Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πολεμοῦντας τοῖς ἐπὶ τὸ μονάζειν ἀναχωροῦσιν

Ἰωάννης ὁ Χρυσόστομος

Η πνευματική βλάβη των διωκτών και η δόξα των διωκομένων

Σύγκριση της αληθινής δόξας των μαρτύρων της ασκήσεως με την επίγεια εξουσία των διωκτών τους, τονίζοντας την εσχατολογική δικαίωση και τον θείο μισθό όσων υφίστανται ονειδισμούς υπέρ του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 16

Καὶ γὰρ εἰ μὲν τοῦτο μόνον ἦν τὸ δεινὸν, τὸ τοὺς ἁγίους τοῦ Θεοῦ καὶ θαυμαστοὺς ἄνδρας ἐκείνους ἕλκεσθαι καὶ σπαράσσεσθαι συρομένους εἰς δικαστήρια, καὶ τυπτομένους, καὶ τὰ ἄλλα πάσχοντας, ἅπερ διηγησάμην ἄρτι, μηδεμία δὲ ἀπὸ τούτων εἰς τὴν τῶν ταῦτα τολμώντων κεφαλὴν ἐτρέπετο βλάβη, τοσοῦτον ἀπέσχον ἀλγῆσαι τοῖς γινομένοις, ὅτι κἂν ἐγέλασα σφόδρα ἡδὺ, καὶ δαψιλὲς ἐπ᾽ αὐτοῖς· ἐπεὶ καὶ τὰ παιδία τὰ μικρὰ, ὅταν μὲν ἀκινδύνως πλήττῃ τὰς μητέρας, πολὺν κινεῖ τὸν γέλωτα ταῖς πληττομέναις αὐταῖς, καὶ ὅσῳπερ ἂν ἐκ πλείονος τοῦτο ἐργάζηται τοῦ θυμοῦ, τοσοῦτον μᾶλλον αὐταῖς ἐπιτείνει τὴν ἡδονὴν, ὡς καὶ διαχεῖσθαι καὶ ἀνακλᾶσθαι τῷ γέλωτι· εἰ δὲ τῷ συνεχῶς καὶ ῥαγδαίως τοῦτο ποιεῖν τρωθείη ποτὲ, ἢ βελόνης τῷ χιτωνίσκῳ τῆς μητρὸς περὶ τὴν ζώνην ἐμπεπερονημένης, ἢ τῆς κερκίδος πρὸ τῶν στέρνων τῶν μητρικῶν τὴν χεῖρα τοῦ παιδὸς δεξαμένης, τότε δὴ, τότε, τὸν γέλωτα ἀφεῖσα ἡ μήτηρ, μείζονι τοῦ πληγέντος περιωδυνίᾳ κατέχεται· καὶ τέως μὲν θεραπεύει τὸ τραῦμα, τοῦ λοιποῦ δὲ μετὰ σφοδρᾶς ἀπαγορεύει τῆς ἀπειλῆς τὰ τοιαῦτα μὴ ποιεῖν, ὡς μηκέτι παθεῖν τὰ αὐτά.

Καὶ ἡμεῖς τοίνυν τὰ αὐτὰ ἂν ἐδράσαμεν, εἰ τὸν παιδικὸν τοῦτον ἑωρῶμεν θυμὸν, καὶ τὴν τῶν νηπίων πληγὴν, μὴ μέγαν αὐτοῖς τὸν ὄλεθρον φέρουσαν· ἐπειδὴ δὲ μικρὸν ὕστερον, κἂν μὴ νῦν αἴσθωνται τῷ θυμῷ κατεχόμενοι, κλαύσουσι καὶ οἰμώξουσι καὶ ὀδυροῦνται, οὐ τοιοῦτον ὀδυρμὸν, οἷον τὰ παιδία τὰ μικρὰ, ἀλλὰ τὸν ἐν τῷ σκότει τῷ ἐξωτέρῳ, τὸν ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ· τὸ αὐτὸ πάλιν ταῖς μητράσι ποιήσωμεν, τοσοῦτον αὐτῶν διαλλάττοντες, ὅσον οὐ μετ᾽ ἀπειλῆς καὶ ὕβρεως καθάπερ ἐκεῖναι, ἀλλὰ μετὰ κολακείας καὶ προσηνείας πολλῆς πρὸς τὰ παιδία ταῦτα διαλεξόμεθα· ἐπεὶ ὅτι γε τοῖς ἁγίοις οὐδεμία ἀπὸ τούτων ἡ βλάβη, ἀλλὰ καὶ μείζων ὁ μισθὸς καὶ πλείων ἡ παῤῥησία. Ἂν μὲν τὰ μέλλοντα εἴπωμεν ἀγαθὰ, τάχα καὶ γελάσεσθε μέγα, ἅτε τοιοῦτον ἀεὶ γέλωτα μελετῶντες γελᾷν· τοῖς δὲ παροῦσι, κἂν μυριάκις ἦτε φιλογέλωτες, οὐκ ἀπιστήσετε· οὐδὲ γὰρ, ἂν ἐθέλητε, δυνήσεσθε, τῶν πραγμάτων ὑμῖν οὕτως ἀντιφθεγγομένων αὐτῶν.

