Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πολεμοῦντας τοῖς ἐπὶ τὸ μονάζειν ἀναχωροῦσιν

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στον πρώτο λόγο και τα αίτια της συγγραφής

Ο συγγραφέας εκφράζει τη θλίψη του για τον διωγμό των μοναχών από χριστιανούς, τον παραλληλίζει με τους πολέμιους της ανέγερσης του ναού και επικαλείται τη θεία βοήθεια για τη σύνταξη του απολογητικού του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 16

ΠΡΟΣ ΤΟΥΣ ΠΟΛΕΜΟΥΝΤΑΣ ΤΟΙΣ ΕΠΙ ΤΟ ΜΟΝΑΖΕΙΝ ΕΝΑΓΟΥΣΙΝ αʹ. Ὅτε τὸν ἐν Ἱεροσολύμοις νεὼν πολλῶν ἐτῶν χαμαὶ κείμενον ἀπὸ τῆς μακρᾶς ἐπανελθόντες αἰχμαλωσίας ἐγείρειν ἤθελον τῶν Ἑβραίων οἱ παῖδες, τότε δὴ βάρβαροί τινες καὶ ἀνήμεροι ἄνθρωποι, μήτε τὸν Θεὸν αἰδεσθέντες, ᾧ τὸν νεὼν ἤγειραν ἐκεῖνοι, μήτε πρὸς τὴν τῶν ἀνθρώπων κατακλασθέντες συμφορὰν, ἀφ᾽ ἧς ὀψέ ποτε καὶ μόλις ἀνήνεγκαν, μήτε τὴν παρὰ Θεοῦ τοῖς τὰ τοιαῦτα τολμῶσιν ἑπομένην φοβηθέντες δίκην, τὸ μὲν πρῶτον δι᾽ ἑαυτῶν ἐπεχείρουν κωλύειν οἰκοδομοῦντας αὐτούς· ὡς δὲ οὐδὲν ἤνυον, γράμματα πέμψαντες ὡς βασιλέα τὸν αὐτῶν, ἐν οἷς ἀποστάτην καὶ νεωτεροποιὸν καὶ φιλοπόλεμον τὴν πόλιν ἐκάλουν ἐκείνην, ἔπεισαν ἐπιτρέψαι κωλῦσαι σφίσι τὴν οἰκοδομήν. Καὶ λαβόντες ταύτην παρ᾽ ἐκείνου τὴν ἐξουσίαν, καὶ μετὰ πολλῶν αὐτοῖς ἐπιθέμενοι τῶν ἱππέων, διέκοψάν τε τὸ ἔργον τέως, καὶ ἐφρόνουν ἐπὶ τῇ νίκῃ μέγα, ἐφ᾽ ἧς κατακόπτεσθαι ἔδει, καὶ πέρας αὐτοῖς ἔχειν ᾤοντο τὴν ἐπιβουλήν. Τόδε ἦν ἄρα προοίμιον καὶ ἀρχὴ τῶν αὐτίκα δὴ μάλα αὐτοὺς καταληψομένων κακῶν. Τό τε γὰρ ἔργον ἠνύετο, καὶ λαμπρὸν ἀπελάμβανε τέλος· ἐκεῖνοί τε ἐμάνθανον, καὶ δι᾽ ἐκείνων ἅπαντες, ὅτι οὐκ ἄρα ἀνθρώποις ἐπολέμουν, οὔτε Μιθριδάτης τότε, οὐδὲ ἄλλος οὐδεὶς, ὃς ἂν ἀνθρώποις ἕληται πολεμεῖν ἀγαθόν τι προαιρουμένοις ποιεῖν, ἀλλ᾽ αὐτῷ πρὸ ἐκείνων τῷ δι᾽ ἐκείνων τιμωμένῳ Θεῷ.

