Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πατέρας περὶ τῆς τεκνοτροφίας

Ἰωάννης ὁ Χρυσόστομος

Η διαχείριση του θυμού και η συμπεριφορά προς τους οικέτες

Νουθεσίες προς τους γονείς για την εκπαίδευση του παιδιού στην ορθή χρήση του θυμού, την εξάσκηση της ανεξικακίας, την αποφυγή της τρυφηλότητας και την καλλιέργεια ταπεινού φρονήματος απέναντι στους υπηρέτες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 8

Ἔλθωμεν τοίνυν ἐπὶ τὸ τυραννικόν, τὸν θυμόν. Οὔτε δὴ παντελῶς ἐκκοπτέον τῷ νέῳ αὐτὸν οὔτε πανταχοῦ κεχρῆσθαι συγχωρητέον· ἀλλὰ παιδεύωμεν αὐτοὺς ἐκ πρώτης ἡλικίας, ὅταν μὲν αὐτοὶ ἀδικῶνται, φέρειν, εἰ δέ τινα ἀδικούμενον ἴδοιεν, γενναίως ἐπεξιέναι καὶ τῷ καταπονουμένῳ μετὰ τοῦ προσήκοντος ἀμύνειν μέτρου. Τοῦτο δὲ ἔσται πῶς; ἐὰν ἐν τοῖς οἰκέταις τοῖς αὑτῶν ἐγγυμνάζωνται καὶ φέρωσι καταφρονούμενοι καὶ μὴ χαλεπαίνωσι παρακουόμενοι, ἐξετάζωσι δὲ ἀκριβῶς τὰ εἰς ἑτέρους πλημμελούμενα. Πανταχοῦ δὲ ἐν τοῖς τοιούτοις ὁ πατὴρ κύριος, παραβαινομένων μὲν τῶν νόμων χαλεπὸς ὢν καὶ ἀφόρητος, κατορθουμένων δὲ μείλιχος καὶ προσηνὴς καὶ πολλοῖς τὸν παῖδα τοῖς ἐπάθλοις δωρούμενος. Οὕτω γὰρ καὶ ὁ Θεὸς τὴν οἰκουμένην διοικεῖ τῷ φόβῳ τῆς γεέννης καὶ τῇ τῆς βασιλείας ἐπαγγελίᾳ. Οὕτω δὴ καὶ ἡμεῖς τοὺς παῖδας τοὺς ἑαυτῶν.

Καὶ ἔστωσαν αὐτῶν πολλοὶ πάντοθεν οἱ παροξύνοντες ὥστε ἐγγυμνάζεσθαι καὶ μελετᾶν ἐν τοῖς οἰκείοις φέρειν τὸ πάθος. Καὶ καθάπερ ἐπὶ τῆς παλαίστρας πρὸ τῶν ἀγώνων ἐμμελετῶσι πρὸς τοὺς οἰκείους οἱ ἀθληταί, ὥστε ἐν ἐκείνοις κατορθώσαντες ἀκαταγώνιστοι εἶναι πρὸς τοὺς ἀντιπάλους, οὕτω καὶ ὁ παῖς ἐπὶ τῆς οἰκίας παιδευέσθω. Καὶ πολλάκις ὁ πατὴρ ἢ ὁ ἀδελφὸς ἔστω ὁ μάλιστα τοῦτον ἐπηρεάζων· καὶ ὑπὲρ τῆς ἐκείνου νίκης μάλιστα πάντες σπευδέτωσαν· ἢ ἀμυνέτω τις καὶ ἀντιστήτω παλαίων, ὥστε ἐν ἐκείνῳ αὐτὸν γυμνασθῆναι. Οὕτω δὴ καὶ οἱ παῖδες αὐτὸν παροξυνέτωσαν συνεχῶς καὶ δικαίως καὶ ἀδίκως, ὥστε μανθάνειν πανταχοῦ κρατεῖν τοῦ πάθους. Ἂν μὲν γὰρ ὁ πατὴρ παροξύνῃ, οὐδὲν μέγα· τὸ γὰρ τοῦ πατρὸς ὄνομα προκαταλαμβάνον τὴν ψυχὴν οὐκ ἀφίησι διαναστῆναι. Ἀλλ᾽ ὁμήλικες καὶ δοῦλοι καὶ ἐλεύθεροι τοῦτο ποιείτωσαν, ἵνα ἐν ἐκείνοις μανθάνῃ τὴν ἐπιείκειαν.

Ἔστι καὶ ἕτερον· ποῖον δὴ τοῦτο; Ὅταν ὀργίζηται, ἀναμίμνῃσκε αὐτὸν τῶν οἰκείων παθημάτων, ὅταν πρὸς τὸν παῖδα χαλεπαίνῃ, εἰ μηδὲν αὐτὸς ἥμαρτεν καὶ οἷος ἂν ἦν ἐν τούτοις ὢν αὐτός. Κἂν ἴδῃς τύπτοντα τὸν παῖδα, τούτου δίκην ἀπαίτησον· κἂν ὑβρίζοντα, καὶ τούτου πάλιν. Μήτε δὲ μαλθακὸς ἔστω μήτε ἄγριος, ἵνα καὶ ἁνὴρ ᾖ καὶ ἐπιεικής.

