Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πολεμοῦντας τοῖς ἐπὶ τὸ μονάζειν ἀναχωροῦσιν

Ἰωάννης ὁ Χρυσόστομος

Η καθολικότητα των ευαγγελικών προσταγμάτων

Ανασκευή της αντίληψης περί διαφορετικών ηθικών απαιτήσεων μεταξύ μοναχών και κοσμικών, αναδεικνύοντας τις μεγαλύτερες δυσκολίες για σωτηρία όσων επιλέγουν τον κοσμικό βίο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 14 από 16

Καὶ μὴν αὐτὸς ἔμπροσθεν ἔλεγες· Τί γάρ; πόλιν οἰκοῦντα καὶ οἰκίαν ἔχοντα σωθῆναι οὐκ ἔνι; Οὐκοῦν εἰ μετὰ τῆς πόλεως, καὶ τῆς οἰκίας, καὶ τῆς γυναικὸς σωθῆναι δυνατὸν, πολλῷ μᾶλλον χωρὶς γυναικὸς καὶ τῶν ἄλλων τούτων. Οὐ γάρ ἐστι τοῦ αὐτοῦ νῦν μὲν θαῤῥεῖν, καὶ εἰ ἐν τοῖς βιωτικοῖς ᾖ πράγμασιν ἐνδεδεμένος, ὡς δυνατῆς καὶ οὕτω τῆς σωτηρίας οὔσης· νῦν δὲ, κἂν πάντων ἀπηλλαγμένος ᾖ, τρέμειν καὶ δεδοικέναι, ὡς οὐδὲ τούτων χωρὶς εὐδοκιμῆσαι ἐνόν.

Εἰ γὰρ πόλιν οἰκῶν ἠδύνατο σώζεσθαι, ὡς ἔφης, πολλῷ μᾶλλον τὴν ἐρημίαν καταλαβών. Πῶς οὖν τὸ ἀδύνατον ἐνταῦθα δέδοικας, ἐκεῖ μὴ φοβηθεὶς ἔνθα μᾶλλον ἐχρῆν; ιεʹ. Οὐ γάρ ἐστι, φησὶν, ἴσον βιωτικὸν ὄντα διαμαρτεῖν, καὶ καθάπαξ ἀναθέντα ἑαυτὸν τῷ Θεῷ· οὐ γὰρ ἀπὸ τοῦ αὐτοῦ ὕψους ἀμφότεροι καταπίπτουσιν, ὅθεν οὐδὲ τὰ τραύματα αὐτοῖς ἴσα. Σφόδρα ἀπατᾷς σαυτὸν καὶ σφάλλεις, εἰ ἄλλα μὲν οἴει τὸν βιωτικὸν, ἕτερα δὲ ἀπαιτεῖσθαι τὸν μοναχόν· ἡ γὰρ διαφορὰ τούτοις ἐν τῷ γαμῆσαι καὶ μὴ, τῶν δὲ ἄλλων ἕνεκεν ἁπάντων κοινὰς ὑπέχουσι τὰς εὐθύνας. Καὶ γὰρ ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, κἄν τε βιωτικὸς, κἄν τε μοναχὸς ᾖ, τῷ Θεῷ προσέκρουσεν ὁμοίως· καὶ ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἄν τε τοῦτο ἄν τε ἐκεῖνο τυγχάνῃ, ὁμοίως ὑπὲρ τῆς μοιχείας τιμωρηθήσεται ταύτης. Εἰ δὲ χρὴ καὶ ἀπὸ λογισμοῦ προσθεῖναι, ὁ βιωτικὸς ἀσυγγνωστότερος τοῦτο παθών· οὐ γάρ ἐστιν ἴσον γυναῖκα ἔχοντα, καὶ τοσαύτης ἀπολαύοντα παραμυθίας, κάλλει προσπταῖσαι γυναικὸς, καὶ ἁπάσης ταύτης ἀπεστερημένον τῆς βοηθείας ἁλῶναι τῷ δεινῷ. Πάλιν ὁ ὀμνὺς, ἄν τε τοῦτο ἄν τε ἐκεῖνο ᾖ, ὁμοίως καταδικάζεται.

