Ἐπὶ τούτου ἦσαν προφῆται Ἠλίας, Ἑλισσαιὲ, Μιχαίας, καὶ Ἰοῦ ὁ τοῦ Ἀνεμὶ, καὶ Ὀζιὴλ ὁ τοῦ Ζαχαρίου, καὶ Ἐλιάδαδ ὁ τοῦ Ἀδιὰ ἀπὸ Μαρίσσης. Ἰωρὰμ ὁ υἱὸς αὐτοῦ ἔτη ηʹ, καὶ ἐποίησε τὸ πονηρόν. Εἶχε γὰρ γυναῖκα θυγατέρα Ἀχαάβ. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἑλισσαῖος. Ὀχοζίας υἱὸς αὐτοῦ ἔτος αʹ, καὶ ἐποίησε τὸ πονηρόν. Μετ᾽ αὐτὸν Γοθολία ἡ μήτηρ αὐτοῦ, ἔτη ἑπτά. Ἰωᾶς υἱὸς Ὀχοζίου ἔτη μʹ. Οὗτος ἐφόνευσε τὸν Ζαχαρίαν, καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὅλῃ τῇ ψυχῇ αὐτοῦ, ἕως Ἰωδαὲ ὁ συνετὸς ἔζη, καὶ ἐφώτισεν αὐτόν. Τοῦτον ἀπέκτειναν οἱ δοῦλοι αὐτοῦ ἐν οἴκῳ Μαελώθ. Ἐπὶ τούτου ἐπροφήτευσε Ζαχαρίας υἱὸς Ἰωδαέ. Ἀμεσίας υἱὸς αὐτοῦ ἔτη ιθʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐν ἀρχῇ, ἀλλ᾽ οὐχ ὡς Δαυΐδ. Ἔτι γὰρ ὁ λαὸς ἐθυσίαζεν ἐν τοῖς ὑψηλοῖς, καὶ τὰ ἄλση οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἐπροφήτευσαν προφῆται, ἀλλ᾽ οὐκ ἐγράφησαν τὰ ὀνόματα αὐτῶν. Μετὰ ταῦτα μέντοι Ἀμεσίας πατάξας τοὺς ἐν Σηεὶρ, ἐπήρθη, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις τῶν Σηεὶρ, καὶ ἐπατάχθη παραδοθεὶς τοῖς ἐχθροῖς. Ἀζαρίας ὁ καὶ Ὀζίας ἔτη νβʹ, καὶ ἐποίησε κατὰ τὴν ἀρχὴν τὸ εὐθὲς, ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν. Εὐοδούμενος δὲ ἐπήρθη, καὶ ἠθέλησεν ἑαυτῷ θυμιᾶσαι ἐν τῷ ναῷ, ὅπερ μόνοις τοῖς ἱερεῦσιν ἔξεστι. Διὸ καὶ ἐλεπρώθη ἀκούσας· Οὐ σοὶ, Ὀζία, θυμιᾶσαι τῷ Κυρίῳ, ὃ μόνοις τοῖς ἱερεῦσιν ἔξεστιν. Ἐπὶ τούτου προφήτης Ἡσαΐας.