Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πολεμοῦντας τοῖς ἐπὶ τὸ μονάζειν ἀναχωροῦσιν

Ἰωάννης ὁ Χρυσόστομος

Οι δυσχέρειες της κοσμικής παιδείας και η αναγκαιότητα της πνευματικής άσκησης

Η διήγηση για τον σπουδαστή και τον παιδαγωγό μοναχό, η οποία καταδεικνύει τα εμπόδια των βιωτικών σπουδών και προκρίνει τον μοναχικό αγώνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 13 από 16

Καὶ ὅτι ταῦτα ἀπὸ ψυχῆς λέγω, ὅπερ ἐπὶ τῶν ἔργων ἐπεδειξάμην, ταῦτα ὑμῖν διηγήσομαι καὶ νῦν. Νέος τις κομιδῇ πλούσιος ὢν ἐπεδήμησέ ποτε τῇ πόλει τῇ ἡμετέρᾳ κατὰ λόγων παίδευσιν ἑκατέραν, τήν τε Ἰταλῶν τήν τε Ἑλλήνων. Οὗτος ὁ νέος εἶχεν ἀκολουθοῦντα παιδαγωγὸν, ἓν ἔργον ἔχοντα μόνον διαπλάττειν αὐτοῦ τὴν ψυχήν. Τούτῳ προσελθὼν ἐγὼ τῷ παιδαγωγῷ (καὶ γὰρ τῶν ἐν ὄρεσι καθημένων ἐτύγχανεν ὢν), τὴν πρόφασιν ἐπεχείρουν μανθάνειν δι᾽ ἣν τοιαύτης ἐπειλημμένος σοφίας εἰς τὸν τῶν παιδαγωγῶν βίον καθῆκεν ἑαυτόν. Ὁ δὲ μικρὸν ἔφησεν ἑαυτῷ λείπεσθαι χρόνον ἐν τούτῳ, καὶ τὸ πᾶν ἡμῖν ἄνωθεν διηγήσατο.

Τῷ γὰρ παιδίῳ τούτῳ, φησὶ, πατὴρ μέν ἐστι σκληρὸς καὶ τραχὺς, καὶ πρὸς τὰ βιωτικὰ πράγματα ἐπτοημένος, μήτηρ δὲ μετρία καὶ σώφρων καὶ ἐπιεικὴς, καὶ πρὸς τὸν οὐρανὸν βλέπουσα μόνον. Ἐκεῖνος μὲν οὖν, ἅτε καὶ ἐν πολέμοις πολλὰ κατωρθωκὼς, βούλεται τὸν υἱὸν ἐπὶ τὴν πατρῴαν τάξιν ἀγαγεῖν, ἡ δὲ μήτηρ ταῦτα μὲν οὔτε βούλεται, οὔτε ἐπιθυμεῖ, ἀλλὰ καὶ σφόδρα ἀπεύχεται εὔχεται δὲ καὶ ἐπιθυμεῖ λαμπρὸν αὐτὸν ἰδεῖν ἐν τῇ τῶν μοναχῶν πολιτείᾳ. Ἀλλὰ ταῦτα μὲν πρὸς τὸν πατέρα εἰπεῖν οὐκ ἐτόλμησεν· ἐδεδοίκει γὰρ μή ποτε αὐτὸ τοῦτο ὑφορώμενος ἐκεῖνος, πρὸ ὥρας αὐτὸν ἤδη καταδήσῃ τοῖς τοῦ βίου σχοινίοις, καὶ ταύτης αὐτὸν ἀποστήσας τῆς σπουδῆς, ἐπὶ τὴν ζώνην ἀγάγοι, καὶ τὴν ἐξ ἐκείνης ῥᾳθυμίαν ἅπασαν, καὶ ἀδύνατον αὐτῷ τὴν μετὰ ταῦτα κατασκευάσῃ διόρθωσιν. Ἑτέραν δέ τινα συντίθησι μηχανήν· καλέσασα γάρ με οἴκοι, καὶ ταῦτα πάντα κοινωσαμένη, καὶ τοῦ παιδίου λαβοῦσα τὴν δεξιὰν, ταῖς ἐμαῖς ἐντίθησι χερσίν. Ὡς δὲ ἠρώτων τίνος ἕνεκεν ταῦτα ποιεῖ, μίαν ταύτην ἔλεγεν ὑπολείπεσθαι μηχανὴν ἡμῖν πρὸς τὴν τοῦ παιδὸς σωτηρίαν, εἰ βουληθείην τε καὶ ἀνασχοίμην ἐν τάξει παιδαγωγοῦ τὸ παιδίον λαβὼν ἐλθεῖν ἐνθάδε· πείσειν γὰρ αὐτὴν τὸν πατέρα, ὡς καὶ τὸν στρατιωτικὸν ἑλομένῳ βίον χρήσιμος αὐτῷ τῶν λόγων ἡ παίδευσις.