Οὐδὲ γὰρ ὁ Χριστὸς, ὅτε περὶ τούτων διετάσσετο καὶ ἐνομοθέτει, τοῦτον ἐποιήσατο τὸν διορισμὸν, οὐδὲ εἶπεν· Ἐὰν μὲν μοναχὸς ὁ ὀμνύων ᾖ, ἐκ τοῦ πονηροῦ ὁ ὅρκος· ἐὰν δὲ μὴ μοναχὸς, οὐκέτι· ἀλλ᾽ ἁπλῶς καὶ καθάπαξ ἅπασιν ἔλεγεν· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. Καὶ πάλιν εἰπὼν, Οὐαὶ τοῖς γελῶσιν, οὐ προσέθηκε τοὺς μοναχοὺς, ἀλλ᾽ ἁπλῶς ἐνομοθέτησεν ἅπασιν οὕτω· καὶ ἐν τοῖς ἄλλοις δὲ ἅπασιν οὕτως ἐποίησε τοῖς μεγάλοις καὶ θαυμαστοῖς παραγγέλμασι.

Καὶ γὰρ ὅτε λέγει· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, οἱ πενθοῦντες, οἱ πραεῖς, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, οἱ ἐλεήμονες, οἱ καθαροὶ τῇ καρδίᾳ, οἱ εἰρηνοποιοὶ, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, οἱ καὶ ῥητὰ καὶ ἄῤῥητα δι᾽ αὐτὸν παρὰ τῶν ἔξωθεν ἀκούοντες κακά· οὔτε βιωτικοῦ, οὔτε μονάζοντος ὄνομα τίθησιν, ἀλλ᾽ ἀπὸ τῆς τῶν ἀνθρώπων διανοίας οὗτος εἰσενήνεκται ὁ διορισμός. Αἱ δὲ Γραφαὶ οὐδὲν ἴσασι τούτων, ἀλλ᾽ ἅπαντας τὸν τῶν μοναχῶν βούλονται βίον ζῇν, κἂν γυναῖκας ἔχοντες τύχωσιν. Ἄκουσον γοῦν καὶ ὁ Παῦλος τί φησιν· ὅταν δὲ Παῦλον εἴπω, τὸν Χριστὸν λέγω πάλιν. Οὗτος τοίνυν ἐπιστέλλων ἀνθρώποις γυναῖκας ἔχουσι καὶ παιδία τρέφουσι, πᾶσαν τὴν τοῖς μοναχοῖς προσήκουσαν ἀκρίβειαν αὐτοὺς ἀπαιτεῖ. Τὴν γὰρ τρυφὴν ἐκκόπτων ἅπασαν, καὶ τὴν ἐν τοῖς ἱματίοις, καὶ τὴν ἐν τοῖς ἐδέσμασι, ταῦτα ἐπιστέλλει τὰ ῥήματα· Γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ· καὶ πάλιν. Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε· καὶ πάλιν, Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τί τούτων παρὰ τῶν μοναζόντων πλέον ἀπαιτήσειεν ἄν τις; Γλώττης δὲ παιδεύων κρατεῖν ἑτέρους, ἀκριβεῖς πάλιν τίθησι νόμους, καὶ τοιούτους οἵους καὶ τοῖς μοναχοῖς ἀνύσαι ἔργον ἐστίν.

Οὐ γὰρ αἰσχρότητα καὶ μωρολογίαν μόνον, ἀλλὰ καὶ εὐτραπελίαν ἀναιρεῖ· οὐ θυμὸν καὶ ὀργὴν καὶ πικρίαν μόνον, ἀλλὰ καὶ κραυγὴν ἐκκόπτει τοῦ τῶν πιστῶν στόματος. Πᾶς γὰρ, φησὶ, θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν σὺν πάσῃ κακίᾳ. Ἆρά σοι μικρὰ ταῦτα εἶναι δοκεῖ; Οὐκοῦν ἀνάμεινον, καὶ τὰ πολλῷ μείζονα τούτων ἀκούσῃ, ἃ περὶ ἀνεξικακίας διατάττεται πᾶσιν. Ὁ ἥλιος, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδώσει· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. Καὶ πάλιν· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Εἶδες πρὸς αὐτὴν τὴν κορυφὴν ἀναβαίνουσαν τὴν τῆς φιλοσοφίας καὶ μακροθυμίας ἐπίτασιν;

