Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πολεμοῦντας τοῖς ἐπὶ τὸ μονάζειν ἀναχωροῦσιν

Ἰωάννης ὁ Χρυσόστομος

Βιβλικά πρότυπα αφιερώσεως και τελική προτροπή προς τους γονείς

Παραδείγματα αφιέρωσης όπως της Άννας και του Σαμουήλ, η μεσιτική δύναμη των μοναχών και η κατακλείδα του έργου με έκκληση για συμπαράσταση στην ασκητική επιλογή των παιδιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 16 από 16

ιθʹ. Καὶ ὅτι οὐ κόμπος ταῦτα δῆλον ἐκεῖθεν· ὅταν γὰρ αὐτοῖς τὴν πολιτείαν λέγωμεν τῶν ἐν ταῖς ἐρήμοις ὄντων, πρὸς μὲν ταύτην οὐδὲν ἔχουσιν ἀντειπεῖν, δοκοῦσι δὲ ἰσχυρίζεσθαι καὶ φιλονεικεῖν τῇ τῶν κατορθούντων ὀλιγότητι. Εἰ δὲ ἐν ταῖς πόλεσι τὸν καρπὸν ἐφυτεύσαμεν τοῦτον, καὶ νόμον τινὰ καὶ ἀρχὴν τὰ τῆς εὐταξίας ἔλαβε, καὶ τοὺς παῖδας πρὸ τῶν ἄλλων ἁπάντων ἐπαιδεύομεν φίλους εἶναι τῷ Θεῷ, καὶ τὰ πνευματικὰ ἐδιδάσκομεν μαθήματα ἀντὶ τῶν ἄλλων καὶ πρὸ τῶν ἄλλων ἁπάντων, πάντα ἂν ἀπεπήδησε τὰ λυπηρὰ, καὶ μυρίων ἀπηλλάγη κακῶν ὁ βίος ὁ παρὼν, καὶ ὃ περὶ τῆς μελλούσης λέγεται ζωῆς, ὅτι ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ἐντεῦθεν ἂν ἐκαρπωσάμεθα πάντες. Εἰ γὰρ μήτε χρημάτων, μήτε δόξης ἔρως ἡμᾶς εἰσῄει κενῆς, μήτε θάνατον ἐδεδίειμεν, μὴ πενίαν, μὴ τὸ κακῶς παθεῖν βλάβην ἡγούμεθα, ἀλλὰ καὶ κέρδος μέγιστον, μὴ ἀπεχθάνεσθαι, μὴ μισεῖν ᾔδειμεν, οὔτ᾽ ἂν ὑπὸ τῶν ἰδίων παθῶν, οὔτ᾽ ἂν ὑπὸ τῶν ἀλλοτρίων ἐπολεμήθημέν ποτε, ἀλλ᾽ αὐτῶν τῶν ἀγγέλων ἐγγὺς ἂν τὸ τῶν ἀνθρώπων ἐγένετο γένος. Καὶ τίς ἀνθρώπων ταῦτα κατώρθωσε, φησίν;

Εἰκότως ἀπιστεῖς, ἅτε ἐν πόλεσιν οἰκῶν, καὶ ταῖς θείαις βίβλοις οὐχ ὡμιληκώς· εἰ δὲ καὶ τοὺς ἐν ταῖς ἐρήμοις ὄντας, καὶ τοὺς ἐν ταῖς πνευματικαῖς βίβλοις γενομένους πάλαι ἐγνώκεις, ἔμαθες ἂν ὅτι καὶ οἱ μοναχοὶ, καὶ οἱ πρὸ τούτων ἀπόστολοι, καὶ οἱ πρὸ ἐκείνων δίκαιοι μετὰ ἀκριβείας ἁπάσης τὴν φιλοσοφίαν ἐπεδείξαντο ταύτην. Ἵνα δέ σοι μὴ φιλονεικῶμεν, δῶμεν τῶν δευτέρων ἢ τρίτων ἀπ᾽ ἐκείνων γενέσθαι τὸν υἱὸν τὸν σόν· οὐδὲ γὰρ οὕτω μικρῶν ἀπολαύσεται ἀγαθῶν.

Οὐ φθάνει πρὸς Πέτρον ἐλθεῖν, οὐδὲ Παῦλον, ἀλλ᾽ οὐδὲ γενέσθαι αὐτῶν ἐγγύς· διὰ τοῦτο οὖν αὐτὸν καὶ τῆς μετ᾽ ἐκείνους ἀποστερήσομεν τιμῆς; Ταυτὸν γὰρ ποιεῖς ταῦτα λέγων, ὡς ἂν εἰ ἔλεγες· Ἐπειδὴ λίθον τίμιον γενέσθαι οὐκ ἔνι, μενέτω σίδηρος ὢν, καὶ μήτε ἄργυρος γενέσθω, μήτε χρυσός.

