Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πολεμοῦντας τοῖς ἐπὶ τὸ μονάζειν ἀναχωροῦσιν

Ἰωάννης ὁ Χρυσόστομος

Η αληθινή ελευθερία από τον πλούτο και η κενή δόξα του κόσμου

Ανασκευή των επιχειρημάτων περί πλούτου και δόξας, υπογραμμίζοντας την ανωτερότητα της εκούσιας πενίας και της ελευθερίας από τις βιωτικές μέριμνες με ιστορικά παραδείγματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 16

Πόθεν οὖν ἀρξόμεθα τοῦ λόγου τοῦ πρὸς αὐτόν; Ἀπὸ τοῦ πλούτου καὶ τῶν χρημάτων, ἐπειδὴ καὶ αὐτὸς τοῦτο μάλιστα πάντων ὀδύρεται, καὶ πᾶσι τοῦτο αὐτὸ εἶναι δοκεῖ τὸ δεινότατον, εἰ πλουτοῦντες παῖδες ἐπὶ τοῦτον ἕλκοιντο τὸν βίον. Εἰπὲ οὖν μοι, τίνα μακαρίζομεν ἅπαντες, καὶ ζηλωτὸν εἶναί φαμεν, τὸν ἐν δίψῃ καθεστῶτα ἀεὶ, καὶ πρὶν ἢ τῆς προτέρας ἐμφορηθῆναι κύλικος, δεόμενον πάλιν ἑτέρας, καὶ ἐν τούτῳ ὄντα διαπαντὸς, ἢ τὸν ἀνωτέρω καθεστῶτα τῆς ἀνάγκης ἐκείνης, καὶ ἄδιψον ἀεὶ μένοντα, καὶ οὐδέποτε εἰς τὴν τοῦ πόματος τούτου καθελκόμενον χρείαν; οὐχ ὁ μὲν πυρέττοντι προσέοικε, καὶ χαλεπωτάτην ἀνάγκην ἔχοντι, κἂν ἐκ πηγῶν ἀρύεσθαι ἔχῃ τὰ νάματα, ὁ δὲ ἐλεύθερός τέ ἐστι τὴν ὄντως ἐλευθερίαν, καὶ ὑγιαίνει τὴν ὄντως ὑγίειαν, καὶ μείζων ἢ κατὰ ἀνθρωπίνην γέγονε φύσιν; Τί δαὶ, εἴ τις γυναικὸς ἐρῶν συγγίνοιτο μὲν αὐτῇ διηνεκῶς, μειζόνως δὲ μετὰ τὴν συνουσίαν φλέγοιτο ταύτην, ἕτερος δὲ ταύτης ἐκτὸς τῆς μανίας ἑστήκοι, καὶ μηδὲ ὄναρ ἁλίσκοιτο τῷ κακῷ, τίς πάλιν ἡμῖν ὁ ζηλωτὸς καὶ μακάριος; οὐχ οὗτος; τίς δὲ ἄθλιος καὶ ταλαίπωρος; οὐχ ὁ νοσῶν τὸν κενὸν ἐκεῖνον ἔρωτα, καὶ μηδαμοῦ σβεσθῆναι δυνάμενον, ἀλλὰ τοῖς ἐπινενοημένοις φαρμάκοις ἐπιτριβόμενος μᾶλλον;

Εἰ δὲ πρὸς τοῖς εἰρημένοις μακαρίζοι μὲν ἑαυτὸν ἐπὶ τῇ νόσῳ, καὶ μήτε αὐτὸς ἐκείνης τῆς ἀνάγκης ἀπαλλάττεσθαι βούλοιτο, τούς τε ἀπηλλαγμένους τοῦ πάθους ἀποδύροιτο, ὥσπερ οὗτος νῦν, οὐχὶ ταύτῃ πάλιν ἐλεεινότερος ἔσται καὶ ἀθλιώτερος, μὴ μόνον νοσῶν, ἀλλὰ μηδὲ αὐτὸ τοῦτο εἰδὼς ὅτι νοσεῖ, καὶ διὰ τοῦτο μήτε ἀπαλλαγῆναι βουλόμενος, καὶ τοὺς ἀπηλλαγμένους θρηνῶν; Ἀγάγωμεν δὴ τὸν λόγον τοῦτον καὶ ἐπὶ τὴν τῶν χρημάτων κτῆσιν, καὶ ὀψόμεθα τίς ὁ ἄθλιος καὶ ταλαίπωρος· ἐκείνων μὲν γὰρ τῶν ἐρώτων σφοδρότερος οὗτός ἐστι καὶ μανικώτερος· οὐκοῦν καὶ πλεῖον ὀδυνῆσαι δύναιτ᾽ ἂν, οὐ τούτῳ μόνον ὅτι τὴν λαμπάδα δριμυτέραν ἔχει, ἀλλ᾽ ὅτι καὶ πρὸς τὴν ἐπινενοημένην παραμυθίαν ἀνένδοτός ἐστι καὶ σκληρότερος πλέον ἐκείνων. Μᾶλλον γὰρ οἱ ποτοῦ καὶ σωμάτων ἐρῶντες μετὰ τὴν ἀπόλαυσιν λήψονται κόρον, ἢ οἱ περὶ πλοῦτον μαινόμενοι. Ὅθεν ἐκείνους μὲν καὶ τῷ λόγῳ συμπλάσαι ἠναγκάσθημεν, διὰ τὸ μὴ ταχέως ἐπὶ τῆς πείρας ὁρᾷν αὐτὸ φαινόμενον· τούτου δὲ τοῦ νοσήματος ἀπὸ τῶν πραγμάτων πολλὰ ἕξομεν παρασχεῖν τὰ ὑποδείγματα.

