων—φιλεῖ γὰρ ἡ ψυχὴ τοῖς παλαιοῖς ἐνδιατρίβειν διηγήμασιν—, λέγε πρὸς αὐτόν, πάσης αὐτὸν παιδιᾶς ἀπάγων· φιλόσοφον γὰρ τρέφεις καὶ ἀθλητὴν καὶ πολίτην τῶν οὐρανῶν· λέγε τοίνυν πρὸς αὐτὸν καὶ διηγοῦ ὅτι «Ἦσαν παρὰ τὴν ἀρχὴν δύο τινὲς παῖδες πατρὸς ἑνός, ἀδελφοὶ δύο.» Εἶτα διαστήσας ἐπάγαγε· «Καὶ τῆς αὐτῆς ἐξελθόντες γαστρός. Καὶ ὁ μὲν ἦν πρεσβύτερος, ὁ δὲ νεώτερος. Καὶ ὁ μὲν ἦν γεωργός, ὁ πρεσβυτέρος, ὁ δὲ ποιμήν, ὁ νεώτερος. Κἀκεῖνος μὲν ἐξῆγε τὰ ποίμνια ἐπὶ νάπας καὶ λίμνας.» Καὶ καταγλύκαινε τὰ διηγήματα, ὥστε τινὰ εἶναι τῷ παιδὶ καὶ τερπνότητα καὶ μὴ ἀποκάμνειν αὐτῷ τὴν ψυχήν. «Ὁ δὲ ἔσπειρεν καὶ ἐφύτευεν.

Ἔδοξεν δή ποτε τούτοις τιμῆσαι τὸν Θεόν. Καὶ ὁ μὲν ποιμὴν τὰ πρωτεῖα τῶν ποιμνίων λαβὼν προσήνεγκε τῷ Θεῷ.» Οὐ πολλῷ μᾶλλον ἀντὶ τῶν χρυσομάλλων προβάτων καὶ τῆς τερατείας ἐκείνης ταῦτα διηγεῖσθαι καλόν; Εἶτα αὐτὸν καὶ διανάστησον—ἔχει γάρ τι καὶ ἡ διήγησις—μηδὲν ψευδὲς ἐπιφέρων, ἀλλὰ τὰ ἀπὸ τῆς Γραφῆς. «Ἐπειδὴ γὰρ προσήνεγκεν τῷ Θεῷ τὰ πρωτεῖα, εὐθέως κατηνέχθη πῦρ ἀπὸ τοῦ οὐρανοῦ καὶ πάντα ἀνήρπασεν εἰς τὸ ἄνω θυσιαστήριον.

Ὁ μέντοι πρεσβύτερος οὐχ οὕτως ἐποίησεν, ἀλλ᾽ ἀπέρχεται καὶ ἀπὸ τῶν πόνων αὑτοῦ τὰ πρωτεῖα ἑαυτῷ ταμιευσάμενος προσήνεγκε τῷ Θεῷ τὰ δευτερεῖα. Καὶ οὐδὲ προσέσχεν αὐτοῖς ὁ Θεός, ἀλλ᾽ ἀπεστράφη καὶ ἀφῆκεν αὐτὰ μένειν ἐπὶ τῆς γῆς· ἐκεῖνα δὲ ἄνω ἐδέξατο πρὸς ἑαυτόν. Καθάπερ καὶ ἐπὶ τῶν ἐφεστώτων τοῖς χωρίοις γίνεται, τὸν μὲν τιμᾷ τῶν προσφερόντων καὶ ἔνδον δέχεται ὁ δεσπότης, ἕτερον δὲ ἀφίησιν ἔξω ἑστάναι· οὕτω δὴ καὶ ἐνταῦθα γέγονεν. Τί δὴ οὖν μετὰ τοῦτο γίνεται; Ἐλυπεῖτο ὁ πρεσβύτερος ἀδελφὸς ὡς ἀτιμασθεὶς καὶ παρευδοκιμηθείς, καὶ ἦν σκυθρωπός. Λέγει πρὸς αὐτὸν ὁ Θεός· ‘Διὰ τί λελύπησαι; Οὐκ ᾔδεις ὅτι Θεῷ προσφέρεις;