Διὰ τί γὰρ μὴ καὶ ἐν τοῖς ἔξωθεν πράγμασι τοῦτον ἔχεις τὸν λογισμὸν, ἀλλὰ τὸν ἐναντίον τούτῳ; Καὶ γὰρ ἐπὶ λόγων μάθησιν πέμπων, οὐ πάντως αὐτὸν ἐπὶ τοῖς ἄκροις ὄψεσθαι προσδοκᾷς, ἀλλ᾽ ὅμως οὐ διὰ ταῦτα ἀπάγεις τῆς περὶ ταῦτα σπουδῆς, ἀλλὰ πάντα πληροῖς τὰ παρὰ σαυτοῦ, ἀγαπητὸν εἶναι νομίζων, ἂν πέμπτον ἢ δέκατον ἀπὸ τῶν πρώτων συμβῇ γενέσθαι τὸν υἱὸν ἐν τῇ τῶν λόγων δυνάμει. Καὶ βασιλεῖ δὲ στρατεύοντες τοὺς υἱεῖς οὐ πάντως ἐπὶ τὸν τῶν ὑπάρχων αὐτοὺς ἀναβήσεσθαι προσδοκᾶτε θρόνον· ἀλλ᾽ ὅμως οὐ διακελεύεσθε λῦσαι τὴν ζώνην, ἢ μηδὲ τὴν ἀρχὴν ἐπιβῆναι τῶν βασιλείων, ἀλλὰ πάντα πραγματεύεσθε, ὡς μηδέποτε αὐτοὺς τῆς ἐκεῖθεν διατριβῆς ἐκπεσεῖν, ἀρκεῖν ἡγούμενοι τὸ καὶ ἐν τοῖς μέσοις ἀριθμουμένους ὁρᾷν. Τίνος οὖν ἕνεκεν ἐκεῖ μὲν, κἂν μὴ τῶν μειζόνων ἐξῇ λαβέσθαι, ὅμως ὑπὲρ τῶν ἐλαττόνων κόπτεσθε καὶ ταλαιπωρεῖσθε, κἀν τούτοις πάλιν τῆς ἐλπίδος οὔσης ἀδήλου, ἐνταῦθα δὲ ὀκνεῖτε καὶ ἀναδύεσθε;

Ὅτι ἐκείνων μὲν πολλὴν ἔχετε τὴν ἐπιθυμίαν, τούτων δὲ οὐδὲ βραχεῖαν· εἶτα αἰσχυνόμενοι τοῦτο ὁμολογῆσαι σκήψεις ἐπενοήσατε καὶ προφάσεις· ὡς εἴ γε ἀληθῶς ἐβούλεσθε, οὐδὲν ἂν ὑμᾶς τούτων ἐκώλυσε. Καὶ γὰρ οὕτως ἔχει· ὅτου τις ἂν ἐρῶν τύχῃ γνησίως, κἂν μὴ τοῦ παντὸς, μηδὲ τοῦ ἀνωτάτω περιγένηται, τοῦ γοῦν μέσου, μᾶλλον δὲ καὶ τοῦ μετ᾽ ἐκεῖνον μυριάκις ἂν ἕλοιτο ἐπιτυχεῖν. Καὶ γὰρ ὁ φίλοινος καὶ φιλοπότης, κἂν μὴ τὸν ἡδὺν καὶ ἀνθοσμίαν ἐξῇ λαβεῖν οἶνον, οὐδὲ τοῦ φαυλοτάτου καταφρονήσει ποτέ· καὶ ὁ φιλοχρήματος πάλιν, κἂν μὴ λίθους τιμίους, μηδὲ χρυσίον, ἀλλ᾽ ἀργύριον αὐτῷ τις παρέχῃ, πολλὴν εἴσεται χάριν. Τοιοῦτον γὰρ ἡ ἐπιθυμία, τυραννικόν τι πρᾶγμα καὶ ἱκανὸν πεῖσαι πάντα τὸν ἁλόντα, ὑπὲρ, ὁτουοῦν καὶ παθεῖν καὶ ὑπομεῖναι· ὥστε εἰ μὴ σκῆψις ταῦτα τὰ ῥήματα ἦν, συμπράττειν ἐχρῆν καὶ συμπονεῖν. Τοῦ γὰρ ἐπιθυμοῦντός τι γενέσθαι οὐ τὸ γενέσθαι κωλύειν ἐστὶν, ἀλλὰ τὸ πάντα ποιεῖν ὅπως ἂν γένοιτο.

