Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πολεμοῦντας τοῖς ἐπὶ τὸ μονάζειν ἀναχωροῦσιν

Ἰωάννης ὁ Χρυσόστομος

Η υπεροχή της μοναχικής πολιτείας έναντι της κοσμικής εξουσίας

Ανάδειξη της άτρωτης φύσης του μοναχού έναντι της βασιλικής λαμπρότητας, προβολή της παρρησίας του ενώπιον των αρχόντων και έμφαση στον γνήσιο σεβασμό προς τους γονείς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 16

ϛʹ. Ἀλλ᾽ ἐπειδὴ τὰ παραδείγματα οὐ τοσαύτην ἔχει τὴν ἰσχὺν, ἀπ᾽ αὐτοῦ τοῦ σοῦ παιδὸς ποιήσομαι τὴν ἐξέτασιν. Εὑρήσομεν γὰρ αὐτὸν οὐ μόνον λαμπρότερον ὄντα νῦν, ἀλλὰ καὶ δι᾽ ἐκεῖνα τιμιώτερον, δι᾽ ἄπερ ἄτιμον εἶναι φῂς καὶ εὐτελῆ. Εἰ γὰρ βούλει πείσαντες αὐτὸν ἀπὸ τοῦ ὄρους κατελθεῖν, πείσωμεν καὶ εἰς ἀγορὰν ἐμβαλεῖν, καὶ ὄψει πᾶσαν ἐπιστρεφομένην τὴν πόλιν, καὶ ὑποδεικνύντας αὐτὸν ἅπαντας καὶ θαυμάζοντας καὶ ἐκπληττομένους, ὡς ἀγγέλου τινὸς ἐξ οὐρανοῦ παραγενομένου νῦν. Ἢ ἕτερόν σοι τὰ τῆς δόξης τι εἶναι δοκεῖ; Οὐ γὰρ δὴ τῶν ἐν βασιλείοις ἔσται περιφανέστερος μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου, διὰ τὰ ἱμάτια ἐκεῖνα τὰ εὐτελῆ καὶ κατατετριμμένα. Οὐ γὰρ ἂν οὕτως ἅπαντας ἐξέπληττε χρυσοφορῶν, μᾶλλον δὲ καὶ ἁλουργίδα, καὶ αὐτὸν τὸν στέφανον περικείμενος ἐπὶ τῆς κεφαλῆς, καὶ τοῖς σηρικοῖς ἐπικαθήμενος στρώμασι, καὶ ὑπὸ τῶν ἡμιόνων ἑλκόμενος, καὶ τοὺς χρυσοφοροῦντας δορυφόρους ἔχων, ὡς νῦν ῥυπῶν καὶ αὐχμῶν καὶ παχὺ περιβεβλημένος ἱμάτιον, καὶ μηδένα ἀκολουθοῦντα ἐπαγόμενος, καὶ ἀνυπόδετος ὤν.

Ἐκεῖνα μὲν γὰρ τὰ τοῦ βασιλέως νόμοις τε ὥρισται, καὶ τῆς συνηθείας ἐστί· καὶ διὰ ταῦτα κἂν εἴποι τις θαυμάζων τὸν βασιλέα, ὅτι στολὴν περιβέβληται χρυσῆν, οὐ μόνον οὐ θαυμάζομεν, ἀλλὰ καὶ γελῶμεν τὸ λεχθὲν, ὡς οὐδὲν ἔχον παράδοξον· περὶ δὲ τοῦ παιδίου τοῦ σοῦ ἂν ἐλθών τις ἀπαγγείλῃ, ὅτι πλούτου καταγελάσας τοῦ πατρικοῦ, καὶ τὴν βιωτικὴν καταπατήσας φαντασίαν, καὶ τῶν κοσμικῶν ἐλπίδων ἀνώτερος γενόμενος, πρὸς τὴν ἐρημίαν μετέστη, καὶ χιτωνίσκον σαπρὸν ἐνέδυ καὶ φαῦλον, πάντες εὐθέως συνδραμοῦνται καὶ θαυμάσουσι καὶ κροτήσουσιν ὑπὲρ τῆς μεγαλοψυχίας αὐτόν. Καὶ τῶν μὲν βασιλέων μυρία κατηγορουμένων, οὐδὲν τὰ ἱμάτια προστήσεται τὰ χρυσᾶ, τοσοῦτον ἀπέχει θαυμαστοὺς δεῖξαι ὄντας αὐτούς· οὗτος δὲ καὶ ἀπὸ τῶν ἱματίων πολλὰς ἔχει τοῦ θαυμάζεσθαι τὰς ἀφορμάς.