Πολλαχοῦ γὰρ αὐτῷ δεῖ τῆς ἀπὸ τοῦ θυμοῦ βοηθείας, οἷον εἴ ποτε καὶ αὐτὸς παῖδας σχοίη ἢ δούλων γένοιτο κύριος. Πανταχοῦ τὸ τοῦ θυμοῦ χρήσιμον· ἐκεῖ δὲ μόνον ἄχρηστον, ὅταν ἑαυτοῖς ἀμύνωμεν. Διὰ τοῦτο καὶ Παῦλος ἐφ᾽ ἑαυτῷ μὲν οὐδέποτε τῷ πράγματι κέχρηται, ἐπὶ δὲ τοῖς ἠδικημένοις μόνον. Καὶ Μωσῆς ἰδὼν ἀδικούμενον ἀδελφὸν ἐχρήσατο τῷ θυμῷ καὶ μάλα γενναίως, ὁ πρᾳότατος πάντων ἀνθρώπων· ἐπειδὴ δὲ ὑβρίσθη, οὐκέτι ἠμύνατο, ἀλλ᾽ ἔφυγεν. Καὶ ταῦτα ἀκουέτω τὰ διηγήματα· ὅταν μὲν γὰρ τὰς πύλας ἔτι κοσμῶμεν, ἐκείνων τῶν ἀφελεστέρων χρεία, ὅταν δὲ εἰσελθόντας τοὺς πολίτας ῥυθμίζωμεν, καὶ τούτων τῶν ὑψηλοτέρων καιρὸς διηγημάτων. Ὥστε οὗτος αὐτῷ εἷς νόμος ἔστω, μηδέποτε ἑαυτῷ ἀμύνειν ὑβριζομένῳ ἢ κακῶς πάσχοντι καὶ μηδέποτε ἕτερον περιορᾶν τοῦτο ὑπομένοντα.

Ἔσται δὲ καὶ ὁ πατὴρ πολλῷ βελτίων ἐν τῷ ταῦτα διδάσκειν καὶ ἑαυτὸν ῥυθμίζων· εἰ γὰρ καὶ μὴ δι᾽ ἕτερόν τι, ἀλλ᾽ ὥστε μὴ τὸ παράδειγμα διαφθεῖραι πολλῷ βελτίων ἔσται ἑαυτοῦ. Ὥστε διδασκέσθω καταφρονεῖσθαι, διαπτύεσθαι.

Μηδένα ἀπαιτείτω παρὰ οἰκετῶν οἷα ἐλεύθερος, ἀλλὰ τὰ πλείω ἑαυτῷ διακονείτω. Ἐκεῖνα δὲ μόνον οἱ παῖδες ὑπηρετήτωσαν, ὅσα οὐχ οἷόν τε αὐτὸν ἑαυτῷ διακονήσασθαι· οἷον μαγειρεύειν οὐ δυνατὸν ἐλεύθερον· οὐ γὰρ χρὴ τῶν πόνων ἀφέμενον τῶν ἐλευθέρῳ προσηκόντων τούτοις ἑαυτὸν διδόναι.

Ἂν μέντοι δέῃ τοὺς πόδας τοὺς ἑαυτοῦ περιπλύνειν, μηδέποτε τοῦτο ποιείτω δοῦλος, ἀλλ᾽ αὐτὸς ἑαυτῷ· καὶ προσηνῆ τοῖς οἰκέταις ἐργάσῃ τὸν ἐλεύθερον καὶ πολὺ ποθεινόν. Μηδὲ ἱμάτιόν τις ἐπιδιδότω· μηδὲ ἐν βαλανείῳ περιμενέτω τὴν παρ᾽ ἑτέρου θεραπείαν, ἀλλὰ παρ᾽ ἑαυτοῦ πάντα ποιείτω· τοῦτο καὶ εὔρωστον αὐτὸν καὶ ἄτυφον καὶ προσηνῆ ἐργάσεται.

