Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Σύνοψις τῆς θείας γραφῆς

Ἰωάννης ὁ Χρυσόστομος

Σύνοψη των Παραλειπομένων, του Έσδρα και των ιστορικών διηγήσεων

Η επιστροφή από την αιχμαλωσία, η ανοικοδόμηση του ναού και της Ιερουσαλήμ, καθώς και οι αυτοτελείς ιστορικές διηγήσεις της Εσθήρ, του Τωβίτ και της Ιουδίθ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 13

Παραλειπόμενα βιβλίον αʹ. Παραλειπόμενα καλεῖται, ἐπειδὴ πολλὰ ἐν ταῖς Βασιλείαις παραλειφθέντα περιέχεται ἐν τούτοις τοῖς βιβλίοις. Ἔστι δὲ ἐν τούτῳ τῷ πρώτῳ γενεαλογία πασῶν φυλῶν ἀπὸ Ἀδὰμ ἕως τῶν βασιλέων κατὰ φυλὰς καὶ κατὰ δήμους καὶ κατὰ πατριὰς καὶ κατ᾽ οἶκον.

Τίνας τε ἔταξε τῶν Λευϊτῶν Δαυῒδ ἐν αὐλοῖς καὶ κινύραις ᾄδειν τῷ Θεῷ, καὶ τίνας ἔταξεν ἐν τοῖς ἔργοις τοῦ ναοῦ. Πρότερος γὰρ αὐτὸς τὸν ναὸν κτίζειν ἤρξατο. Καὶ ἕτερά τινα λεπτομερῶς βασιλέων καὶ τῶν γενεῶν διέρχεται. Οἷς συναπτέον καὶ ταῦτα, ὅτι γίνεται ὁμοῦ τῶν ἐν Ἱερουσαλὴμ βασιλευσάντων ἀπὸ τοῦ Δαυῒδ τὰ πάντα ἔτη υοδʹ. Οἱ δὲ βασιλεῖς πάντες γεγόνασιν ἐξ ἑνὸς γένους τοῦ Δαυῒδ, καὶ οἳ μὲν ἐποιήσαντο τὸ εὐθὲς, εἰσὶ θʹ· οἳ δὲ τὸ πονηρὸν ἐποιήσαντο, ιβʹ, χωρὶς μέντοι Γοθολίας. Τῶν δὲ ἐν Σαμαρείᾳ βασιλευσάντων γίνονται ὁμοῦ τὰ πάντα ἔτη σξθʹ καὶ ἡμέραι λʹ· βασιλεῖς μὲν ιβʹ ἐκ διαφόρων ὀκτὼ γενεῶν γεγόνασιν· οἱ δὲ πάντες ἐποιήσαντο τὸ πονηρὸν, κατὰ τὴν ἁμαρτίαν Ἱεροβοάμ.

Παραλειπόμενα βιβλίον βʹ. Ἐν τῇ δευτέρᾳ βίβλῳ τῶν Παραλειπομένων παράγονται πράξεις βασιλέων. Εἰσὶ δὲ οἱ ταύτας ἀναγράψαντες οἱ κατὰ καιροὺς ὄντες προφῆται. Ὑπὲρ δὲ τοῦ γινώσκειν ἐκ μέρους τοὺς συγγράψαντας, σημειωτέον οὗτος (l. ὅτι) μὲν πράξεις ἔγκεινται ἐνταῦθα πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα· ἤτοι αἱ παραλειφθεῖσαι τῆς ἱστορίας τῶν βασιλέων. Οἱ δὲ τὰς ἁπάσας αὐτῶν πράξεις ἱστορήσαντες, εἰσὶν οὗτοι· τὰ περὶ τοῦ Δαυῒδ ἔγραψε Σαμουὴλ, καὶ Ναθὰν καὶ Γὰδ οἱ προφῆται· τὰ περὶ Σολομῶντος, Ναθὰν καὶ Ἀχίας προφῆται· τὰ περὶ Ἱεροβοὰμ, Σαμέας καὶ Ἀδδὼ προφῆται· τὰ περὶ Ἀβιὰ, Ἀδδὼ ὁ προφήτης. Τὰ περὶ Ἀσὰ, ἐν τῷ βιβλίῳ λόγων περὶ τῶν βασιλέων Ἰούδα· τὰ περὶ Ἰωσαφὰτ, Ἰοὺ ὁ προφήτης, τοῦ Ἀναμὴ, ὃς κατέγραψε βιβλίον λόγων τῶν βασιλέων Ἰσραήλ. Τὰ περὶ Ἰωὰς, ἐπὶ τὴν γραφὴν τῶν βασιλέων. Τὰ περὶ Ἀμεσία. ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ περὶ Ὀζίου, Ἰεσίας (sic) ὁ προφήτης. Τὰ περὶ Ἰωθὰμ, ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ περὶ Ἄχαζ, ἐπὶ βιβλίον βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