Τὸν Νέρωνα πάντως ἀκούετε (καὶ γὰρ ἐπίσημος ὁ ἀνὴρ ἀπὸ τῆς ἀσελγείας ἐγένετο, πρῶτος καὶ μόνος εὑρὼν ἐν ἀρχῇ τοιαύτῃ καινούς τινας ἀκολασίας καὶ ἀσχημοσύνης τρόπους·) οὗτος ὁ Νέρων τὸν μακάριον Παῦλον (καὶ γὰρ ἔτυχε κατὰ τοὺς αὐτοὺς ἐκείνῳ γενόμενος χρόνους) τοιαῦτα ἐγκαλῶν, οἷάπερ ὑμεῖς τοῖς ἁγίοις τούτοις ἀνδράσι (παλλακίδα γὰρ αὐτοῦ σφόδρα ἐπέραστον πείσας τὸν περὶ τῆς πίστεως δέξασθαι λόγον, ἔπειθεν ὁμοῦ καὶ τῆς ἀκαθάρτου συνουσίας ἀπαλλαγῆναι ἐκείνης)· τοιαῦτα γοῦν ἐγκαλῶν ἐκεῖνος, καὶ λυμεῶνα καὶ πλάνον καὶ τὰ αὐτὰ, ἅπερ ὑμεῖς φθέγγεσθε, τὸν Παῦλον ἀποκαλῶν, τὸ μὲν πρῶτον ἔδησεν, ὡς δὲ οὐκ ἔπειθε τῆς πρὸς τὴν κόρην ἀποσχέσθαι συμβουλῆς, τέλος ἀπέκτεινε. Τί οὖν ἀπὸ τούτου γέγονε βλάβος τῷ παθόντι κακῶς; τί δὲ ὄφελος τῷ δράσαντι κακῶς; τί μὲν οὐκ ὄφελος τῷ τότε ἀναιρεθέντι Παύλῳ; τί δὲ οὐ βλάβος τῷ ἀνελόντι Νέρωνι; οὐχ ὁ μὲν ὥσπερ ἄγγελος πανταχοῦ τῆς οἰκουμένης ᾄδεται (τὰ γὰρ παρόντα τέως ἐρῶ)· ὁ δὲ, ὥσπερ ὄντως λυμεὼν καὶ δαίμων ἄγριος πρὸς πάντας διαβέβληται;

δʹ. Τὰ δὲ ἐκεῖ, κἂν ὑμεῖς ἀπιστήσητε, διὰ τοὺς πιστεύοντας ἀναγκαῖον εἰπεῖν· καίτοι ὑμᾶς ἀπὸ τῶν παρόντων κἀκείνοις πιστεύειν ἐχρῆν· πλὴν ἀλλ᾽ ὅπως ἂν πρὸς αὐτὰ διάκεισθε, εἰρήσεται παρ᾽ ἡμῶν, καὶ οὐ κεκρύψεται. Τίνα οὖν ἔσται τὰ ἐκεῖ; Ὁ μὲν ἄθλιος καὶ ταλαίπωρος ἐκεῖνος, αὐχμῶν καὶ κατηφὴς, αἰσχύνης γέμων καὶ ζόφου, καὶ κάτω νεύων, ἀπαχθήσεται ἔνθα ὁ σκώληξ ὁ ἀτελεύτητος καὶ τὸ πῦρ τὸ ἄσβεστον· ὁ δὲ μακάριος Παῦλος μετὰ πολλῆς στήσεται τῆς παῤῥησίας παρ᾽ αὐτὸν τοῦ βασιλέως τὸν θρόνον λαμπρῶς ἀποστίλβων, καὶ δόξαν ἠμφιεσμένος τοσαύτην, ὡς μηδὲν τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων ἀποδεῖν, καὶ τοσοῦτον λήψεται τὸν μισθὸν, ὅσον εἰκὸς ἄνθρωπον σῶμα καὶ τὴν ψυχὴν τῶν τῷ Θεῷ δοκούντων ἕνεκεν ἐπιδόντα. Καὶ γὰρ οὕτως ἔχει· Κεῖται μὲν πολλὴ τοῖς τὰ ἀγαθὰ ἐργαζομένοις ἀντίδοσις, μείζων δὲ αὕτη καὶ πλείων γίνεται, ὅταν καὶ διὰ κινδύνων ἴωσι καὶ ἀτιμίας πολλῆς οἱ ταῦτα ἐργαζόμενοι τὰ ἀγαθά· κἂν τὸ κατόρθωμα ἴσον ᾖ τῷ τε ἀπονητὶ, καὶ τῷ μετὰ πόνων αὐτὸ κατωρθωκότι, τὰ τῆς τιμῆς οὐκ ἔσται ἴσα καὶ τὰ τῶν στεφάνων. Ἐπεὶ καὶ ἐν τοῖς πολέμοις στεφανοῦται μὲν ὁ τρόπαιον στήσας, πολλῷ δὲ ἔτι μειζόνως ὁ καὶ τὰ τραύματα ἐπιδεῖξαι ἔχων, δι᾽ ὧν τὸ τρόπαιον ἔστησε.