Ἂν οὖν τοῦτο ἰσχῦσαι δυνηθῶ, φησὶ, καταμόνας αὐτὸν ἔχων λοιπὸν ἐπὶ τῆς ἀλλοτρίας, οὔτε τοῦ πατρὸς ἐνοχλοῦντος, οὔτε τῶν οἰκείων τινὸς, μετὰ πολλῆς αὐτὸν τῆς ἐξουσίας διαπλάσαι δυνήσῃ, καὶ καθάπερ ἐν μοναστηρίῳ διάγοντα, οὕτω ποιῆσαι ζῇν.

Ἀλλ᾽ ἐπίνευσον καὶ ὑπόσχου τὸ συνυποκρίνασθαί μοι τὸ δρᾶμα. Οὐκ ἔστιν ὑπὲρ τῶν τυχόντων ὁ λόγος ἐμοί· ὑπὲρ τῆς τοῦ παιδίου μου ψυχῆς ὁ ἀγὼν καὶ ὁ κίνδυνος. Μὴ δὴ περιίδῃς τὸν πάντων ἐμοὶ φίλτατον κινδυνεύοντα, ἀλλ᾽ ἐξάρπασον αὐτὸν ἤδη τῶν πάντοθεν περικειμένων αὐτῷ παγῶν, τῆς ζάλης, τοῦ κλυδωνίου. Εἰ δὲ οὐ θέλεις δοῦναι τὴν χάριν, τὸν Θεὸν ἤδη καλῶ μέσον ἡμῶν, καὶ μαρτύρομαι ὅτι ἐγὼ μὲν οὐδὲν ἐνέλιπον τῶν εἰς τὴν σωτηρίαν τῆς τούτου ψυχῆς ἡκόντων, ἀλλ᾽ εἰμὶ καθαρὰ ἀπὸ τοῦ αἵματος τοῦ παιδίου τούτου· εἰ δὲ συμβαίη τι παθεῖν αὐτὸν, οἷον εἰκὸς νέον ὄντα καὶ ἐν τοσαύτῃ ζῶντα τρυφῇ καὶ ῥᾳθυμίᾳ, ἀπὸ σοῦ καὶ τῶν σῶν χειρῶν κατὰ τὴν ἡμέραν ἐκείνην ἐκζητήσει τοῦ παιδίου τούτου τὴν ψυχὴν ὁ Θεός. Ταῦτα καὶ τὰ τούτων πλείονα προσθεῖσα ῥήματα, καὶ δακρύσασα σφοδρῶς καὶ ἐλεεινῶς, ἔπεισεν ἀναδέξασθαί με ταύτην τὴν πραγματείαν, καὶ μετὰ τούτων ἐξέπεμψε τῶν ἐντολῶν. Καὶ οὐ γέγονεν αὐτῇ μάταιος ἡ μηχανή· ἀλλ᾽ οὕτως ἐν βραχεῖ χρόνῳ τὸν παῖδα τοῦτον ὁ γενναῖος ἐκεῖνος ἤσκησε, καὶ τοσοῦτον αὐτῷ τῆς ἐπιθυμίας ταύτης ἀνῆψε τὸ πῦρ, ὡς ἀθρόον ἅπαντα ῥῖψαι, καὶ ἐπὶ τὴν ἔρημον δραμεῖν, καὶ ἑτέρου δεῖσθαι χαλινοῦ πάλιν τοῦ δυνησομένου πρὸς τὴν σύμμετρον αὐτὸν ἄσκησιν ἀπὸ τῆς ἐπιτεταμένης μεταστρέψαι ἐκείνης.

