Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πατέρας περὶ τῆς τεκνοτροφίας

Ἰωάννης ὁ Χρυσόστομος

Η διαφύλαξη της σωφροσύνης και ο ρόλος του γάμου

Πρακτικές οδηγίες για την καταστολή της σαρκικής επιθυμίας μέσω της προσευχής, της νηστείας και της αποφυγής κοσμικών θεαμάτων, καθώς και η σημασία του πρώιμου γάμου για τη διατήρηση της αγνότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 8

Ὥρα δὴ λοιπὸν ἐπὶ τὴν ἐπιθυμίαν ἰέναι. Ἐκεῖ καὶ διπλῆ ἡ σωφροσύνη καὶ διπλῆ ἡ βλάβη, οἶμαι, ὥστε μήτε αὐτὸν καταπορνεύεσθαι μήτε πορνεύειν εἰς κόρας. Λέγουσι δὲ ἰατρῶν παῖδες ταύτην τὴν ἐπιθυμίαν μετὰ πεντεκαιδέκατον ἔτος σφόδρα ἐπιτίθεσθαι. Πῶς οὖν τὸ θηρίον τοῦτο καταδήσομεν; τί ἐργασόμεθα; ποῖον ἐμβαλοῦμεν αὐτῷ χαλινόν;

Οὐκ οἶδα ἕτερον εἰ μὴ τὸν τῆς γεέννης. Πρῶτον μὲν οὖν αὐτὸν θεαμάτων αἰσχρῶν καὶ ἀκουσμάτων ἀπάγωμεν, καὶ μηδέποτε εἰς θέατρον ἀναβαινέτω παῖς ἐλεύθερος. Ἐὰν δὲ ἐπιζητῇ τὴν ἐκεῖ τέρψιν, εἴ τινας εὕροιμεν ὁμήλικας τούτου κατέχοντας ἐπιδεικνύωμεν, ὥστε τῷ ζήλῳ κατέχεσθαι· οὐδὲν γὰρ οὕτως κατορθοῖ ὡς ζηλοτυπία, οὐδὲν οὕτως· καὶ ἐν πᾶσιν τοῦτο πράττωμεν, μάλιστα ἂν ζηλότυπος ᾖ· τοῦτο καὶ φόβου καὶ ὑποσχέσεων καὶ πάντων μᾶλλον μείζονα ἔχει τὴν ἰσχύν.

Ἔπειτα ἑτέρας ἐπινοῶμεν αὐτῷ τέρψεις ἀβλαβεῖς. Πρὸς ἄνδρας ἁγίους ἀπάγωμεν, ἄνεσιν παρέχωμεν. Τιμῶμεν αὐτὸν πολλοῖς τοῖς δώροις, ὥστε ἀνέχεσθαι τὴν ψυχὴν φέρειν τὴν ἐκεῖθεν ἀτιμίαν. Καὶ ἀντὶ τῶν θεαμάτων ἐκείνων τερπνὰ διηγήματα εἴσαγε, λειμῶνας καὶ λαμπρὰ οἰκοδομήματα. Καὶ μετὰ ταῦτα καταβάλλωμεν ἐκεῖνα τῷ λόγῳ λέγοντες πρὸς αὐτὸν ὅτι «Ὦ τέκνον, ἀνελευθέρων τὰ θεάματα ἐκεῖνα, γυναῖκας ἰδεῖν γυμνουμένας, αἰσχρὰ φθεγγομένας. Ὑπόσχου μηδὲν ἀκούσειν ἄσχημον μηδὲ ἐρεῖν, καὶ ἄπιθι· ἀλλ᾽ οὐ δυνατὸν ἐκεῖ μηδὲν ἀκοῦσαι αἰσχρόν. Ἀνάξια τῶν σῶν ὀφθαλμῶν τὰ γινόμενα.» Ἅμα καὶ καταφιλῶμεν αὐτὸν λέγοντες καὶ περιβάλλωμεν ταῖς χερσὶν καὶ ἐπισφίγγωμεν, ὥστε τὸν πόθον δεικνύναι. Τούτοις ἅπασιν αὐτὸν μαλάττωμεν.

Τί οὖν; ὅπερ καὶ ἤδη ἔφην, μηδέποτε κόρη προσίτω μηδὲ διακονείτω, ἀλλ᾽ ἤδη προβεβηκυῖα παιδίσκη, γυνὴ γηραλέα. Καὶ ἐπεισαγέσθω τῆς βασιλείας ὁ λόγος καὶ τῶν πάλαι ἐπὶ σωφροσύνῃ λαμψάντων καὶ τῶν ἔξω καὶ τῶν παρ᾽ ἡμῖν· καὶ συνεχῶς τούτοις ἐπαντλῶμεν αὐτοῦ τὴν ἀκοήν.