Καὶ γὰρ οἱ καθιέντες εἰς τοὺς Ὀλυμπιακοὺς ἀγῶνας, εἰδότες ὅτι ἐν πλήθει τοσούτῳ εἰς ἕνα τὰ τῆς νίκης περιστήσεται, ὅμως κόπτονται καὶ ταλαιπωροῦσι, Καίτοι γε οὐδέν ἐστιν ἴσον ἐνταῦθα κἀκεῖ, οὐ μόνον διὰ τὸ τῶν ἀγώνων τέλος, ἀλλ᾽ ὅτι ἀνάγκη ἐκεῖ στεφανωθέντα μόνον ἕνα ἀπελθεῖν· ἐνταῦθα δὲ οὐκ ἐν τούτοις ἡ ὑπεροχὴ καὶ ἡ ἐλάττωσις, ἐν τῷ τὸν μὲν ἀστεφάνωτον ἀναχωρῆσαι, τὸν δὲ ἐστεφανωμένον, ἀλλ᾽ ἐν τῷ τὸν μὲν λαμπροτέρας, τὸν δὲ ἐλάττονος τυχεῖν τῆς ἀνακηρύξεως, πάντας δὲ ὅμως τυχεῖν. Ὅλως δὲ, εἴπερ ἐβουλόμεθα καὶ ἐξ ἀρχῆς διαπλάττειν τοὺς παῖδας, καὶ τοῖς βουλομένοις ῥυθμίζειν παραδιδόναι, οὐκ ἦν ἀπεικὸς αὐτοὺς ἐν τῇ πρώτῃ στῆναι τάξει τοῦ στρατοπέδου· οὐ γὰρ ἂν περιεῖδεν ὁ Θεὸς τοσαύτην προθυμίαν καὶ σπουδὴν, ἀλλ᾽ ἐπέδωκεν ἂν τὴν αὐτοῦ χεῖρα, καὶ ἥψατο τοῦ ἀγάλματος· ἐκείνης δὲ ἐργαζομένης τῆς χειρὸς, ἀμήχανον διαπεσεῖν τι τῶν γινομένων, μᾶλλον δὲ ἀμήχανον μὴ πρὸς ἄκρον λαμπρότητος καὶ δόξης ἐλθεῖν, μόνον εἰ τὰ παρ᾽ ἡμῶν ἕποιτο. Εἰ γὰρ γυναῖκες ἴσχυσαν πεῖσαι Θεὸν, συνεφάψασθαι αὐταῖς τῆς τῶν παίδων ἐπιμελείας, πολλῷ μᾶλλον ἡμεῖς, ἂν ἐθέλωμεν, τοῦτο δυνησόμεθα. Τὰς μὲν οὖν ἄλλας, ὥστε μὴ μακρὸν ποιῆσαι τὸν λόγον, παρήσω, καίτοι πολλὰς ἔχων εἰπεῖν, μιᾶς δὲ μόνον ἐπιμνησθήσομαι.