Καὶ γὰρ ἦν δέος, μὴ τῇ σπουδῇ ταύτῃ πρὸ καιροῦ τὸ δρᾶμα ἀποκαλύψας, καὶ τῇ μητρὶ καὶ τῷ παιδαγωγῷ, καὶ τοῖς πανταχοῦ μοναχοῖς πόλεμον ἐγείρῃ χαλεπόν. Εἰ γὰρ ᾔσθετο ταύτης τῆς φυγῆς ὁ πατὴρ, οὐκ ἂν ἀπέστη πάντα κινῶν, ὥστε ἀπελάσαι τοὺς ἁγίους ἐκείνους, οὐχὶ τοὺς ὑποδεξαμένους μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας. Τοῦτον τοίνυν ἐγὼ τὸν παῖδα λαβὼν, καὶ ταῦτα καὶ τὰ τούτων πλείονα εἰπὼν, τὴν μὲν ἐπιθυμίαν τῆς φιλοσοφίας ταύτης εἴασα μένειν, καὶ ἐπέτεινα δὲ πλέον, τὴν δὲ πόλιν οἰκεῖν ἠξίουν, καὶ τῆς τῶν λόγων ἔχεσθαι σπουδῆς· οὕτω γὰρ καὶ τοὺς ἡλικιώτας ὠφελήσειν τὰ μέγιστα, καὶ τὸν πατέρα λήσειν.

Ἀναγκαῖον δὲ τοῦτο εἶναι ἐνόμιζον, οὐ τῶν ἁγίων μόνον ἕνεκεν ἐκείνων, οὐδὲ τῆς μητρὸς, οὐδὲ τοῦ παιδαγωγοῦ, ἀλλὰ καὶ αὐτοῦ τοῦ παιδός. Ἐν ἀρχῇ μὲν γὰρ ἐπιθέμενον αὐτῷ τὸν πατέρα, καὶ διασαλεύειν εἰκὸς ἦν τὰ τῆς φιλοσοφίας φυτὰ, ἁπαλά τε ὄντα καὶ ἄρτι τεθέντα· εἰ δὲ χρόνος ἐγγένηται πολὺς, καὶ ῥιζωθείη καλῶς, σφόδρα ἐθάῤῥουν ὅτι οὐκ ἂν οὐδ᾽ ὁτιοῦν γένηται δυνήσεται παραβλάψαι τὸν υἱὸν ἐκεῖνος· ὃ δὴ καὶ γέγονε, καὶ οὐ διήμαρτον τῆς ἐλπίδος. Ὅτε γὰρ πατὴρ αὐτοῦ προσβαλὼν ὕστερον χρόνου παρελθόντος πολλοῦ, καὶ μετὰ σφοδρᾶς ἐνσείσας τῆς ῥύμης, οὐ μόνον οὐκ ἔκλινέ τι τῆς οἰκοδομῆς, ἀλλὰ καὶ ἰσχυροτέραν ἀπέφηνε· τῶν τε συμφοιτώντων αὐτῷ πολλοὶ τοσαῦτα τῆς ὁμιλίας ἀπώναντο τῆς ἐκείνου, ὡς πρὸς τὸν αὐτὸν αὐτῷ ζῆλον ἐλθεῖν. Ἔχων γὰρ οἴκοι διαπαντὸς τὸν ῥυθμίζοντα, καθάπερ ἄγαλμα συνεχῶς ἀπολαῦον τῆς τοῦ τεχνίτου χειρὸς, οὕτω προσθήκην καθ᾽ ἑκάστην ἡμέραν ἐλάμβανε τοῦ κατὰ ψυχὴν κάλλους. Καὶ τὸ δὴ θαυμαστὸν, ἔξω μὲν φαινόμενος, οὐδὲν διαφέρειν ἐδόκει τῶν πολλῶν· οὔτε γὰρ ἦθος εἶχεν ἠγριωμένον καὶ κατεσκληκὸς, οὔτε ἐξηλλαγμένην στολὴν, ἀλλ᾽ ἦν κοινὸς καὶ τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῇ φωνῇ καὶ τοῖς ἄλλοις ἅπασιν. Ὅθεν καὶ πολλοὺς τῶν ὁμιλούντων αὐτῷ εἴσω τῶν αὐτοῦ δικτύων ἠδυνήθη λαβεῖν, πολλὴν ἔνδον ἔχων ἐγκεκρυμμένην τὴν φιλοσοφίαν.