Τὸν δὲ Θεῷ πολεμοῦντα οὐκ ἔνι ποτὲ εἰς χρηστὸν καταστρέψαι τέλος· ἀλλ᾽ ὁ τοιοῦτος ἐν ἀρχῇ μὲν τῆς τόλμης οὐδὲν ἴσως πείσεται δεινὸν, ἂν δ᾽ ἄρα μὴ πάθοι, τοῦ Θεοῦ καλοῦντος αὐτὸν εἰς μετάνοιαν, καὶ διδόντος ὥσπερ ἔκ τινος μέθης ἀνενεγκεῖν· ἂν δὲ ἐπιμένῃ τῇ παροινίᾳ, μηδὲν ἀπὸ τῆς τοσαύτης ἀνεξικακίας κερδαίνων, ἑτέρους γοῦν ὀνήσει τὰ μέγιστα, διὰ τῆς εἰς αὐτὸν τιμωρίας παιδεύων μηδέποτε τῆς πρὸς τὸν Θεὸν ἅπτεσθαι μάχης, ὡς οὐκ ἐνὸν τὴν ἀήττητον ἐκείνην χεῖρα διαφυγεῖν.

Τοιαῦται γοῦν εὐθέως αὐτοὺς κατελάμβανον συμφοραὶ, ὡς ἀποκρύψαι τῷ μεγέθει τῆς τραγῳδίας πάσας τὰς ἄλλας συμφοράς. Μετὰ γὰρ τοὺς φόνους καὶ τὰς μυρίας σφαγὰς ἃς αἱ τῶν τότε κωλυομένων Ἰουδαίων εἰς αὐτοὺς εἰργάσαντο χεῖρες, ἐβρέχετο μὲν τῷ τῶν ἀνῃρημένων αἵματι διὰ πολλοῦ τοῦ βάθους ἡ γῆ, καὶ πολὺς ἀπὸ τούτου τοῦ αἵματος ἐγίνετο πηλός· τῶν δὲ σωμάτων τῶν τε ἱππείων τῶν τε ἀνθρωπίνων ὁμοῦ πεφυρμένων, ἐκ τούτων καὶ τῶν ἐν τούτοις προστριβομένων ὠτειλῶν τοσοῦτον σκωλήκων ἐτίκτετο πλῆθος, ὡς τὴν μὲν γῆν τῷ πλήθει κρύπτεσθαι τῶν νεκρῶν, τούτους δὲ αὐτοὺς πάλιν τῷ τῶν σκωλήκων. Εἶπεν ἄν τις, ἐκεῖνο τὸ πεδίον ἰδὼν, οὐ σώματα κάτωθεν ὑποκεῖσθαι νεκρῶν, ἀλλὰ πηγὰς εἶναι πολλὰς, καὶ πολλαχόθεν ἐκεῖνο φερούσας τῶν ζώων τὸ γένος· οὕτω πάσης ἐπιῤῥοπῆς σφοδρότερον ἀπὸ τῆς σηπεδόνος ἐκείνης ἀνέβλυζεν ἡ τῶν σκωλήκων φορά. Τοῦτο δὲ οὐκ ἐπὶ δέκα καὶ εἴκοσιν ἡμέραις ἐγίνετο μόνον, ἀλλ᾽ ἐπὶ πολλῷ τῷ χρόνῳ. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ διαδεξόμενα αὐτοὺς, πολλῷ τούτων ἐστὶ χαλεπώτερα. Οὐ γὰρ εἰς χίλια ἔτη, οὐδὲ εἰς μύρια μόνον, οὐδὲ εἰς δὶς τοσαῦτα, καὶ τρὶς, ἀλλ᾽ εἰς ἀπείρους αἰῶνας ψυχωθέντα τὰ σώματα, τότε δέχεται τὰς βασάνους καὶ τὰς ἀῤῥήτους ἀλγηδόνας ἐκείνας.

Καὶ ταῦτα ἀμφότερα οἶδε μὲν ὁ μακάριος Ἡσαΐας, οἶδε δὲ ὁ τῶν παραδόξων ὄψεων θεωρὸς Ἰεζεκιὴλ, οἳ καὶ τῶν ἀνθρώπων τούτων διανειμάμενοι τὴν κόλασιν, ὁ μὲν τὴν ἐνταῦθα, ὁ δὲ τὴν ἐκεῖ διηγήσατο.