Εἰ δὲ καὶ οἰκέτας ἔχοιμεν σωφρονοῦντας, καὶ ἀπὸ τούτων ἔστω τὰ παραδείγματα· ὅτι σφόδρα ἄτοπον τὸν μὲν οἰκέτην οὕτως εἶναι σώφρονα, τὸν δὲ ἐλεύθερον ἐκείνου φαυλότερον γενέσθαι. Ἔστιν δὴ καὶ ἕτερον φάρμακον· ποῖον δὴ τοῦτο; καὶ νηστεύειν μανθανέτω, εἰ καὶ μὴ ἀεί, ἀλλὰ δύο γοῦν τῆς ἑβδομάδος ἡμέρας, τήν τε Τετράδα καὶ τὴν Παρασκευήν. Καὶ εἰς ἐκκλησίαν προερχέσθω. Καὶ λαμβάνων αὐτὸν ὁ πατὴρ κατὰ τὴν ἑσπέραν, ὅταν τὸ θέατρον διαλύηται, ἐπιδεικνύτω τοὺς ἐκεῖθεν κατιόντας καὶ καταγελάτω τῶν γερόντων, ὅτι δὴ νέων γεγόνασιν ἀσυνετώτεροι, καὶ τῶν νεωτέρων, ὅτι ἐξεκαύθησαν.

Καὶ ἐρωτάτω τὸν παῖδα· «Τί δὴ οὗτοι κεκερδάκασιν ἅπαντες; Οὐδὲν ἀλλ᾽ ἢ αἰσχύνην καὶ ὄνειδος καὶ κατάγνωσιν.» Οὐ μικρὸν δὲ ὅλως πρὸς σωφροσύνην ἐστὶ τὸ πάντων ἐκείνων ἀπέχεσθαι καὶ τῶν θεαμάτων καὶ τῶν ἀκουσμάτων.

Ἔστι δὴ καὶ ἄλλο· διδασκέσθω μετὰ πολλῆς εὔχεσθαι τῆς σπουδῆς καὶ τῆς κατανύξεως. Καὶ μή μοι εἴπῃς ὅτι παιδίον οὐκ ἄν ποτε ταῦτα καταδέξοιτο· μάλιστα τὸ παιδίον ὀξυδερκὲς ὂν καὶ διεγηγερμένον ταῦτα ἂν καταδέξοιτο. Καὶ γὰρ πολλὰ τοιαῦτα παραδείγματα ἐν τοῖς παλαιοῖς ὁρῶμεν, οἷον ὁ Δανιήλ, οἷον ὁ Ἰωσήφ. Μὴ γάρ μοι τὰ δεκαεπτὰ ἔτη εἴπῃς τοῦ Ἰωσήφ, ἀλλὰ πρὸς τούτου ἐννόησον, πόθεν τὸν πατέρα εἷλεν καὶ τῶν πρεσβυτέρων μᾶλλον αὐτῶν. Ὁ δὲ Ἰακὼβ οὐχὶ νεώτερος ἦν; ὁ δὲ Ἱερεμίας; ὁ δὲ Δανιὴλ οὐχὶ δώδεκα ἐτῶν ἦν; ὁ δὲ Σολομὼν οὐχὶ δώδεκα καὶ αὐτὸς ἦν, ἡνίκα τὴν θαυμαστὴν ἐκείνην 〈εὐχὴν〉 ηὔξατο; ὁ δὲ Σαμουὴλ οὐχὶ τὸν διδάσκαλον τὸν ἑαυτοῦ νέος ὢν ἐπαίδευεν; Ὥστε μὴ ἀπογνῶμεν· ἐὰν γάρ τις τὴν ψυχὴν νεώτερος ᾖ, ταῦτα οὐ δέχεται, οὐχὶ ἐάν τις τὴν ἡλικίαν. Παιδευέσθω τοίνυν μετὰ πολλῆς τῆς κατανύξεως εὔχεσθαι καὶ ἀγρυπνεῖν κατὰ τὸ δυνατόν, καὶ ὅλως ἐπικείσθω χαρακτὴρ ἀνδρὸς ἁγίου τῷ παιδί. Ὁ γὰρ μήτε ὀμνύναι σπουδάζων μήτε ὑβρίζειν ὑβριζόμενος μήτε λοιδορεῖσθαι καὶ ἀπεχθάνεσθαι, καὶ νηστεύων καὶ εὐχόμενος, ἀπὸ τούτων αὐτῶν ἱκανὴν ἔχει τὴν παράκλησιν πρὸς σωφροσύνην.

