Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πατέρας περὶ τῆς τεκνοτροφίας

Ἰωάννης ὁ Χρυσόστομος

Η προστασία της οσφρήσεως, της οράσεως και της αφής

Η αναγκαιότητα λεπτομερούς παιδαγωγίας για την προφύλαξη των υπολοίπων αισθήσεων από επιβλαβείς επιρροές, απρεπείς συναναστροφές και θεάματα, καθώς και η σκληραγωγία του σώματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 8

Εἰ δέ τις νόθα τινὰ διηγεῖτο, μηδαμοῦ ἐῶμεν, ὅπερ ἔφην, τινὰ αὐτῷ προσελθεῖν. Ἂν ἴδῃς ἐνώπιον αὐτοῦ δοῦλον αἰσχρολογοῦντα, κόλασον εὐθέως καὶ γενοῦ σφοδρὸς καὶ πικρὸς ἐξεταστὴς τῶν ἡμαρτημένων. Ἂν ἴδῃς κόρην, μάλλον δὲ μηδὲ προσίτω κόρη μηδὲ ὑπεκκαιέσθω τὸ πῦρ, πλὴν εἴ που γραῦς καὶ οὐδὲν ἔχουσα ἱκανὸν νέον ἑλεῖν· νέας δὲ μᾶλλον ἀπεχέσθω ἢ πυρός. Οὕτω μὲν οὖν οὐδὲν φθέγξεται ἄτοπον, ἂν μηδὲν ἀκούσῃ ἄτοπον, ἀλλὰ τούτοις ἐντρέφηται.

Βούλει καὶ ἐφ᾽ ἑτέραν ἴωμεν πύλην, τὴν τῆς ὀσφρήσεως; Καὶ αὕτη πολλὴν εἰσφέρει τὴν βλάβην, ἂν μὴ ἀποφράσσηται, οἷον ἀρώματα, θυμιάματα. Οὐδὲν οὕτως ἐκλύει τόνον ψυχῆς, οὐδὲν οὕτως χαλᾷ, ὡς τὸ εὐωδίαις ἥδεσθαι. «Τί οὖν, φησίν, βορβόρῳ χαίρειν δεῖ;» Οὐ τοῦτο λέγω, ἀλλὰ μήτε τούτῳ μήτε ἐκείνῳ. Μηδεὶς προσφερέσθω μύρον· εὐθέως γὰρ ὁ ἐγκέφαλος δεχόμενος τὸ πᾶν ἐχάλασεν. Ἐντεῦθεν καὶ ἡδοναὶ ἀναρριπίζονται καὶ πολλὴ τοῦ πράγματος ἡ ἐπιβουλή. Καὶ ταύτην οὖν ἀπόφραττε τὴν πύλην· ἡ γὰρ ἐνέργεια αὐτῆς ἀναπνεῖν τὸν ἀέρα, οὐκ εὐωδίαν δέχεσθαι.

Τάχα τινὲς καταγελῶσιν ὡς περὶ μικροῦ φροντιζόντων ἡμῶν, εἰ περὶ τοιαύτης διαλεγόμεθα πολιτείας· οὐκ ἔστι δὲ μικρά, ἀλλὰ τῆς οἰκουμένης πάσης ἐστὶν ἡ ὑπόστασις καὶ ἡ παίδευσις καὶ ὁ ῥυθμός, εἰ ταῦτα ἐγίνετο.

Ἔστιν καὶ ἑτέρα πύλη τούτων μὲν ὡραιοτέρα, δυσφύλακτος δέ, ἡ τῶν ὀφθαλμῶν· καὶ διὰ τοῦτο καὶ ἄνω κεῖται ἀνεῳγμένη καὶ κάλλος ἔχουσα. Πολλὰς ἔχει τὰς πυλίδας οὐχ ὁρῶσα μόνον, ἀλλὰ καὶ ὁρωμένη, ἂν ᾖ καλῶς ἐκτετορνευμένη.