Ὥστε αὕτη ἡ στολὴ τῆς βασιλικῆς μᾶλλον αὐτὸν ἀπόβλεπτον ἀπέφηνε καὶ περιφανῆ, εἴ γε δι᾽ ἐκείνην μὲν οὐδεὶς βασιλέα ἐθαύμασε, διὰ δὲ ταύτην ἅπαντες τὸν περικείμενον ἐκπλαγήσονται. Καὶ τί μοι, φησὶ, τῆς τῶν πολλῶν ὑπονοίας ὄφελος καὶ τῶν ἐπαίνων; Καὶ μὴν δόξα οὐδὲν ἕτερόν ἐστιν, ἀλλ᾽ ἢ ταῦτα. Ἀλλ᾽ οὐ δέομαι, φησὶ, ταύτης, δυναστείαν δὲ ζητῶ καὶ τιμήν. Ἀλλ᾽ οἱ ἐπαινοῦντες καὶ τιμήσουσι πάντως. Εἰ δὲ δυναστείαν βούλει καὶ προστασίαν, καὶ ταύτην οὐχ ἧττον τῶν προτέρων παρὰ τούτοις οὖσαν μᾶλλον εὑρήσομεν· καὶ ἔχομεν μὲν αὐτὸ καὶ ἐκ παραδειγμάτων ποιεῖν φανερὸν, ἐπὶ δὲ τὸν μάλιστά σε παραμυθούμενον τρόπον ἐλθόντες, οὐκ ἐπ᾽ ἄλλων τινῶν, ἀλλ᾽ ἐπ᾽ αὐτοῦ τοῦ σοῦ παιδὸς τὸν λόγον ἐξετάσωμεν τοῦτον. Τί γὰρ δυνάμεως τῆς μεγίστης τεκμήριον εἶναι φῄς; οὐ τὸ δύνασθαι μὲν ἀμύνεσθαι τοὺς λυποῦντας, δύνασθαι δὲ τοὺς εὐεργετοῦντας ἀμείβεσθαι, Καίτοι γε ταύτην ἅπασαν οὐδὲ παρὰ τῷ βασιλεύοντι ἴδοι τις ἄν· καὶ γὰρ πολλοὺς ἔχει τοὺς λυποῦντας, οὓς οὐκ ἂν δύναιτο λυπεῖν, καὶ πολλοὺς τοὺς εὖ ποιοῦντας, οὓς οὐκ ἂν εὐκόλως ἀμείψαιτο. Καὶ γὰρ ἐν πολέμοις πολλάκις λυπήσαντας πολεμίους, καὶ μυρία αὐτὸν εἰργασμένους κακὰ, ἀμύνασθαι ἐπεθύμησε μὲν, οὐκ ἴσχυσε δέ· καὶ φίλους δὲ μεγάλα ἐπιδειξαμένους ἐκεῖ κατορθώματα, οὐκ ἔσχε τοῖς ἴσοις ἀμείψασθαι, προαναρπασθέντας τῆς ἀντιδόσεως, καὶ ἐν αὐτῷ τῷ πολέμῳ πεσόντας.

Τί οὖν, ἂν ταύτης τῆς δυνάμεως, ἧς οὐδὲ βασιλεῖς ἀπολαύουσιν, ὡς ὁ λόγος ἀπέδειξεν, ἑτέραν πολλῷ μείζονα καὶ τὸν υἱὸν ἔχοντα ἀποδείξωμεν τὸν σόν; Καὶ μηδεὶς ἴσως τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ ὑπολάβοι λεγόντων ἡμῶν, οἷς ἀπιστεῖς· οὐχ οὕτως ἐπιλελήσμεθα τῶν ὑποσχέσεων· ἀλλ᾽ ἀπὸ τῶν ἐνταῦθα γινομένων παρεξόμεθα τὴν ἀπόδειξιν. Εἰ γὰρ δύναμις αὕτη μεγίστη, τὸ λυποῦντας δύνασθαι ἀμύνεσθαι, πολλῷ μεῖζον ταύτης τὸ τοιαύτην εὑρεῖν τοῦ βίου κατάστασιν, ἐν ᾗ μὲν οὐδ᾽ ἂν ἐθέλῃ τις λυπῆσαι δυνήσεται· ὅτι γὰρ ἐκείνου τοῦτο μεῖζον, ἂν ἐφ᾽ ἕτερον παράδειγμα τὸν λόγον ἀγάγωμεν, δῆλον ἡμῖν ἔσται καὶ φανερόν. Εἰπὲ γάρ μοι, τί βέλτιον, οὕτως ἔμπειρον εἶναι τὰ πολεμικὰ, ὡς μηδένα τῶν τιτρωσκόντων ἡμᾶς ἄτρωτον διαφυγεῖν, ἢ σῶμα κεκτῆσθαι τοιοῦτον, ὡς μηδένα, κἂν μυρία ποιῇ, δύνασθαι πλῆξαι τὸ σῶμα; Παντί που δῆλον, ὅτι τοῦτο ἐκείνου καὶ δυνατώτερον καὶ θειότερον· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὃ πολλῷ τούτου ἀνώτερον.