Διὰ τί με ὕβρισας; Τί ἔχων ἐγκαλεῖν; Τίνος ἕνεκεν τὰ δευτερεῖά μοι προσήνεγκας;’» Εἰ δὲ δοκεῖ καὶ ἀφελέστερον κεχρῆσθαι τῇ γλώττῃ, ἐρεῖς ὅτι «Ἐκεῖνος οὐδὲν ἔχων εἰπεῖν ἡσύχασεν», μᾶλλον δὲ ἐσίγησεν. «Μετὰ ταῦτα ἰδὼν τὸν ἀδελφὸν αὑτοῦ τὸν μικρότερον λέγει πρὸς αὐτόν· ‘Ἐξέλθωμεν εἰς τὸ πεδίον.’ Καὶ λαβὼν αὐτὸν δόλῳ ἀνεῖλεν ὁ μείζων ἐκεῖνος. Καὶ ἐνόμιζεν ὅτι λανθάνει τὸν Θεόν. Ἔρχεται πρὸς αὐτὸν ὁ Θεὸς καὶ λέγει αὐτῷ· ‘Ποῦ ἐστιν ὁ ἀδελφός σου;’ Λέγει ἐκεῖνος· ‘Οὐκ οἶδα· μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου;’ Λέγει πρὸς αὐτὸν ὁ Θεός· ‘Ἰδοὺ τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς γῆς βοᾷ πρός με.’» Παρακαθεζέσθω δὲ καὶ ἡ μήτηρ πλαττομένης οὕτω τῆς ψυχῆς τοῦ παιδίου τοῖς τοιούτοις διηγήμασιν, ἵνα καὶ αὐτὴ συναντιλαμβάνηται καὶ ἐπαινῇ τὰ λεγόμενα. «Τί οὖν μετὰ τοῦτο γέγονεν; Ἐκεῖνον μὲν ὁ Θεὸς ἐδέξατο εἰς τὸν οὐρανὸν καὶ ἔστιν ἄνω τελευτήσας.» Καὶ γὰρ παραδέχεται τὸν περὶ τῆς ἀναστάσεως λόγον τὸ παιδίον τοῖς τοιούτοις διηγήμασιν. Εἰ γὰρ ἐν τοῖς μύθοις τοιαῦτα τερατεύονται, «ὅτι καὶ ἐποίησεν αὐτήν, φησίν, ἡμίθεον», καὶ πιστεύει τὸ παιδίον, καὶ οὐκ οἶδεν μὲν ὅπερ ἐστὶν «ἡμίθεος», οἶδεν δὲ ὅτι μεῖζόν τί ἐστιν ἢ κατὰ ἄνθρωπον, καὶ θαυμάζει εὐθέως ἀκοῦσαν, πολλῷ μᾶλλον ὅταν περὶ ἀναστάσεως ἀκούῃ καὶ ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθεν αὐτοῦ ἡ ψυχή. «