Διὰ ταῦτα οὖν, εἰπέ μοι, θρηνεῖς τὸν υἱὸν, ὅτι μανίας καὶ τοσαύτης ἀμηχανίας ἀπήλλακται, ὅτι ἔρωτα ἀνίατον οὐκ ἐρᾷ, ὅτι τοῦ πολέμου καὶ τῆς μάχης ταύτης ἕστηκεν ἐκτός; Ἀλλ᾽ οὐκ ἂν ἔπαθε τοῦτο, φησὶν, οὐδ᾽ ἂν ἠράσθη τοῦ πλείονος, ἀλλ᾽ ἀπέχρησεν ἂν αὐτῷ τῶν παρόντων ἡ ἀπόλαυσις. Μάλιστα μὲν πρᾶγμα λέγεις ἐναντίον, ὡς εἰπεῖν, τῇ φύσει· πλὴν ἀλλὰ καὶ τοῦτο ἔστω, καὶ συγκεχωρήσθω τῷ λόγῳ, μὴ ἂν αὐτὸν ἐθελῆσαι προσθεῖναι τοῖς οὖσι, μηδὲ ὑπὸ τῆς ἐπιθυμίας ἁλῶναι ἐκείνης· ἐγὼ γὰρ αὐτὸν καὶ οὕτως ἐπιδείξω ἐν μείζονι νῦν ὄντα ἀνέσει καὶ ἡδονῇ. Τί γὰρ κουφότερον, ὑπὲρ τοσούτων φροντίζειν, καὶ τοιαύτῃ προσδεδέσθαι φυλακῇ καὶ δουλείᾳ, καὶ δεδοικέναι μὴ παραπόληταί τι τῶν ὄντων, ἢ καὶ τούτων ἀπηλλάχθαι τῶν δεσμῶν; Κείσθω γὰρ, αὐτὸν μὴ ἐπιθυμεῖν φορτίων ἑτέρων, ἀλλὰ πολλῷ βέλτιον καὶ τῶν ἐπιτεθέντων ἤδη καταφρονεῖν. Εἰ γὰρ τὸ μὴ δεῖσθαι πλειόνων συνωμολόγηται μέγιστον ὂν ἀγαθὸν, τὸ καὶ τῆς τῶν ὄντων χρείας ἐξώτερον εἶναι, μείζονος εὐπραγίας ἂν εἴη. Ὁ γὰρ ἄδιψος ἐκεῖνος καὶ ἀνέραστος (οὐδὲν γὰρ κωλύει πάλιν ἐπὶ τὰ αὐτὰ ἐλθεῖν ὑποδείγματα) οὐ τῶν ἀεὶ διψώντων μόνον, οὐδὲ τῶν ἐρώντων ἀεὶ, ἀλλὰ καὶ τῶν ἐν βραχεῖ τοῦτο παθόντων, καὶ πληρωσάντων τὴν ἐπιθυμίαν πολλῷ μακαριώτερος ὢν ἀποδέδεικται, ὡς μηδὲ εἰς πεῖραν ἐμπεσὼν τῆς τοιαύτης ἀνάγκης.