Ἄκουσον καὶ ὅσα περὶ ἀγάπης διατάττεται τοῦ κεφαλαίου τῶν ἀγαθῶν· ἐπάρας γὰρ αὐτὴν καὶ τὰ κατορθώματα αὐτῆς εἰπὼν, ἐδήλωσεν ὅτι ταύτην ἀπαιτεῖ παρὰ τῶν βιωτικῶν ἣν παρὰ τῶν μαθητῶν ὁ Χριστός. Ὥσπερ γὰρ ὁ Σωτὴρ τοῦτον ἔσχατον ὅρον ἔφησεν ἀγάπης εἶναι, τὸ τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ τῶν φίλων αὐτοῦ, οὕτω καὶ ὁ Παῦλος τὸ αὐτὸ τοῦτο ᾐνίξατο εἰπών· Ἡ ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς· καὶ τὴν τοιαύτην κελεύει διώκειν.

Ὥστε εἰ καὶ τοῦτο μόνον εἴρητο, ἱκανὸν τεκμήριον ἦν τοῦ τὰ αὐτὰ ἀπαιτεῖσθαι τοὺς βιωτικοὺς τοῖς μοναχοῖς. Ὁ γὰρ σύνδεσμος καὶ ἡ ῥίζα τῆς πολλῆς ἀρετῆς αὕτη ἐστί· νυνὶ δὲ καὶ κατὰ μέρος αὐτὴν τίθησι. Τί τοίνυν μεῖζον ταύτης τῆς φιλοσοφίας ζητήσειεν ἄν τις; Ὅταν γὰρ καὶ ὀργῆς καὶ θυμοῦ καὶ κραυγῆς, καὶ χρημάτων ἐπιθυμίας, καὶ γαστρὸς, καὶ πολυτελείας, καὶ δόξης κενῆς, καὶ τῶν ἄλλων τῶν βιωτικῶν ἀνωτέρους εἶναι κελεύῃ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ὅταν νεκρῶσαι τὰ μέλη προστάττῃ, εὔδηλον ὅτι τὴν αὐτὴν ἡμᾶς ἀκρίβειαν ἀπαιτεῖ, ὅσην τοὺς μαθητὰς ὁ Χριστὸς, καὶ πρὸς τὰ ἁμαρτήματα οὕτως εἶναι βούλεται νεκροὺς, ὡς τοὺς ἀποθανόντας καὶ ταφέντας ἤδη. Διὰ τοῦτο γάρ φησιν· Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Ἔστι δὲ ὅπου καὶ εἰς τὸν τοῦ Χριστοῦ ζῆλον διὰ τῆς παρακλήσεως. ἡμᾶς ἄγει, οὐχὶ πρὸς τὸν τῶν μαθητῶν μόνον. Καὶ γὰρ ὅταν ἀγαπᾷν παραινῇ, ἐκεῖθεν φέρει τὰ ὑποδείγματα, καὶ ὅταν μὴ μνησικακεῖν, καὶ ὅταν μετριάζειν. Ὅταν οὖν μὴ μοναχοὺς μόνον, μηδὲ τοὺς μαθητὰς, ἀλλὰ καὶ αὐτὸν μιμεῖσθαι κελεύῃ τὸν Χριστὸν, καὶ τοῖς μὴ ζηλοῦσι κόλασιν τίθησι μεγίστην, πόθεν ἐκεῖνο μεῖζον ἔφης εἶναι τὸ ὕψος; Τὸ γὰρ αὐτὸ πάντας ἀνθρώπους ἀναβῆναι δεῖ· καὶ τὸ πᾶσαν ἀνατρέψαν τὴν οἰκουμένην, τοῦτό ἐστιν, ὅτι μείζονος οἰόμεθα δεῖν ἀκριβείας τῷ μονάζοντι μόνῳ, τοῖς δὲ λοιποῖς ἐξεῖναι ῥᾳθύμως ζῇν.

Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἀλλὰ τὴν αὐτὴν ἀπαιτούμεθα, φησὶ, πάντες φιλοσοφίαν· καὶ σφόδρα φαίην ἂν ἔγωγε, μᾶλλον δὲ οὐκ ἐγὼ, ἀλλ᾽ αὐτὸς ὁ μέλλων κρίνειν ἡμᾶς. Εἰ δὲ θαυμάζεις ἔτι καὶ διαπορεῖς, φέρε σοι πάλιν τὴν ἀκοὴν ἀπὸ τῶν αὐτῶν ἀντλήσωμεν ναμάτων, ὥστε σοι τέλεον ἐκπλυθῆναι τῆς ἀπιστίας τὴν κακίαν ἅπασαν. Ποιήσομαι δὲ τὴν ἀπόδειξιν ἀπὸ τῶν κολάσεων τῶν κατὰ τὴν ἡμέραν ἐκείνην. Ὁ πλούσιος, οὐκ ἐπειδὴ μονάζων ἦν ὠμὸς, διὰ τοῦτο ἐκολάζετο μειζόνως, ἀλλ᾽, εἰ δεῖ τι καὶ ἐφευρόντα εἰπεῖν, ἐπειδὴ βιωτικὸς ὢν, καὶ ἐν πλούτῳ ζῶν καὶ ἐν πορφύρᾳ, περιεώρα τὸν Λάζαρον ἐν ἐσχάτῃ πενίᾳ. Πλὴν οὔτε τοῦτο οὔτε ἐκεῖνο ἐρῶ, ἀλλ᾽ ὅτι μόνον ὠμὸς ἦν, διὰ τοῦτο ἔκειτο μειζόνως κολαζόμενος ἐν τῷ πυρί. Καὶ αἱ παρθένοι δὲ, ἐπειδὴ περὶ τὴν φιλανθρωπίαν ὑστέρησαν, διὰ τοῦτο ἀπηλάθησαν ἀπὸ τοῦ νυμφῶνος· καὶ εἰ χρή τι καὶ παρ᾽ ἑαυτῶν εἰπεῖν, οὐ μόνον αὐταῖς οὐκ ἐπετείνετο τὰ τῆς κολάσεως διὰ τὴν παρθενίαν, ἀλλὰ τάχα καὶ ἡμερώτερα διὰ ταύτην ἐγένετο.

Οὐ γὰρ ἤκουσαν, Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἀλλὰ μόνον· Οὐκ οἶδα ὑμᾶς. Εἰ δὲ λέγει τις ταυτὸν εἶναι τοῦτο ἐκείνῳ, οὐδὲν ἀντερῶ. Τὸ γὰρ σπουδαζόμενόν μοι δεῖξαι νῦν, ὅτι οὐχ ὁ τῶν μοναχῶν βίος χαλεπωτέρας ποιεῖ τὰς κολάσεις, ἀλλὰ τῶν αὐτῶν εἰσιν ὑπεύθυνοι καὶ οἱ βιωτικοὶ, τὰ αὐτὰ ἁμαρτάνοντες ἐκείνοις. Καὶ ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, καὶ ὁ τὰ δηνάρια τὰ ἑκατὸν ἀπαιτῶν, οὐκ ἐπειδὴ μονάζοντες ἦσαν, ἔπασχον ἅπερ ἔπασχον· ἀλλ᾽ ὁ μὲν διὰ τὴν πορνείαν, ὁ δὲ διὰ τὴν μνησικακίαν ἀπώλοντο. Καὶ τοὺς ἄλλους δὲ εἴ τις ἐπέλθοι τοὺς τότε κολαζομένους, ἀπὸ τῶν ἀμαρτημάτων μόνον ὄψεται τὴν τιμωρίαν ὑπέχοντας. Οὐκ ἐν ταῖς τιμωρίαις δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς νουθεσίαις τοῦτο εὕροι τις ἄν.