Καὶ τί λέγω περὶ τῶν ζώντων, ὅπου γε καὶ οἱ τοῦτο μόνον ἐπιδειξάμενοι τὸ καλῶς ἀποθανεῖν ἐν πολέμῳ, μηδὲν δὲ πλεῖον τοὺς αὐτῶν ὠφελήσαντες, καθάπερ σωτῆρες καὶ προστάται πανταχοῦ τῆς Ἑλλάδος ᾄδονται; εἰ καὶ ταῦτα ὑμεῖς ἀγνοεῖτε, τῷ γέλωτι καὶ τῇ τρυφῇ διαπαντὸς προσανέχοντες;

Εἰ δὲ Ἕλληνες ἄνθρωποι, καὶ μηδὲν ὅλως ὑγιὲς ἐννοοῦντες, τοῦτο ἠδυνήθησαν συνιδεῖν, καὶ πολλῇ τετιμήκασι τῇ τιμῇ τοὺς ἀποθανόντας μόνον ὑπὲρ αὐτῶν, μηδὲν δὲ ἐργασαμένους πλέον, πόσῳ μᾶλλον ὁ Χριστὸς τοῦτο ἐργάσεται, ὁ πανταχοῦ τοὺς δι᾽ αὐτὸν κινδυνεύοντας ἐκ πολλοῦ τοῦ περιόντος ταῖς τῶν δωρεῶν νικῶν ἀντιδόσεσι;

Οὐ γὰρ διωγμῶν μόνον, οὐδὲ πληγῶν, οὐδὲ δεσμωτηρίων καὶ φόνων καὶ σφαγῆς, ἀλλὰ καὶ ὕβρεως μόνης καὶ ῥημάτων ὀνειδιστικῶν πολὺν ἔθηκε τὸν μισθόν. Μακάριοι γὰρ, φησὶν, ἐστὲ, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ. Εἰ τοίνυν τὸ κακῶς παθεῖν καὶ τὸ κακῶς ἀκοῦσαι ἐπιτείνει τὸν μισθὸν καὶ τοῖς πάσχουσι καὶ τοῖς ἀκούουσι κακῶς, ὁ κωλύων αὐτοὺς παθεῖν καὶ ἀκοῦσαι κακῶς, οὐχὶ τούτους, ἀλλὰ τοὺς λέγοντας καὶ τοὺς ποιοῦντας ὠφέλησε. Τούτους γὰρ ἔβλαψε, τοῦ μισθοῦ τὸ πλέον ἐκκόπτων αὐτοῖς, καὶ τῆς χαρᾶς καὶ τῶν πολλῶν σκιρτημάτων ἀναιρῶν τὴν ὑπόθεσιν. Ὥστε τούτων μὲν ἕνεκεν καὶ σιγῆσαι ἐχρῆν, καὶ ἀφεῖναι γενέσθαι ταῦτα τὰ πολὺν αὐτοῖς τὸν πλοῦτον ποιοῦντα τῶν ἀγαθῶν, καὶ μείζω τὴν παῤῥησίαν κατασκευάζοντα· ἐπειδὴ δὲ ἀλλήλων ἐσμὲν μέλη, κἂν αὐτοὶ πάλιν ἀρνῶνται τὴν χάριν, οὐ χρὴ τοὺς οὕτω διακειμένους, ἑνὸς μὲν προνοεῖν μέρους, ἑτέρου δὲ περιορᾷν.