Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πατέρας περὶ τῆς τεκνοτροφίας

Ἰωάννης ὁ Χρυσόστομος

Η αληθινή σοφία, η ανατροφή των θυγατέρων και ο επίλογος

Η θεμελίωση της αληθινής σοφίας στον φόβο του Θεού, οδηγίες για την τέλεση του γάμου και τη συμμετοχή στον δημόσιο βίο, συστάσεις για τη σεμνή ανατροφή των θυγατέρων και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 8

Ἔστιν καὶ ἕτερον· ἴωμεν δὲ λοιπὸν ἐπὶ τὸ πάντων κύριον, ὃ τὰ πάντα συγκρατεῖ. Ποῖον δὴ τοῦτο; τὴν φρόνησιν λέγω. Ἐνταῦθα πολλοῦ τοῦ καμάτου χρεία, ὥστε αὐτὸν ἐργάσασθαι συνετὸν καὶ πᾶσαν ἄνοιαν ἐξελάσαι. Τοῦτο μάλιστα τῆς φιλοσοφίας τὸ μέρος ἐστὶ μέγα καὶ θαυμαστόν, ὥστε εἰδέναι τὰ περὶ Θεοῦ, τὰ περὶ τῶν ἀποκειμένων ἐκεῖ πάντων, τὰ περὶ γεέννης, τὰ περὶ βασιλείας· «Ἀρχὴ σοφίας φόβος Κυρίου.» Ταύτην οὖν ἐγκαταστήσωμεν αὐτῷ τὴν φρόνησιν καὶ ἐξασκήσωμεν, ὥστε εἰδέναι τὰ ἀνθρώπινα πράγματα, τί ποτέ ἐστι πλοῦτος, δόξα, δυναστεία, καὶ ὥστε αὐτῶν καταφρονεῖν καὶ τῶν μεγίστων ἐφίεσθαι. Καὶ τῶν παραινετικῶν αὐτὸν ἀναμιμνῄσκωμεν λόγων· «Τέκνον, τὸν Θεὸν φοβοῦ μόνον καὶ πλὴν αὐτοῦ μὴ φοβοῦ ἕτερον.» Ἀπὸ δὲ τούτων συνετὸς ἔσται ἀνὴρ καὶ ἐπίχαρις· οὐδὲν γὰρ οὕτως ἀνόητον ποιεῖ ὡς ταῦτα τὰ πάθη. Ἀρκεῖ πρὸς σοφίαν Θεοῦ φόβος καὶ τὸ περὶ τῶν ἀνθρωπίνων πραγμάτων κρίσιν ἔχειν, οἵαν καὶ προσῆκεν ἔχειν. Ἡ γὰρ κορυφὴ τῆς σοφίας αὕτη ἐστίν, τὸ μὴ πρὸς τὰ παιδικὰ ἐπτοῆσθαι.

Παιδευέσθω μηδὲν ἡγεῖσθαι χρήματα, μηδὲν δόξαν ἀνθρωπίνην, μηδὲν δυναστείαν, μηδὲν θάνατον, μηδὲν τὴν παροῦσαν ζωήν· οὕτως ἔσται φρόνιμος. Ἐὰν μετὰ τοιαύτης αὐτὸν ἀσκήσεως ἐπὶ τὰς παστάδας ἀγάγωμεν, ἐννόησον ὅσον ἔσται τῇ νύμφῃ τὸ δῶρον.

Τοὺς δὲ γάμους ποιῶμεν μὴ μετὰ αὐλῶν, μὴ μετὰ κιθάρας μηδὲ μετὰ ὀρχημάτων· τὸν γὰρ τοιοῦτον νυμφίον ἀτοπίας πολλῆς τοιούτοις αἰσχύνεσθαι. Ἀλλὰ τὸν Χριστὸν καλῶμεν ἐκεῖ· ἄξιος γὰρ αὐτοῦ ὁ νυμφίος λοιπόν· τοὺς αὐτοῦ μαθητὰς παρακαλῶμεν. Ἐκείνῳ πάντα ἔσται τὰ κάλλιστα. Καὶ αὐτὸς λοιπὸν μαθήσεται οὕτω τοὺς παῖδας ῥυθμίζειν τοὺς ἑαυτοῦ, καὶ ἐκεῖνοι τοὺς ἐκείνων, καὶ οὕτως ἔσται σειρὰ χρυσῆ. Ποιῶμεν δὲ αὐτὸν καὶ πραγμάτων ἅπτεσθαι πολιτικῶν τῶν κατὰ δύναμιν, τῶν οὐκ ἐχόντων ἁμαρτήματα. Ἄν τε γὰρ στρατεύηται, μαθέτω μὴ κερδαίνειν αἰσχρῶς· ἄν τε τοῖς ἀδικουμένοις συναγορεύῃ, ἄν τε ὁτιοῦν τοιοῦτον.

Καὶ ἡ μήτηρ δὲ μαθέτω τὴν αὑτῆς κόρην τούτοις παιδεύειν καὶ πολυτελείας ἀπάγειν καὶ κόσμου καὶ τῶν ἄλλων ἁπάντων, ἅπερ ἐστὶ πορνῶν γυναικῶν. Κατὰ τοῦτον δὴ τὸν νόμον πάντα ποιείτω καὶ τρυφῆς ἀπαγέτω καὶ μέθης, καὶ τὸν νέον καὶ τὴν κόρην. Καὶ γὰρ καὶ τοῦτο μέγα πρὸς σωφροσύνην· τοῖς μὲν γὰρ νέοις ἡ ἐπιθυμία ἐνοχλεῖ, ταῖς δὲ γυναιξὶ τὸ φιλόκοσμον καὶ ἀνεπτερωμένον. Καὶ ταῦτα οὖν πάντα καταστέλλωμεν, καὶ οὕτως δυνησόμεθα ἀρέσαι τῷ Θεῷ τοιούτους τρέφοντες ἀθλητάς, ἵνα δυνηθῶμεν καὶ ἡμεῖς καὶ οἱ παῖδες τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπώσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ Ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.