Τὰ περὶ Ἐζεκίου, Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης. Τὰ περὶ Μανασσῆ, ἐπὶ λόγων τῶν ὁρώντων. Τὰ περὶ Ἰωσίου, ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ περὶ Ἰωακεὶμ, ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Ταῦτα ἔστιν εὑρεῖν οὕτω τεταγμένα ἐν τοῖς Παραλειπομένοις τῶν βασιλέων.

Ἔσδρας βιβλίον αʹ. Ἔσδρας καλεῖται τὸ βιβλίον, ἐπειδὴ αὐτὸς Ἔσδρας ἱερεὺς ὢν καὶ ἀναγνώστης, ἐξηγεῖται καὶ συγγράφει τὴν ἐπάνοδον τῶν υἱῶν Ἰσραὴλ ἐκ Περσίδος εἰς τὴν Ἱερουσαλὴμ γενομένην. Γέγονε δὲ ἡ ἐπάνοδος προτέρως μὲν ἐκ τοῦ προστάγματος, ἔπειτα δὲ κελεύσαντος Κύρου καὶ Δαρείου τῶν βασιλέων ἐν χειρὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, καὶ Ἔσδρα καὶ Ζοροβάβελ, οἳ ἤρισαν προβλήμασι, τεθείσης ἐπαγγελίας, αἰτῆσαι τὸν νικῶντα ὅπερ ἐὰν θελήσῃ παρὰ τοῦ βασιλέως. Τοῦ τοίνυν ἑνὸς εἰπόντος νικᾷν τὸν οἶνον, καὶ τοῦ ἑτέρου εἰπόντος νικᾷν τὸν βασιλέα, ὁ Ζοροβάβελ εἶπεν νικᾷν τὰς γυναῖκας, ὑπὲρ δὲ πάντα τὴν ἀλήθειαν. Καὶ ἐπειδὴ ταῦτα εἰρηκὼς νενίκηκε, καὶ ἤκουσε αἰτήσασθαι ὃ βούλεται, ἠξίωσε αὐτὸς ἀφεθῆναι τὴν αἰχμαλωσίαν, καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλήμ. Καὶ γέγονεν ὡς ἠξίωσε, καὶ ἀφείθη ἡ αἰχμαλωσία. Τότε γὰρ ἐπληρώθη καὶ τὰ οʹ ἔτη τῆς ὀργῆς. Εἰσὶ τοίνυν οἱ ἀναβάντες ἀπὸ τῆς αἰχμαλωσίας ἀπὸ Ἰούδα καὶ Βενιαμὶν, καὶ οἱ Λευῗται, τὸν ἀριθμὸν μυριάδες δʹ καὶ δισχίλιοι, ἵπποι τλʹ, ἡμίονοι σμεʹ, κάμηλοι υλεʹ, παῖδες αὐτῶν καὶ παιδίσκαι ͵ζτλδʹ, οἱ ᾄδοντες σʹ, ὄνοι ͵ϛψκʹ, καὶ οἱ μὲν οἰκοδομοῦντες ἦσαν Ζοροβάβελ, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ Νεεμίας. Ὁ δὲ Ἔσδρας εὐφυὴς ἐν τῷ νόμῳ, αὐτὸς προσεκόμισε τὸν νόμον, καὶ ἀνέγνω, καὶ διετύπωσε πάντα τὰ κατὰ τὸ ἱερὸν καὶ τοὺς Λευΐτας.