κʹ. Ἄννα τις ἦν Ἰουδαία γυνή· αὕτη ἡ Ἄννα παιδίον ἔτεκεν ἓν, καὶ οὐ προσδοκῶσα τέξεσθαι ἕτερον· καὶ γὰρ καὶ τοῦτο μόλις καὶ μετὰ πολλῶν ἔλαβε τῶν δακρύων· στείρα γὰρ ἦν. Ὁρῶσα δὲ τὴν ἀντίζηλον αὐτῆς διὰ τοῦτο πολλάκις ἐπεμβαίνουσαν αὐτῇ, οὐδὲ οὕτως ἔπαθέ τι τοιοῦτον οἷον ὑμεῖς, ἀλλ᾽ ἐπειδὴ τὸν υἱὸν ἔσχεν ἐκεῖνον, τοσοῦτον εἴασε παρ᾽ ἑαυτῇ μεῖναι χρόνον, ὅσον γαλακτοτροφηθῆναι ἔδει μόνον. Ἐπειδὴ δὲ οὐκέτι ταύτης ἐδεῖτο τῆς τροφῆς, λαβοῦσα αὐτὸν εὐθέως ἀνέθηκε τῷ Θεῷ, καὶ τῆς πατρῴας οὐκέτι ἐπιβῆναι παρεκάλεσεν οἰκίας, ἀλλ᾽ ᾤκει διαπαντὸς ἐν τῷ ναῷ τοῦ Θεοῦ· καὶ εἴ ποτε αὐτὸν ἰδεῖν ἐπεθύμησεν, οἷα δὴ μήτηρ, οὐκ ἐκάλει παρ᾽ ἑαυτὴν τὸ παιδίον, ἀλλ᾽ αὐτὴ πρὸς ἐκεῖνον ἀνέβαινε μετὰ τοῦ πατρὸς, καθάπερ ὄντος ἀναθήματος ἀπεχομένη λοιπόν. Καὶ οὕτω γενναῖος καὶ μέγας ὁ νεανίας ἐγένετο ἐκεῖνος, ὡς τὸν Θεὸν ἀποστραφέντα τὸ τῶν Ἑβραίων γένος διὰ τὴν κατακεχυμένην κακίαν, καὶ οὐ χρῶντα αὐτοῖς, οὐδὲ ὄψιν τινὰ φαίνοντα λοιπὸν, ἐπισπάσασθαι πάλιν διὰ τῆς ἀρετῆς, καὶ πεῖσαι παρέχειν τὰ αὐτὰ, ἅπερ καὶ πρότερον, καὶ τὴν προφητείαν ἀποπτᾶσαν ἀνακαλέσασθαι πάλιν. Καὶ ταῦτα ἴσχυσεν οὐκ ἐφ᾽ ἡλικίας γενόμενος, ἀλλ᾽ ἔτι παιδίον ὢν μικρόν· Οὐκ ἦν γὰρ, φησὶν, ὅρασις διαστέλλουσα, καὶ ῥῆμα τίμιον ἦν. Ἀλλ᾽ ὅμως καὶ τούτων τοιούτων ὄντων, ἔχρα αὐτῷ συνεχῶς ὁ Θεός.

Τοσοῦτόν ἐστι κέρδος ἀεὶ τῶν οἰκείων παραχωρεῖν κτημάτων αὐτῷ, καὶ πάντων ἐξίστασθαι οὐχὶ χρημάτων μόνον, οὐδὲ κτημάτων, ἀλλὰ καὶ τῶν τέκνων αὐτῶν. Εἰ γὰρ ἐπὶ τῆς ἡμετέρας ψυχῆς κελευόμεθα τοῦτο ποιεῖν, πολλῷ μᾶλλον ἐπὶ τῶν ἄλλων ἁπάντων. Τοῦτο γὰρ καὶ ὁ πατριάρχης ἐποίησεν Ἀβραὰμ, μᾶλλον δὲ πολλῷ μεῖζον· διὸ καὶ μετὰ πλείονος δόξης ἀπέλαβε τὸν υἱόν. Καὶ γὰρ τότε μάλιστα ἔχομεν τὰ ἡμέτερα παιδία, ὅταν αὐτὰ τῷ Δεσπότῃ παραδῶμεν.

Πολλῷ γὰρ μειζόνως αὐτῶν ἐκεῖνος προστήσεται, ἐπειδὴ καὶ μειζόνως κήδεται. Οὐχ ὁρᾶτε καὶ ἐν ταῖς οἰκίαις τῶν πλουτούντων ταῦτα γινόμενα; Καὶ γὰρ ἐκεῖ τοὺς μὲν κάτω μετὰ τῶν πατέρων οἰκοῦντας, οὐχ οὕτως ὄντως λαμπροὺς ἔστιν ἰδεῖν, οὐδὲ τοσαύτην ἔχοντας δύναμιν· ὅσους δ᾽ ἂν τῶν γονέων ἀποστήσαντες οἱ δεσπόται προσνείμωσιν αὐτῶν τῇ διακονίᾳ καὶ τῇ φυλακῇ τῶν ταμιείων, οὗτοι δὴ καὶ εὐνοίας ἀπολαύουσι πλείονος καὶ παῤῥησίας, καὶ τοσοῦτον τῶν ὁμοδούλων εἰσὶ λαμπρότεροι, ὅσον τῶν οἰκετῶν οἱ δεσπόται. Εἰ δὲ ἄνθρωποι περὶ τοὺς διακονουμένους οὕτως εἰσὶ χρηστοὶ καὶ εὔνοι, πολλῷ μᾶλλον ἡ ἄπειρος ἀγαθότης, τοῦτ᾽ ἔστιν, ὁ Θεός.

