Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Σύνοψις τῆς θείας γραφῆς

Ἰωάννης ὁ Χρυσόστομος

Σύνοψη των σοφιολογικών βιβλίων

Ανάλυση της αληθινής σοφίας, της ηθικής διδασκαλίας, της πρακτικής φρονήσεως και του ελέγχου της ειδωλολατρίας στα βιβλία της Σοφίας Σολομώντος, των Παροιμιών και της Σοφίας Σειράχ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 11 από 13

Σοφία Σολομῶντος. Σοφία Σολομῶντος καλεῖται τὸ βιβλίον· καὶ γὰρ καὶ τοῦτο, φασὶ, Σολομών ἐστιν ὁ γράψας. Ἔστι δὲ ἐν αὐτῷ διδασκαλία δικαιοσύνης, καὶ τὸ γνωρίζειν τούς τε φαύλους ἄνδρας καὶ τοὺς σπουδαίους, καὶ προφητεία περὶ Χριστοῦ. Καὶ ὅτι πολλῷ πόνῳ καὶ πόθῳ κατορθοῦται σοφία. Ἔτι δὲ καὶ φυσιολογία μερική· καὶ κατὰ εἰδώλων καὶ τῶν αὐτὰ γλυφόντων, καὶ ἐν αὐτοῖς ἐλπιζόντων, καὶ λατρευόντων· καὶ ὕμνος σὺν ἐξομολογήσει τῶν γεγενημένων τοῖς Ἰσραηλίταις θαυμασίων ἐνώπιον τῶν ἐχθρῶν αὐτῶν, παρὰ τοῦ Θεοῦ. Ἡ μὲν οὖν περιοχὴ τοῦ βιβλίου τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ ἀνακεφαλαίωσίς ἐστιν ἐν τούτοις. Ἐν προοιμίοις μὲν προτροπὴ δικαίου εἰς θεοσέβειαν, καὶ ἔλεγχος ἀσεβοῦς βλασφήμου. Μὴ ζήλου γὰρ, φησὶ, τοὺς ἀντιχρίστους, οἵτινές εἰσι θάνατος Πόθεν οἱ ἀσεβεῖς ἐπὶ τῷ σταυρῶσαι τὸν Κύριον τῆς δόξης ἦλθον, τὸν αἰῶνα τοῦτον προκρίναντες.

Ὅτι καὶ τοὺς ἀποστόλους ἐδίωξαν καὶ ἀπέκτειναν. Ὅτι τινὲς ἔσονται οἱ ἐξουθενοῦντες τὸν νόμον τοῦ Κυρίου, καὶ τινὲς οἱ ὑποταγέντες αὐτῷ. Ὅτι οὐδὲ πλήθους ἀσεβούντων εἰς Χριστὸν φείσεται ὁ Θεός. Ἑνὸς γὰρ δικαίου πιστεύοντος Χριστῷ μέλει τῷ Θεῷ, κἂν νέος ἀποθάνῃ. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον. Εἰ καὶ ἀσεβὴς τελευτὴν τοῦ πιστεύοντος Χριστῷ ἐξουθένωσεν, ἀλλ᾽ ἐκλέγονται ἀπὸ Χριστοῦ. Οἱ ἀσεβεῖς ἀτίμῳ πτώματι παραδοθήσονται, καὶ μεγάλῃ κρίσει καταβληθήσονται οἱ διῶκται τῶν τοῦ Χριστοῦ δούλων, ἐν τῇ κρίσει, ἰδόντες τὴν δόξαν αὐτοῦ καὶ αὐτῶν, καὶ ἑαυτοὺς εἰς κόλασιν.

Ὅτι ὁ πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν. Τίς ὀργὴ τῶν ἀσεβούντων εἰς Χριστόν. Προτροπαὶ τοῖς ἄρχουσι τοῦ Ἰσραὴλ, ὥστε πιστεύειν Χριστῷ· μᾶλλον δὲ παράθεσις τοῖς ἄρχουσι τῆς καθολικῆς Ἐκκλησίας, πῶς ἄρχειν δεῖ, ἀποστραφέντος ἐκείνου.