Αὐτὸς ἔδειξε τὸν νόμον, καὶ πεποίηκε ἐκβληθῆναι τὰς ἀλλογενεῖς γυναῖκας τοὺς λαβόντας ἐν καιρῷ τῆς αἰχμαλωσίας. Καὶ ἐξέβαλον πάντες, καὶ ἐκαθαρίσθησαν, καὶ ἐποίησε τὸ πάσχα νομίμως, ὡς γέγραπται, καὶ τὴν νηστείαν, καὶ οὕτω τελειοῦται τὸ πρῶτον βιβλίον Ἔσδρα.

Ἔσδρας βιβλίον βʹ. Ἐν τούτῳ τῷ βιβλίῳ τὰ αὐτὰ μὲν τῷ πρώτῳ λέγει ὁ Ἔσδρας περὶ τῆς ἐπανόδου, χωρὶς τῶν προβληθέντων. Καὶ τὰ πλείω δὲ ἐξηγεῖται περὶ Νεεμίου τοῦ εὐνούχου· ὅτι αὐτὸς ἠξίωσε περὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ· καὶ ὅτι μὲν Ἔσδρας ἀνεγίνωσκε, Ἰησοῦς δὲ καὶ Βανέας καὶ Σαραβίας ἦσαν συνετίζοντες τὸν λαόν.

Καὶ ὁ μὲν Ἔσδρας ἀναγινώσκων διέστειλεν ἐν ἐπιστήμῃ Κυρίου· ὁ δὲ λαὸς συνῆκε ἐν τῇ ἀναγνώσει, καὶ ἐποίησε τὸ πάσχα, καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ ἐποίησε τὴν νηστείαν καὶ τὴν σκηνοπηγίαν, ὡς γέγραπται· Ὅτι, φησὶν, οὐκ ἐποίησαν οὕτως ἀπὸ τῶν ἡμερῶν Ἰησοῦ τοῦ Ναυῆ. Ἔσδρας δὲ ἑωρακὼς ἐπιμιγείσας γυναῖκας Ἀζωτίους τοῖς Ἑβραίοις, ἔπεισε πάντας ἐπαγγείλασθαι φυλάττειν τὸν νόμον τοῦ Θεοῦ. Καὶ ἐξέβαλε τὰς γυναῖκας, ὡς παράνομον γάμον, καὶ ὤμοσαν φυλάξαι τὸν νόμον. Καὶ οὕτως ἁγιασθέντες καὶ καθαρισθέντες εὐφράνθησαν, καὶ ἀπῆλθε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ. Ἱστορεῖται δὲ καὶ τοῦτο περὶ τοῦ Ἔσδρα, ὅτι ἀπολλυμένων τῶν βιβλίων ἐξ ἀμελείας τοῦ λαοῦ διὰ τὴν πολυχρόνιον αἰχμαλωσίαν, αὐτὸς Ἔσδρας, φιλόκαλος ὢν καὶ εὐφυὴς, καὶ ἀναγνώστης, ἐφύλαξε πάντα, καὶ λοιπὸν προήνεγκε, καὶ πάλιν ἐκδέδωκε· καὶ οὕτω διασώζεται τὰ βιβλία.

