Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πολεμοῦντας τοῖς ἐπὶ τὸ μονάζειν ἀναχωροῦσιν

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στον τρίτο λόγο: Η εσχατολογική ευθύνη του πιστού πατέρα

Η απεύθυνση προς τους χριστιανούς γονείς, η μέριμνα για τη σωτηρία των τέκνων και η αυστηρή προειδοποίηση μέσω του βιβλικού παραδείγματος της τιμωρίας του ιερέα Ηλεί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 16

ΠΡΟΣ ΠΙΣΤΟΝ ΠΑΤΕΡΑ ΛΟΓΟΣ ΤΡΙΤΟΣ αʹ. φέρε δὴ λοιπὸν καὶ τὸν πιστὸν πατέρα διδάξωμεν, ὅτι τοῖς ἐνάγουσιν αὐτοῦ τὸν υἱὸν πρὸς τὸ τῷ Θεῷ δοκοῦν πολεμεῖν οὐ χρή. Καίτοι γε κινδυνεύει λοιπὸν καὶ οὗτος ἡμῖν ἐκ περιουσίας ὁ λόγος γίνεσθαι, καὶ τοὐναντίον ἐκβαίνειν, ὅπερ ἔμπροσθεν ἔλεγον. Τότε μὲν γὰρ ἔφην ὅτι με τοῦ ἀγῶνος τούτου ὁ νόμος οὐκ ἀναγκάζει πρὸς τὸν Ἕλληνα ἀποδύσασθαι, ἀλλὰ τοὺς ἔσω κρίνειν μόνον κελεύσας ὁ ἀπόστολος Παῦλος, τῆς πρὸς τοὺς ἔξωθεν μάχης ἀφῆκεν ἐλευθέρους ἡμᾶς. Νυνὶ δὲ, ὡς ἔοικεν, οὐδὲ τούτων ἐσμὲν ὑπεύθυνοι τῶν παλαισμάτων· εἰ γὰρ καὶ πρὸ τούτου πρὸς τὸν Χριστιανὸν ὑπὲρ τούτων διαλέγεσθαι αἰσχρὸν εἶναι ἐδόκει, πολλῷ μᾶλλον νῦν. Πῶς γὰρ οὐ καταδύσεται ὁ πιστὸς ὑπὲρ τούτων δεόμενος παραινέσεως, ὑπὲρ ὧν οὐδὲν ἂν ἡμῖν ἀντειπεῖν ὁ ἄπιστος ἔχοι; Τί οὖν; σιγήσομεν διὰ τοῦτο, καὶ οὐδὲν ἐροῦμεν;