Καὶ γὰρ, ὅταν λέγῃ· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· οὐ τοῖς μονάζουσι διαλέγεται μόνον, ἀλλὰ καὶ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει. Καὶ ὅταν κελεύῃ διὰ τῆς στενῆς ὁδεύειν ὁδοῦ, οὐ πρὸς τούτους ἀποτείνει τὸν λόγον μόνους, ἀλλὰ πρὸς πάντας ἀνθρώπους· καὶ μισεῖν δὲ τὴν αὐτῶν ψυχὴν ἐν τῷ κόσμῳ τούτῳ, καὶ τὰ ἄλλα δὲ πάντα τὰ τοιαῦτα πᾶσιν ἐπέταξεν ὁμοίως. Ὅταν δὲ μὴ πᾶσι διαλέγηται μηδὲ νομοθετῇ, δῆλον ἡμῖν αὐτὸ ποιεῖ. Ὅτε γοῦν περὶ παρθενίας ἔλεγεν, ἐπήγαγεν· Ὁ δυνάμενος χωρεῖν χωρείτω, οὔτε τὸ, πᾶς, προσθεὶς, οὔτε ἐν ἐπιτάγματος τάξει τοῦτο εἰσενεγκών. Οὕτω καὶ ὁ Παῦλος· τὸν γὰρ Διδάσκαλον μιμούμενος πανταχοῦ φαίνεται, καὶ εἰς ταύτην ἐμπεσὼν τὴν ὑπόθεσιν, ἔλεγε· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Ὅτι μὲν οὖν πρὸς τὴν ἴσην φθάσαι κορυφὴν καὶ τὸν βιωτικὸν ἀνάγκη καὶ τὸν μοναχὸν, καὶ ὅτι τὰ αὐτὰ λήψονται τραύματα πεσόντες ἀμφότεροι, οὐδὲ τὸν σφόδρα φιλόνεικον καὶ ἀναίσχυντον οἶμαι λοιπὸν ἀντερεῖν.

ιδʹ. Τούτου δὲ ἀποδειχθέντος σαφῶς, φέρε δὴ κἀκεῖνο ἐξετάσωμεν, τίς εὐκολώτερον καὶ ῥᾷον πεσεῖται· ἢ ἐνταῦθα οὐδὲ ἐξετάσεως ἡμῖν δεῖ. Σωφροσύνην μὲν γὰρ ὁ γυναῖκα ἔχων κατορθώσει ῥᾳδίως, ἅτε πολλῆς ἀπολαύων τῆς παραμυθίας· ἐν δὲ τοῖς ἄλλοις οὐ σφόδρα φαίνεται, πλὴν ἀλλὰ κἀνταῦθα πλείους ἂν ἴδοιμεν τῶν γεγαμηκότων, ἢ τῶν μοναχῶν πίπτοντας. Οὔτε γὰρ τοσοῦτοι πρὸς τὸν γάμον ἀπὸ τῶν μοναστηρίων ἐκβαίνουσιν, ὅσοι πρὸς πόρνας ἀπὸ τῆς εὐνῆς ἀνίστανται τῶν γυναικῶν.

Εἰ δὲ ὅπου εὔκολα τὰ τῶν παλαισμάτων αὐτοῖς, μετὰ τοσαύτης πίπτουσιν ὑπερβολῆς, τί ποιήσουσιν ἐν τοῖς ἄλλοις πάθεσιν, ἐν οἷς μᾶλλον ἐνοχλοῦνται τῶν μοναχῶν; Ἡ μὲν γὰρ ἐπιθυμία τούτοις σφοδρότερον ἔπεισιν, ἅτε τὴν πρὸς γυναῖκας οὐκ ἔχουσιν ὁμιλίαν· τὰ δὲ ἄλλα τούτων μὲν οὐδὲ ἐγγὺς γενέσθαι δύναιτ᾽ ἂν, ἐκείνους δὲ κατὰ κράτος ἐλαύνει καὶ ἐπὶ κεφαλὴν ὠθεῖ. Εἰ δὲ ἐν οἷς σφοδρότερον ὁ πόλεμος πνεῖ, μᾶλλον τῶν μὴ τοῦτο πασχόντων κρατοῦσιν, εὔδηλον ὅτι πολλῷ ῥᾷον τούτων ἐν τοῖς ἄλλοις, ἐν οἷς οὐκ ἐνοχλοῦνται, στήσονται.