Τίς ἡ σοφία, ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ πῶς ὁ Λόγος σὰρξ γέγονε, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὅτι κἀγὼ ὁμοιοπαθὴς ὑμῖν ὢν ἄνθρωπος ἐκ κελεύσεως Θεοῦ πεπαίδευμαι. Περὶ Χριστοῦ· τῇ σοφίᾳ τοῦ Θεοῦ, ὅτι πάντων τὴν γνῶσιν ἐξ αὐτῆς ἔσχον· Ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. Τίς ἡ σοφία, καὶ πῶς εἰς ἀνθρώπους ἦλθε. Μία γὰρ οὖσα πάντα δύναται, καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει. Τὴν σοφίαν, φησὶν, ἐκ νεότητος φιλήσας, πάντα τὰ ἀγαθὰ ἐξ αὐτῆς ἔσχον σαρκικὰ καὶ πνευματικά. Ὅτι τὸ μέγεθος τῆς σοφίας ἐγνωκὼς ἐνέτυχον τῷ Κυρίῳ, ὥστε μοι δοθῆναι τὸ ἅγιον Πνεῦμα τὸ φωτίζον με περὶ αὐτῆς. Καὶ ἐπέμφθη, ἵνα συγκοπιάζῃ μοι.

Λογισμοὶ γὰρ θνητῶν δειλοί. Περὶ τῶν ἔργων τῆς σοφίας. Πῶς τὸν πρωτόπλαστον διεφύλαξεν, ἐξ ὅσων κακῶν σώζει τοὺς πιστεύοντας αὐτῷ ὁ Θεὸς, καὶ ὅσα ἀγαθὰ παρέχει. Οἷον τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Λὼτ, τὸν Ἰακὼβ, τὸν Ἰωσὴφ, τοὺς Ἰσραηλίτας, οὓς ἐκ χειρὸς τῶν Αἰγυπτίων ἐξεῤῥύσατο διὰ Μωσέως, καὶ ἐκ πέτρας ἀκροτόμου ἐδόθη αὐτοῖς ὕδωρ. Ὡς τοῖς ζʹ ἔθνεσιν ἀπέστειλε σφῆκας, μακροθυμίᾳ δὲ χρώμενος, καὶ τούτοις ἐδίδου τόπον μετανοίας, παιδεύων διὰ τούτων τὸν λαὸν εἶναι φιλάνθρωπον. Κατὰ στοιχειολατρῶν, βατράχων, σφηκῶν, μυῶν, ἀκρίδων, σκνιφῶν, ὄφεων. Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσοῦ καὶ ἀργύρου, ἢ λίθων, ἢ ξύλων εἰδώλων κατεσκευασμένων.

Ὅτι ἐστὶ σωτηρία διὰ ξύλου τοῖς πιστεύουσι. Τὰ περὶ τῶν εἰδωλοποιῶν, ἢ ζωγραφούντων εἴδωλα. Περὶ πάντων τῶν κακῶν τῶν ἐν εἰδωλολατρείᾳ. Περὶ ἀσεβοῦς θρησκείας, καὶ ὅσα ἐν αὐτῇ κακά. Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμικῶν εἰδώλων. Περὶ πάντων τῶν εἰδώλων τῆς τῶν ἐθνῶν λατρείας. Περὶ τῶν ἐχθίστων ζώων, ὄφεων, αἰλούρων, καὶ τῶν ὁμοίων.