βʹ. Ἐγὼ δὲ αὐτῶν οὐχ ἁπλῶς ἐμνημόνευσα νῦν, ἀλλ᾽ ἐπειδή τις ἐλθὼν ἡμῖν ἀπήγγειλεν ἀγγελίαν πικράν τινα καὶ χαλεπὴν, καὶ πολλὴν εἰς τὸν Θεὸν τὴν ὕβριν ἔχουσαν. Εἶναι γάρ τινας ἀνθρώπους καὶ νῦν τὰ αὐτὰ τοῖς βαρβάροις τολμῶντας ἐκείνοις, μᾶλλον δὲ καὶ παρανομώτερα ἐκείνων πολλῷ· τοὺς γὰρ εἰς τὴν καθ᾽ ἡμᾶς φιλοσοφίαν ἄγοντας πάντοθεν ἐλαύνειν, καὶ μετὰ πολλῆς τῆς ἀπειλῆς ἀπαγορεύειν καθόλου μὴ φθέγγεσθαι, μηδὲ διδάσκειν μηδένα ποτὲ ἀνθρώπων τοιοῦτον μηδέν. Ἐγὼ μὲν οὖν ἀνέκραξά τε εὐθέως ἀκούσας, καὶ τὸν εἰπόντα συνεχῶς ἀνηρώτων, εἰ μὴ παίζοι ταῦτα λέγων. Ὁ δὲ, Ἄπαγε, ἔφη· μὴ γὰρ ἄν ποτε παίζοιμι ταῦτα, μηδ᾽ ἂν εἰπεῖν, καὶ πλάσαι τοιαῦτα τῷ λόγῳ, ἃ πολλοῦ ἂν ἐτιμησάμην, καὶ πολλάκις ηὐξάμην μηδὲ νῦν, ὅτε γέγονεν, ἐν ἀκοῇ γοῦν δέξασθαι μόνῃ. Τότε δὴ καὶ πικρότερον ἀνοιμώξας, Ὄντως, ἔφην, τῶν τῷ Μιθριδάτῃ καὶ πᾶσιν ἐκείνοις τολμηθέντων τοσούτῳ ταῦτα ἀνοσιώτερα, ὅσῳ καὶ σεμνότερος πολλῷ καὶ ἁγιώτερος ὁ ναὸς οὗτος ἐκείνου. Ἀλλὰ τίνες, εἰπέ μοι, καὶ πόθεν οἱ ταῦτα τολμήσαντες; καὶ διὰ τί, καὶ ἐκ ποίας αἰτίας, καὶ πρὸς τί βλέποντες τοὺς λίθους εἰς τὸ ὕψος βάλλουσι, καὶ πρὸς τὸν οὐρανὸν ἀκοντίζουσι τὰ βέλη, καὶ τῷ τῆς εἰρήνης πολεμοῦσι Θεῷ;