Οἴκοι δὲ εἴ τις αὐτὸν εἶδεν, ἐνόμισεν ἄν τινα εἶναι τῶν ἐν τοῖς ὄρεσι καθημένων· καὶ γὰρ ἡ οἰκία αὐτῷ πρὸς ἀκρίβειαν μοναστηρίου παντὸς διέκειτο, οὐδὲν ἔχουσα τῶν ἀναγκαίων πλέον. Καὶ ὁ καιρὸς δὲ αὐτῷ ἅπας εἰς τὴν ἀνάγνωσιν τῶν ἁγίων ἀνηλίσκετο βιβλίων· καὶ γὰρ ὢν ὀξὺς μαθήματα προσλαβεῖν, τῇ μὲν ἔξωθεν παιδεύσει βραχὺ τῆς ἡμέρας ἀπένειμε μέρος, τὸ δὲ λοιπὸν ἅπαν εὐχαῖς συνεχέσι καὶ βιβλίοις ἀνέκειτο θείοις, καὶ ἄσιτος ἅπασαν διετέλει τὴν ἡμέραν, μᾶλλον δὲ οὐδὲ μίαν, οὐδὲ δύο μόνον, ἀλλὰ καὶ πλείους. Καὶ νύκτες δὲ αὐτῷ ταῦτα συνῄδεσαν, δάκρυα, καὶ εὐχὰς, καὶ τὴν τοιαύτην ἀνάγνωσιν.

Ἅπερ ἡμῖν ἅπαντα ὁ παιδαγωγὸς λάθρα ἀπήγγειλε· καὶ γὰρ ἦν ἀφόρητος ὁ παῖς, εἴ τι τούτων ᾔσθετό ποτε ἐξενεχθέν. Ἔλεγε τοίνυν οὗτος, ὅτι καὶ ἱμάτιον αὐτῷ ἀπὸ τριχῶν κατεσκεύαστο, καὶ τούτῳ τὰς νύκτας ἐγκαθεύδοι, σοφήν τινα μηχανὴν τοῦ ταχέως ἐξανίστασθαι ταύτην εὑρών. Καὶ τὰ ἄλλα δὲ αὐτῷ πρὸς τὴν ἀκρίβειαν τῶν μοναχῶν ἀπήρτιστο, καὶ τὸν Θεὸν ἐδόξαζε συνεχῶς ἐκεῖνος, τὸν οὕτω κοῦφα τῆς φιλοσοφίας ταύτης ἐνθέντα αὐτῷ τὰ πτερά. Ὥστε εἴ τίς μοι ψυχὴν καὶ νῦν ἐδείκνυ τοιαύτην, καὶ παιδαγωγὸν παρεῖχε τοιοῦτον, καὶ τὰ ἄλλα πάντα ὁμοίως [ἐπιμελεῖσθαι] ἐπηγγείλατο, μυριάκις ἂν ηὐξάμην τοῦτο γενέσθαι μᾶλλον τῶν γεννησαμένων αὐτῶν. Ἦ γὰρ ἂν ἡμῖν ἡ θήρα πλείων ἐγένετο, καὶ διὰ τὸν βίον, καὶ διὰ τὴν ἡλικίαν, καὶ διὰ τὴν συνεχῆ διατριβὴν, τῶν τοιούτων δυναμένων τοὺς ἡλικιώτας θηρᾷν. Ἀλλὰ γὰρ οὐδείς ἐστιν ὁ ταῦτα ὑποστησόμενος, οὐδὲ ποιήσων· οὐκ ὄντος δὲ, μυρίας ὠμότητος ἂν εἴη τὸν οὐδὲ ἑαυτῷ δυνάμενον ἀμῦναι, ἀλλὰ κείμενον, καὶ μυρία δεχόμενον τραύματα, καὶ τοὺς ἄλλους ἀσθενεστέρους ποιοῦντα, τοῦτον ἐν τῷ μέσῳ κατακόπτεσθαι ἐᾷν, δέον ἐξέλκειν ἀπὸ τῆς μάχης. Καὶ γὰρ καὶ στρατηγὸν ὁμοίως ἄν τις κολάσειε, τὸν τούς τε δυναμένους πολεμεῖν ἀπάγοντα τῆς παρατάξεως, τούς τε τρωθέντας καὶ κειμένους, καὶ τοὺς ἄλλους συνταράσσοντας κελεύοντα κεῖσθαι διαπαντὸς ἐν τῷ μέσῳ.