Ἐρήσομαι δέ σε πάλιν, εἰ καὶ ὑπερβαλέσθαι τῷ πλούτῳ πάντας καὶ τῶν ἀπὸ τοῦ πλούτου κακῶν ἀπαλλαγῆναι ἐνῆν, ἆρα οὐκ ἂν μυριάκις ταύτην εἵλου τὴν περιουσίαν, ὥστε μήτε βασκανίας, μήτε συκοφαντίας, μήτε φροντίδος, μήτ᾽ ἄλλου μηδενὸς τῶν τοιούτων ἀνέχεσθαι; Ἂν τοίνυν καὶ τοῦτο ἔχοντα δείξωμεν τὸν υἱὸν, καὶ μειζόνως εὐπορώτερον ὄντα νῦν, παύσῃ θρηνῶν πάντως καὶ ὀλοφυρόμενος οὕτω πικρῶς; Ὅτι μὲν οὖν φροντίδων ἀπήλλακται, καὶ τῶν ἄλλων τῶν ἐπισυρομένων τῷ πλούτῳ κακῶν, οὐδὲ αὐτὸς ἀντερεῖς· διόπερ οὐδὲ ἡμῖν περὶ τούτων ἀνάγκη πρὸς σὲ διαλέγεσθαι· ζητεῖς δὲ μαθεῖν πῶς εὐπορώτερος τοῦ τοσαῦτα ἔχοντός σου. Τοῦτο δή σε διδάξομεν, καὶ δείξομεν, ὅτι ὅπερ ἡγῇ ἐκεῖνον νῦν εἶναι ἐν πενίᾳ τῇ ἐσχάτῃ, τοῦτο αὐτὸς πρὸς ἐκεῖνον ἐξεταζόμενος πέπονθας.

δʹ. Καὶ μήτοι νομίσῃς τὰ ἐν τοῖς οὐρανοῖς ἡμᾶς ἐρεῖν ἀγαθὰ, καὶ τὰ μετὰ τὴν ἐνθένδε ἀποδημίαν· ἀπὸ γὰρ τῶν ἐν χερσὶ τέως ποιησόμεθα τὴν ἀπόδειξιν. Σὺ μὲν οὖν τῶν σαυτοῦ κύριος εἶ μόνον, ἐκεῖνος δὲ τῶν κατὰ τὴν οἰκουμένην ἅπασαν. Εἰ δὲ ἀπιστεῖς, δεῦρό σε ἀγάγωμεν εἰς αὐτὸν, καὶ πείσωμεν αὐτὸν κατελθόντα ἀπὸ τοῦ ὄρους, μᾶλλον δὲ ἐκεῖ μένοντα σημᾶναί τινι τῶν σφόδρα πλουτούντων καὶ εὐλαβῶν, πέμψαι χρυσοῦ σταθμὸν, ὅσον ἐθέλεις· μᾶλλον δὲ τοῦτο μὲν οὐκ ἀνέξεται, δοῦναι δὲ τῷ δεῖνι δεομένῳ κελευέτω, καὶ προθυμότερον ὄψει τὸν πλουτοῦντα ὑπακούοντα καὶ ἐκκομίζοντα, ἢ τῶν οἰκονόμων τινὰ τῶν σῶν.

Οὗτος μὲν γὰρ ὅταν ἀναλίσκειν κελεύηται, κατηφής τέ ἐστι καὶ σκυθρωπός· ἐκεῖνος δὲ ὅταν μὴ ἀναλίσκῃ, τότε δέδοικε μή ποτε προσκεκρουκὼς ᾖ, ἅτε τοιοῦτον ἐπιταττόμενος οὐδέν. Καὶ πολλοὺς ἐπιδεῖξαι· ἔχω οὐ τῶν εὐδοκίμων τούτων, ἀλλὰ καὶ τῶν εὐτελεστέρων, τοσαύτην ἔχοντας δύναμιν. Καὶ σὺ μὲν, ἂν οἱ οἰκονόμοι ἀναλώσωσι τὰ πιστευθέντα, οὐκ ἔχεις ἀπαιτῆσαι ἕτερον, ἀλλ᾽ εὐθέως σοι εἰς πενίαν ὁ πλοῦτος μεταπεσεῖται ὑπὸ τῆς κακουργίας ἐκείνων· παρὰ δὲ τῷ παιδὶ τῷ σῷ τοῦτο οὐκ ἔστι τὸ δέος. Ἂν γὰρ οὗτος γένηται πένης, ἐπιτάξει πάλιν ἑτέρῳ· κἂν ἐκεῖνος πάθῃ τι τοιοῦτον, ἐφ᾽ ἕτερον μεταβήσεται, καὶ τὰς τῶν ὑδάτων πηγὰς πρότερον ἐπιλιπεῖν εἰκὸς, ἢ τῶν ταῦτα ὑπακουσομένων τινά. Καὶ εἰ μὲν τὰ ἡμέτερα ἐφρόνεις, διηγησάμην ἄν σοι πολλὰ καὶ μεγάλα διηγήματα· ἐπεὶ δὲ τὰ Ἑλλήνων πρεσβεύεις, οὐδὲ ἐκεῖθεν ἀπορήσω τοῦ παραδείγματος. Ἄκουσον γὰρ τί πρὸς τὸν Σωκράτην ὁ Κρίτων φησί· Σοὶ δὲ ὑπάρχει μὲν τὰ ἐμὰ χρήματα, ὡς ἔγωγε οἶμαι, ἱκανά· ἔπειτα δὲ καὶ εἴ τι ἐμοῦ κηδόμενος οὐκ οἴει ἀναλίσκειν τἀμὰ, ξένοι οὗτοι ἐνθάδε ἕτοιμοι ἀναλίσκειν. Εἰσκεκόμικε δὲ ἐπ᾽ αὐτῷ τούτῳ ἀργύριον ἱκανὸν Σιμμίας ὁ Θηβαῖος, ἕτοιμος δὲ καὶ Κέβης, καὶ ἄλλοι πολλοί.