Σαμέας μὲν γὰρ καὶ οἱ Φαραθαῖοι καὶ οἱ ἄρχοντες Ἀσσυρίων καὶ πάντες ἐκεῖνοι βάρβαροί τε ἦσαν, ὡς καὶ ἀπ᾽ αὐτῶν τῶν ὀνομάτων ἔστιν ἰδεῖν, καὶ τῆς Ἰουδαϊκῆς μακρὰν ἤσκηντο πολιτείας, καὶ οὐκ ἐβούλοντο προσοικοῦντες αὐτοῖς ἀνθρώπους αὐξομένους ὁρᾷν· τὴν γὰρ δύναμιν τὴν ἐκείνων τῇ σφῶν αὐτῶν ἐξουσίᾳ λοιπὸν ἐπισκοτεῖν ᾤοντο· οὗτοι δὲ ποίας αὐτοῖς ἐλευθερίας ἐλαττουμένης, ποίας ἐκκοπτομένης ἀδείας, τίνας τῶν κρατούντων συμπράττοντας ἔχοντες, ταῦτα ἐτόλμησαν; Ἐκεῖνοι μὲν γὰρ εἶχον τοὺς Περσῶν βασιλεῖς ταυτὰ βουλομένους αὐτοῖς· οἱ δὲ ἡμέτεροι τἀναντία τούτων, ὡς ἐμαυτὸν πείθω, καὶ ἐπιθυμοῦσι καὶ εὔχονται. Ὅθεν καὶ πολλῆς ἐμπέπλησμαι τῆς ἀπορίας, ὅτι τῶν βασιλέων ἐν εὐσεβείᾳ ζώντων, τοιαῦτα σὺ λέγεις ἐν μέσαις τολμᾶσθαι ταῖς πόλεσιν. Ὁ δέ φησιν· Ἂν καὶ τὸ τούτου παραδοξότερον μάθῃς, ὅτι καὶ οἱ ταῦτα δρῶντες εὐσεβεῖς τε εἶναι βούλονται, καὶ Χριστιανοὺς καλοῦσιν αὑτοὺς, πολλοὶ δὲ αὐτῶν καὶ τῶν ἤδη μεμυημένων εἰσί· καί τις αὐτῶν δὴ τούτων πολλοῦ τοῦ διαβόλου πνεύσαντος εἰς αὐτὸν, διὰ τῆς μιαρᾶς γλώσσης ἐκείνης ἐτόλμησεν εἰπεῖν, ὅτι καὶ τῆς πίστεως ἀποστήσεται, καὶ θύσεται δαίμοσιν· ἀποπνίγεσθαι γὰρ ὁρῶν ἀνθρώπους ἐλευθέρους καὶ εὐγενεῖς καὶ δυναμένους ἐν τρυφῇ ζῇν, ἐπὶ τὸν σκληρὸν τοῦτον ἀγομένους βίον.

Ταῦτα ἀκούσας ἐγὼ ἐπλήγην τε πληγὴν χαλεπωτέραν, καὶ ὅσα ἀπὸ τούτου κακὰ στοχαζόμενος, τήν τε οἰκουμένην ἐθρήνουν ἅπασαν, καὶ πρὸς τὸν Θεὸν ἔλεγον· Ἆρον τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, καὶ ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με, καὶ ἀπάλλαξον τῆς ἐπικήρου ταύτης ζωῆς, καὶ πρὸς τὸν χῶρον μετάστησον ἐκεῖνον, ἔνθα τοιοῦτον οὐδὲν οὔτε ἕτερος ἐρεῖ τις, οὔτε ἀκούσομαι ἐγώ. Οἶδα μὲν γὰρ, ὅτι ἀπελθόντα ἐντεῦθεν τὸ σκότος διαδέξεται τὸ ἐξώτερον, ἔνθα πολὺς ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ἀλλ᾽ ἥδιον ἐμοὶ βρυχόντων ἀκούειν ὀδόντων, ἢ τοιαῦτα ἠχούντων ῥήματα.

Ἰδὼν δέ με πενθοῦντα ἐκεῖνος σφοδρῶς, Ἀλλ᾽ οὐ τούτων, φησὶν, ὁ καιρὸς νῦν· οὐδὲ γὰρ δὴ τοὺς ἀπολωλότας καὶ ἀπολλυμένους τοῖς δάκρυσι τούτοις ἀνακτήσασθαι δυνήσῃ ποτέ· καὶ γὰρ οἶμαι μὴ στήσεσθαι τὸ δεινόν. Χρὴ δὲ ὁρᾷν ὅπως σβέσωμεν τὴν πυρὰν, καὶ στήσωμεν τὸν λοιμὸν, τό γε ἡμέτερον μέρος· καὶ εἴ γέ μοί τι πείθοιο, τῶν ὀδυρμῶν τούτων ἀφέμενος, ἔργασαι λόγον παραίνεσιν ἔχοντα τοῖς νοσοῦσι καὶ στασιάζουσι, πρός τε τὴν ἑαυτῶν, πρός τε τὴν κοινὴν ἁπάντων σωτηρίαν ἀνθρώπων. Καὶ τὸ βιβλίον ἐγὼ τοῦτο λαβὼν, ἀντ᾽ ἄλλου τινὸς φαρμάκου ταῖς τῶν καμνόντων ἐνθήσω χερσί· καὶ γάρ εἰσί μοι τῶν τὰ τοιαῦτα νοσούντων φίλοι πολλοὶ, καὶ ἀνέξονται ἐπελθεῖν καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, καὶ οἶδα ὅτι ταχέως ἀπαλλάξονται τοῦ λοιμοῦ. Σὺ μὲν, ἔφην, πρὸς τὸ μέτρον τῆς ἀγάπης καὶ τὰ τῆς δυνάμεως τῆς ἡμετέρας μετρεῖς· ἐμοὶ δὲ οὔτε πάρεστί τις λόγων ἰσχὺς, τῇ τε εἶναι δοκούσῃ χρήσασθαι εἰς ὑπόθεσιν τοιαύτην αἰσχύνομαι, ἄλλον μὲν οὐδένα τοσοῦτον, Ἕλληνας δὲ ἅπαντας, τούς τε ὄντας τούς τε ἐπιγινομένους, οὓς ἀεὶ τῶν δογμάτων οὐχ ἧττον ἐπὶ τῇ τοῦ βίου διασύρων ῥᾳθυμίᾳ, νῦν τὰ ἡμέτερα ἀναγκάζομαι διδάξαι κακά.