ιγʹ. Ἐπεὶ δὲ πολλοὶ τῶν πατέρων, ἕκαστος ἔγκειται τὸν υἱὸν ἐπιθυμῶν ἐν λόγοις ζῶντα ὁρᾷν, ὡς ἀκριβῶς εἰδὼς ὅτι πρὸς τὸ τέλος πάντως ἥξει τῶν λόγων, ὑπὲρ τούτου μὲν μὴ φιλονεικῶμεν, μηδὲ ὅτι διαμαρτήσεται λέγωμεν, ἀλλὰ δῶμεν τῷ λόγῳ καὶ περιέσεσθαι πάντως αὐτὸν τῆς σπουδῆς, καὶ πρὸς ἄκρον ἀφίξεσθαι. Ἔστω δὲ αἵρεσις ἡμῖν προκειμένη διπλῆ, καὶ εἰς διδασκαλεῖα μὲν φοιτῶν, ὑπὲρ τῆς μαθήσεως ἐχέτω τὸν ἀγῶνα, εἰς δὲ ἐρημίας ὑπὲρ τῆς ψυχῆς· ποῦ βέλτιον, εἰπέ μοι, κρατεῖν;

Ἂν μὲν γὰρ ἑκατέρωθεν συμβαίνῃ, κἀγὼ βούλομαι· ἂν δὲ θάτερον λείπηται, βέλτιον ἑλέσθαι τὸ κρεῖττον. Ναὶ, φησὶν, αὐτὸ δὲ τοῦτο πόθεν ἡμῖν ἔσται δῆλον, ὅτι στήσεται καὶ μενεῖ, καὶ οὐ μεταπεσεῖται; πολλοὶ γὰρ οἱ πεσόντες. Πόθεν δῆλον ὅτι οὐ στήσεται, οὐδὲ μενεῖ; πολλοὶ γὰρ οἱ στάντες, καὶ τῶν πεπτωκότων πλείους· ὥστε διὰ τούτους μᾶλλον θαῤῥεῖν χρὴ, ἢ δι᾽ ἐκείνους φοβεῖσθαι. Τίνος δὲ ἕνεκεν καὶ ἐπὶ τῶν λόγων αὐτὸ τοῦτο οὐ δέδοικας, ἔνθα μάλιστα δεδοικέναι ἐχρῆν;

Παρὰ μὲν γὰρ τοῖς μοναχοῖς ἐκ πολλῶν ὀλίγοι διήμαρτον· ἐν δὲ ταῖς τῶν λόγων διατριβαῖς ἀπὸ πολλῶν ὀλίγοι κατώρθωσαν. Καὶ οὐκ ἀπὸ τούτων μόνον, ἀλλὰ καὶ ἀφ᾽ ἑτέρων πλειόνων εἰκότως ἄν τις ἐκεῖνα μᾶλλον φοβοῖτο.