Δίδασκε αὐτὸν καὶ τὰ περὶ τῆς φύσεως, καὶ τί μὲν δοῦλος, τί δὲ ἐλεύθερος. Λέγε αὐτῷ· «Παιδίον, οὐκ ἦσαν δοῦλοι τὸ παλαιὸν ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων, ἀλλ᾽ ἡ ἁμαρτία τὴν δουλείαν εἰσήγαγεν. Ἐπειδὴ γάρ τις εἰς τὸν πατέρα ἐγένετο ὑβριστής, ταύτην ἔτισε τὴν δίκην, ὥστε δοῦλος γενέσθαι τῶν ἀδελφῶν. Ὅρα τοίνυν μὴ τῶν δούλων ᾖς δοῦλος. Ἂν γὰρ ὀργίζῃ καθάπερ ἐκεῖνοι καὶ πάντα πράττῃς τὰ αὐτὰ καὶ μηδὲν αὐτῶν πλέον ἔχῃς κατὰ τὴν ἀρετήν, οὐδὲ κατὰ τὴν ἀξίαν ἕξεις. Σπούδαζε τοίνυν κύριος αὐτῶν εἶναι καὶ γίγνεσθαι μὴ τούτῳ, ἀλλὰ τοῖς τρόποις, μήποτε αὐτὸς ἐλεύθερος ὢν δοῦλος τούτων εὑρεθῇς. Ἢ οὐχ ὁρᾷς πόσοι πατέρες παῖδας μὲν ἀπεκήρυξαν, δούλους δὲ εἰς τὴν ἐκείνων τάξιν εἰσήγαγον; Σκόπει τοίνυν ὅπως μηδὲν τοιοῦτον γένηται· ἐγὼ μὲν γὰρ οὔτε βούλομαι οὔτε εὔχομαι, σὺ δὲ ἀμφοτέρων τούτων κύριος.» Οὕτω καταπράϋνε τὸν θυμόν, ὡς ἀδελφοῖς κελεύων αὐτὸν κεχρῆσθαι τοῖς οἰκέταις καὶ διδάσκων τὰ περὶ τῆς φύσεως, τὰ τοῦ Ἰὼβ ῥήματα λέγων πρὸς αὐτόν· «Εἰ δὲ καὶ ἐφαύλισα, φησίν, κρῖμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων αὐτῶν πρός με· τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσῃ Κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; Πότερον, οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν γαστρὶ καὶ ἐκεῖνοι γεγόνασιν; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.»

Καὶ πάλιν· «Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναι μου· ‘Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος.’» Ἢ ἁπλῶς σοι δοκεῖ ὁ Παῦλος τὸν οἰκίας οὐκ εἰδότα προεστάναι οὐδὲ ἐπὶ τῆς ἐκκλησίας ἄγειν προστασίαν; Λέγε τοίνυν· «Ἂν ἴδῃς ἢ γραφίδα ἀπολωλυῖαν ἢ κάλαμον διακλασθέντα ὑπὸ τοῦ οἰκέτου, μὴ ὀργίζου μηδὲ ὑβρίσῃς, ἀλλ᾽ ἔσο συγγνωμονικός, ἔσο εὐπαραίτητος»· οὕτως ἀπὸ τῶν μικρῶν καὶ τὰς μεγάλας οἴσῃ ζημίας· ἢ ἱμάντα περὶ τὴν πινακίδα ἀπολωλυῖαν ἢ ἅλυσιν χαλκῆν. Χαλεποὶ γὰρ ἐν ταῖς τῶν τοιούτων ἀπωλείαις οἱ παῖδες καὶ μᾶλλον ἂν τὴν ψυχὴν πρόοιντο ἢ τὸν περὶ ταῦτα γενόμενον κακὸν ἀτιμώρητον ἀφεῖεν ἄν. Ἐκεῖ τοίνυν τὸ τραχὺ μαλασσέσθω τοῦ θυμοῦ.

Εὖ γὰρ ἴσθι ὅτι ὁ περὶ ταῦτα ἀργὸς καὶ ἐπιεικὴς καὶ ἀνὴρ γενόμενος εὐκόλως οἴσει ζημίαν ἅπασαν. Ὅταν τοίνυν πινακίδα ἔχων ἐκ ξύλου μὲν καλοῦ πεποιημένην, καθαρὰν δὲ πάνυ καὶ ῥύπου ἀπηλλαγμένην, εἶτα ἐν ἐκείνῃ ἁλύσεις χαλκαῖ καὶ γραφίδες οὐδὲν ἀργύρου ἀποδέουσαι καὶ ἕτερα τοιαῦτα παιδικά, καὶ ἀπολέσῃ ἢ διαφθείρῃ ὁ ἀκόλουθος, εἶτα ἐκεῖνος μὴ ὀργισθῇ, μεγίστης φιλοσοφίας ἤδη τεκμήρια ἐπεδείξατο.

Καὶ μὴ εὐθέως ὠνήσῃ, ὥστε μὴ σβέσαι τὸ πάθος· ἀλλ᾽ ὅταν ἴδῃς οὐκέτι δεόμενον οὐδὲ πάσχοντά τι, τότε θεράπευσον τὸ τραχυνθέν. Οὐκ ἔστι ταῦτα περὶ μικρῶν· περὶ πολιτείας ἡμῖν τῆς οἰκουμένης ἐστὶν ὁ λόγος. Παίδευε αὐτὸν καὶ προτιμᾶσθαι, ἂν ἀδελφὸν ἔχῃ νεώτερον· εἰ δὲ μὴ τοῦτο, καὶ τὸν οἰκέτην· καὶ γὰρ καὶ τοῦτο τῆς μεγίστης φιλοσοφίας. Τὸν μὲν οὖν θυμὸν οὕτω μάλαττε ὥστε ἡμῖν ἐπιεικεῖς τίκτειν τοὺς λογισμούς· ὅταν γὰρ μηδενὶ προσπάσχῃ, ὅταν ζημίαν φέρῃ, ὅταν μὴ δέηται θεραπείας, ὅταν τιμωμένου ἑτέρου μὴ ἀγανακτῇ, πόθεν ὀργιεῖται λοιπόν;