Ἐσθὴρ βιβλίον. Ἐσθὴρ καλεῖται τὸ βιβλίον, ἐπειδὴ διὰ τῆς Ἐσθὴρ ὁ Θεὸς μέλλοντας ἀπολέσθαι παγγενῆ τοὺς Ἰουδαίους, αὐτοὺς μὲν διέσωσε, τὸν δὲ Ἀμὰν ἐπιβουλεῦσαι θελήσαντα ἐπάταξεν. Ἀρταξέρξης γὰρ ὁ βασιλεὺς τὴν ἰδίαν ἐκβαλὼν γυναῖκα, ἐζήτησεν ἐν τῇ βασιλείᾳ αὐτοῦ τὴν πάντων καλλίστην οὖσαν καὶ ὡραιοτέραν λαβεῖν ἑαυτῷ γυναῖκα· καὶ εὑρέθη Ἐσθὴρ τὸ γένος Ἰουδαία τυγχάνουσα. Ἦν δὲ καὶ Μαρδοχαῖος συγγενὴς αὐτῆς ἀπὸ τῆς αἰχμαλωσίας τῆς γενομένης ἐπὶ Σεδεκίου ἐν αὐτῇ τῇ χώρᾳ. Ὁ οὖν βασιλεὺς μέγαν ποιήσας τὸν λεγόμενον Ἀμὰν, ἐκέλευσε πάντας αὐτὸν προσκυνεῖν. Ἀλλὰ τοῦ Μαρδοχαίου τῇ πρὸς Θεὸν λατρείᾳ μὴ προσκυνοῦντος τὸν ἄνθρωπον, ὠργίσθη ὁ Ἀμὰν, καὶ μαθὼν ὅτι Ἰουδαῖός ἐστι, πείθει τὸν βασιλέα Ἀρταξέρξην, καὶ γράφει ὥστε πάντας τοὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ Ἰουδαίους ὁλοῤῥίζους ἀπολέσθαι ἐν μιᾷ ἡμέρᾳ τῷ δωδεκάτῳ μηνί. Τοῦτο τοίνυν μαθὼν ὁ Μαρδοχαῖος, ἐπένθει, καὶ νηστεύων, προὔπεμψε τὴν Ἐσθὴρ ἀξιῶν παρὰ αὐτῆς βοήθειαν γενέσθαι. Ἡ τοίνυν Ἐσθὴρ νηστεύσασα, καὶ εὐξαμένη τῷ Θεῷ, ἐκόσμησεν ἑαυτὴν τῷ γυναικείῳ κόσμῳ, καὶ μὴ κληθεῖσα (οὐκ ἦν γὰρ ἐξὸν μὴ κληθεῖσαν εἰσελθεῖν), ὅμως εἰσῆλθε παρὰ τὸν καιρὸν πρὸς τὸν βασιλέα, ἀντὶ τοῦ καιροῦ τῇ εὐχῇ θαῤῥοῦσα. Εἶτα τοῦ βασιλέως θαυμάζοντος τὸ ξένον, ἔπεσεν ἐκείνη ἀπὸ τοῦ φόβου.

Ὁ δὲ Θεὸς μετέβαλε τὸν θυμὸν τοῦ βασιλέως εἰς διάθεσιν καὶ πραότητα· καὶ ἀναστὰς ἐβάστασε τὴν γυναῖκα, καὶ παρεκάλει αὐτὴν μὴ φοβεῖσθαι, ἀλλὰ καὶ ἠξίωσεν αὐτὴν αἰτεῖσθαι, εἴ τι βούλοιτο. Ἡ δὲ ἐπὶ δεῖπνον ἠξίωσεν ἐλθεῖν αὐτόν τε τὸν βασιλέα καὶ τὸν Ἀμὰν, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον. Ὁ μὲν οὖν Ἀμὰν διαχυθεὶς καὶ γανωθεὶς, ὡς ὑπὸ τῆς βασιλίδος ἀξιωθεὶς κληθῆναι, ἔτι μᾶλλον ἐπήρετο κατὰ τοῦ Μαρδοχαίου, καὶ ἐποίησε ξύλον κοπῆναι μέγα, βουλόμενος τὸν Μαρδοχαῖον τῇ ἑξῆς ἡμέρᾳ ἐν αὐτῷ κρεμάσαι. Ὁ δὲ βασιλεὺς κατά τινα πρόνοιαν ἀγαθὴν, ἀγρυπνήσας ἐκείνην τὴν νύκτα, καὶ μὴ δυνάμενος ὑπνῶσαι, ἐκέλευσεν ἀναγινώσκεσθαι αὐτῷ τῶν πράξεων αὐτοῦ τὰ ὑπομνήματα. Ἀναγινωσκομένων δὲ αὐτῶν, εὗρε πρᾶξιν ἀγαθὴν εἰς αὐτὸν γενομένην ὑπὸ τοῦ Μαρδοχαίου.