Εἰ γὰρ αἴσθωνταί τινες ἐκείνων ὅτι παρὰ Χριστιανοῖς εἰσί τινες ἄνθρωποι οὕτω πρὸς ἀρετὴν καὶ φιλοσοφίαν ἐκπεπολεμωμένοι, ὡς μὴ μόνον τῶν ὑπὲρ ταύτης ἀφίστασθαι πόνων, ἀλλὰ μηδὲ τοὺς ὑπὲρ τούτων ἀνέχεσθαι λόγους, καὶ οὐδὲ ἐνταῦθα στῆναι τῆς μανίας ἀνέχονται, ἀλλὰ κἂν ἕτερός τις ταῦτα συμβουλεύῃ καὶ διαλέγηται, καὶ τοῦτον πάντοθεν ἐλαύνουσιν· ἂν ταῦτα αἴσθωνται, δέδοικα μή ποτε οὔτε ἀνθρώπους ἡμᾶς εἶναι νομίσωσιν, ἀλλὰ θηρία καὶ τέρατα ἀνθρωπόμορφα, καὶ δαίμονάς τινας ἀλάστορας, καὶ τῆς κοινῆς φύσεως ἐχθροὺς, καὶ ταύτην οὐ περὶ τῶν ὑπευθύνων μόνον, ἀλλὰ καὶ περὶ παντὸς ἡμῶν τοῦ ἔθνους τὴν ψῆφον ἐνέγκωσι. Καὶ γελάσας ἐκεῖνος, Παίζεις, ἔφη, ταῦτα λέγων· ἐγὼ γὰρ νῦν τούτου σοι εὐκαιρότερον ἐρῶ, εἴ γε δέδοικας μὴ παρὰ τῶν σῶν λόγων μάθωσιν ἃ διὰ τῶν ἔργων ἔμαθον ἅπαντες πάλαι. Ὥσπερ γάρ τινος πονηροῦ πνεύματος τὰς ἁπάντων πεπληρωκότος ψυχὰς, οὕτω τὰ πάντων στόματα τούτων γέμει τῶν λόγων· κἂν εἰς ἀγορὰν ἐμβάλῃς, ὄψει, καὶ ἐν τοῖς ἰατρείοις, κἂν ἐν παντὶ μέρει τῆς πόλεως, ἔνθα συνεδρεύειν εἰώθασιν οἱ πράττειν οὐδὲν ἐθέλοντες, πολὺν γέλωτα παρὰ πάντων κινούμενον. Ἡ δὲ τοῦ γέλωτος τούτου καὶ τῆς κωμῳδίας ὑπόθεσις, τῶν εἰς τοὺς ἁγίους ἄνδρας εἰργασμένων ἐστὶ τὰ διηγήματα.