Κἂν μὲν ἐπὶ κοσμικὸν ἄγῃς βίον αὐτόν, ταχέως ἄγαγε τὴν νύμφην, μηδὲ περιμείνῃς, ὥστε αὐτὸν στρατεύεσθαι ἢ πολιτικῶν ἅψασθαι πραγμάτων καὶ τότε· ἀλλὰ πρῶτον αὐτοῦ τὴν ψυχὴν ῥύθμισον, καὶ τότε τῆς ἔξωθεν φρόντιζε δόξης.

Ἢ μικρὸν οἴει τῷ γάμῳ συμβάλλεσθαι τὸ παρθένον παρθένῳ συνάπτεσθαι; οὐ μικρὸν καὶ πρὸς τὴν τῆς γυναικὸς σωφροσύνην, οὐ πρὸς τὴν τοῦ νέου μόνον. Τὸ δὲ φίλτρον οὐ τότε μάλιστα ἔσται καθαρόν; Ὃ δὲ πάντων μεῖζον, ὁ Θεὸς οὐ τότε ἔσται ἵλεως πλέον καὶ μυρίας τὸν γάμον ἐκεῖνον ἐμπλήσεις εὐλογίας, ὅταν ὡς αὐτὸς ἐπέταξεν, οὕτως συνίωσιν; Καὶ ποιεῖ πρὸς τὴν μνήμην ἔχειν αὐτὸν τὸν ἔρωτα· κἂν τῷ πόθῳ τούτῳ κατασχεθῇ, πάσης καταγελάσεται γυναικός.

Ἂν ἐγκωμιάζῃς τὴν κόρην καὶ ἐπὶ κάλλει καὶ ἐπὶ κοσμιότητι καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασιν, εἶτα προσθείης ὅτι «οὐκ ἀνέχεται μαθοῦσα ῥαθύμως σε διάγοντα συγγενέσθαι σοι», λοιπὸν ὡς ὑπὲρ ἐσχάτων ὄντος αὐτῷ τοῦ κινδύνου πολλὴν ποιήσεται τὴν φροντίδα. Εἰ γὰρ τὸν ἅγιον ἔπεισεν ἐκεῖνον ἀπατηθέντα μνηστῆς ἔρως ἑπτὰ ἔτη δουλεῦσαι πάλιν, μᾶλλον δὲ δεκατέσσαρα ἔτη, πολλῷ μᾶλλον ἡμᾶς. Λέγε ὅτι «οἱ τῆς νύμφης ἅπαντες, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ οἱ παῖδες καὶ οἱ γείτονες καὶ οἱ φίλοι, σὲ καὶ τὴν σὴν ἀναστροφὴν περιεργάζονται καὶ πάντες ἀπαγγελοῦσιν ἐκείνῃ». Κατάδησον αὐτὸν ἤδη 〈τῷ〉 δεσμῷ τούτῳ, δεσμῷ σωφροσύνην ἐργαζομένῳ.

Ὥστε κἂν μὴ δύνηται ἐκ πρώτης ἡλικίας ἔχειν γυναῖκα, ἀλλὰ μνηστὴν ἐκ πρώτης ἐχέτω καὶ φιλοτιμείσθω καλὸς φαίνεσθαι· τοῦτο ἱκανὸν πρὸς ἅπασαν ἀποτροπήν ἐστιν. Ἔστιν καὶ ἕτερον σωφροσύνης φυλακτήριον· συνεχῶς ὁράτω τὸν τῆς ἐκκλησίας προεστῶτα καὶ πολλῶν ἀκουέτω παρ᾽ ἐκείνου τῶν ἐγκωμίων, καὶ πρὸς πάντας τοὺς ἀκούοντας ἐπὶ τούτῳ ἁβρυνέσθω ὁ πατήρ. Αἰδείσθωσαν αὐτὸν ὁρῶσαι κόραι. Καὶ λοιπὸν τὰ διηγήματα καὶ ὁ φόβος ὁ τοῦ πατρὸς καὶ αἱ ἐπαγγελίαι, καὶ μετὰ τούτων ὁ παρὰ τοῦ Θεοῦ κείμενος μισθὸς καὶ ὅσων ἀπολαύσονται οἱ σώφρονες ἀγαθῶν, πολλὴν αὐτῷ παρέξει τὴν ἀσφάλειαν. Προστίθει καὶ τὰς ἐν στρατείᾳ εὐδοκιμήσεις καὶ ἐν τοῖς πολιτικοῖς πράγμασιν. Καὶ πρὸς τούτοις ἔστω καταφρονητικὸς μὲν κατὰ τῆς ἀσελγείας λόγος συνεχῶς, πολλὰ δὲ τῆς σωφροσύνης τὰ ἐγκώμια. Ἱκανὰ ταῦτα πάντα κατασχεῖν τοῦ παιδὸς τὴν ψυχήν. Οὕτως ἡμῖν σεμνοὺς τέξονται τοὺς λογισμούς.