Ποῖον δὲ τοῦτο; Τὸ φάρμακα εἰδέναι, δι᾽ ὧν ἀφανισθήσεται τὰ τραύματα πάντα. Τριῶν τοίνυν τρόπων ὄντων, ἑνὸς μὲν τοῦ δύνασθαι τοὺς ἀδικοῦντας ἀμύνεσθαι, ἑτέρου δὲ ἀνωτέρου τοῦ καὶ τὰ οἰκεῖα τραύματα θεραπεύειν· οὐ γὰρ ἕπεται τοῦτο πάντως ἐκείνῳ· τρίτου δὲ τοῦ μηδενὶ τῶν ὄντων ἀνθρώπων εὐχείρωτον εἶναι, ὃ δὴ καὶ μεῖζον φύσεως ἀνθρωπίνης ἐστὶ, τοῦτο τὸν υἱὸν σὸν ἔχοντα ἀποδείξομεν.

ζʹ. Καὶ ὅτι οὐ ψόφος ταῦτα τὰ ῥήματα, καὶ ταύτης τῆς μεγάλης δυνάμεως ἑτέραν πάλιν μείζονα μεταξὺ ζητοῦντες εὑρήκαμεν. Οὐ γὰρ δὴ μόνον οὐ δυναμένους, ἀλλ᾽ οὐδὲ βουλομένους ἐκείνων βλάψαι τινὰς ὄψεταί τις· ὥστε διπλᾶ τὰ τῆς ἀσφαλείας αὐτῷ. Τί οὖν θειότερον γένοιτ᾽ ἂν ταύτης τῆς ζωῆς, ἐν ᾗ μηδεὶς μήτε ἐθελήσῃ, μήτε, ἂν ἐθέλῃ, δυνήσεται ποιῆσαι κακῶς; καὶ μάλιστα, ὅταν τὸ μὴ θέλειν οὐκ ἐκ τοῦ μὴ δύνασθαι γίνηται, καθάπερ ἐπὶ πολλῶν, ἀλλ᾽ ἐκ τοῦ μηδεμίαν αἰτίαν εὑρεῖν. Ἐπεὶ, εἴ γε τοῦτο ἦν καθ᾽ ἑαυτὸ, τὸ μὴ δύνασθαι λέγω, οὐδὲν τοσοῦτον ἦν· μῖσος γὰρ ἂν ἐτέχθη πολὺ τοῖς θέλουσι μὲν, οὐ δυναμένοις δὲ ἀδικεῖν· οὐ μικρὸς δὲ καὶ οὗτος μακαριότητος τρόπος. Αὐτὸ δὴ οὖν τοῦτο ἐξετάσωμεν, εἰ δοκεῖ, πρῶτον. Τίς οὖν, εἰπέ μοι, τὸν οὐδὲν κοινὸν ἔχοντα πρὸς ἀνθρώπους, οὐ συμβολαίων ἕνεκεν, οὐ γῆς, οὐ χρημάτων, οὐ πραγμάτων, οὐκ ἄλλου οὐδενὸς, ἐθελήσει βλάψαι ποτέ; ὑπὲρ ποίας χώρας φιλονεικήσει πρὸς αὐτόν; ὑπὲρ τίνων ἀνδραπόδων; ὑπὲρ ποίας δόξης; τί δεδοικώς; ὑπὸ τίνος δακνόμενος; Ἢ γὰρ φθόνῳ, ἢ δέει, ἢ ὀργῇ κινούμεθα πρὸς τὸ βλάπτειν ἑτέρους. Ἀλλ᾽ οὗτος ὁ βασιλικώτατος πάντων ἐστὶν ἀνώτερος. Τίς γὰρ φθονήσει τῷ πάντων καταγελῶντι τούτων, περὶ ἃ κόπτονται ἕτεροι καὶ σπουδάζουσι; τίς δὲ ὀργιεῖται μηδὲν ἠδικημένος; τίς δὲ φοβηθήσεται, μηδὲν ὑποπτεύων;

Οὐκοῦν, ὅτι μὲν οὐ βουλήσονταί τινες ἀδικεῖν, ἐκ τούτου δῆλον· ὅτι δὲ οὐδ᾽ ἂν ἐθέλωσι δυνήσονται, καὶ τοῦτο ὁμοίως ἐκείνῳ δῆλον.