Οὐδαμῶς. Εἰ γὰρ ἦν τις ὁ τὸ μέλλον ἐγγυησόμενος, καὶ καταστήσων δῆλον ἡμῖν, ὡς οὐδεὶς ἔσται λοιπὸν ὁ τὰ τοιαῦτα τολμήσων, καὶ ἡμᾶς ἔδει τὴν ἡσυχίαν ἄγειν, καὶ τοῖς παρελθοῦσι χαρίσασθαι τὸ λαθεῖν· ἐπεὶ δ᾽ οὐδένα τούτων ἀξιόπιστον ἔχομεν ἐγγυητὴν, ἀναγκαία λοιπὸν ἡ τῶν λόγων παραίνεσις. Ἂν μὲν γὰρ εὕρῃ τοὺς ταύτην νοσοῦντας τὴν νόσον, ἐργάσεται τὸ αὐτῆς· ἂν δὲ μηδεὶς τῇ ἀῤῥωστίᾳ περιπέσῃ. ὅπερ εὐχόμεθα γέγονε. Καὶ γὰρ τοῖς ἰατροῖς μετὰ τὸ παρασκευάσαι τοῖς ἀῤῥωστοῦσι τὰ φάρμακα, εὐχῆς ἔργον ἐστὶ, μηδὲ εἰς χρείαν αὐτῶν καταστῆναι τὸν κάμνοντα· καὶ ἡμεῖς τοίνυν εὐχόμεθα μὲν μηδενὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων χρείαν ταύτης γενέσθαι τῆς παραινέσεως· εἰ δ᾽ ἄρα γένοιτο, ὃ μὴ γένοιτο, ὁ δεύτερος, κατὰ τὴν παροιμίαν, αὐτοὺς οὐ διαφεύξεται πλοῦς. Διαπλαττέσθω τοίνυν καὶ ὁ πιστὸς ἡμῖν ἤδη τοιοῦτος, οἷος ὁ ἄπιστος, καὶ πάντα ἐκείνῳ προσεοικέτω, πλὴν τῆς περὶ τὸ Θεῖον δόξης, καὶ θρηνείτω ὅμοια καὶ προκυλινδείσθω τῶν ποδῶν τῶν ἁπάντων, καὶ τὴν πολιὰν προβαλλέσθω, καὶ τὸ γῆρας, καὶ τὴν ἐρημίαν, καὶ πάντα ἐκεῖνα λεγέτω, καὶ κινείτω πρὸς ὅσον βούλεται ὀργῆς τοὺς δικάζοντας· μᾶλλον δὲ καὶ πρὸς τοῦτον οὐκέτι ἡμῖν ἐπ᾽ ἀνθρώπων ἐστὶν ἡ δίκη· ἤκουσε γὰρ ὅσα ἐφιλοσόφησαν παρ᾽ ἡμῖν οἱ τοῦ θείου πληρωθέντες Πνεύματος ἄνθρωποι περὶ τοῦ φρικτοῦ καὶ φοβεροῦ δικαστηρίου, τοῦ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν.

Καὶ δεῖ πρὸ τῶν ἄλλων ἁπάντων ἐκείνης αὐτὸν ἀναμνῆσαι τῆς ἡμέρας, καὶ τοῦ ποταμηδὸν ῥέοντος πυρὸς, τῆς οὐδέποτε σβεννυμένης φλογὸς, τῆς ἀφανιζομένης ἀκτῖνος, τῆς κρυπτομένης σελήνης, τῶν πιπτόντων ἄστρων, τῶν ἑλισσομένων οὐρανῶν, τῶν κλονουμένων δυνάμεων, τῆς τινασσομένης πανταχόθεν καὶ ἀναβρασσομένης γῆς, τῆς φοβερᾶς καὶ ἐπαλλήλου τῶν σαλπίγγων ἠχῆς, τῶν διατρεχόντων τὴν οἰκουμένην ἀγγέλων, τῶν παρεστηκυιῶν χιλιάδων, τῶν λειτουργουσῶν μυριάδων, τῶν μετ᾽ αὐτοῦ τοῦ κριτοῦ παραγινομένων τῶν στρατοπέδων, τοῦ ἔμπροσθεν λάμποντος σημείου, τοῦ τιθεμένου θρόνου, τῶν ἀνοιγομένων βίβλων, τῆς ἀπροσίτου δόξης, τῆς φοβερᾶς καὶ φρικτῆς τοῦ δικάζοντος φωνῆς, τοὺς μὲν εἰς τὸ πῦρ πέμποντος τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, τοὺς δὲ τῶν θυρῶν ἀποκλείοντος, μετὰ τὸν πολὺν τῆς παρθενίας πόνον, καὶ τῶν διακόνων αὐτοῦ τοῖς μὲν ἐπιτάττοντος τὰ ζιζάνια δῆσαι καὶ εἰς τὴν κάμινον ἐμβαλεῖν, τοῖς δὲ ἄλλους τινὰς συμποδίσαι, καὶ τὼ χεῖρε στραγγαλῶσαι, καὶ ἀπαγαγεῖν εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ τῷ ἀνηκέστῳ παραδοῦναι τῶν ὀδόντων βρυγμῷ· καὶ τὸν μὲν ὑπὲρ ἀκολάστων ὀφθαλμῶν μόνον, τὸν δὲ ὑπὲρ ἀκαίρου γέλωτος, τὸν δὲ ὅτι τὸν πλησίον κατεδίκαζεν ἀνεξετάστως, τὸν δὲ ὅτι μόνον ἐκακηγόρησε, σφοδροτάτῃ καὶ χαλεπωτάτῃ μετιόντος κολάσει· ὅτι γὰρ καὶ τούτων κεῖται τιμωρία, αὐτοῦ τοῦ μέλλοντος ἐπάγειν τὰ βασανιστήρια ἔστιν ἀκοῦσαι λέγοντος καὶ ἀπειλοῦντος.