Ὥστε, ὅπερ ἔλεγον, μὴ ταῦτα φοβούμενος ἀποκάμῃς σῶσαι σαυτὸν, μήτε ὃ ἔλεγες ἐν τῷ δικαστηρίῳ δυσχερές σοι γενέσθω, ὅτι οὐκ ἂν ἔχοις ἐξελθὼν ὅ τι χρῷο σαυτῷ· πολλαχοῦ μὲν γὰρ καὶ ἄλλοσε ὅπου ἂν ἀφίκῃ, ἀγαπήσουσί σε.

Ἐὰν δὲ βούλῃ εἰς Θετταλίαν ἰέναι, εἰσὶν ἐμοὶ ἐκεῖ ξένοι, οἵ σε περὶ πολλοῦ ποιήσονται, καὶ ἀσφάλειάν σοι παρέξονται, ὥστε σοι μηδὲν ἐλλείπειν τῶν κατὰ Θετταλίαν. Τί ταύτης τῆς εὐπορίας ἥδιον; Ἀλλὰ ταῦτα μὲν ὡς πρὸς ἄνδρα βιωτικόν· εἰ δὲ φιλοσοφώτερον αὐτοῦ τὸν πλοῦτον ἐξετάζειν ἐθέλοιμεν, σὺ μὲν ἴσως οὐ παρακολουθήσεις τῷ λόγῳ, ἐμοὶ δὲ ἀναγκαῖον διὰ τοὺς δικάζοντας εἰπεῖν. Τοσοῦτος γὰρ ὁ τῆς ἀρετῆς πλοῦτός ἐστιν, οὕτως ἡδίων, οὕτω ποθεινότερος τοῦ παρ᾽ ὑμῖν, ὡς μηδ᾽ ἄν ποτε ἐθελῆσαι τοὺς ἔχοντας αὐτὸν τὴν ἅπασαν γῆν, εἰ χρυσὸς γένοιτο μετὰ τῶν ὀρῶν καὶ τῆς θαλάσσης καὶ τῶν ποταμῶν, ἀντ᾽ ἐκείνου λαβεῖν. Καὶ εἴ γε ἦν δυνατὸν τοῦτο γενέσθαι, ἔμαθες ἂν ἀπὸ τῆς πείρας αὐτῆς, ὡς οὐκ ἀλαζονείας τὰ ῥήματα, ἀλλὰ πολλῷ πλείω καὶ μείζω εὑρόντες καταφρονήσουσιν ἐκείνου, καὶ οὐκ ἄν ποτε αὐτὸν ἀλλάξαιντο τούτου. Καὶ τί λέγω, ἀλλάξαιντο; οὐδὲ μετ᾽ ἐκείνου μὲν οὖν λαβεῖν αὐτὸν ἕλοιντο ἄν. Καίτοι ὑμῖν εἴ τις ἐδίδου τὸν τῆς ἀρετῆς πλοῦτον μετὰ τῶν χρημάτων, ὑπτίαις ἂν ἐδέξασθε χερσίν· οὕτως ὁμολογεῖτε μέγαν τινὰ ἐκεῖνον καὶ θαυμαστόν· οὗτοι δὲ οὐκ ἂν ἕλοιντο τὸν ὑμέτερον μετὰ τοῦ οἰκείου· οὕτως ἴσασιν ὅτι πρᾶγμά ἐστιν εὐκαταφρόνητον. Καὶ τοῦτο πάλιν ἀπὸ τῶν ὑμετέρων παραδειγμάτων ποιήσω φανερόν. Πόσα γὰρ οἴει χρήματα τὸν Ἀλέξανδρον τῷ Διογένει, εἴ γε ἤθελε δέξασθαι, δοῦναι ἄν;

Ἀλλ᾽ οὐκ ἠθέλησεν· ἐκεῖνος δὲ ἐφιλονείκει καὶ πάντα ἔπραττε, ὥστε δυνηθῆναί ποτε ἐπὶ τὸν πλοῦτον ἐλθεῖν τὸν τούτου.