Σφοδρῶν ἐνταῦθα χρὴ τῶν νόμων· καὶ πρώτου μὲν ἑνός, μηδέποτε εἰς θέατρον πεμπέσθω τὸ παιδίον, ἵνα μὴ λύμην ὁλόκληρον καὶ διὰ τῆς ἀκοῆς καὶ διὰ τῶν ὀφθαλμῶν δέχηται. Καὶ ἐν ἀγοραῖς ὁ παιδαγωγὸς μάλιστα τοῦτο ἐπιτηρείτω παριὼν διὰ τῶν στενωπῶν, καὶ παραινείτω τοῦτο, ὥστε μηδέ ποτε δέξασθαι τὴν λύμην ἐκείνην. Ὥστε μὲν οὖν μὴ δέξασθαι ὁρώμενον, πολλά ἐστιν ἐπινοῆσαι, τὸ πολὺ τοῦ καλλωπισμοῦ περιελεῖν τὰς ἄνωθεν ἐπικειμένας τρίχας περικείροντα εἰς σεμνότητα. Ἂν δὲ δυσχεραίνῃ τὸ παιδίον ὡς ἀποκοσμούμενον, πρῶτον τοῦτο μαθέτω ὅτι μέγιστος κόσμος τοῦτό ἐστιν. Ὥστε δὲ μὴ ὁρᾶν, ἱκανὰ πρὸς φυλακὴν τὰ διηγήματα ἐκεῖνα, τὰ κατὰ τοὺς υἱοὺς τοῦ Θεοῦ τοὺς ὀλισθήσαντας εἰς τὰς θυγατέρας τῶν ἀνθρώπων, τὰ κατὰ τοὺς Σοδομίτας, ἡ γέεννα καὶ τὰ ἄλλα ἅπαντα.

Ἐνταῦθα μάλιστα ὁ παιδαγωγὸς καὶ 〈ὁ〉 ἀκόλουθος πολλὴν ἔχειν ὀφείλουσι τὴν φροντίδα. Ἀλλὰ δεῖξον αὐτῷ κάλλη ἕτερα, καὶ ἀπάξεις ἐκεῖθεν τοὺς ὀφθαλμούς, οἷον τὸν οὐρανόν, τὸν ἥλιον, τοὺς ἀστέρας, τῆς γῆς τὰ ἄνθη, τοὺς λειμῶνας, βιβλίων κάλλη· τούτοις τερπέσθω τὰς ὄψεις. Καὶ πολλά ἐστιν ἕτερα βλάβην μὴ φέροντα. Δυσφύλακτος γὰρ αὕτη ἡ πύλη, ἐπειδὴ τὸ πῦρ ἔνδον ἔχει κείμενον καὶ φυσικήν, ὡς ἄν τις εἴποι, ἀνάγκην. Μαθέτω τὰς θείας ἐπῳδάς.

Ἂν μὴ ἔνδοθεν διεγείρηται, οὐ θέλει οὐδὲ ἔξωθεν ἰδεῖν. Μὴ λουέσθω μετὰ γυναικῶν· κακὸν γὰρ τὸ τῆς συνηθείας· μηδὲ εἰς ὄχλους πεμπέσθω γυναικῶν. Ἀκουέτω τὰ κατὰ τὸν Ἰωσὴφ πάντα συνεχῶς· μανθανέτω λοιπὸν τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν, ὅσος τοῖς σωφρονοῦσι ἀπόκειται μισθός. Ἐπαγγέλλου καὶ νύμφην ὡραίαν ἄξειν αὐτῷ καὶ τοῦ κλήρου ποιήσειν διάδοχον. Πάντα ἀπείλησον, ἂν ἴδῃς τἀναντία, καὶ λέγε πρὸς αὐτόν· «Οὐκ ἐπιτευξόμεθα, παιδίον, γυναικὸς ἐναρέτου, ἐὰν μὴ πολλὴν ἐπιδείξῃ τὴν φυλακὴν καὶ τῆς ἀρετῆς τὴν ἐπίδοσιν· καὶ ὡς ἂν καρτερήσῃς, ταχέως σε ἐπὶ γάμον ἄξω.» Μάλιστα ἐὰν παιδεύηται αἰσχρὰ μὴ φθέγγεσθαι, ἄνωθεν ἔχει τὴν εὐλάβειαν προκαταβεβλημένην. Διαλέγου αὐτῷ περὶ κάλλους ψυχῆς. Φρόνημα αὐτῷ ἔντικτε κατὰ γυναικῶν. Λέγε ὡς δουλοπρεπὲς ὑπὸ τῆς δούλης καταφρονεῖσθαι καὶ ὅτι πολλῆς μάλιστα δεῖται τῆς σπουδῆς ὁ νέος. Ὁ μὲν γὰρ φθεγγόμενος ἔσται δῆλος, ὁ δὲ ὁρῶν οὐκ ἔσται δῆλος—ταχεῖα γὰρ αὕτη ἡ αἴσθησις—καὶ δύναται μεταξὺ πολλῶν καθήμενος ταῖς τῶν ὀφθαλμῶν βολαῖς ἑλεῖν ἣν ἂν ἐθέλῃ. Μηδὲν ἐχέτω κοινὸν πρὸς γυναῖκα· πλὴν τῆς μητρὸς μηδεμίαν ὁράτω γυναῖκα· χρυσίου μὴ μεταδίδου· μηδὲν ἐπεισιέτω αἰσχρόν· τρυφῆς καταφρονείτω καὶ τῶν ἄλλων τῶν τοιούτων.