Ἐῶμεν τοίνυν αὐτοὺς ὑπηρετεῖν, οὐκ εἰς ναὸν ἄγοντες καθάπερ τὸν Σαμουὴλ, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανὸν μετὰ τῶν ἀγγέλων, μετὰ τῶν ἀρχαγγέλων. Ὅτι γὰρ μετ᾽ ἐκείνων διακονήσονται πάντως καὶ ὑπηρετήσουσιν οἱ ταύτης ἐπειλημμένοι τῆς φιλοσοφίας παντί που δῆλόν ἐστι. Καὶ οὐχ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑμῶν μετὰ πλείονος προστήσονται τῆς παῤῥησίας. Εἰ γάρ τινες διὰ πατέρας παραμυθίας ἔτυχόν τινος, πολλῷ μᾶλλον διὰ παῖδας πατέρες. Ἐκεῖ μὲν γὰρ τὸ τῆς φύσεως μόνον δικαίωμα ἦν, ἐνταῦθα δὲ καὶ τὸ τῆς ἀνατροφῆς, πολλῷ τῆς φύσεως μεῖζον ὄν. Καὶ ταῦτα ὑμῖν ἀμφότερα ἀπὸ τῶν θείων πιστώσομαι Γραφῶν. Τὸν γὰρ Ἐζεκίαν ἐνάρετον μὲν ὄντα καὶ εὐσεβῆ, οὐκ ἔχοντα δὲ τοσαύτην παῤῥησίαν ἀπὸ τῶν κατορθωμάτων, ὥστε καὶ πρὸς τοσοῦτον κίνδυνον στῆναι, ἀπὸ τῆς τοῦ πατρὸς ἔφησε σώζειν ἀρετῆς ὁ Θεός. Ὑπερασπιῶ γὰρ, φησὶ, τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι᾽ ἐμὲ, καὶ διὰ Δαυῒδ τὸν παῖδά μου. Καὶ Τιμοθέῳ δὲ περὶ γονέων ἐπιστέλλων ἔλεγεν ὁ Παῦλος, ὅτι Σωθήσονται διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης. Καὶ τὸν Ἰὼβ δὲ ὥσπερ ἀπὸ τῶν ἄλλων ἐπῄνεσεν ἡ Γραφὴ, οἷον ὅτι δίκαιος καὶ ἀληθινὸς καὶ θεοσεβὴς ἦν, οὕτω καὶ ἀπὸ τῆς περὶ τοὺς παῖδας ἐπιμελείας. Αὕτη δὲ ἦν οὐ χρυσὸν συνάγειν αὐτοῖς, οὐδὲ ἐπιδόξους ποιεῖν καὶ λαμπροὺς, ἀλλὰ τί;

Ἄκουσον τῆς Γραφῆς λεγούσης· Ὅταν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου αὐτῶν, ἀπέστελλεν Ἰὼβ, καὶ ἐκαθάριζεν αὐτοὺς, καὶ ἀνιστάμενος τῷ πρωῒ προσέφερε περὶ αὐτῶν θυσίαν κατὰ τὸν ἀριθμὸν αὐτῶν, καὶ μόσχον ἕνα περὶ ἁμαρτίας ὑπὲρ τῶν ψυχῶν αὐτῶν· ἔλεγε γὰρ Ἰὼβ ἐν τῇ καρδίᾳ αὐτοῦ, Μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς Θεόν. Ἆρα ἔσται τις ἡμῖν ἀπολογία λοιπὸν τοιαῦτα τολμῶσιν; Εἰ γὰρ ὁ πρὸ τῆς χάριτος, ὁ πρὸ τοῦ νόμου, ὁ μηδεμιᾶς ἀπολαύσας διδασκαλίας, τοσαύτην τῶν παίδων ἐποιεῖτο πρόνοιαν, ὡς καὶ ὑπὲρ τῶν ἀδήλων τρέμειν ἁμαρτημάτων, τίς ἡμᾶς ἐξαιρήσεται λοιπὸν τοὺς ἐν τῇ χάριτι, τοὺς καὶ τοσούτων διδασκάλων τετυχηκότας, τοὺς τοιαῦτα ὑποδείγματα ἔχοντας καὶ τοσαύτας παραινέσεις, οὐ μόνον ὑπὲρ τῶν ἀδήλων οὐ δεδοικότας, ἀλλὰ καὶ τῶν δήλων καταφρονοῦντας, καὶ οὐ καταφρονοῦντας μόνον, ἀλλὰ καὶ τοὺς βουλομένους αὐτὰ διορθοῦν ἐλαύνοντας; Καὶ τὸν Ἀβραὰμ δὲ, καθάπερ ἔφθην εἰπὼν, μετὰ τῶν ἄλλων κατορθωμάτων καὶ τοῦτο λαμπρὸν ἐποίει.

