ζʹ. Καὶ ὅτι οὐ ψόφος ταῦτα τὰ ῥήματα, καὶ ταύτης τῆς μεγάλης δυνάμεως ἑτέραν πάλιν μείζονα μεταξὺ ζητοῦντες εὑρήκαμεν. Οὐ γὰρ δὴ μόνον οὐ δυναμένους, ἀλλ᾽ οὐδὲ βουλομένους ἐκείνων βλάψαι τινὰς ὄψεταί τις· ὥστε διπλᾶ τὰ τῆς ἀσφαλείας αὐτῷ. Τί οὖν θειότερον γένοιτ᾽ ἂν ταύτης τῆς ζωῆς, ἐν ᾗ μηδεὶς μήτε ἐθελήσῃ, μήτε, ἂν ἐθέλῃ, δυνήσεται ποιῆσαι κακῶς; καὶ μάλιστα, ὅταν τὸ μὴ θέλειν οὐκ ἐκ τοῦ μὴ δύνασθαι γίνηται, καθάπερ ἐπὶ πολλῶν, ἀλλ᾽ ἐκ τοῦ μηδεμίαν αἰτίαν εὑρεῖν. Ἐπεὶ, εἴ γε τοῦτο ἦν καθ᾽ ἑαυτὸ, τὸ μὴ δύνασθαι λέγω, οὐδὲν τοσοῦτον ἦν· μῖσος γὰρ ἂν ἐτέχθη πολὺ τοῖς θέλουσι μὲν, οὐ δυναμένοις δὲ ἀδικεῖν· οὐ μικρὸς δὲ καὶ οὗτος μακαριότητος τρόπος. Αὐτὸ δὴ οὖν τοῦτο ἐξετάσωμεν, εἰ δοκεῖ, πρῶτον. Τίς οὖν, εἰπέ μοι, τὸν οὐδὲν κοινὸν ἔχοντα πρὸς ἀνθρώπους, οὐ συμβολαίων ἕνεκεν, οὐ γῆς, οὐ χρημάτων, οὐ πραγμάτων, οὐκ ἄλλου οὐδενὸς, ἐθελήσει βλάψαι ποτέ; ὑπὲρ ποίας χώρας φιλονεικήσει πρὸς αὐτόν; ὑπὲρ τίνων ἀνδραπόδων; ὑπὲρ ποίας δόξης; τί δεδοικώς; ὑπὸ τίνος δακνόμενος; Ἢ γὰρ φθόνῳ, ἢ δέει, ἢ ὀργῇ κινούμεθα πρὸς τὸ βλάπτειν ἑτέρους. Ἀλλ᾽ οὗτος ὁ βασιλικώτατος πάντων ἐστὶν ἀνώτερος. Τίς γὰρ φθονήσει τῷ πάντων καταγελῶντι τούτων, περὶ ἃ κόπτονται ἕτεροι καὶ σπουδάζουσι; τίς δὲ ὀργιεῖται μηδὲν ἠδικημένος; τίς δὲ φοβηθήσεται, μηδὲν ὑποπτεύων;