εʹ. Βούλει δὲ καὶ ἑτέρωθέν σου τὴν πενίαν ἰδεῖν, καὶ τοῦ παιδὸς τὴν εὐπορίαν τοῦ σοῦ; Οὐκοῦν ἄπελθε, καὶ ἀφελοῦ αὐτοῦ τὸ ἱμάτιον, ὅπερ ἔχει μόνον, καὶ τῆς καλύβης ἐξάγαγε, καὶ κάθελε τὸ καταγώγιον, καὶ οὐδὲ οὕτως ὄψει δυσχεραίνοντα οὐδὲ ἀλγοῦντα, ἀλλά σοι καὶ χάριν εἴσεται τούτων, ὅσον πρὸς φιλοσοφίαν πλέον ὠθεῖς αὐτόν· σοῦ δὲ ἄν τις δέκα δραχμὰς ἀφέληται μόνον, θρηνῶν καὶ ὀδυρόμενος οὐ διαλείψεις ποτέ. Τίς οὖν εὔπορος, ὁ τοῖς μικροῖς δακνόμενος, ἢ ὁ πάντων τῶν ὄντων καταφρονῶν;

Καὶ μὴ τοῦτο ποιήσῃς μόνον, ἀλλὰ καὶ τῆς χώρας ἁπάσης ἀπέλασον, καὶ ὄψει γελῶντα ἐπὶ τούτοις, καθάπερ ἐπὶ παιδίου παίζοντος. Σὲ δὲ ἂν τῆς πατρίδος ἀπελάσῃ τις μόνον, τὰ δεινότατα πείσῃ, καὶ οὐδὲ οἴσεις τὴν συμφοράν· ἐκεῖνος δὲ, ἅτε πάσης τῆς γῆς οὔσης αὐτοῦ καὶ τῆς θαλάσσης, οὕτως εὐκόλως καὶ ἀλύπως ἀπὸ τούτων ἐφ᾽ ἕτερα μεταστήσεται, καθάπερ σὺ διὰ τῶν οἰκείων ὁδεύων ἀγρῶν· μᾶλλον δὲ καὶ εὐκολώτερον. Σοὶ μὲν γὰρ εἰ καὶ διὰ τῶν σῶν βαδίζειν ἔξεστιν, ἀλλ᾽ ὅμως καὶ δι᾽ ἀλλοτρίων ἀνάγκη· ἐκεῖνος δὲ διὰ πάσης τῆς αὐτοῦ πορεύσεται γῆς· καὶ ποτὸν μὲν αὐτῷ πάντοθεν δαψιλῶς παρέχουσι λίμναι καὶ ποταμοὶ καὶ πηγαὶ, τροφὴ δὲ αὐτῷ λάχανα καὶ βοτάναι, καὶ ἄρτοι δὲ πολλαχόθεν. Οὔπω γάρ σοι λέγω, ὅτι καὶ τῆς γῆς ἁπάσης καταφρονεῖ, πόλιν ἔχων τὸν οὐρανόν. Κἂν τελευτῆσαι δέῃ, τῆς τρυφῆς ὑμῶν ἥδιον οἴσει τὴν τελευτὴν, καὶ εὔξεται οὕτως ἀποθανεῖν μᾶλλον, ἢ ὑμεῖς ἐπὶ τῆς πατρίδος καὶ τῆς εὐνῆς· ὥστε καὶ πλάνον καὶ φυγάδα καὶ ἀλήτην τὴν πόλιν ἔχοντα καὶ οἰκίαν οἰκοῦντα, ἀλλ᾽ οὐκ ἐκεῖνον εἴποι τις ἂν τὸν πάντων τούτων ἀπηλλαγμένον. Οὔτε γὰρ τῆς πατρίδος αὐτὸν ἐξαγαγεῖν δυνήσῃ, ἕως ἂν μὴ ἐξαγάγῃς τῆς γῆς ἁπάσης· τέως γὰρ οὕτως εἰρήσθω, ἐπεὶ κατὰ τὸν ἀληθῆ λόγον τότε μάλιστα αὑτὸν εἰς τὴν πατρίδα ἀποπέμψεις, ὅταν ἀπὸ τῆς γῆς ἐξαγάγῃς. Ἀλλ᾽ οὔπω τοῦτο πρὸς σὲ τὸν οὐδὲν πλέον τῶν ὁρωμένων εἰδότα.