Καθάπερ γάρ τινες πολεμισταὶ πολλὰς ἠνυκότες μάχας, καὶ τρόπαια στήσαντες, τὰς ἑαυτῶν ἀριστείας διηγούμενοι χαίρουσιν, οὕτω δὴ καὶ οὗτοι γάννυνται ἐπὶ τοῖς τολμήμασι τοῖς ἑαυτῶν· καὶ ἀκούσῃ τοῦ μὲν λέγοντος ὅτι, Ἐγὼ πρῶτος καὶ χεῖρας ἐπέβαλον ἐπὶ τὸν δεῖνα τὸν μοναχὸν, καὶ πληγὰς ἐνέτεινα· ἑτέρου δὲ ὅτι, Τὸ καταγώγιον πρὸ τῶν ἄλλων εὗρον αὐτός· Ἀλλὰ τὸν δικαστὴν ἐγὼ μᾶλλον τῶν ἄλλων παρώξυνα, φησὶν ἕτερος· ἄλλος τὸ δεσμωτήριον καὶ τὰ ἐν τῷ δεσμωτηρίῳ δεινὰ, καὶ τὸ διὰ τῆς ἀγορᾶς ἑλκύσαι τοὺς ἁγίους ἐκείνους ἐν ἐγκωμίου τίθεται μέρει· καὶ ἄλλος ἄλλο. Εἶτα πάντες ἀνακαγχάζουσιν ἐπὶ τούτοις. Καὶ ταῦτα μὲν ἐν τοῖς τῶν Χριστιανῶν συνεδρίοις· οἱ δὲ Ἕλληνες καὶ τούτους γελῶσι, καὶ τοὺς ὑπ᾽ αὐτῶν γελωμένους· τοὺς μὲν, ἐφ᾽ οἷς ἔδρασαν, τοὺς δὲ ἐφ᾽ οἷς ἔπαθον· καὶ πολέμου τινὸς ἐμφυλίου τὰ πάντα ἐμπέπλησται, μᾶλλον δὲ ταῦτα ἐκείνου πολλῷ χαλεπώτερα. Ἐκεῖνον μὲν γὰρ οἱ πολεμήσαντες τὸν πόλεμον, ὅταν ποτὲ ὕστερον ἀναμνησθῶσιν αὐτοῦ, τοῖς τε κεκινηκόσιν αὐτὸν ἐπαρῶνται πολλὰ, καὶ δαίμονί τινι πονηρῷ τὰ ἐν αὐτῷ γενόμενα ἅπαντα ἀνατιθέασι· κἀκεῖνοι μὲν πλέον τι τῶν ἄλλων αἰσχύνονται, ὅσῳπερ ἂν ἐν αὐτῷ πλέον τι τῶν ἄλλων ἐργάσωνται· οὗτοι δὲ καὶ ἐγκαλλωπίζονται τοῖς τολμήμασι.

Καὶ οὐ τοῦτο μόνον, ὅτι ἐναγέστερος οὗτος ἐκείνου ὁ πόλεμος, οὐδὲ ὅτι πρὸς ἁγίους καὶ οὐδὲν ἠδικηκότας γίνεται μόνον, ἀλλ᾽ ὅτι καὶ πρὸς ἀνθρώπους ποιεῖν μὲν οὐδένα εἰδότας κακῶς, πάσχειν δὲ παρεσκευασμένους μόνον.

γʹ. Ἐπίσχες, ἔφην, ἐπίσχες· καὶ γὰρ καὶ τούτων ἡμῖν ἅλις τῶν διηγημάτων, εἴ γε μὴ παντελῶς με ἐκπνεῦσα. δέοι· ἀλλὰ μικρὰν γοῦν τινα ἔχοντα ἰσχὺν, ἀπελθεῖν ποίησον. Σὺ μὲν γὰρ πάντως ὅπερ ἐπέταξας γενήσεται· μόνον μηδὲν ἕτερον ἡμῖν προσθῇς διήγημα, ἀλλ᾽ ἀπελθὼν εὔχου σκεδασθῆναί μοι τῆς ἀθυμίας τὸ νέφος, καὶ λαβεῖν τινα παρὰ τοῦ πολεμουμένου Θεοῦ ῥοπὴν εἰς τὴν ἰατρείαν τῶν πολεμούντων αὐτόν· δώσει δὲ πάντως φιλάνθρωπός τε ὢν, καὶ τὸν θάνατον μὴ βουλόμενος τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν. Οὕτως ἀποπέμψας ἐκεῖνον, τῶν λόγων ἡπτόμην τούτων.