καʹ. Τοσαῦτα οὖν ἔχοντες ὑποδείγματα, κατασκευάζωμεν τῷ Θεῷ διακόνους, καὶ λειτουργοὺς δοκίμους. Εἰ γὰρ ἀθλητάς τις πόλεσι τρέφων, ἢ στρατιώτας βασιλεῦσιν ἀσκῶν, μεγάλῃ τιμηθήσεται τιμῇ, πόσην ἡμᾶς εἰκὸς λαβεῖν δωρεὰν, οὕτω γενναίους καὶ μεγάλους ἄνδρας, μᾶλλον δὲ ἀγγέλους τῷ Θεῷ τρέφοντας; Πάντα οὖν πράττωμεν, ὥστε αὐτοῖς ἀφεῖναι τὸν τῆς εὐσεβείας πλοῦτον, τὸν μένοντα, καὶ συναποδημοῦντα, καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐκεῖ μέγιστα ὀνῆσαι δυνάμενον. Ὁ μὲν γὰρ βιωτικὸς οὔτε συμμεταστήσεται, καὶ ἐνταῦθα δὲ προαπολεῖται, καὶ τοὺς ἔχοντας πολλάκις προσαπολεῖ· οὗτος δὲ καὶ ἐνταῦθα κἀκεῖ βέβαιος ἔσται, καὶ διατηρήσει μετὰ πολλῆς ἀσφαλείας τοὺς κεκτημένους αὐτόν.

Καὶ γὰρ οὕτως ἔχει· ὁ μὲν τὰ ἐν τῇ γῇ προτιμῶν τῶν πνευματικῶν, κἀκείνων ἐκπεσεῖται καὶ τούτων· ὁ δὲ τῶν οὐρανίων ἐπιθυμῶν, καὶ τῶν ἐπὶ γῆς τεύξεται πάντως. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ᾽ αὐτοῦ τοῦ ταῦτα παρασχεῖν μέλλοντος Κυρίου. Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Τί ταύτης ἴσον γένοιτ᾽ ἂν τῆς τιμῆς;

Φρόντιζε, φησὶν, ὑπὲρ τῶν πνευματικῶν, ἐμοὶ δὲ ἄφες πάντα τὰ σά. Ὥσπερ ἂν εἴ τις πατὴρ φιλόστοργος οἰκίας ἐπιμέλειαν καὶ οἰκετῶν προστασίαν καὶ τῶν ἄλλων ἁπάντων μεταχειρίζοιτο, τῷ παιδὶ φιλοσοφίᾳ μόνῃ σχολάζειν παραινοίη· οὕτω δὴ καὶ ὁ Θεός. Πειθώμεθα τοίνυν, καὶ ζητῶμεν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οὕτω πανταχοῦ τούς τε παῖδας δοκίμους ὀψόμεθα, καὶ αὐτοὶ μετ᾽ ἐκείνων ἐσόμεθα λαμπροὶ, καὶ τῶν παρόντων ἀπολαυσόμεθα, ἂν τῶν μελλόντων καὶ οὐρανίων ἐρῶμεν μόνον. Ταῦτα πειθομένοις μὲν ὑμῖν μέγαν οἴσει τὸν μισθὸν, ἀντιλέγουσι δὲ καὶ ἀπειθοῦσι χαλεπωτέραν τὴν τιμωρίαν. Οὐ γὰρ ἔνι καταφυγεῖν εἰς ἀπολογίαν, οὐδὲ εἰπεῖν ὅτι ὁ ταῦτα διδάσκων οὐδεὶς ἦν. Μάλιστα μὲν οὖν καὶ πρὸ τῶν ἡμετέρων λόγων ἡ ἀπολογία αὕτη ἀνῄρητο, τῆς τε φύσεως ἐχούσης ἀκριβὲς τὸ κριτήριον τῶν καλῶν, καὶ τῶν οὐ τοιούτων, τῆς τε φιλοσοφίας ταύτης πανταχοῦ προκειμένης, τῶν τε ἐν τῷ βίῳ κακῶν ἱκανῶν ὄντων καὶ τοὺς σφόδρα ἐρῶντας αὐτοῦ πρὸς τὴν ἐρημίαν ἐλάσαι. Καὶ σιγώντων μὲν οὖν, ὅπερ ἔφην, τὰ τῆς ἀπολογίας ἀνῄρητο, νυνὶ δὲ πολλῷ πλέον μετὰ τοὺς μακροὺς λόγους τούτους, καὶ τὴν τοσαύτην παραίνεσιν, τήν τε ἀπὸ τῶν πραγμάτων, τήν τε σαφεστέραν τὴν ἀπὸ τῶν θείων Γραφῶν.