Οὐδὲ γυμνὸν δεῖξαι δυνήσῃ, ἕως ἂν τὰ τῆς ἀρετῆς ἱμάτια περικείμενος ᾖ, οὔτε λιμῷ διαφθερεῖς, ἕως ἂν εἰδῇ τὴν ὄντως τροφήν. Ἀλλὰ πᾶσι τούτοις οἱ πλουτοῦντές εἰσιν ἁλώσιμοι· ὥστε καὶ κατὰ τοῦτο οὐκ ἄν τις ἁμάρτοι τούτους μὲν πένητας προσειπὼν, καὶ σφόδρα πένητας, εὐπόρους δὲ ἐκείνους ἀκριβῶς. Ὁ γὰρ καὶ τροφῆς καὶ ποτοῦ καὶ οἰκίας καὶ ἀναπαύσεως πανταχοῦ δυνάμενος εὐπορεῖν, καὶ οὐ μόνον μὴ ἀλύων, ἀλλὰ καὶ ἥδιον ἐν τούτοις ἢ ὑμεῖς ἐν τοῖς ὑμετέροις διάγων, εὔδηλον ὅτι πάντων ὑμῶν τῶν πλουτούντων ἐστὶν εὐπορώτερος τῶν ἐπὶ τῆς οἰκίας μόνης τούτων δυναμένων εὐπορεῖν. Ὅθεν οὐδὲ πενίαν οἶδεν ἐκεῖνος θρηνῆσαί ποτε. Οὐδὲ γὰρ τῇ ἀφθονίᾳ μόνον οὗτος ὁ πλοῦτος βελτίων, οὐδὲ τῇ ἡδονῇ, ἀλλὰ καὶ τῷ ἀνάλωτος εἶναι, καὶ εἰς πτωχείαν μὴ μεταβαλεῖν ποτε, μηδὲ ὑποκεῖσθαι τῷ τοῦ μέλλοντος ἀδήλῳ, μηδὲ φροντίδας ἔχειν, μηδὲ βασκανίᾳ χειροῦσθαι, ἀλλὰ θαῦμα καὶ ἔπαινον καὶ εὐφημίαν κεκτῆσθαι πᾶσαν· καίτοι γε ἐφ᾽ ὑμῶν τοὐναντίον ἔστιν ἰδεῖν. Οὐ γὰρ μόνον ὑμᾶς οὐκ ἐπαινοῦσι διὰ τὸν πλοῦτον, ἀλλὰ καὶ μισοῦσι καὶ ἀποστρέφονται καὶ βασκαίνουσι δὲ ὑμῖν καὶ ἐπιβουλεύουσιν οἱ πολλοί· οὗτος δὲ ἐπειδὴ πλουτεῖ πλοῦτον τὸν ἀληθῆ, διὰ τοῦτο θαυμάζεται μάλιστα, καὶ διὰ τοῦτο οὐ φθονεῖται οὐδὲ ἐπιβουλεύεται. Ἀλλ᾽ ἄρα πρὸς ὑγίειαν τίς ἐπιτηδειότερος;

οὐχ ὁ μὲν ἐκεῖνον ἔχων καθάπερ τὰ ἄγρια τῶν ζώων εὐσωματεῖ καὶ σφριγᾷ, ἅτε ἀέρος ἀπολαύων καθαροῦ καὶ ναμάτων ὑγιεινῶν καὶ ἀνθῶν καὶ λειμώνων καὶ εὐωδίας εἰλικρινοῦς, οὗτος δὲ ὥσπερ ἐν βορβόρῳ κείμενος, μαλακώτερός τέ ἐστι καὶ μᾶλλον ἐπίνοσος; Εἰ δὲ ἐν ὑγιείᾳ τὰ πρωτεῖα παρὰ τούτῳ, δηλονότι καὶ ἐν ἡδονῇ.