Οὐ γὰρ ἔχει τὰς ἀφορμὰς, οὐδὲ τὰς λαβὰς, ὅθεν ἄν τις αὐτὸν κατάσχοι· ἀλλ᾽ ὥσπερ ἀετὸς ὑψηλὰ πετόμενος παγίδι στρουθῶν οὐκ ἂν ἁλῴη ποτὲ, οὕτω καὶ οὗτος. Πόθεν γὰρ αὐτόν τις βλάψαι δυνήσεται; Χρήματα οὐκ ἔστι παρ᾽ αὐτῷ, ἵνα ἀπειλήσῃ ζημίαν· πατρίδα οὐκ ἔχει, ἵνα τὴν ὑπερορίαν ἐπανατείνηται· δόξης οὐκ ἐφίεται, ἵνα εἰς ἀτιμίαν ἀγάγῃ· ἕν ἐστι τὸ λειπόμενον, θάνατος· ἀλλ᾽ ἐνταῦθα μάλιστα οὐ δυνήσεται αὐτὸν λυπῆσαί ποτε, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα. Πρὸς γὰρ ἑτέραν αὐτὸν πέμπει ζωὴν, τὴν ποθουμένην αὐτῷ, καὶ δι᾽ ἣν ἅπαντα πράττει καὶ πραγματεύεται· ὥστε τοῦτο ἀπαλλαγὴ πόνων ἐστὶ, καὶ οὐ τιμωρία, ἀλλ᾽ ἱδρώτων λύσις καὶ ἀνάπαυλα. Βούλει καὶ ἕτερον τρόπον τῆς δυνάμεως αὐτοῦ μαθεῖν, πολλῷ τούτου φιλοσοφώτερον;

Κἂν γὰρ μυρία τις αὐτὸν ἐργάσηται δεινὰ, κἂν μαστίξῃ, κἂν δήσῃ, τὸ μὲν σῶμα πλήττεται διὰ τὴν φύσιν, ἡ δὲ ψυχὴ ἄπληκτος διὰ τὴν φιλοσοφίαν μένει. Οὐδὲ γὰρ ἁλίσκεται θυμῷ, οὐ χειροῦται μίσει, οὐκ ἀπεχθείᾳ καταγωνίζεται.

Καὶ οὔπω τοῦτο μέγα, ἀλλὰ τὸ πολλῷ τούτου θαυμαστότερον· καθάπερ γὰρ εὐεργέτας καὶ προστάτας, οὕτω φιλεῖ τοὺς τὰ τοιαῦτα ἐργασαμένους, οὕτως εὔχεται πάντα αὐτοῖς γενέσθαι τὰ ἀγαθά. Καίτοι τί τοσοῦτον ἔδωκας ἂν αὐτῷ, εἰ μυριάκις αὐτὸν βασιλέα τῆς οἰκουμένης ἐποίησας, καὶ ἐπὶ μυρίοις ἔτεσι τὴν βασιλείαν ἐξέτεινας; πόσης ἁλουργίδος τοῦτο τὸ κτῆμα, πόσης ἀρχῆς, πόσης δόξης οὐ τιμιώτερον; τί οὐκ ἂν προήκατο, ὥστε ψυχὴν τοιαύτην λαβεῖν; Ἐμοὶ δοκεῖ καὶ τοὺς σφόδρα φιλοσωμάτους ἑλεῖν ἂν ταύτης τῆς ζωῆς τὴν ἐπιθυμίαν. Βούλει καὶ ἑτέρωθεν τὴν δύναμιν ἰδεῖν τοῦ ἀνδρὸς θαυμαστοτέραν καὶ ἡδίστην, ἀπὸ μέρους ταπεινοτέρου μὲν, σοὶ δὲ μάλιστα ἡδίστου; Τὰ μὲν γὰρ εἰρημένα δείκνυσιν αὐτὸν ἀχείρωτον ὄντα καὶ ἀνάλωτον· ὅτι δὲ καὶ ἑτέρων προστήσεται, καὶ ἐν ἀσφαλείᾳ καταστήσει πολλῇ, τοῦτο ἴσως ζητεῖς μαθεῖν. Τοῦτο μὲν οὖν πρώτη ἐστὶ προστασία, τὸ καὶ ἑτέρους εἰς τὸν αὐτὸν ζῆλον ἀγαγεῖν, καὶ οὕτω ποιῆσαι ἰσχυρούς· εἰ δὲ μὴ θέλοιεν, ἀλλὰ τὴν ἀνθρωπινωτέραν ταύτην καὶ γηΐνην μετέρχοιντο ζωὴν, καὶ ἐν ταύτῃ πάλιν ὄψει δύναμιν αὐτὸν ἔχοντα τοῦ πλουτοῦντος σοῦ μείζονα τὸν μηδὲν ἔχοντα δι᾽ αὐτὸ τοῦτο μάλιστα τὸ μηδὲν ἔχειν. Τίς γὰρ μετὰ πλείονος ἐξουσίας διαλέξεται βασιλεῖ καὶ ἐπιτιμήσει;