Κἀκεῖνον μὲν εὐθέως ἀνέλαβεν ἄνω· οὗτος δέ, ὁ φονεύσας, διαπαντὸς ἔζη ἐπὶ πολλὰ ἔτη κακῶς πάσχων, φόβῳ καὶ τρόμῳ συζῶν, καὶ μυρία ἔπασχεν δεινὰ καὶ ἐκολάζετο καθ᾽ ἑκάστην ἡμέραν.» Καὶ εἰπὲ τὴν τιμωρίαν σφοδρῶς, μὴ ἁπλῶς, ὅτι «ἤκουσε παρὰ τοῦ Θεοῦ ὅτι ‘στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς’.» Οὐ γὰρ οἶδεν τὸ παιδίον τί ποτε τοῦτό ἐστιν, ἀλλ᾽ εἰπὲ ὅτι «καθάπερ σὺ τῷ διδασκάλῳ παρεστὼς καὶ ἀγωνιῶν, εἴ ποτε μέλλεις μαστίζεσθαι, τρέμεις καὶ δέδοικας, οὕτω δὴ κἀκεῖνος διαπαντὸς ἔζη προσκεκρουκὼς τῷ Θεῷ.» Ἀρκεῖ μέχρι τούτων αὐτῷ· καὶ τοῦτο ἐν μιᾷ ἑσπέρᾳ εἰπὲ δειπνῶν. Καὶ πάλιν ἡ μήτηρ τὰ αὐτὰ λεγέτω. Εἶτα ἐπειδὰν πολλάκις ἀκούσῃ, ἀπαίτησον καὶ αὐτόν· «Εἰπέ μοι τὸ διήγημα», ἵνα καὶ φιλοτιμῆται. Καὶ ὅταν κατάσχῃ τὸ διήγημα, τότε αὐτῷ καὶ τὸ κέρδος ἐρεῖς. Οἶδεν μὲν γὰρ ἡ ψυχὴ καθ᾽ ἑαυτὴν δεχομένη τὸ διήγημα πρὸ τῆς σῆς ἐπεξεργασίας καρποὺς ἐνεγκεῖν, πλὴν ἀλλὰ καὶ σὺ εἰπὲ μετὰ ταῦτα· «Ὁρᾷς ὅσον κακόν ἐστι γαστριμαργία; [ὁρᾷς] ὅσον κακόν ἐστι φθονεῖν ἀδελφῷ; ὁρᾷς ὅσον ἐστὶ κακὸν νομίζειν κρύπτειν τὸν Θεόν; Ἐκεῖνος γὰρ πάντα βλέπει καὶ τὰ ἐν τῷ κρυπτῷ γινόμενα.» Ἂν τοῦτο μόνον τὸ δόγμα ἐγκατασπείρῃς τῷ παιδί, οὐ δεήσῃ τοῦ παιδαγωγοῦ, τοῦ φόβου τούτου τοῦ παρὰ τοῦ Θεοῦ παντὸς φόβου μᾶλλον ἐφεστῶτος τῷ παιδὶ καὶ κατασείοντος αὐτοῦ τὴν ψυχήν.

Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐν ἐκκλησίᾳ χειραγωγῶν ἄγε· καὶ σπούδασον αὐτὸν ἄγειν, ὅταν μάλιστα αὕτη ἡ διήγησις ἀναγινώσκηται. Ὄψει γὰρ αὐτὸν γαννύμενον καὶ πηδῶντα καὶ χαίροντα, ὅτι ἃ πάντες ἀγνοοῦσιν οἶδεν αὐτός, καὶ προλαμβάνοντα καὶ ἐπιγινώσκοντα καὶ μεγάλα κερδαίνοντα.

Καὶ λοιπὸν ἐναποτίθεται τῇ μνήμῃ τὸ πρᾶγμα. Ἔστιν καὶ ἕτερα κερδᾶναι ἐκ τοῦ διηγήματος. Μαθέτω τοίνυν παρὰ σοῦ ὅτι οὐ χρὴ ἀλγεῖν κακῶς πάσχοντα· ἐνταῦθα εὐθέως ἐκ προοιμίων ὁ Θεὸς δείκνυσιν ἐν αὐτῷ τῷ παιδί, εἴ γε τὸν εὐδόκιμον διὰ θανάτου ἔλαβεν ἄνω εἰς τὸν οὐρανόν.