Ἔστιν καὶ ἄλλη πύλη, οὐ τοιαύτη μέν, οἷαί περ αὗται, ἀλλὰ δι᾽ ὅλου τοῦ σώματος διήκουσα, ἣν ἁφὴν προσαγορεύομεν, δοκοῦσα μὲν κεκλεῖσθαι, ὥσπερ δὲ ἀνεῳγμένη, οὕτω πάντα ἔνδον παραπέμπουσα. Ταύτην μήτε ἁπαλοῖς ἱματίοις μήτε σώμασι προσομιλεῖν ἀφῶμεν. Σκληρὰν αὐτὴν καταστήσωμεν.

Ἀθλητὴν τρέφομεν, καὶ τοῦτο ἐννοῶμεν. Μήτε οὖν στρωμναῖς ἁπαλαῖς μήτε ἱματίοις κεχρήσθω. Καὶ ταῦτα μὲν οὕτως ἡμῖν διατετάχθω. Φέρε δὴ καὶ εἰς τὴν πόλιν αὐτὴν εἰσελθόντες γράψωμεν νόμους καὶ διαταξώμεθα, ἐπειδὴ τὰ τῶν πυλῶν ἡμῖν ἔχει καλῶς. Πρῶτον δὲ καταμάθωμεν ἀκριβῶς τὰς οἰκίας καὶ τὰ ταμιεῖα τῶν πολιτῶν, ἔνθα μένουσιν, οἵ τε σφοδροὶ οἵ τε ἐκλελυμένοι. Τῷ μὲν οὖν θυμῷ φασιν εἶναι τόπον καὶ οἰκίαν τὸ στῆθος καὶ τὴν ἐν τῷ στήθει καρδίαν· τῇ δὲ ἐπιθυμίᾳ τὸ ἧπαρ· τῷ λογιστικῷ τὸν ἐγκέφαλον. Ἔστι δὲ ἐκείνου μὲν ἀρετὴ καὶ κακία· ἀρετὴ μὲν σωφροσύνη καὶ ἐπιείκεια, κακία δὲ θρασύτης καὶ χαλεπότης· τούτου δ᾽ αὖ πάλιν ἀρετὴ μὲν σωφροσύνη, κακία δὲ ἀσέλγεια· καὶ τοῦ λογιστικοῦ ἀρετὴ μὲν φρόνησις, κακία δὲ ἄνοια. Ὅπως οὖν ἡμῖν αἱ ἀρεταὶ τεχθεῖεν ἐν τοῖς τόποις τούτοις καὶ τοιούτους τίκτοιεν τοὺς πολίτας, ἀλλὰ μὴ κακούς, φροντίσωμεν· καθάπερ γὰρ μητέρες τινὲς τῶν λογισμῶν τὰ πάθη ταῦτα καθεστήκασιν.