Πῶς οὖν οὐκ ἄτοπον, εἰ μὲν εἰς βασίλεια τὸν υἱὸν ἦγες, ἅπαντα ποιεῖν τε καὶ πάσχειν, κἀκεῖνον ἀναπείθων ὁμοίως, ὥστε αὐτὸν ἐγγὺς ποιῆσαι τοῦ βασιλέως, καὶ μηδὲν ὅλως ὑπολογίζεσθαι, μὴ δαπάνην, μὴ κίνδυνον, μὴ θάνατον αὐτόν· περὶ δὲ τῆς ἐν τοῖς οὐρανοῖς στρατείας προκειμένης ἡμῖν τῆς σκέψεως, μὴ ἀλγεῖν, εἰ τὸν ἔσχατον λάβοι τόπον, καὶ πάντων ὕστατος γένοιτο; Πλὴν ἀλλ᾽, εἰ δοκεῖ, καὶ αὐτὸ τοῦτο ἴδωμεν, εἰ δυνατὸν τὸν ἐν μέσῳ στρεφόμενον ταύτην γοῦν τὴν λῆξιν λαβεῖν. Ὁ μὲν γὰρ μακάριος Παῦλος ἀπεφήνατο ἐν βραχεῖ περὶ τούτου, καὶ τοὺς τὰς γυναῖκας ἔχοντας οὐκ ἔφησεν ἄλλως δύνασθαι σώζεσθαι, πλὴν εἰ μὴ οὕτως αὐτὰς ἔχοιεν ὡς οὐκ ἔχοντες, καὶ τῷ κόσμῳ μὴ παραχρῷντο. Ἡμεῖς δὲ αὐτὸ, εἰ βούλει, καὶ τῷ λόγῳ ἐπέλθωμεν. Ἔχεις οὖν εἰπεῖν, ὅτι ἢ σοῦ συμβουλεύοντος ἤκουσεν ὁ υἱὸς, ἢ ἀφ᾽ ἑαυτοῦ συνεῖδέ ποτε, ὅτι τὸν ὀμνόντα, κἂν εὐορκῇ, προσκρούειν ἔνι Θεῷ; Τί δὲ, ὅτι τὸν μνησικακοῦντα σωθῆναι οὐκ ἔνι; Ὀδοὶ γὰρ, φησὶ, μνησικάκων εἰς θάνατον. Ἀλλ᾽ ὅτι τὸν κακήγορον οὕτως ἠτίμωσεν ὁ Θεὸς, ὡς καὶ τῆς ἀναγνώσεως ἀπεῖρξαι τῶν θείων λόγων; Τί δὲ, ὅτι τὸν ἀλαζόνα καὶ ὑβριστὴν ἐξέβαλε τῶν οὐρανῶν, καὶ τῷ τῆς γεέννης παρέδωκε πυρί; τί δὲ, ὅτι τὸν ἀκολάστοις ἐνορῶντα ὀφθαλμοῖς ὡς ἀπηρτισμένον, οὕτως ἐκόλασε μοιχόν;