Δύο γὰρ εὐνούχους μέλλοντας ἐπιβουλεύειν τῷ βασιλεῖ κατήνεγκεν αὐτῷ τῷ βασιλεῖ καὶ ἤλεγξεν. Ὁ τοίνυν βασιλεὺς ἀποδεξάμενος τὴν προαίρεσιν τοῦ Μαρδοχαίου, ἐζήτει τιμὴν ἀξίαν τῷ τοιούτῳ παρασχεῖν. Ὡς δὲ εἰσῆλθε πρωῒ πρὸς αὐτὸν ὁ Ἀμὰν, ἐπυνθάνετο ὁ βασιλεὺς αὐτοῦ, ὁποίας καὶ πηλίκης τιμῆς ἄξιός ἐστιν ὁ τὸν βασιλέα εὐεργετήσας. Ὁ δὲ Ἀμὰν νομίζων περὶ αὐτοῦ πυνθάνεσθαι τὸν βασιλέα, εἶπεν ἄξιον εἶναι τὸν τοιοῦτον δεύτερον βασιλέα καλεῖσθαι.

Ὁ μὲν οὖν βασιλεὺς κελεύει τὸν Μαρδοχαῖον τῆς τοιαύτης ἀξιωθῆναι τιμῆς, καὶ τὸν Ἀμὰν ἔμπροσθεν αὐτοῦ περιπατεῖν. Ἡ δὲ Ἐσθὴρ πρόφασιν εὑροῦσα, ἠξίωσε περὶ τῶν Ἰουδαίων. Εἶτα τοῦ βασιλέως λυπηθέντος ἐπὶ τῷ παρανόμῳ προστάγματι τῷ κατὰ τῶν Ἰουδαίων, καὶ ὀργισθέντος κατὰ τοῦ Ἀμὰν, αὐτὸς ὁ Ἀμὰν παρεκάλει τὴν Ἐσθὴρ, ἀπόντος τοῦ βασιλέως, ἐπικύπτων καὶ προσκυνῶν τὰ γόνατα αὐτῆς.

Ὁ δὲ βασιλεὺς καὶ ἑωρακὼς τὸν Ἀμὰν ἁπτόμενον τῶν ἰχνῶν τῆς βασιλίσσης, ὑπονοήσας αἰσχρῶς αὐτὸν τοῦτο ποιεῖν, ἐκέλευσεν αὐτὸν μὲν τὸν Ἀμὰν εἰς τὸ ξύλον, ὅπερ ἦν ἑτοιμάσας τῷ Μαρδοχαίῳ, κρεμασθῆναι· γράφει δὲ ἄνεσιν μὲν ἔχειν πάντας τοὺς Ἰουδαίους, τοὺς δὲ ἐχθροὺς αὐτῶν ἀναιρεθῆναι παρ᾽ αὐτῶν. Καὶ οἱ μὲν ἀναιρεθέντες εἰσὶ μύριοι πεντακισχίλιοι.

Γέγονε δὲ ἑορτὴ τῇ ιδʹ καὶ ιεʹ ἐν τῷ μηνὶ τῷ δωδεκάτῳ, ὅστις καλεῖται Ἄδαρ. Καλεῖται δὲ ἡ ἡμέρα αὕτη τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Φουρά. Διὰ τοῦτο κατὰ τὴν ἡμέραν ταύτην καίουσιν οἱ Ἰουδαῖοι τὸν Ἀμὰν, καὶ ἑορτάζουσι, μνημόσυνον οὖσαν τῆς σωτηρίας αὐτῶν. Καὶ ἐν τούτοις τέλος ἔχει τὸ βιβλίον.

Τωβὶτ βιβλίον. Τωβὶτ καλεῖται τὸ βιβλίον, ἐπειδὴ τὴν περὶ αὐτοῦ τοῦ Τωβὶτ ἱστορίαν περιέχει. Ἔστι δὲ ὁ Τωβὶτ ἀπὸ μὲν φυλῆς Νεφθαλεὶμ, γέγονε δὲ ἐν τῇ αἰχμαλωσίᾳ, καὶ ἦν ἐν τῇ Νινευῒ ἐλεήμων καὶ θεοσεβής. Καὶ γὰρ ἐν τῇ αἰχμαλωσίᾳ γενόμενος, οὐκ ἤσθιε κοινὸν ἄρτον ἀπὸ τῶν ἐθνῶν, ἀλλ᾽ ἑαυτὸν συνετήρησε. Ἦν δὲ καὶ ἀγοραστὴς τοῦ βασιλέως Ἐνεμασάρου, καὶ παρέθετο ἐν τῇ Μηδείᾳ Γαβαὴλ τάλαντα ιʹ. Οὗτος οὖν ὁ Τωβὶτ σπουδὴν εἶχε θάπτειν τοὺς ἀποθνήσκοντας τῶν Ἰουδαίων.