Τίνα γὰρ οἴει μᾶλλον τρυφᾷν, τὸν ἐπὶ βαθείας κατακεκλιμένον πόας, παρὰ πηγὴν καθαρὰν, ὑπὸ σκιὰν δένδρων ἀμφιλαφῶν, καὶ τὸν ὀφθαλμὸν ἑστιῶντα τῇ θέᾳ, καὶ καθαρωτέραν ἔχοντα τοῦ οὐρανοῦ τὴν ψυχὴν, καὶ ταραχῆς καὶ θορύβου πόῤῥω καθήμενον, ἢ τὸν ἐν οἰκίσκῳ κατακεκλεισμένον; Οὐ γὰρ δὴ τοῦ ἀέρος τὰ μάρμαρα καθαρώτερα, οὐδὲ τῆς σκιᾶς τῆς ἀπὸ τῶν δένδρων ἡ ἀπὸ τῆς ὀροφῆς ἡδίων, οὐδὲ ἡ ψηφὶς ἐδάφους ἄνθεσι καλλωπιζομένου ποικίλοις. Καὶ τούτων αὐτῶν ὑμεῖς οἱ πλουτοῦντες μάρτυρες, οἷς εἴ γε ἐνῆν ἐπὶ τῶν ὑπερῴων δένδρα ἔχειν, καὶ τὴν ἀπὸ τῶν λειμώνων παραμυθίαν, μᾶλλον ἂν εἵλεσθε τῆς στέγης τῆς χρυσῆς καὶ τῶν τοίχων τῶν θαυμαστῶν. Ὅταν γοῦν ἐκ πολλῶν πόνων πρὸς ἄνεσιν ἑαυτοὺς ἀφεῖναι ἐπιθυμήσητε, ταῦτα ἀφέντες, πρὸς ἐκεῖνα βαδίζετε. Ἀλλ᾽ ὑπὲρ δόξης ἴσως θρηνεῖς, τῆς πολλῆς ἐκείνης καὶ μεγάλης, οὐδαμοῦ φαινομένης ἐνταῦθα; Τὰ γὰρ βασίλεια τῇ ἐρημίᾳ παραβάλλων, καὶ τὰς ἐλπίδας τὰς ἐκεῖθεν ταῖς ἐντεῦθεν, ἐξ αὐτοῦ οἴει τοῦ οὐρανοῦ καταπεπτωκέναι τὸν υἱόν. Οὐκοῦν τοῦτο δεῖ πρῶτον μαθεῖν, ὡς οὔτε ἡ ἐρημία ἄτιμον ποιεῖ, οὔτε λαμπρὸν καὶ περιφανῆ τὰ βασίλεια, καὶ πρὶν ἐπὶ λογισμοὺς ἐλθεῖν ἐκ παραδειγμάτων σε ἀπαλλάξω τῆς ὑποψίας, παραδειγμάτων οὐ τῶν παρ᾽ ἡμῖν, ἀλλὰ τῶν ὑμετέρων.

Διονύσιον ἴσως ἀκούεις τὸν Σικελίας τύραννον, ἀκούεις δὲ καὶ Πλάτωνα τὸν Ἀρίστωνος; Τίς οὖν, εἰπέ μοι, λαμπρότερος γέγονε; τίς δὲ ᾄδεται καὶ ἐν τοῖς τῶν πολλῶν κεῖται στόμασιν; οὐχ ὁ φιλόσοφος τοῦ τυράννου μᾶλλον; Καίτοι ὁ μὲν τῆς τε Σικελίας ἁπάσης ἐκράτει, καὶ ἐν τρυφῇ διῆγε, καὶ μετὰ πολλοῦ τοῦ πλούτου καὶ τῶν δορυφόρων καὶ τῆς ἄλλης φαντασίας διετέλεσε ζῶν· ὁ δὲ ἐν τῷ τῆς Ἀκαδημίας κήπῳ διέτριβεν ἄρδων τε καὶ φυτεύων καὶ ἐλαίας ἐσθίων, καὶ εὐτελῆ παρατιθέμενος τράπεζαν, καὶ πάσης ἐκείνης τῆς φαντασίας ἐκτὸς ὤν.

Καὶ οὐ τοῦτό πω θαυμαστὸν, ἀλλ᾽ ὅτι καὶ δοῦλος γενόμενος, καὶ κατὰ τὴν τοῦ τυράννου γνώμην ἀπεμποληθεὶς, τοσοῦτον ἀπέσχεν ἀτιμότερος ἐκείνου φανῆναι διὰ ταῦτα, ὡς καὶ αὐτῷ τῷ τυράννῳ ἐκ τούτου φανῆναι αἰδέσιμος.

Τοιοῦτόν ἐστιν ἀρετή· οὐ δι᾽ ὧν ἐργάζεται μόνον, ἀλλὰ καὶ δι᾽ ὧν πάσχει κακῶς, οὐχ ἑαυτὴν, ἀλλὰ καὶ τοὺς ποιοῦντας οὐκ ἀφιεῖσα κρύπτεσθαι καὶ λανθάνειν. Τί δὲ ὁ τούτου διδάσκαλος Σωκράτης; πόσῳ Ἀρχελάου λαμπρότερος ἦν; Καίτοι ὁ μὲν βασιλεὺς ἦν, καὶ ἐν πολλῷ πλούτῳ διῆγεν· ὁ δὲ ἐν Λυκείῳ διέτριβε, καὶ ἑνὸς ἱματίου πλέον εἶχεν οὐδὲν, καὶ τοῦτο μόνον καὶ χειμῶνος καὶ θέρους καὶ ἐν πάσαις ταῖς ὥραις τοῦ ἔτους περιβεβλημένος ἐφαίνετο· ἀνυπόδετός τε ἔζη διαπαντὸς, καὶ ἄσιτος ἅπασαν διεκαρτέρει τὴν ἡμέραν, ἄρτον τε ἐσιτεῖτο μόνον, καὶ τοῦτο ἦν αὐτῷ ὄψον καὶ σιτίον· καὶ οὐδὲ ταύτην οἴκοθεν παρετίθετο τὴν τράπεζαν, ἀλλὰ παρ᾽ ἑτέρων λαμβάνων, οὕτως ἐσχάτῃ συνέζη πενίᾳ· καὶ τοσοῦτον ἦν τοῦ βασιλέως λαμπρότερος, ὡς πολλάκις αὐτὸν καλοῦντος ἐκείνου πρὸς ἑαυτὸν, μὴ θελῆσαι τὸ Λύκειον ἀφεῖναι, καὶ πρὸς τὸν ἐκείνου πλοῦτον ἐλθεῖν. Καὶ ἀπὸ τῆς δόξης δὲ τῆς κρατούσης νῦν καὶ τὰ πρότερα φαίνεται.