Πρὸς τοῦτον πάντας ἡμᾶς ἐντεῦθεν ἀπελθεῖν ἀνάγκη τὸν δικαστὴν, καὶ τὴν ἡμέραν ἐκείνην ἰδεῖν, καθ᾽ ἣν γυμνὰ καὶ τετραχηλισμένα πάντα, οὐ τὰ πράγματα λέγω, οὐδὲ τὰ ῥήματα μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ νοήματα.

βʹ. Καὶ γὰρ τῶν δοκούντων εἶναι μικρῶν νῦν, τότε φοβερὰς ὑφέξομεν τὰς εὐθύνας· οὕτως ὁ κριτὴς μετὰ τῆς αὐτῆς ἀκριβείας τήν τε ἡμετέραν καὶ τὴν τῶν πλησίον ἡμᾶς ἀπαιτεῖ σωτηρίαν. Διὰ τοῦτο ὁ Παῦλος πανταχοῦ παραινεῖ μὴ τὸ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστον· διὰ τοῦτο καὶ Κορινθίοις σφόδρα ἐπιτιμᾷ, ὅτι μὴ προενόησαν, μηδὲ ἐπεμελήσαντο τοῦ πεπορνευκότος ἀλλ᾽ ὑπερεῖδον αὐτοῦ τὸ τραῦμα ἐπιτριβόμενον, καὶ Γαλάταις δὲ ἐπιστέλλων ἔλεγεν· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον. Καὶ Θεσσαλονικεῦσι δὲ πρὸ τούτων τὰ αὐτὰ ταῦτα παραινεῖ λέγων· Ὥστε παρακαλεῖτε εἰς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε· καὶ πάλιν· Νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν. Ἵνα γὰρ μή τις λέγῃ· Τί μοι καὶ τῆς τῶν ἄλλων προνοίας; ὁ ἀπολλύμενος ἀπολλύσθω, καὶ ὁ σωζόμενος σωζέσθω· οὐδὲν τούτων πρὸς ἐμὲ, τὰ ἐμαυτοῦ σκοπεῖν ἐπιτέταγμαι· ἵνα μή τις ταῦτα λέγῃ, τὴν θηριώδη ταύτην καὶ ἀπάνθρωπον ἔννοιαν ἀναιρῶν, ἐπετείχισεν αὐτῇ τούτους τοὺς νόμους, πολλὰ τῶν οἰκείων κελεύων παρορᾷν, ὥστε τὰ τῶν πλησίον ἱστᾷν, καὶ βίου ταύτην ἀκρίβειαν πανταχοῦ εἶναι διορίζεται.