Διαβληθεὶς δὲ τῷ βασιλεῖ Ἀχειρὴλ, ἔφυγε. Καὶ ἐπανελθὼν, καὶ θάψας τινὰ τῶν ἀποθανόντων, ἐκοιμήθη ἔξω τοῦ τείχους, καὶ ὡς εἴωθε κοιμώμενος, ἀνεῳγμένους εἶχε τοὺς ὀφθαλμοὺς, στρουθίων δὲ ἀφοδευσάντων ἄνωθεν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, λευκώματα ἔσχε, καὶ οὐκέτι ἔβλεπεν. Ἦν δὲ καὶ ἐν Ἐκβατάνοις θυγάτηρ τοῦ Ῥαγουὴλ συγγενοῦς αὐτοῦ Σάῤῥα ὀνόματι. Ταύτην γαμηθῆναι οὐκ ἐπέτρεπεν ὁ δαίμων Ἀσμοδαῖος· ἑπτὰ γοῦν ἑξῆς λαβόντας αὐτὴν ἀπέκτεινε [καὶ πάνυ λυπηθεῖσα· ἑπτὰ γὰρ λαβόντας ἑξῆς αὐτὴν ἀπέκτεινε]. Καὶ πάνυ λυπηθεῖσα ἡ παῖς ηὔξατο· καὶ ἀπέστειλεν αὐτῇ βοηθὸν ὁ Θεὸς τὸν ἀρχάγγελον Ῥαφαήλ. Ὁ τοίνυν Τωβὶτ παραγγείλας τῷ υἱῷ αὐτοῦ Τωβίᾳ μὴ λαβεῖν ἀλλαχόθεν γυναῖκα, εἰ μὴ ἐκ τῆς φυλῆς αὐτοῦ καὶ τοῦ γένους, δίδωσιν αὐτῷ τὸ χειρόγραφον τῶν δέκα ταλάντων, καὶ ἐντέλλεται αὐτῷ ἀπελθεῖν καὶ ἀπαιτῆσαι. Ἀγνοῶν δὲ ὁ παῖς τὴν ὁδὸν καὶ τὸν ἄνθρωπον, ἐξέρχεται ζητῆσαι συνοδοιπόρον. Κατὰ Θεοῦ πρόνοιαν εὑρίσκει τὸν Ῥαφαὴλ, ὡς ἄνθρωπον ἑστῶτα ἔξω, καὶ μισθοῦται αὐτὸν λέγοντα εἰδέναι τὴν ὁδόν. [Καὶ συνοδεύει αὐτῷ ὁ ἄγγελος ὡς ἄνθρωπον λέγοντα εἰδέναι τὴν ὁδόν.] Καὶ συνοδεύει αὐτῷ ὁ ἀρχάγγελος Ῥαφαὴλ ὡς ἄνθρωπος λεγόμενος Ἀζαρίας. Ἐλθόντων δὲ αὐτῶν εἰς τὸν Τίγρην ποταμὸν, ἠθέλησεν ὁ παῖς εἰς αὐτὸν καταβῆναι καὶ λούσασθαι, καὶ εὐθὺς ἰχθὺς ἐπεπήδησε τῷ παιδαρίῳ μέγας.

Ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ ἐπιλαβέσθαι τοῦ ἰχθύος καὶ τεμεῖν αὐτὸν καὶ λαβεῖν τό τε ἧπαρ καὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν χολὴν, καὶ ταῦτα τηρεῖν. Εἶτα πυνθανομένου τοῦ παιδὸς, εἰς τί χρήσιμα ταῦτα, ἐκεῖνος ἔφη· Τὸ ἧπαρ καὶ ἡ καρδία θυμιώμενα διώξει τὸν δαίμονα· ἡ δὲ χολὴ καθαρίσει τὰ λευκώματα. Ὁ μὲν οὖν παῖς συμβουλίᾳ καὶ συνεργίᾳ τοῦ ἀγγέλου λαμβάνει τὴν τοῦ Ῥαγουὴλ θυγατέρα τὴν Σάῤῥαν γυναῖκα, διωχθέντος τοῦ δαιμονίου ἐν τῷ θυμιάματι τούτῳ, καὶ δεθέντος εἰς τὰ ἀνώτερα μέρη Αἰγύπτου ὑπὸ τοῦ ἀγγέλου. Μείνας δὲ μετὰ τῆς γυναικὸς ὁ Τωβίας, ἀποστέλλει τὸν Ἀζαρίαν, ὡς ἄνθρωπον ὄντα, εἰς τὴν Μηδίαν, καὶ ἀπαιτήσας ἐκεῖνος τὰ δέκα τάλαντα ὑπέστρεψε μετὰ τῆς γυναικὸς καὶ αὐτοῦ τοῦ ἀγγέλου πρὸς τὸν πατέρα.