Καὶ εἰ μὲν ἦν οἴκοι μένοντας μὴ διαφθαρῆναι τέλεον, ἀλλὰ τὴν γοῦν ἐσχάτην τάξιν τῆς σωτηρίας λαχεῖν, μάλιστα μὲν οὐδὲ οὕτως ἂν τὴν κόλασιν διεφύγομεν, τοὺς ἐπὶ βίον ἀκριβέστερον βαδίζειν ἐπειγομένους κωλύοντες, καὶ ἐν τοῖς βιωτικωτέροις κατέχοντες πρὸς τὸν οὐρανὸν πτῆναι ἐπειγομένους· ὅταν δὲ μηδὲ τοῦτο ἐξῇ, ἀλλ᾽ ἀνάγκη πάντως ἀπολέσθαι, καὶ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος ᾖ, τίνα συγγνώμην ἕξομεν, τίνα δὲ ἀπολογίαν, οὐ μόνον τῶν οἰκείων ἁμαρτημάτων, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα τοῖς παισὶν ἁμαρτανομένων τὰς εὐθύνας ἐφ᾽ ἑαυτοὺς ἕλκοντες χαλεπωτέρας;

Οὐ γὰρ οὕτως ἐκείνους οἶμαι τιμωρηθήσεσθαι ὑπὲρ ὧν ἂν πταίσωσι μετὰ ταῦτα, εἰς τὸ κλυδώνιον τοῦτο κατασπασθέντες, ὡς ὑμᾶς τοὺς τὴν ἀνάγκην αὐτοῖς περιστήσαντας ταύτην. Εἰ γὰρ τῷ ἕνα σκανδαλίζοντι συμφέρει μετὰ μύλης καταποντισθῆναι εἰς τὴν θάλασσαν, τοῖς τὴν ὠμότητα ταύτην καὶ ἀπήνειαν εἰς τοὺς παῖδας ἐνδεικνυμένοις ποία τιμωρία ἀρκέσει καὶ κόλασις; Διὸ παρακαλῶ καθυφεῖναι τῆς φιλονεικίας, καὶ γενέσθαι φιλοσόφων παίδων πατέρας. Οὐδὲ γὰρ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅπερ ἀκούω πολλοὺς σκηπτομένους. Τί δὲ τοῦτό ἐστιν; Ἀδυνατοῦντας, φησὶν, εἰδότες πρὸς τὸ τέλος ἐλθεῖν, ἐκωλύσαμεν διὰ τοῦτο. Εἰ γὰρ καὶ προῄδεις τοῦτο σαφῶς, καὶ μὴ στοχασμὸς τὸ πρᾶγμα ἦν· πολλοὶ γὰρ καὶ τῶν πεσεῖσθαι προσδοκηθέντων ἔστησαν· πλὴν ἀλλ᾽ εἰ καὶ σφόδρα προῄδεις, οὐδὲ οὕτως αὐτὸν καθέλκειν ἐχρῆν. Οὐδὲ γὰρ, εἴ τινας πίπτειν μέλλοντας λαβόντες ὑποσκελίσαιμεν, ἀρκεῖ τοῦτο πρὸς ἀπολογίαν ἡμῖν, ἀλλ᾽ αὐτὸ δὴ τοῦτο καὶ μάλιστά ἐστι τὸ καταδικάζον ἡμᾶς.

Διὰ τί γὰρ μὴ συνεχώρησας τῆς ἐκείνου ῥᾳθυμίας γενέσθαι τὸ πτῶμα, ἀλλὰ προλαβὼν ἥρπασας τὴν ἁμαρτίαν καὶ τὸ πᾶν ἤγαγες ἐπὶ τὴν σὴν κεφαλήν; Μᾶλλον δὲ οὐδὲ συγχωρῆσαι ἐχρῆν· διὰ τί γὰρ μὴ πάντα ἔπραξας ὑπὲρ τοῦ μὴ πεσεῖν τὸν υἱόν; Ὥστε, ἐπειδὴ μάλιστα ᾔδεις ὅτι πεσεῖται, διὰ τοῦτο μάλιστα τιμωρίας ἂν ᾖς ἄξιος. Τὸν γὰρ τοῦτο προειδότα οὐχὶ καταβάλλειν, ἀλλὰ χεῖρα ὀρέγειν χρὴ, καὶ μείζονα ἐνδείκνυσθαι τὴν σπουδὴν ὑπὲρ τοῦ τὸν μέλλοντα πίπτειν στῆναι γενναίως, εἴτ᾽ ἔμελλε στήσεσθαι, εἴτε μή. Τὰ γὰρ ἡμῶν ἅπαντα πληροῦσθαι δεῖ, κἂν ἕτεροι μηδὲν μέλλωσι καρποῦσθαι παρ᾽ ἡμῶν.