Καὶ Ῥωμαίοις δὲ γράφων, πολλὴν τοῦ μέρους τούτου κελεύει ποιεῖσθαι πρόνοιαν, τοὺς ἰσχυροὺς τοῖς ἀσθενέσιν ὥσπερ πατέρας ἐφιστὰς, καὶ μεριμνᾷν ἀναπείθων τὴν σωτηρίαν αὐτῶν. Ἀλλ᾽ ἐνταῦθα μὲν ἐν παραινέσεως τάξει καὶ συμβουλῆς ταῦτά φησιν· ἑτέρωθι δὲ καὶ μετὰ πολλῆς τῆς σφοδρότητος τὰς τῶν ἀκουόντων κατασείει ψυχάς· τοὺς γὰρ ἀμελοῦντας τῆς τῶν ἀδελφῶν σωτηρίας, εἰς αὐτὸν ἁμαρτάνειν φησὶ τὸν Χριστὸν, καὶ τοῦ Θεοῦ κατασκάπτειν τὴν οἰκοδομήν. Καὶ ταῦτα οὐ παρ᾽ ἑαυτοῦ, ἀλλὰ παρὰ τοῦ διδασκάλου μαθὼν ἔλεγε. Καὶ γὰρ ὁ τοῦ Θεοῦ Μονογενὴς διδάξαι βουλόμενος, ὡς ἀναγκαῖον τοῦτό ἐστι τὸ ὄφλημα. καὶ τοὺς μὴ βουλομένους αὐτὸ καταθεῖναι μεγάλα ἐκδέξεται κακὰ, ἔλεγεν· Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. Καὶ ὁ τὸ τάλαντον δὲ προσενεγκὼν, οὐχ ὅτι τῶν οἰκείων τι παρεῖδεν, ἀλλ᾽ ὅτι τῆς τῶν πλησίον σωτηρίας ἠμέλησεν, ἐκείνῃ τῇ τιμωρίᾳ κολάζεται. Ὥστε κἂν ἅπαντα ἡμῖν καλῶς ᾖ διηκριβωμένα τὰ κατὰ τὸν ἡμέτερον βίον, οὐδὲν ὄφελος ἡμῖν, ταύτης τῆς ἁμαρτίας ἱκανῆς οὔσης ἡμᾶς εἰς τὸ τῆς γεέννης καταποντίσαι πέλαγος.

Εἰ γὰρ τοὺς ἐν τοῖς σωματικοῖς μὴ βουληθέντας βοηθεῖν τῷ πλησίον οὐδεὶς ἐξαιρήσεται λόγος, ἀλλὰ κἂν παρθενίαν ἠσκηκότες ὦσιν, ἔξω που ῥιφήσονται τοῦ νυμφῶνος· ὁ τὸ πολλῷ μεῖζον ἐκλελοιπὼς (πολλῷ γὰρ μεῖζον ἡ τῆς ψυχῆς προστασία) πῶς οὐκ εἰκότως ἅπαντα πείσεται τὰ δεινά; Τὸν γὰρ ἄνθρωπον οὐχ ἑαυτῷ μόνον αὐταρκεῖν κατεσκεύασεν ὁ Θεὸς, ἀλλὰ καὶ ἑτέροις πολλοῖς. Διὰ τοῦτο καὶ φωστῆρας ὁ Παῦλος καλεῖ τοὺς πιστοὺς, ἐνδεικνύμενος ὅτι καὶ ἑτέροις χρησίμους εἶναι δεῖ αὐτούς· ὁ γὰρ φωστὴρ, ἕως ἂν ἑαυτὸν φωτίζῃ μόνον, οὐκ ἂν εἴη φωστήρ. Διὰ τοῦτο, καὶ Ἑλλήνων εἶναι χείρους φησὶ τοὺς τῶν πλησίον ἀμελοῦντας, οὑτωσὶ λέγων· Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Τί γὰρ βούλει τὴν πρόνοιαν ἐνταῦθα δηλοῦσθαι; ἆρα τὴν τῶν ἀναγκαίων χορηγίαν;

Ἐγὼ μὲν γὰρ αὐτὸν οἶμαι τὴν τῆς ψυχῆς ἐπιμέλειαν λέγειν. Εἰ δὲ φιλονεικοίης, καὶ οὕτω τὸ ἐμὸν στήσεται μᾶλλον. Εἰ γὰρ περὶ σώματος ταῦτά φησι, καὶ τὸν μὴ παρέχοντα τὴν ἐφήμερον ταύτην τροφὴν τοσαύτῃ κολάσει παρέδωκε, καὶ τῶν Ἑλλήνων ἔφησεν εἶναι χείρω, ποῦ κείσεται ὁ τὸ μεῖζον καὶ ἀναγκαιότερον παρορῶν;