Ὑποστρέψας δὲ ὁ παῖς, ἐγχρίει τῇ χολῇ τοῦ ἰχθύος τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς, καὶ ἀποπίπτουσιν αἱ λεπίδες, καὶ εὐθὺς ἀνέβλεψε. Ὅτε μὲν ἐτυφλώθη ὁ Τωβὶτ, ἦν ἐτῶν νηʹ, ὅτε δὲ ἀνέβλεψε, ἦν ἐτῶν ξϛʹ. Καὶ λοιπὸν βλέψαντος αὐτοῦ, ἐφανέρωσεν ἑαυτὸν ὁ ἄγγελος, ὅτι οὐκ ἄνθρωπος ἦν, ἀλλὰ παρὰ τοῦ Θεοῦ ἀπεστάλη εἰς βοήθειαν αὐτῶν τε καὶ τῆς Σάῤῥα.

Γηράσας δὲ ὁ Τωβὶτ, παρήγγειλε τῷ υἱῷ αὐτοῦ Τωβίᾳ, ἀπελθεῖν εἰς τὴν Μηδίαν διὰ τὴν ἐσομένην καταστροφὴν τῆς Νινευῒ κατὰ τὸ ῥῆμα Ἰωνᾶ τοῦ προφήτου, καὶ ἐκλιπὼν ἀπέθανε ἐτῶν ὢν ρνεʹ. Ὁ δὲ υἱὸς αὐτοῦ Τοβίας ἀπελθὼν εἰς τὴν Μηδίαν, καὶ θάψας τοὺς πενθεροὺς αὐτοῦ, καὶ ἀκούσας περὶ τῆς καταστροφῆς Νινευῒ, ἀπέθανε καὶ αὐτὸς ρζʹ ἐτῶν ὤν.

Καὶ ἐν τούτοις τέλος ἔχει καὶ τοῦτο τὸ βιβλίον. Βιβλίον Ἰουδίθ. Ἰουδὶθ καλεῖται τὸ βιβλίον, ἐπειδὴ πολεμουμένους καὶ πολιορκουμένους ὑπὸ τοῦ Ὀλοφέρνου τοῦς υἱοὺς Ἰσραὴλ ὁ Θεὸς διὰ τῆς Ἰουδὶθ τοὺς μὲν λαοὺς ἔσωσε, τὸν δὲ Ὀλοφέρνην ἐπάταξεν. Ἡ δὲ ἱστορία αὕτη· Ναβουχοδονόσορ ὁ βασιλεὺς τῶν Ἀσσυρίων, πόλεμον ἔχων πρὸς Ἀρφάξαδ βασιλέα Μήδων, ᾔτησε συμμαχίαν παρὰ τῶν ἐθνῶν πάντων ἕως Αἰγύπτου. Μὴ δεδωκότων δὲ αὐτῶν, ἀλλ᾽ ἀντειρηκότων πάντων, μετὰ τὸ νικῆσαι καὶ περιγενέσθαι τοῦ Ἀρφάξαδ, ἔθετο κατὰ τῶν μὴ δεδωκότων πόλεμον. Καὶ ἀπέστειλε τὸν Ὀλοφέρνην μετὰ δυνάμεως πολλῆς κατ᾽ αὐτῶν. Τὰ μὲν οὖν ἄλλα πάντα ἔθνη ἔλαβε, καὶ τὰ εἴδωλα αὐτῶν συνέτριψεν. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἠσφαλίσαντο ἑαυτοὺς, καὶ οὐχ ὑπήκουσαν τῷ Ὀλοφέρνῃ, οὔτε ἐφοβήθησαν αὐτοῦ τὴν ἀπειλήν. Ὁ τοίνυν ἱερεὺς Ἰωακεὶμ ἔγραψε τοῖς ἐν Βετυλούᾳ φράξαι τὴν ὁδὸν Ὀλοφέρνου, ἐπειδὴ ἐκεῖθεν ἦν αὐτοῦ ἡ ὁδὸς, καὶ ἔφραξαν. Καὶ ὁ μὲν Ὀλοφέρνης παρετάσσετο εἰς πόλεμον. Ἀχιὼρ δὲ ὁ ἡγούμενος τῶν υἱῶν Ἀμμὼν συνεβούλευσε τῷ Ὀλοφέρνῃ μὴ πολεμεῖν τὸ ἔθνος τῶν Ἑβραίων διὰ τὸ ὑπερασπίζειν αὐτῶν τὸν Θεόν. Καὶ ὀργισθεὶς Ὀλοφέρνης ἀπέστρεψεν αὐτὸν εἰς Βετουλᾶ, ἀπειλήσας ἀναιρεῖν αὐτὸν εἰ περιγένοιτο τῶν Ἑβραίων. Ὁ μὲν οὖν Ἀχιὼρ ἦν Βετουλᾶ ἀναπαυόμενος.