σὺ ὁ τοσαῦτα κεκτημένος, καὶ ὑπεύθυνος ὢν διὰ ταῦτα καὶ τοῖς ἐκείνου δούλοις, καὶ ὑπὲρ ἁπάντων τρέμων, καὶ μυρίας αὐτῷ παρέχων λαβὰς, εἰ βούλοιτό σε ἀδικεῖν ὀργισθεὶς, ἢ οὗτος ὁ τῶν ἐκείνου χειρῶν ἀνώτερος ὤν; Βασιλεῦσι μὲν γὰρ οὗτοι μάλιστα διελέχθησαν μετ᾽ ἐξουσίας πολλῆς, ὅσοι πάντων ἐγένοντο τῶν βιωτικῶν ἐκτός. Τίνι δὲ μᾶλλον εἴξει καὶ ἐπακούσεται ὁ ἐν δυνάμει ὢν, καὶ ἐν τοῖς βασιλείοις στρεφόμενος, τῷ πλουτοῦντί σοι, καὶ ὃν ὑποπτεύει ἕνεκα χρημάτων πολλὰ πολλάκις ποιεῖν, ἢ τῷ μίαν ἔχοντι τῶν ἐπιταγμάτων ὑπόθεσιν, τὴν εἰς τοὺς ἄλλους φιλανθρωπίαν; Τίνα τιμήσει καὶ θαυμάσεται, περὶ οὗ μηδὲν ταπεινὸν ὑποπτεῦσαι δύναιτ᾽ ἂν, ἢ τὸν καὶ τῶν οἰκετῶν ταπεινότερον εἶναι νομιζόμενον τῶν αὐτοῦ; Καθάπερ γὰρ ἐν χρήμασιν, ὅταν ἀναλίσκειν δέοι, ἐκείνοις ὑπακούουσι μᾶλλον, οὕτω καὶ προστῆναι κελεύουσιν.

ηʹ. Εἰ δὲ βούλει, μηδὲν δι᾽ ἑτέρων ἀνυέτω, ἀλλὰ δι᾽ ἑαυτοῦ· καὶ τὸν κακῶς παθόντα καὶ πρὸς τοῦτον ἀγάγωμεν καὶ πρὸς σὲ, μᾶλλον δὲ μὴ πρὸς σὲ, ἀλλὰ πρὸς αὐτὸν τὸν βασιλεύοντα· εἶτα ἴδωμεν τίς μᾶλλον προνοῆσαι δυνήσεται τούτου. Καὶ πρῶτος ἀγέσθω τῶν ἄλλων ὁ πάντων δεινότατα πεπονθώς. Ἔστω γάρ τις υἱὸν ἔχων μονογενῆ, καὶ ἐν ἀκμῇ τῆς ὥρας αὐτὸν ἀποβαλέτω. Τοῦτον οὔτε ἄρχων, οὔτε βασιλεὺς, οὔτε ἄλλος τις ὠφελῆσαι δυνήσεται, μήτιγε σύ· οὐδὲν γὰρ αὐτῷ δώσεις τοιοῦτον, οἷον ἀπολώλεκεν. Ἐὰν δὲ πρὸς τὸν υἱὸν ἀγάγῃς τὸν σὸν, πρῶτον μὲν αὐτὸν ἀπό τε τῆς ὄψεως, ἀπό τε τοῦ σχήματος, ἀπό τε τῆς οἰκήσεως ἀναστήσει ταχέως, καὶ πείσει μηδὲν ἡγεῖσθαι τὰ ἀνθρώπινα· ἔπειτα δὲ καὶ λόγοις ἀπελάσει τὸ νέφος εὐνόλως. Ἀπὸ δὲ τῆς σῆς οἰκίας καὶ πλέον ἕξει τὸ πένθος ἐκεῖνος. Ὅταν γὰρ ἴδῃ ταύτην καθαρὰν οὖσαν κακῶν, καὶ πολλῆς εὐπραγίας γέμουσαν, καὶ κληρονόμον ἔχουσαν, μᾶλλον κατακαήσεται· ἐκεῖθεν δὲ ἡμερώτερος ἔσται καὶ φιλοσοφώτερος. Ὁρῶν γὰρ τοσαύτης μὲν οὐσίας ὑπερορῶντα τὸν σὸν υἱὸν, τοσαύτης δὲ δόξης καὶ λαμπρότητος, οὐκ ἀλγήσει τῷ τελευτήσαντι τοσοῦτον.