γʹ. Φέρε οὖν συλλογισώμεθα λοιπὸν τῆς ἁμαρτίας ἡμῶν τὸ μέγεθος, καὶ κατὰ μικρὸν ἀναβαίνοντες, δείξωμεν ὅτι πάντων ἐπέκεινα τῶν ἁμαρτημάτων ἐστὶν ἡ περὶ τοὺς παῖδας ὀλιγωρία, καὶ πρὸς αὐτὴν ἥκει τῆς πονηρίας τὴν κορυφήν. Ἔστι τοίνυν πρῶτος κακίας καὶ πονηρίας βαθμὸς καὶ ὠμότητος τὸ τοὺς φίλους περιορᾷν· μᾶλλον δὲ κατωτέρω τὸν λόγον ἀγάγωμεν· τοῦτο γὰρ οὐκ οἶδ᾽ ὅπως μικροῦ δεῖν με παρέλαθεν, ὅτι ὁ πρότερος νόμος, ὁ τοῖς Ἰουδαίοις δοθεὶς, οὐδὲ τὰ ὑποζύγια τῶν ἐχθρῶν ἀφίησι παρορᾷν, οὔτε πεπτωκότα, οὔτε πλανώμενα, ἀλλὰ τὰ μὲν ὁδηγῆσαι, τὰ δὲ συνδιαναστῆσαι κελεύει. Ἔστιν οὖν πρῶτος μὲν κάτωθεν ἀναβαίνων κακίας καὶ ὠμότητος βαθμὸς, τὸ τὰ τῶν ἐχθρῶν κτήνη καὶ θρέμματα κακῶς πάσχοντα παρατρέχειν· δεύτερος δὲ μετ᾽ ἐκεῖνον ἀνώτερος, τὸ τῶν ἐχθρῶν ἀμελεῖν· ὅσῳ γὰρ ἄνθρωπος ἀλόγου τιμιώτερος, τοσούτῳ μείζων ἐκείνης αὕτη ἡ ἁμαρτία· τρίτος δὲ μετὰ τοῦτον, τὸ τῶν ἀδελφῶν καταφρονεῖν, κἂν ἀγνῶτες ὄντες τυγχάνωσι· τέταρτος, τὸ τοὺς οἰκείους περιορᾷν· πέμπτος, ὅταν μὴ σώματος αὐτοῖς μόνον, ἀλλὰ καὶ τῆς ψυχῆς ἀπολλυμένης καταφρονῶμεν· ἕκτος, ὅταν μὴ τῶν οἰκείων, ἀλλὰ καὶ τῶν παίδων ἡμῖν διαφθειρομένων ὀλιγωρῶμεν· ἕβδομος, ὅταν μηδὲ ἑτέρους τοὺς ἐπιμελομένους ζητῶμεν· ὄγδοος, ὅταν καὶ ἀφ᾽ ἑαυτῶν τοῦτο βουλομένους ποιεῖν κωλύωμεν καὶ ἀπείργωμεν· ἔννατος, ὅταν μὴ κωλύωμεν μόνον, ἀλλὰ καὶ πολεμῶμεν.

Ὥστε εἰ τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ τῆς κακίας ταύτης βαθμῷ τοσαύτη κόλασις ἕπεται, τῷ πάντας ἀναβεβηκότι τούτους, τούτῳ δὴ τῷ ὑμετέρῳ, πόσον ἔψεται πῦρ ἐννάτῳ μετ᾽ ἐκεῖνον τυγχάνοντι; μᾶλλον δὲ οὐκ ἔννατον μόνον, οὐδὲ δέκατον, ἀλλὰ καὶ ἑνδέκατον οὐκ ἄν τις ἁμάρτοι τοῦτον προσειπών. Τί δήποτε; Ὅτι οὐ τῇ φύσει πολλῷ μεῖζον τὸ ἁμάρτημα τῶν προηριθμημένων ἐστὶ μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ χρόνου χαλεπώτερον. Τί δὲ τοῦτό ἐστι τὸ ἀπὸ τοῦ χρόνου;