Ὅταν τοῦτο παγῇ τὸ διήγημα ἐν τῇ διανοίᾳ τοῦ παιδός, ἐπάγαγε ἕτερον, οἷον ἑτέρων δύο ἀδελφῶν πάλιν, καὶ εἰπέ· «Ἦσαν ἕτεροι πάλιν δύο ἀδελφοί, πρεσβύτερος πάλιν καὶ νεώτερος. Καὶ ὁ μὲν θηρατικὸς ἦν, ὁ πρεσβύτερος, ὁ δὲ οἰκουρός, ὁ νεώτερος.» Ἔχει δέ τινα τοῦτο καὶ πλείονα τοῦ προτέρου ἡδονήν, ὅσῳ καὶ πολλὴν τὴν περιπέτειαν καὶ μείζους ἦσαν τὴν ἡλικίαν. «Οὗτοι δὴ οἱ δύο ἀδελφοὶ ἦσαν καὶ δίδυμοι. Ἀλλ᾽ ἐπειδὴ ἐτέχθησαν, τὸν μὲν μικρότερον ἡ μήτηρ ἐφίλει, τὸν μείζονα δὲ ὁ πατήρ. Κἀκεῖνος μὲν ἔξω τὰ πολλὰ διῆγεν ἐν τοῖς ἀγροῖς, οὗτος δέ, ὁ νεώτερος, ἐπὶ τῆς οἰκίας. Καί ποτε, φησίν, ὁ πατὴρ αὐτοῦ γηράσας λέγει ἐκείνῳ ὃν ἐφίλει· ‘Ἐπειδή, τέκνον, ἐγήρασα, ἄπελθε καὶ ἑτοίμασόν μοι θήραν·’ τουτέστιν συλλαβοῦ δορκάδα ἢ λαγωὸν καὶ φέρε καὶ ἕψησον, ‘ἵνα φαγὼν εὐλογήσω σε’.

Τῷ δὲ μικροτέρῳ τοιοῦτον οὐκ εἶπεν οὐδέν. Ἀκούσασα ἡ μήτηρ τοῦ πατρὸς ταῦτα λέγοντος, καλέσασα τὸν νεώτερόν φησιν πρὸς αὐτόν· ‘Τέκνον, ἐπειδὴ ὁ πατήρ σου τῷ ἀδελφῷ σου ἐπέταξεν, κομίσαι αὐτῷ θήραν, ἵνα φαγὼν εὐλογήσῃ αὐτόν, ἄκουσόν μου· καὶ δὴ βάδιζε ἐπὶ τὸ ποίμνιον καὶ λαβὼν ἐρίφους ἁπαλοὺς καὶ καλοὺς ἔνεγκέ μοι καὶ ἐγὼ ποιήσω ὡς φιλεῖ ὁ πατήρ σου καὶ εἰσοίσεις αὐτῷ, ἵνα φαγὼν εὐλογήσῃ σε.’ Ὁ δὲ πατὴρ ἠμβλυώπει ἐκ τοῦ γήρως. Ἐπεὶ οὖν ἤνεγκεν ὁ νεώτερος τοὺς ἐρίφους, ἥψησεν ἡ μήτηρ καὶ βαλοῦσα εἰς πίνακα τὰ ἐδέσματα ἔδωκεν τῷ παιδὶ καὶ εἰσήνεγκεν.

Περιέβαλε δὲ αὐτὸν καὶ δέρματα αἰγῶν, ἵνα μὴ φωραθῇ, ἐπειδὴ οὗτος λεῖος ἦν, ὁ δὲ ἀδελφὸς αὐτοῦ δασύς, ἵνα δυνηθῇ λαθεῖν καὶ μὴ αἴσθηται ὁ πατήρ· καὶ οὕτως αὐτὸν ἔπεμψεν. Ὁ δὲ πατὴρ νομίσας ὅτι ἀληθῶς ὁ πρεσβύτερός ἐστιν, φαγὼν εὐλόγησεν αὐτόν. Εἶτα μετὰ τὸ πληρωθῆναι τὴν εὐλογίαν ἔρχεται ὁ πρεσβύτερος φέρων τὴν θήραν καὶ ἰδὼν τὸ γενόμενον ἀναβοήσας ἔκλαυσεν.» Ὅρα πόσα ἀπὸ τούτου τίκτεται καλά· καὶ μὴ ἐπεξέλθῃς τῷ παντὶ διηγήματι· ὅρα γὰρ πόσα ἀπὸ τούτου τίκτεται.