Πῶς γὰρ αὐτὸν δήξεται τὸ μηδένα κληρονόμον ἔχειν τῶν αὐτοῦ, ὅταν ἴδῃ τούτων πάντων καταφρονοῦντα ἕτερον; Καὶ τοὺς περὶ φιλοσοφίας δὲ λόγους εὐκολώτερον παρ᾽ ἐκείνου ἀκούσεται τοῖς ἔργοις ἐπαληθεύοντος. Σὺ δὲ ἂν χᾶναι τολμήσῃς μόνον, καὶ ἀθυμίας αὐτὸν ἐμπλήσεις πολλῆς, ἅτε ἐπ᾽ ἀλλοτρίοις φιλοσοφῶν κακοῖς· ἐκεῖνος δὲ αὐτὸν διὰ τῶν πραγμάτων διδάσκων, πείσει ῥᾳδίως, ὅτι οὐδὲν ὕπνου πλέον ὁ θάνατος ἔχει· οὐ γὰρ πολλοὺς ἀριθμήσει πατέρας τὰ αὐτὰ πεπονθότας ἐκείνῳ, ἀλλ᾽ ἑαυτὸν δείξει καθ᾽ ἑκάστην ἡμέραν ἐν τῷ σώματι μελετῶντα τὴν τελευτὴν, καὶ πρὸς ταύτην παρεσκευασμένον ἀεὶ, καὶ τοὺς περὶ τῆς ἀναστάσεως λόγους πιστοτέρους ποιήσας, οὕτως ἀποπέμψει τὸ πολὺ τῆς ὀδύνης ἀποθέμενον βάρος, καὶ τῶν συνδείπνων καὶ περιδείπνων πολλῷ μᾶλλον τὰ τούτου ῥήματα, καὶ ἡ διὰ τῶν πραγμάτων ἐπίδειξις ῥᾷον τὸν παθόντα διαθεῖναι δυνήσεται. Καὶ τοῦτον μὲν οὕτως ἰάσεται. Ἀγέσθω δὲ πρὸς αὐτὸν καὶ ἕτερος, εἰ βούλει, νόσῳ μακρᾷ τοὺς ὀφθαλμοὺς ἐκκοπείς· τί τούτου δυνήσῃ προστῆναι; Ἐκεῖνος μὲν γὰρ δεικνὺς ὅτι οὐδὲν τοῦτο δεινὸν, κατακεκλεισμένος τε ἐν οἰκίσκῳ μικρῷ, καὶ πρὸς ἕτερον ἐπειγόμενος φῶς, καὶ τὸ παρὸν οὐδὲν μέγα πρὸς ἐκεῖνο ἡγούμενος, παιδεύσει γενναίως τὴν συμφορὰν ἐνεγκεῖν. Ἀλλὰ τοὺς ἐπηρεαζομένους πεῖσαι δυνήσῃ φιλοσοφεῖν;

Οὐδαμῶς, ἀλλὰ καὶ ἐνοχλήσεις μᾶλλον· τὰ γὰρ οἰκεῖα κακὰ ἐν τοῖς τῶν πέλας ἀγαθοῖς ἀκριβέστερον εἰώθαμεν καθορᾷν. Ὁ δὲ υἱὸς ὁ σὸς καὶ τούτους εὐκολώτερον ἀνακτήσεται. Παρίημι τὴν ἀπὸ τῶν εὐχῶν βοήθειαν, πολλῷ τούτων ἁπάντων οὖσαν μείζονα· παρίημι δὲ, ἐπειδὴ πρὸς σέ μοι νῦν ὁ λόγος ἐστίν. Εἰ δὲ τιμᾶσθαι βούλει διὰ τὸν υἱὸν καὶ μὴ καταφρονεῖσθαι (εἰκὸς γάρ σε καὶ τούτων ἐρᾷν), οὐκ οἶδα πῶς ἂν ἑτέρως μᾶλλον ἔτυχες τούτου, ἢ παῖδα κτησάμενος τὴν ἀνθρωπίνην ὑπερβαίνοντα φύσιν, καὶ λαμπρὸν οὕτω πανταχοῦ τῆς οἰκουμένης φαινόμενον, καὶ μετὰ τῆς εὐδοκιμήσεως ταύτης οὐδὲ ἐχθρόν τινα ἔχοντα. Ἐν ἐκείνῃ μὲν γὰρ ὢν τῇ δυναστείᾳ, πολλοῖς μὲν αἰδέσιμος, πολλοῖς δὲ καὶ μισητὸς ἦν· ἐνταῦθα δὲ πάντες αὐτὸν οἱ τιμῶντες μεθ᾽ ἡδονῆς τοῦτο πράττουσιν. Εἰ γὰρ ταπεινοὶ καὶ ἐκ ταπεινῶν ὄντες τινὲς ἀγροίκων υἱοὶ καὶ χειροτεχνῶν, ἐπὶ τὴν φιλοσοφίαν ταύτην ἐλθόντες, οὕτως ἐγένοντο τίμιοι πᾶσιν, ὡς μηδένα τῶν ἐν τοῖς μεγάλοις ὄντων ἀξιώμασιν αἰσχυνθῆναι πρὸς τὸ καταγώγιον τούτων ἐλθεῖν, καὶ λόγων μετασχεῖν καὶ τραπέζης, ἀλλ᾽ ὥσπερ μεγάλων τινῶν ἀγαθῶν, ὅπερ οὖν καὶ ἔστιν, ἀπολαύσαντας οὕτω διατεθῆναι, πολλῷ μᾶλλον, ὅταν ἀπὸ λαμπροῦ μὲν ὁρμώμενον γένους, λαμπρᾶς δὲ οὐσίας, τοσούτων δὲ ἐλπίδων, πρὸς ἐκείνην ἴδωσιν ἐλθόντα τὴν ἀρετὴν, τοῦτο ἐργάσονται.