Καὶ γὰρ παιδὸς ἀφυΐα, καὶ διδασκάλων ἀμαθία, καὶ παιδαγωγῶν ῥᾳθυμία, καὶ πατρὸς ἀσχολία, καὶ δαπανῶν καὶ μισθῶν ἔλλειψις, καὶ τρόπων διαφορὰ, καὶ συμφοιτητῶν κακία καὶ φθόνος καὶ βασκανία, καὶ πολλὰ ἕτερα τῷ τέλει λυμαίνεται. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ μετὰ τὸ τέλος τούτων ἕτερα πλείονα· ὅταν γὰρ ἅπαντα ὑπερβὰς πρὸς αὐτὸ τῆς παιδείας τὸ ἄκρον ἀφίκηται, μηδενὶ τούτων ὑποσκελισθεὶς, ἑτέρα πάλιν κεῖται ἐνέδρα ἐκεῖ. Καὶ γὰρ ἄρχοντος δυσμένεια, καὶ φθόνος τῶν ὁμοτέχνων, καὶ καιρῶν δυσκολία, καὶ φίλων ἐρημία, καὶ πενία πολλάκις τοῦ τέλους ἐξέκρουσεν. Ἀλλ᾽ οὐκ ἐπὶ τῶν μοναχῶν οὕτως, ἀλλ᾽ ἑνὸς δεῖ μόνου, προθυμίας γενναίας καὶ ἀγαθῆς· κἂν τοῦτο προσῇ, οὐδὲν τὸ κωλύον πρὸς τὸ τέλος ἐλθεῖν τῆς ἀρετῆς.

Πῶς οὖν οὐκ ἄδικον, ἔνθα μὲν τὰ τῶν χρηστῶν ἐλπίδων δῆλά τέ ἐστι καὶ ἐγγύτερα ἀπογινώσκειν καὶ τρέμειν, ἔνθα δὲ τὰ τῶν ἐναντίων μακρότερα, καὶ ὑπὸ πολλῶν κωλυμάτων ἀνακοπτόμενα, μὴ ἀπογινώσκειν, εἰς δὲ τὰ τῶν δυσχερῶν σαφέστερα καὶ μᾶλλον πλείονα θαρσεῖν· καὶ ἐπὶ μὲν τῶν λόγων, μὴ πρὸς τὰ πολλάκις συμβαίνοντα λυπηρὰ, ἀλλὰ πρὸς τὰ σπανίως ἐκβαίνοντα χρηστὰ ἀφορᾷν, ἐπὶ δὲ τῶν μοναχῶν τοὐναντίον ποιεῖν, καὶ ἔνθα μὲν αἱ τῶν ἀγαθῶν ἐλπίδες πολλαὶ, πρὸς τὰ λυπηρὰ ἀποκλίνειν μόνον, ἔνθα δὲ αἱ τῶν ἐναντίων, τὰς χρηστὰς ἀναλογίζεσθαι μόνας; Καίτοι γε ἐκεῖ μὲν ὅταν ἅπαντα συνέλθῃ τὰ ὀφείλοντα συνδραμεῖν, πρὸς αὐτῷ τῷ τέλει πολλάκις θάνατος ἄωρος προσπεσὼν ἀπήνεγκεν ἀστεφάνωτον τὸν ἀθλητὴν μετὰ τοὺς μυρίους ἱδρῶτας· ἐνταῦθα δὲ κἂν ἐν μέσοις τοῖς ἀγῶσι τοῦτο γένηται, τότε δὴ μάλιστα λαμπρὸς καὶ ἐστεφανωμένος ἄπεισιν οὗτος. Ὥστε εἰ τὸ μέλλον δέδοικας, ἐπὶ τῶν λόγων δεδοικέναι μᾶλλον ἔδει, ἔνθα πολλὰ τὰ κωλύματα πρὸς τὸ πέρας ἐλθεῖν. Σὺ δὲ ἐκεῖ μὲν κάθῃ χρόνον ἀναμένων μακρὸν, καὶ πρὸς οὐδὲν τῶν ἐν μέσῳ, δαπάνην λέγω καὶ ταλαιπωρίαν καὶ τὸ ἄδηλον, ἀλλὰ πρὸς τὸ τέλος μόνον ὁρῶν· ἐνταῦθα δὲ οὔπω τῶν προθύρων τοῦ παιδὸς ἐπιβάντος, οὐδὲ ἁψαμένου τῆς καλῆς ταύτης φιλοσοφίας, δέδοικας καὶ τρέμεις εὐθέως, καὶ εἰς ἀπόγνωσιν ἐμβάλλεις τὸν λογισμόν;