Πρῶτον ἐν αἰδοῖ καὶ τιμῇ τοὺς πατέρας ἔχουσιν οἱ παῖδες ὁρῶντες οὕτως περιμάχητον οὖσαν τὴν τῶν πατέρων εὐλογίαν καὶ αἱρήσονται μυρίας λαβεῖν πληγὰς ἢ κατάρας ἀκοῦσαι παρὰ τῶν γονέων. Εἰ γὰρ μῦθός τινος οὕτως αὐτῶν κατέχει τὴν ψυχὴν ὥστε νομίζεσθαι ἀξιόπιστος εἶναι, τὰ ὄντως ἀληθῆ πῶς οὐκ ἂν κατάσχῃ καὶ πολλοῦ φόβου ἐμπλήσῃ; Ὅτι χρὴ γαστρὸς καταφρονεῖν· δεῖ γὰρ κἀκεῖνο λέγειν τὸ διήγημα ὅτι οὐδὲν ἀπὸ τοῦ πρωτότοκον εἶναι καὶ πρεσβύτερον ἐκέρδανεν· διὰ γὰρ τὴν τῆς γαστρὸς ἀκρασίαν προέδωκε τὸ προτέρημα τῆς πρωτοτοκίας.

Εἶτα ἐπειδὰν τοῦτο κατάσχῃ ἀκριβῶς, ἐν ἑτέρᾳ πάλιν ἑσπέρᾳ ἐρεῖς πρὸς αὐτόν· «Εἰπέ μοι τὸ διήγημα τῶν ἀδελφῶν ἐκείνων τῶν δύο.» Κἂν ἄρξηται λέγειν τὸ τοῦ Κάϊν καὶ Ἄβελ, ἄπαγε αὐτὸν καὶ εἰπέ· «Οὐ τοῦτο ζητῶ, ἀλλ᾽ ἐκεῖνο τῶν ἄλλων δύο, ἔνθα εὐλόγησεν ὁ πατήρ.» Καὶ τὰ τεκμήρια λέγε· μηδέπω γὰρ τίθει τὰ ὀνόματα. Ἐπειδὰν δὲ διηγήσηται τὸ πᾶν, προσύφαινε τὰ ἑξῆς καὶ λέγε· «Ἄκουσον οὖν τί μετὰ ταῦτα ἐγένετο. Ἐζήτει πάλιν οὗτος ἀποκτεῖναι τὸν ἀδελφόν, ὡς ἐκεῖνος ὁ πρότερος, καὶ περιέμενε τοῦ πατρὸς τὴν τελευτήν. Ἀκούσασα ἡ μήτηρ καὶ φοβηθεῖσα ἐφυγάδευσε τὸ παιδίον.» Εἶτα ἡ πολλὴ φιλοσοφία τοῦ παιδίου τὴν διάνοιαν ὑπερβαίνουσα, δυναμένη μέντοι μετὰ συγκαταβάσεως καὶ εἰς τὸ τῆς παιδικῆς διανοίας ἁπαλὸν καταφυτευθῆναι, ἂν μεταχειρισώμεθα τὴν διήγησιν. Οὕτω δὴ οὖν ἐροῦμεν πρὸς αὐτόν· «Οὗτος ὁ ἀδελφὸς ἀπήρχετο καὶ ἦλθεν ἐπί τινα τόπον οὐδένα ἔχων μεθ᾽ ἑαυτοῦ, οὐ δοῦλον, οὐ τροφέα, οὐ παιδαγωγόν, οὐκ ἄλλον οὐδένα. Ἐλθὼν ἐπί τινα τόπον ηὔξατο καὶ εἶπεν· ‘Κύριε, δός μοι ἄρτον καὶ ἱμάτιον καὶ διάσωσόν με.’ Εἶτα καὶ ταῦτα εἰπὼν ἀπὸ τῆς λύπης ἐκοιμήθη.