Τίνος ἕνεκεν, καὶ διὰ τί; Ἵνα μηκέτι πρὸς ἡμᾶς, ἀλλὰ πρὸς ἐκείνους ὁ λόγος ᾖ τῷ Θεῷ. Ὅπερ καὶ αὐτὸς ἔλεγεν ἐγκαλῶν τῷ μηδὲν εἰς τὸ τάλαντον ἐργασαμένῳ. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις· κἀγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτό. Πειθώμεθα τοίνυν τῷ ταῦτα παραινοῦντι, ἵνα καὶ τὴν τιμωρίαν ἐκφύγωμεν. Οὐ γὰρ δὴ καὶ τὸν Θεὸν μετὰ τῶν ἀνθρώπων παραλογίσασθαι δυνάμεθα, τὸν ἐρευνῶντα τὰς καρδίας καὶ πάντα εἰς μέσον ἄγοντα, καὶ πανταχοῦ τῆς τῶν παίδων ὑπευθύνους ποιοῦντα σωτηρίας ἡμᾶς. Εἰ γὰρ ὁ μὴ καταβαλὼν τὸ ἀργύριον τοσαύτην ἔδωκε δίκην, ὁ καὶ τοὺς καταβαλεῖν βουλομένους κωλύων τί πείσεται; Οὐδὲ γὰρ κατακυλισθέντων τῶν παίδων εἰς τὰ τοῦ βίου πράγματα ἐκ τῆς ἡμετέρας συμβουλίας, ἀλλὰ καὶ γενναίως ἐνεγκάντων τὴν προσβολὴν, καὶ τὰ ὄρη καταλαβόντων πάλιν, ἡ αὐτὴ κείσεται κόλασις τοῖς διακωλῦσαι βουληθεῖσιν αὐτούς. Ὥσπερ γὰρ ὁ πρὸς φιλοσοφίαν ἄγων, ἄν τε πείσῃ, ἄν τε μὴ πείσῃ, ἀπηρτισμένον ἔχει τὸν μισθὸν (τὸ γὰρ αὐτοῦ πᾶν ἐποίησεν)· οὕτω καὶ ὁ διαφθεῖραι βουληθεὶς, ἄν τε ἕλῃ, ἄν τε μὴ ἕλῃ, τὴν αὐτὴν ὑποστήσεται δίκην· τὸ γὰρ αὐτοῦ πᾶν καὶ οὗτος ἐπλήρωσεν. Ὥστε κἂν μηδὲν ἰσχύσητε πρὸς τὸ ὑποσκελίσαι καὶ καθελεῖν τὰ γενναῖα τῶν παίδων φρονήματα, τῆς γοῦν ἐπιχειρήσεως μόνης τοσαύτην δώσετε δίκην, ὅσην οἱ καθελόντες ἐκεῖθεν αὐτούς.

Ταῦτ᾽ οὖν ἐννοήσαντες ἅπαντα, καὶ τὰς σκήψεις ἀφέντες πάσας, σπουδάσωμεν γενναίων παίδων γενέσθαι πατέρες, χριστοφόρων οἰκοδόμοι γενέσθαι ναῶν, ἀθλητῶν ἐπουρανίων ἐπιμεληταὶ, ἀλείφοντες, ὀρθοῦντες, πάντοθεν ἐργάζεσθαι τὴν ὠφέλειαν αὐτῶν, ἵνα καὶ τῶν στεφάνων αὐτοῖς ἐκεῖ κοινωνήσωμεν. Ἂν δὲ φιλονεικῆτε, οἱ παῖδες μὲν, ἂν ὦσι γενναῖοι, καὶ ἀκόντων ὑμῶν ἐπὶ ταύτην ἥξουσι τὴν φιλοσοφίαν, καὶ πάντων ἀπολαύσονται τῶν ἀγαθῶν, ὑμῖν δὲ περιέσται τὸ μυρίαν κόλασιν ἑαυτοῖς συναγαγεῖν, καὶ τότε ἐπαινέσαι τὰ παρ᾽ ἡμῶν εἰρημένα, ὅτε τῶν ἐπαίνων ὄφελος ὑμῖν οὐδέν.