Καὶ γὰρ χρημάτων ἔρως, καὶ τρυφῆς ἐπιθυμία καὶ δυναστείας καὶ τῶν ἄλλων ἁπάντων, εὐκολώτερον ὑπὸ τούτων ἢ τῶν βιωτικῶν ἀνύεσθαι πέφυκεν. Ὥσπερ οὖν ἐν παρατάξει καὶ μάχῃ τοῦτο τοῦ πολέμου τὸ μέρος κουφότερον εἶναι φήσομεν, οὐχ ὅθεν ἐπάλληλοι καὶ συνεχεῖς πίπτουσιν οἱ νεκροὶ, ἀλλ᾽ ὅθεν ὀλίγοι καὶ σπάνιοι, οὕτω καὶ περὶ τούτων ψηφίζεσθαι χρή. Καὶ γὰρ πλεονεξίας οὐχ ὁ στρεφόμενος ἐν τῷ μέσῳ, ἀλλ᾽ ὁ καθήμενος ἐν τοῖς ὄρεσιν εὐκολώτερον περιέσται· ἐπεὶ ἐκεῖνός γε καὶ ἁλώσεται ῥᾳδίως, ἁλόντα δὲ πλεονεξίᾳ μετὰ τῶν εἰδωλολατρῶν ἀριθμεῖσθαι ἀνάγκη. Καὶ τῶν οἰκείων οὗτος μὲν οὐχ αἱρήσεται ὑπεριδεῖν, ἂν ἔχῃ χρήματα, ἀλλ᾽ εὐκόλως αὐτοῖς πάντα προήσεται, ἐκεῖνος δὲ οὐ περιόψεται μόνον αὐτοὺς, ἀλλὰ καὶ ἀδικήσει τῶν ἀλλοτρίων οὐχ ἧττον· τοῦτο δὲ πάλιν ἕτερος εἰδωλολατρείας τρόπος τοῦ προτέρου χαλεπώτερος. Καὶ τί δεῖ τὰ ἄλλα πάντα λέγειν, τὰ τοῖς μονάζουσι μὲν ὄντα εὐκαταγώνιστα, τοὺς δὲ βιωτικοὺς μετὰ πολλῆς καταβάλλοντα τῆς σφοδρότητος;

Πῶς οὖν οὐ δέδοικας, οὐδὲ τρέμεις ἐπὶ τοῦτον ἄγων τὸν βίον, ὅθεν ἁλώσιμος ἔσται τῇ κακίᾳ ταχέως; Ἢ μικρὸν εἶναί σοι δοκεῖ εἰδωλολατρεία, καὶ τὸ τῶν ἀπίστων εἶναι χείρω, καὶ τὸ τοῦ Θεοῦ τὴν δουλείαν διὰ τῶν ἔργων ἐξόμνυσθαι, ἅπερ ἅπαντα πείσονται εὐκολώτερον τῶν μοναχῶν οἱ τῷ βίῳ προσδεδεμένοι; Ὁρᾷς ὅτι σκῆψις ὁ φόβος ἐστίν; Εἰ γὰρ δεδοικέναι ἐχρῆν, οὐχ ὑπὲρ τῶν τὰ κλυδώνια φευγόντων, οὐδὲ ὑπὲρ τῶν ἐπὶ τὸν λιμένα σπευδόντων, ἀλλ᾽ ὑπὲρ τῶν ἐν χειμῶνι καὶ τῇ ζάλῃ κλυδωνιζομένων. Ταχύτερον γὰρ ἐκεῖθεν τὰ ναυάγια, τῷ καὶ πλείονα εἶναι τὰ ἐνοχλοῦντα, καὶ ῥᾳθυμοτέρους τοὺς πρὸς ταῦτα στήσεσθαι μέλλοντας. Ἐνταῦθα δὲ οὔτε τοσαῦτα τὰ κύματα, καὶ πολλὴ ἡ γαλήνη, καὶ ἡ σπουδὴ μείζων τῶν πρὸς ταῦτα μαχησομένων. Διὰ τοῦτο καὶ ἡμεῖς ἐπὶ τὴν ἔρημον ἕλκομεν, οὐχ ἵνα σάκκον ἁπλῶς περιβάλωνται, οὐδὲ ἵνα κλοιὰ περιθῶνται, οὐδ᾽ ἵνα σποδὸν ὑποστορέσωνται, ἀλλ᾽ ἵνα πρὸ τῶν ἄλλων ἁπάντων φύγωσι μὲν κακίαν, ἕλωνται δὲ ἀρετήν.