Ὅτι τὰ αὐτὰ ἁμαρτάνουσιν ἡμῖν νῦν τοῖς ἐν τῷ νόμῳ οὐ τὰ αὐτὰ κείσεται βασανιστήρια, ἀλλὰ πολλῷ χαλεπώτερα, ὅσῳ καὶ μείζονος ἀπηλαύσαμεν δωρεᾶς, καὶ τελειοτέρας διδασκαλίας μετέσχομεν, καὶ πλείονι τετιμήμεθα τιμῇ. Ὅταν οὖν καὶ τῇ φύσει, καὶ τῷ χρόνῳ σφοδρὸν οὕτω τὸ ἁμάρτημα γίνηται τοῦτο, ἐννόησον ὅσην οἴσει τὴν φλόγα ἐπὶ τὴν τῶν τολμώντων αὐτὸ κεφαλήν. Καὶ ὅτι οὐχ ἁπλῶς ταῦτα συλλογίζομαι, καὶ ἀπ᾽ αὐτοῦ τοῦ πράγματος ἐπιδείξω τοῦτο συμβὰν, ἵν᾽ εἰδῆτε ὅτι, κἂν τὰ ἡμέτερα ἡμῖν ἅπαντα ᾖ διῳκημένα, τῆς γοῦν τῶν παίδων ἀμελοῦντες σωτηρίας, τὴν ἐσχάτην τίσομεν δίκην. Ἐρῶ δὲ ὑμῖν τινα λόγον οὐκ ἐμὸν, ἀλλ᾽ ἐν ταῖς θείαις κείμενον Γραφαῖς· Ἱερεύς τις ἦν παρὰ τοῖς Ἰουδαίοις, μέτριος ἄνθρωπος καὶ ἐπιεικὴς, Ἠλεὶ τούτῳ ὄνομα ἦν. Οὗτος ὁ Ἠλεὶ γίνεται δύο παίδων πατήρ· καὶ ὁρῶν αὐτοὺς ἐπὶ κακίαν βαδίζοντας οὐ κατεῖχεν οὐδὲ ἐκώλυε· μᾶλλον δὲ κατεῖχε μὲν καὶ ἐκώλυε, οὐ μετὰ πάσης δὲ τοῦτο ἐποίει σπουδῆς. Τὰ ἐγκλήματα δὲ τῶν παίδων τούτων ἦν πορνεία τε καὶ γαστριμαργία.

Ἤσθιον γὰρ, φησὶ, πρὸ τοῦ καθαγιασθῆναι τὰ κρέα τὰ ἱερὰ καὶ τὴν θυσίαν ἀνενεχθῆναι τῷ Θεῷ. Ταῦτα δὲ ἀκούων ὁ πατὴρ, τιμωρίαν μὲν οὐκ ἐπέθηκε, λόγῳ δὲ καὶ παραινέσει ἐπειρᾶτο τῆς πονηρίας ταύτης ἀπάγειν αὐτοὺς, καὶ τοιαῦτα συνεχῶς πρὸς αὐτοὺς ἔλεγε ῥήματα· Μὴ τέκνα, μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν τοῦ ποιεῖν τὸν λαὸν μὴ λατρεύειν τῷ Κυρίῳ.

Ἐὰν ἁμαρτὼν ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, προσεύξονται περὶ αὐτοῦ πρὸς Κύριον· ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ ἄνθρωπος, τίς προσεύξεται περὶ αὐτοῦ; Καίτοι πολλὴ ἡ τῶν ῥημάτων βαρύτης, καὶ ἡ ἐντροπὴ, καὶ τὸν νοῦν ἕχοντα ἱκανὴ ἀνακτήσασθαι· τό τε γὰρ ἁμάρτημα ἐπῆρε, καὶ φοβερὸν ἔδειξε, τήν τε ἐπικειμένην δίκην ἀφόρητον ἀπέφηνε καὶ φρικτήν· ἀλλ᾽ ὅμως ἐπειδὴ μὴ πᾶν ὅσον ἐχρῆν ἐπεδείξατο, καὶ αὐτὸς μετ᾽ ἐκείνων ἀπώλετο.