Ὥστε ὃ μᾶλλον πενθεῖς, τὸ ἐκ τοιούτων ἐπ᾽ ἐκεῖνα βαδίσαι, τοῦτό ἐστιν ὃ μάλιστα πάντων αὐτὸν εὐδόκιμον ποιεῖ, καὶ πάντας οὐχ ὡς ἀνθρώπῳ, ἀλλ᾽ ὡς ἀγγέλῳ τινὶ προσέχειν ἀναπείθει λοιπόν. Οὐ γὰρ δὴ ταῦτα, ἃ περὶ τῶν ἄλλων ὑποπτεύουσιν, ὑπονοήσουσι καὶ περὶ τούτου, ὅτι τιμῆς ἐρῶν, καὶ χρημάτων ἐφιέμενος, καὶ λαμπρὸς ἐκ ταπεινοῦ γενέσθαι ἐπιθυμῶν, ταύτην εἵλετο τὴν ὁδόν· ταῦτα γὰρ εἰ καὶ περὶ τῶν ἄλλων λεγόμενα ψευδῆ τέ ἐστι καὶ πονηρίας ῥήματα, ἐπὶ τοῦ σοῦ παιδὸς οὔτε ὑπόνοιαν δυνήσεται παρασχεῖν.

θʹ. Καὶ μή τοι νομίσῃς βασιλέων ὄντων εὐσεβῶν ταῦτα γίνεσθαι μόνον, ἀλλὰ κἂν μεταπέσῃ τὰ τῆς ἀρχῆς καὶ οἱ κρατοῦντες ἄπιστοι γένωνται, καὶ τότε τὰ τοῦ παιδὸς ἔσται λαμπρότερα. Οὐ γὰρ δὴ οἷα τὰ τῶν Ἑλλήνων, τοιαῦτα καὶ τὰ παρ᾽ ἡμῖν, οὐδὲ ταῖς τῶν κρατούντων ἕπεται γνώμαις, ἀλλ᾽ ἕστηκεν ἐπὶ τῆς οἰκείας ἰσχύος, καὶ τότε μάλιστα φαίνεται, ὅταν μάλιστα πολεμῆται· ἐπεὶ καὶ ὁ στρατιώτης εὐδόκιμος μέν ἐστι καὶ εἰρήνης οὔσης, λαμπρότερος δὲ ἔσται καταλαβόντος πολέμου.

Ὥστε καὶ Ἑλλήνων κρατούντων, ὁμοίως ἔσται σοι καὶ μειζόνως τὰ τῆς τιμῆς. Οἱ γὰρ δὴ τότε τὸν υἱὸν αἰδούμενοι τὸν σὸν, πολλῷ μᾶλλον τοῦτο ποιήσουσιν, ὅταν παραταττόμενον ἴδωσι, καὶ πλείονι κεχρημένον τῇ παῤῥησίᾳ, καὶ πολλὰς τῆς εὐδοκιμήσεως ἔχοντα τὰς ἀφορμάς.

Βούλει καὶ τὰ πρὸς σὲ ἐξετάσωμεν, ἢ περιττὸς οὗτος ὁ λόγος; Ὁ γὰρ πρὸς ἑτέρους οὕτως ἥμερος ὢν καὶ πρᾶος, ὡς μηδενὶ λαβὴν παρασχεῖν, πολλῷ μᾶλλον ἐν πολλῇ τὸν πατέρα ἕξει τιμῇ, καὶ θεραπεύσει πολλῷ πλέον, ἢ εἰ δυναστείαν μετῆλθε κοσμικήν. Ἐν ἀρχῇ μὲν γὰρ μεγάλῃ γενόμενος, ἄδηλον εἰ μὴ καὶ τοῦ πατρὸς ἔμελλεν ὑπερορᾷν· νῦν δὲ βίον εἵλετο, δι᾽ ὃν καὶ τοῦ βασιλέως βασιλικώτερος ὢν, πάντων ἔσται πρὸς σὲ ταπεινότερος.