Γούτων μὲν γὰρ τὰ ὀνόματα πολλοῖς γνώριμα, ἐκείνων δὲ οὐδενί. Ὁ δὲ Σινωπεὺς πάλιν ἕτερος οὗτος φιλόσοφος τοσούτῳ καὶ τούτων καὶ ἑτέρων μυρίων τοιούτων βασιλέων εὐπορώτερος ἦν, καὶ ταῦτα ῥακίοις συζῶν, ὡς τὸν Φιλίππου τὸν Μακεδόνα στρατιὰν ἐπὶ Πέρσας ἄγοντα, πάντα ἀφέντα, ἰδόντα αὐτὸν ἀπελθεῖν, καὶ ἐρέσθαι δι᾽ ἑαυτοῦ, μή τινος δέοιτο, καὶ εἴ τι κελεύοι· αὐτὸν δὲ οὐδὲν ἀπαγγεῖλαι. Ἆρά σοι τῶν παραδειγμάτων ἅλις, ἢ βούλει καὶ ἑτέρων ἐπιμνησθῶμεν; Οὗτοι γὰρ οὐχὶ τῶν ἐν βασιλείοις μόνον λαμπρῶν, ἀλλ᾽ αὐτοῦ τοῦ βασιλεύοντος γεγόνασι λαμπρότεροι, τὸν ἰδιωτικὸν ἑλόμενοι βίον καὶ ἀπράγμονα, καὶ πολιτείας οὐδὲ ἐγγὺς βουληθέντες ἐλθεῖν.

Καὶ ἐν αὐτῇ δὲ τῇ πολιτείᾳ οὐκ ἐκείνους ὄψει λαμπροὺς τοὺς ἐν πλούτῳ καὶ τρυφῇ καὶ περιουσίᾳ, ἀλλὰ καὶ τοὺς ἐν πενίᾳ, τοὺς ἐν εὐτελείᾳ, τοὺς ἐν ἀτύφῳ ζῶντας βίῳ. Παρὰ μὲν Ἀθηναίοις Ἀριστείδης, ὃν καὶ τελευτήσαντα ἡ πόλις ἔθαψε, καὶ πλούτῳ καὶ γένει καὶ τρυφῇ καὶ δυνάμει λόγων καὶ ῥώμῃ σώματος καὶ εὐγενείᾳ καὶ τοῖς ἄλλοις πᾶσιν Ἀλκιβιάδου κρατοῦντος τοσοῦτον λαμπρότερος ἦν, ὅσον παιδίου τινὸς εὐτελοῦς φιλόσοφος θαυμαστός.

Παρὰ Θηβαίοις Ἐπαμεινώνδας, ἄνθρωπος εἰς ἐκκλησίαν καλούμενος, καὶ διὰ τοῦτο μὴ δυνάμενος ἐλθεῖν, ἐπειδὴ αὐτῷ τὸ ἱμάτιον ἔτυχε πλυνόμενον, καὶ ἕτερον περιθέσθαι οὐκ εἶχε, πάντων τῶν γενομένων αὐτόθι στρατηγῶν ἐπισημότερος ἦν. Μὴ τοίνυν μοι τὴν ἐρημίαν εἴπῃς, μηδὲ τὰ βασίλεια. Οὐ γὰρ ἐν τόποις τὰ τῆς λαμπρότητος, καὶ τὰ τῆς περιφανείας, οὐδὲ ἐν ἱματίοις, οὐδὲ ἐν ἀξιώματι, οὐδὲ ἐν δυναστείᾳ, ἀλλ᾽ ἐν ἀρετῇ ψυχῆς καὶ φιλοσοφίᾳ μόνον.