Καὶ γὰρ ἀπειλὰς προσθεῖναι ἐχρῆν, καὶ ἐξ ὄψεως ποιῆσαι τῆς ἑαυτοῦ, καὶ μάστιγας ἐπιθεῖναι, καὶ βαρύτερον πολλῷ γενέσθαι καὶ χαλεπώτερον. Ἐπειδὴ οὖν τούτων οὐδὲν ἐποίησεν, ἑαυτῷ τε κἀκείνοις ἐξεπολέμωσε τὸν Θεὸν, καὶ φεισάμενος αὑτοῦ τῶν παίδων ἀκαίρως, μετὰ τῶν παίδων καὶ τὴν ἑαυτοῦ προσαπώλεσε σωτηρίαν. Ἄκουσον γοῦν τί φησι πρὸς αὐτὸν ὁ Θεὸς, μᾶλλον δὲ πρὸς αὐτὸν μὲν οὐκέτι· οὐδὲ γὰρ ἀποκρίσεως αὐτὸν ἄξιον ἔκρινεν εἶναι λοιπὸν, ἀλλ᾽ ὥσπερ τινὰ οἰκέτην τὰ μέγιστα προσκεκρουκότα, δι᾽ ἑτέρου ποιεῖ μαθεῖν τὰ καταληψόμενα αὐτὸν κακά· τοσαύτη ἦν ἡ τοῦ Θεοῦ τότε ὀργή. Ἄκουσον γοῦν τί φησι πρὸς τὸν ἐκείνου μαθητὴν περὶ τοῦ διδασκάλου· καὶ γὰρ καὶ τῷ μαθητῇ, καὶ ἑτέρῳ προφήτῃ, καὶ πᾶσιν ὑπὲρ τῶν ἐκείνου μᾶλλον διελέγετο κακῶν, ἢ ἐκείνῳ· οὕτως αὐτὸν εἰς τέλος ἀπέστραπτο. Τί δὴ οὖν φησι τῷ Σαμουήλ; Ἔγνω ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτούς· καὶ οὐχ οὕτως, καὶ μὴν ἐνουθέτησεν, ἀλλ᾽ οὐδὲ νουθεσίαν εἶναι τοῦτό φησιν ὁ Θεός· οὕτως αὐτῆς κατέγνω, ἐπειδὴ τὸ σφοδρὸν οὐκ εἶχε καὶ ἐπιτεταμένον. Ὥστε κἂν προνοῶμεν τῶν παίδων, μὴ τοσοῦτον δὲ ὅσον χρὴ, οὐδὲ πρόνοια τοῦτό ἐστιν, ὥσπερ οὖν οὐδ᾽ ἡ τοῦ Ἠλεὶ νουθεσία.

Εἰπὼν δὲ τὸ ἔγκλημα, καὶ τὴν κόλασιν ἐπάγει μετὰ πολλῆς τῆς ὀργῆς· Ὤμοσα γὰρ, φησὶ, τῷ οἴκῳ Ἠλεὶ, εἰ ἐξιλάσεται ἡ ἁμαρτία τῷ οἴκῳ Ἠλεὶ ἢ ἐν θυμιάματι, ἢ ἐν θυσίαις ἕως τοῦ αἰῶνος. Εἶδες ἀγανάκτησιν ἐπιτεταμένην, καὶ ἀσύγγνωστον κόλασιν; Πάντως αὐτὸν, φησὶν, ἀπολέσθαι χρὴ, καὶ οὐκ αὐτὸν μόνον οὐδὲ τοὺς παῖδας, ἀλλὰ καὶ τὴν οἰκίαν ἅπασαν μετ᾽ ἐκείνου, καὶ οὐδὲν ἔσται φάρμακον. ὃ τὴν πληγὴν ταύτην ἰάσεται· καίτοι πλὴν τῆς εἰς τοὺς παῖδας ῥᾳθυμίας, οὐδὲν ἕτερον εἶχεν ἐγκαλεῖν ὁ Θεὸς τῷ πρεσβύτῃ τότε ἐκείνῳ, ἀλλ᾽ ἦν ἅπαντα τὰ ἄλλα θαυμαστὸς, καὶ τὴν φιλοσοφίαν αὐτοῦ πᾶσαν οὐκ ἐκ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ ἀπ᾽ αὐτῶν τῶν κατὰ τὴν συμφορὰν ταύτην ἐπισυμβάντων ἔστιν ἰδεῖν. Πρῶτον μὲν γὰρ, ἐπειδὴ ταῦτα πάντα ἤκουσε, καὶ πρὸς ἔσχατον τιμωρίας ἥκοντα εἶδεν ἑαυτὸν, οὐκ ἀπεδυσπέτησεν, οὐκ ἐδυσχέρανεν, οὐκ εἶπέ τι τοιοῦτον, οἷον εἰκὸς τοὺς πολλούς· Μὴ γὰρ ἐγὼ τῆς ἑτέρων κύριός εἰμι γνώμης; τῶν οἰκείων ἁμαρτημάτων ὀφείλω δίκας· οἱ παῖδες δὲ ἡλικίαν ἔχουσι, καὶ αὐτοὶ ἂν εἶεν δίκαιοι κολάζεσθαι μόνον. Τούτων οὐδὲν οὔτε εἶπεν οὔτε ἐνενόησεν· ἀλλ᾽ ὥσπερ οἰκέτης εὐγνώμων, καὶ ἓν μόνον εἰδὼς, τὰ παρὰ τοῦ Δεσπότου εὐκόλως φέρειν, κἂν λυπηρὰ ὄντα τύχῃ, οὕτω τὰ πολλῆς γέμοντα φιλοσοφίας ἐφθέγγετο ῥήματα· Κύριος γὰρ, φησὶν, αὐτὸς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει.

Καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἔστιν αὐτοῦ τὴν ἀρετὴν κατιδεῖν.

Πολέμου γὰρ καταλαβόντος τοὺς Ἰουδαίους, ἐπειδή τις ἐλθὼν ἀπήγγειλε τὰς ἐν τῷ πολέμῳ συμφορὰς καὶ πῶς οἱ παῖδες αὐτοῦ κατεκόπησαν αἰσχρῶς καὶ ἐλεεινῶς ἐν τῇ μάχῃ, ταῦτα μὲν οὖν ἀκούων ἡσύχαζεν· ὡς δὲ προσέθηκεν ἐκεῖνος τῇ σφαγῇ ταύτῃ τῆς κιβωτοῦ τὴν ἁρπαγὴν τὴν ὑπὸ τῶν πολεμίων γενομένην, τότε δὴ σκοτωθεὶς ὑπὸ τῆς ἀθυμίας ὁ γέρων ἔπεσεν ἀπὸ τοῦ δίφρου εἰς τὰ ὀπίσω ἐχόμενα τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ, ὅτι πρεσβύτης ἦν καὶ βαρὺς καὶ ἔνδοξος, καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσιν ἔτη. Εἰ δὲ τὸν ἱερέα, τὸν πρεσβύτην, τὸν ἔνδοξον, τὸν εἴκοσιν ἔτη προστάντα ἀλήπτως τοῦ τῶν Ἑβραίων γένους, τὸν ἐν χρόνοις πολιτευόμενον οὐ πολλὴν ἀπαιτοῦσιν ἀκρίβειαν, οὐδὲν τούτων ἴσχυσε παραιτήσασθαι, ἀλλ᾽, ἐπειδὴ τῶν παίδων οὐκ ἐπεμελήθη μετὰ ἀκριβείας, σφόδρα καὶ ἐλεεινῶς ἀπώλετο, καὶ τῆς ὀλιγωρίας ταύτης ἡ ἁμαρτία, καθάπερ κῦμα ἄγριον καὶ μέγα, πάντα ὑπερέσχεν ἐκεῖνα, καὶ τὰ κατορθώματα ἔκρυψεν ἅπαντα· τίς ἡμᾶς λήψεται δίκη τοὺς ἐν χρόνοις γενομένους πολλῷ μείζονα ἀπαιτοῦσι φιλοσοφίαν, καὶ τῆς ἀρετῆς ἀποδέοντας τῆς ἐκείνου, καὶ τῶν παίδων οὐ μόνον οὐ προϊσταμένους, ἀλλὰ καὶ τοῖς βουλομένοις τοῦτο ποιεῖν ἐπιβουλεύοντας καὶ πολεμοῦντας, καὶ βαρβάρου παντὸς χαλεπώτερον περὶ τὰ ἔκγονα διακειμένους;