Καὶ εἶδεν ἐν ὕπνοις κλίμακα ἀπὸ γῆς ἕως τοῦ οὐρανοῦ καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας καὶ αὐτὸν τὸν Θεὸν ἄνω ἑστῶτα ἐπὶ κεφαλῆς καὶ εἶπεν· ‘Εὐλόγησόν με.’ Καὶ εὐλόγησε καὶ ἐκάλεσεν αὐτὸν Ἰσραήλ.» Εὐκαίρως δὲ ἀνεμνήσθην καί με νῦν ὑπῆλθεν ἀπὸ τοῦ ὀνόματος καὶ ἕτερόν τι νόημα. Ποῖον δὴ τοῦτο; εὐθέως αὐτοῖς ἀπὸ τῆς προσηγορίας παρέχωμεν ἀρετῆς ζῆλον.

Μηδεὶς τοίνυν εἰς τὰ τῶν προγόνων σπευδέτω καλεῖν ὀνόματα τὰ παιδία, τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ τοῦ πάππου καὶ τοῦ ἐπιπάππου, ἀλλ᾽ εἰς τὰ τῶν δικαίων, τῶν μαρτύρων, τῶν ἐπισκόπων, τῶν ἀποστόλων. Ἔστω αὐτοῖς καὶ τοῦτο ζῆλος· ὁ μὲν Πέτρος καλείσθω, ὁ δὲ Ἰωάννης, ὁ δὲ ἑτέραν τινὰ προσηγορίαν ἑνὸς τῶν ἁγίων. Καὶ μή μοι τὰ ἔθη τὰ ἑλληνικά. Οὐ μικρὰ γὰρ αἰσχύνη καὶ κατάγελως, ὅταν ἐν οἰκίᾳ χριστιανῶν ἔθη τινὰ ἑλληνικὰ ἐπιτελῆται καὶ λύχνους ἀνάπτωσι καὶ ἀναμένωσιν ἐπιτηροῦντες τὸν σβεσθέντα πρῶτον καὶ καυθέντα, καὶ ἕτερά τινα τοιαῦτα ἅπερ οὐ τὸν τυχόντα ὄλεθρον ἐπάγει τοῖς τοιαῦτα ποιοῦσιν. Μὴ γὰρ δὴ νομίσητε μικρὰ εἶναί τινα καὶ εὐτελῆ τὰ γινόμενα.

Τοῦτο οὖν καὶ ὑμᾶς παρακαλῶ, ταῖς τῶν δικαίων προσηγορίαις ἐπονομάζειν τὰ ὑμέτερα παιδία. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν εἰκότως ταῦτα ἐγίνετο καὶ ταῖς προσηγορίαις τῶν προγόνων τοὺς παῖδας ὠνόμαζον· παραμυθία γὰρ τοῦ θανάτου ἦν, ἵνα ὁ ἀπελθὼν δοκῇ ζῆν διὰ τῆς ἐπωνυμίας· νῦν δὲ μηκέτι. Ὁρῶμεν γοῦν τοὺς δικαίους οὐχ οὕτω καλοῦντας τοὺς ἑαυτῶν παῖδας· ὁ γὰρ Ἀβραὰμ τὸν Ἰσαὰκ ἐγέννησεν· ὁ Ἰακώβ, ὁ Μωϋσῆς οὐκ ἀπὸ προγόνων ἐκλήθησαν, οὐδέ τινα τῶν δικαίων εὑρήσομεν οὕτω καλούμενον. Πόσης τοῦτο ὑπόδειγμά ἐστιν ἀρετῆς καὶ παράκλησις καὶ ἡ προσηγορία;

Ἐπεὶ οὐδὲ ἄλλην εὑρήσομεν τὴν αἰτίαν τῆς μετονομασίας ἢ ταύτην, τὸ ὑπόμνησιν εἶναι ἀρετῆς. «Σὺ γάρ, φησίν, κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.» Διὰ τί; Ἐπειδὴ ὡμολόγησας. «Καὶ σὺ κληθήσῃ Ἀβραάμ.» Διὰ τί; «Ἐπειδὴ ἔσῃ πατὴρ ἐθνῶν.» Καὶ Ἰσραήλ, ἐπειδὴ εἶδεν τὸν Θεόν.