Τί οὖν; οἱ γεγαμηκότες, φησὶν, ἀπολοῦνται πάντες; Οὐ τοῦτο λέγω, ἀλλ᾽ ὅτι μειζόνων δεήσονται πόνων, εἰ μέλλοιεν σώζεσθαι, διὰ τὴν ἐνεστῶσαν ἀνάγκην· τοῦ γὰρ δεδεμένου μᾶλλον ὁ λελυμένος δραμεῖται. Οὐκοῦν καὶ πλείονα ἕξει τὸν μισθὸν, καὶ λαμπροτέρους τοὺς στεφάνους;

Οὐδαμῶς· ἑαυτῷ γὰρ ταύτην περιτίθησι τὴν ἀνάγκην, ἐξὸν μὴ περιθεῖναι. Ὥστε, ἐπειδὴ σαφῶς ἡμῖν ἀποδέδεικται ὅτι τῶν αὐτῶν ἐσμεν ὑπεύθυνοι τοῖς μοναχοῖς, ἐπὶ τὴν εὐκολωτέραν τρέχωμεν ὁδὸν, καὶ τοὺς υἱοὺς ἐπὶ ταύτην ἕλκωμεν, ἀλλὰ μὴ καταποντίζωμεν, μηδὲ εἰς τὰ τῆς κακίας ἕλκωμεν βάραθρα, καθάπερ ἐχθροὶ καὶ πολέμιοι. Ταῦτα γὰρ εἰ μὲν ἄλλοι τινὲς ἐποίουν, οὐκ ἦν οὕτω δεινόν· ὅταν δὲ οἱ γεγεννηκότες, οἱ τῶν βιωτικῶν πεῖραν εἰληφότες πάντων, οἱ διὰ τῶν ἔργων μαθόντες αὐτῶν ὅτι ψυχρὰ τῶν παρόντων πραγμάτων ἡ ἡδονὴ, οὕτω μαίνωνται, ὡς ἑτέρους ἐπὶ ταῦτα ἕλκειν, ἐπειδὴ λοιπὸν ὑπὸ τῆς ἡλικίας αὐτοὶ κεκώλυνται· καὶ δέον ἑαυτοὺς ἐπὶ τοῖς προτέροις ταλανίζειν, οἱ δὲ καὶ ἑτέρους ἐμβάλλουσι, καὶ ταῦτα ἐγγὺς ἑστῶτες λοιπὸν τῆς τελευτῆς, καὶ τοῦ δικαστηρίου, καὶ τῶν εὐθυνῶν ἐκείνων, ποία αὐτοῖς ἀπολογία λελείψεται, ποία συγγνώμη, ποῖος ἔλεος; Οὐ γὰρ δὴ μόνον τῶν οἰκείων ἁμαρτημάτων δώσουσι δίκην, ἀλλὰ καὶ τῶν τοῖς παισὶ τετολμημένων, ἄν τε δυνηθῶσι τοὺς υἱοὺς ὑποσκελίσαι, ἄν τε μή.