Τοιαύτη γὰρ ἡ παρ᾽ ἡμῖν φιλοσοφία· τὰ δοκοῦντα ἐναντία εἶναι, μετριοφροσύνην καὶ ὕψος, συνάγει εἰς μίαν ψυχήν. Καὶ τότε μὲν ἅτε χρημάτων ἐρῶν, καὶ ἠσμένισεν ἄν σου τὴν τελευτήν· νῦν δὲ καὶ εἰς μῆκος ἐκταθῆναί σοι τὴν ζωὴν εὔχεται, ὥστε καὶ ἐν τούτῳ λαμπροὺς αὐτῷ γενέσθαι τοὺς στεφάνους. Οὐ γὰρ δὴ μικρὸς ἡμῖν κεῖται μισθὸς τοῖς τοὺς γεγεννηκότας τιμῶσιν, ἀλλ᾽ ὡς δεσπότας αὐτοὺς ἡγεῖσθαι κελευόμεθα, λόγῳ τε καὶ ἔργῳ θεραπεύειν, ὅταν μηδὲ τὰ τῆς εὐσεβείας παραβλάπτηται. Τί γὰρ, φησὶν, αὐτοῖς ἀνταποδώσεις καθὼς αὐτοί σοι; Ἐννόησον οὖν τὸν ἐν τοῖς ἄλλοις ἅπασι πρὸς ἄκρον ἥκοντα τῆς ἀρετῆς, πῶς εἰκὸς καὶ τοῦτο μετὰ πολλῆς φυλάξεσθαι τῆς ὑπερβολῆς τὸ καλόν. Κἂν γὰρ ἀποθανεῖν ὑπὲρ τῆς σῆς δέοι κεφαλῆς, οὐ παραιτήσεται, ἅτε οὐ μόνον διὰ τὸν παρὰ τῆς φύσεως κείμενον νόμον θεραπεύων σε καὶ τιμῶν, ἀλλὰ πρὸ τῶν ἄλλων διὰ τὸν Θεὸν, δι᾽ ὃν καὶ πάντων τῶν ἄλλων ὁμοῦ κατεφρόνησεν. Ὅταν οὖν καὶ εὐδοκιμώτερος ᾖ νῦν καὶ εὐπορώτερος καὶ δυνατώτερος καὶ ἐλευθεριώτερος, καὶ μᾶλλόν σου δοῦλος ἢ πρότερον μετὰ τῆς τοσαύτης μεγαλονοίας, τίνος ἕνεκεν, εἰπέ μοι, θρηνεῖς; ὅτι καθ᾽ ἑκάστην οὐ τρέμεις τὴν ἡμέραν, μή ποτε ἐν πολέμῳ πέσῃ, μή ποτε προσκρούσῃ βασιλεῖ, μή ποτε βασκανίᾳ τῶν συστρατευομένων ἁλῷ; ἢ οὐχὶ καὶ ταῦτα, καὶ τούτων πλείονα δεδοίκασι τῶν εὐδοκιμούντων οἱ πατέρες;

Καθάπερ γὰρ οἱ παιδίον ἐφ᾽ ὑψηλοῦ τινος στήσαντες τόπου τρέμειν ἀναγκάζονται μὴ καταπέσῃ, οὕτω καὶ οἱ πρὸς μεγάλην ἀρχὴν ἀνάγοντες τοὺς υἱεῖς. Ἀλλ᾽ ἔχει τινὰ ἡδονὴν ἡ ζώνη, καὶ ἡ χλαμὺς, καὶ ἡ τοῦ κήρυκος φωνή. Καὶ μέχρι πόσων ἡμερῶν ταῦτα, εἰπέ μοι; μέχρι τριάκοντα, καὶ ἑκατὸν, καὶ δὶς τοσοῦτον; Καὶ τί μετὰ ταῦτα; οὐχ ὥσπερ ὄναρ; οὐχ ὥσπερ μῦθος; οὐχ ὥσπερ σκιὰ πάντα διῆλθεν ἐκεῖνα; Νῦν δὲ αὐτῷ μέχρι τέλους τὰ τῆς τιμῆς, μᾶλλον δὲ καὶ μετὰ τὴν τελευτὴν, καὶ πολλῷ πλέον τότε, καὶ ταύτην αὐτὸν οὐδεὶς ἀφαιρήσεται τὴν ἀρχὴν, ἅτε οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ᾽ ὑπ᾽ αὐτῆς χειροτονηθέντα τῆς ἀρετῆς. Ἀλλ᾽ ἐβούλου πολυτελῆ φοροῦντα ἱμάτια, καὶ ἐφ᾽ ἵππου φερόμενον ὁρᾷν, καὶ πλῆθος ἔχοντα οἰκετῶν, καὶ παρασίτους τρέφοντα καὶ κόλακας.

Τίνος ἕνεκεν ταῦτα ἤθελες; οὐχ ἡδονὴν αὐτῷ διὰ τούτων ἁπάντων κατασκευάζων; Ἂν οὖν ἀκούσῃς αὐτοῦ λέγοντος (ἡμῖν γὰρ ἴσως οὐ πείσῃ), ὅτι τῶν ἐν τρυφῇ ζώντων καὶ πορνείαις καὶ μουσικῇ καὶ παρασίτοις καὶ κόλαξι καὶ τῇ ἄλλῃ βλακείᾳ, τοσούτῳ τὸν βίον ἡγεῖται τοῦτον ἡδίω, ὡς ἑλέσθαι μυρίους θανάτους πολλάκις, εἴ τις κελεύοιτο ταύτην τὴν ἡδονὴν ἀφέντα πρὸς ἐκείνην μεταπηδῆσαι, τί πρὸς ταῦτα ἐρεῖς; Οὐκ οἶδας ὅσην ὁ ἀπράγμων βίος ἔχει τὴν ἡδονήν; τάχα οὐδὲ ἄλλος ἀνθρώπων οὐδεὶς, ἅτε μηδέπω ταύτης γευσάμενος καθαρῶς.