Ὁ δὲ Ὀλοφέρνης ἐπολιόρκει τὴν πόλιν, προκαταλαβὼν τὰ ὕδατα. Ἤδη δὲ τοῦ λαοῦ ἐκλυθέντος διὰ τὸ δίψος, καὶ μελλόντων ἐκδοῦναι τὴν πόλιν τῶν ἀρχόντων, Ἰουδὶθ ἀποβαλοῦσα τὰ τῆς χηρείας ἱμάτια (ἐπένθει γὰρ τὸν ἄνδρα, καὶ δι᾽ ὅλου νηστεύουσα ἦν), ἐκόσμησεν ἑαυτὴν ὡς νύμφην, καὶ πολλὰ παρακαλέσασα, ὥστε μὴ ἐκδοῦναι τὴν πόλιν ἄχρις ἡμερῶν εʹ, ἐξῆλθεν αὐτὴ πρὸς τὸν Ὀλοφέρνην, καὶ τῇ σοφίᾳ αὐτῆς ἀπατήσασα αὐτὸν, τῇ τρίτῃ ἡμέρᾳ ἀπεκεφάλισεν αὐτὸν [τῇ τρίτῃ ἡμέρᾳ], ἀγνοούντων στρατιωτῶν αὐτοῦ, καὶ οὕτω λοιπὸν ἀπὸ τοῦ τείχους οἱ πολῖται ἀφάψαντες τὴν κεφαλὴν Ὀλοφέρνου, τοῖς αὐτοῦ στρατηγοῖς ὑπέδειξαν. Ἐντεῦθεν οἱ γὰρ Ἀσσύριοι ἔφυγον, οἱ δὲ υἱοὶ Ἰσραὴλ πανταχόθεν συνδραμόντες κατέκοψαν τοὺς Ἀσσυρίους. Σωθέντες δὲ καὶ σκυλεύσαντες τοὺς πολεμίους, δεδώκασι τῇ Ἰουδὶθ πάντα τὰ τοῦ Ὀλοφέρνου. Αὐτὴ δὲ Ἰουδὶθ ἀπελθοῦσα εἰς Ἱερουσαλὴμ ἀνέθηκε πάντα τῷ Κυρίῳ, καὶ ἐπιστρέψασα εἰς τὸν οἶκον αὐτῆς, τὴν αὐτὴν εἶχε ἄσκησιν, καὶ διέμεινεν ἕως θανάτου χήρα, μηδενὸς αὐτὴν ἰσχύοντος πεῖσαι πρὸς γάμον ἐλθεῖν. Ἀπέθανε δὲ ζήσασα καλῶς ἐν τῇ χηρείᾳ αὐτῆς ἐτῶν ρεʹ. Καὶ ἐν τούτοις τέλος ἔχει τὸ βιβλίον.