Ἐντεῦθεν οὖν καὶ ἡμεῖς τῆς περὶ τοὺς παῖδας ἐπιμελείας ἀρξώμεθα καὶ ῥυθμίζωμεν αὐτούς. Ἀλλ᾽ ὅπερ ἔφην, «Εἶδεν κλίμακα τεταμένην εἰς τὸν οὐρανὸν καὶ φθάνουσαν ἐκεῖ.» Ἐπεισερχέσθω τοίνυν τὸ ὄνομα τῶν ἁγίων εἰς τὰς οἰκίας διὰ τῆς προσηγορίας τῶν παίδων, ἵνα μὴ τὸν παῖδα ῥυθμίζῃ μόνον, ἀλλὰ καὶ τὸν πατέρα, ὅταν ἐννοῇ ὅτι Ἰωάννου ἐστὶ πατήρ, ὅτι Ἠλία, ὅτι Ἰακώβου. Ἂν γὰρ μετ᾽ εὐλαβείας τιθῆται καὶ τῆς εἰς τοὺς ἀπελθόντας τιμῆς καὶ τὴν συγγένειαν ἁρπάζωμεν τῶν δικαίων μᾶλλον ἢ τῶν προγόνων, πολὺ καὶ τοῦτο ὠφελήσει καὶ ἡμᾶς καὶ τοὺς παῖδας. Μὴ γάρ, ἐπειδὴ μικρόν ἐστι, νομίσῃς μικρὸν εἶναι· ὠφελείας γάρ ἐστιν ὑπόθεσις.

Ἀλλ᾽ ὅπερ ἔφην, ἐπανέλθωμεν πάλιν ἐπὶ τὴν ἀκολουθίαν. «Εἶδεν κλίμακα ἐστηριγμένην· ἐπεζήτησεν εὐλογηθῆναι· εὐλόγησεν αὐτὸν ὁ Θεός· ἀπῆλθε πρὸς τοὺς συγγενεῖς τοὺς αὑτοῦ· ἐποίμαινεν.» Τὰ περὶ τῆς νύμφης λοιπὸν διαλέγου καὶ τῆς ἐπανόδου καὶ πολλὰ κερδανεῖ κἀντεῦθεν. Ὅρα γὰρ πόσα μαθήσεται· εἰς Θεὸν ἐλπίζειν παιδευθήσεται, ἀπὸ εὐγενοῦς ὢν καταφρονεῖν μηδενός, μὴ ἐπαισχύνεσθαι τὴν εὐτέλειαν, φέρειν συμφορὰς γενναίως, τἆλλα δὴ πάντα.

Μετὰ δὴ ταῦτα λέγε αὐξηθέντι καὶ φοβερώτερα διηγήματα. Ἁπαλῇ μὲν γὰρ οὔσῃ τῇ διανοίᾳ μὴ τοσοῦτον ἐπιτίθει βάρος, ἵνα μὴ καταπλήξῃς. Ὅταν δὲ ἐτῶν πεντεκαίδεκα ἢ καὶ πλειόνων γένηται, ἀκουέτω τὰ περὶ τῆς γεέννης· μᾶλλον δέ, ὅταν 〈ἐ〉τῶν δέκα καὶ ὀκτὼ καὶ ἐλαττόνων, ἀκουέτω τὰ περὶ τοῦ κατακλυσμοῦ, τὰ περὶ τῶν Σοδόμων, τὰ κατ᾽ Αἴγυπτον, πάντα ὅσα κολάσεως γέμει, μετὰ πολλῆς τῆς πλατύτητος. Ἐπὶ πλέον δὲ αὐξηθεὶς ἀκουέτω καὶ τὰ τῆς καινῆς, τὰ τῆς χάριτος, τὰ τῆς γεέννης. Τούτοις περίφραττε αὐτοῦ τὴν ἀκοὴν τοῖς διηγήμασι καὶ μυρίοις ἑτέροις καὶ οἴκοθεν παρεχόμενος τὰ παραδείγματα.