Ὅτι εὐηργέτησεν ὁ Θεὸς τὸν Ἰσραὴλ ἀντὶ βατράχων ὀρτυγομήτραν. Ὅτι καὶ ἐπὶ δήγματος ὄφεων σωτηρία τοῦ λαοῦ σου δι᾽ ὄφεως χαλκοῦ ἐσταυρωμένου· τοὺς δὲ ἐχθροὺς αὐτῶν δι᾽ ὄφεων καὶ μυῶν ἀπέκτεινεν. Ὅτι ἀγγέλων τροφὴν ἐψώμισε τὸν λαὸν πρὸς πᾶσαν ἡδονὴν ἰσχύουσαν, καὶ πρὸς πᾶσαν ἁρμονίας γεῦσιν. Ὅτι χάλαζαν Αἰγυπτίοις μετὰ πυρὸς ἔπεμψε πρὸς διαφθορὰν γεννημάτων. Ὅτι τοῖς Αἰγυπτίοις ἔπεμψε ψηλαφητὸν σκότος, καὶ τὰ ἐν αὐτῷ κακά· τοῖς δὲ ὁσίοις αὐτοῦ φῶς ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ στῦλον πυρός· καὶ ἀντὶ μὲν θανάτου νηπίων Ἰσραὴλ, τῶν Αἰγυπτίων πρωτοτόκων θάνατος καὶ καταποντισμός· ἀντὶ δὲ θανάτου πρωτοτόκων, σωτηρία Ἰσραὴλ δι᾽ αἵματος προβάτου. Καὶ ἐπὶ μὲν θανάτῳ δικαίων ἐν ἐρήμῳ, Ἀαρὼν ἐξιλάσατο, Κυρίῳ προσευξάμενος καὶ θυμιάσας· ἐπὶ δὲ θανάτῳ Αἰγυπτίων ἐν Ἐρυθρᾷ θαλάσσῃ, ἀνελεήμων θυμὸς, τοῦ δὲ λαοῦ παράδοξος ὁδοιπορία. Ὅτι διὰ μισοξενίαν ἔπαθον ταῦτα οἱ Αἰγύπτιοι, ὡς καὶ οἱ Σοδομῖται. Ὅτι τὰ στοιχεῖα ὑπόκειται τῇ θείᾳ κρίσει Χριστοῦ, πρὸς ὃ βούλεται ῥυθμιζόμενα, ὡς χορδαὶ κιθάρας τῷ κιθαρίζοντι.

Ἐν οἷς πᾶσα δύναμις τῆς Σοφίας Σολομῶντος τῆς λεγομένης Παναρέτου. Παροιμίαι Σολομῶντος. Παροιμίαι Σολομῶντος τὸ βιβλίον καλεῖται, ἐπειδὴ καὶ ταύτας Σολομών ἐστιν ὁ λαλήσας καὶ γράψας. Οὗτος δὲ διαδεξάμενος τὴν βασιλείαν Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, ηὔξατο τῷ Θεῷ λαβεῖν σοφίαν ὑπὲρ πλοῦτον, καὶ ὑπὲρ ἄμυναν ἐχθρῶν. Λαβὼν τοίνυν, καὶ γενόμενος σοφὸς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ᾽ αὐτὸν ἀνθρώπους, θαυμασθείς τε ἐπὶ πᾶσιν οἷς ἐποίησε καὶ ἐλάλησε, τρισχιλίας μὲν παραβολὰς καὶ πεντακισχιλίας ᾠδὰς ἐλάλησε· καὶ ἐφυσιολόγησε περὶ πάντων τῶν τε ἐκ γῆς φυομένων, καὶ περὶ πάντων τῶν ζώων. Συνέγραψε δὲ, ὡς μέν τινές φασι, τρία μόνα βιβλία. Τοῦτό τε, καὶ τὸν Ἐκκλησιαστὴν, καὶ τὸ ᾎσμα τῶν ᾀσμάτων· ὡς δέ τινες, καὶ τὴν Σοφίαν τὴν ἀπογεγραμμένην καὶ λεγομένην Πανάρετον· γνησίαν γὰρ αὐτοῦ καὶ ταύτην λέγουσιν εἶναι.

Καὶ τοῦτον μὲν Παροιμίαι ἐπέγραψεν. Εἰσὶ δὲ παροιμίαι λόγοι σοφοὶ, ὡς αἰνίγματα, ἅτινα ἕτερον μέν τι αὐτόθεν δηλοῦντά ἐστιν, ἕτερον δὲ ἐν ὑπονοίᾳ ἐπαγγέλλονται. Τῶν δὲ τοιούτων εἶδός εἰσιν αἱ παροιμίαι.

Οὕτω γὰρ καὶ οἱ μαθηταὶ τοῦ Κυρίου λέγουσιν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, ὅτε τοῦ Κυρίου πολλὰ εἰρηκότος, πρότερον ἐγκεκρυμμένῃ διανοίᾳ, ὕστερόν φασιν αὐτῷ· Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις· ὡς τῶν παροιμιῶν μὴ ἐκ φανεροῦ, ἀλλὰ κεκρυμμένως λεγομένων. Ἐπεὶ οὖν ἐν τῷ βιβλίῳ τούτῳ πλεῖστοι λόγοι τοιοῦτοί εἰσιν, διὰ τοῦτο Παροιμίας ἔγραψε (l. ἐπέγραψε) τὸ βιβλίον.

Ὠνομάσθη δὲ παροιμία, ἐπειδὴ παρὰ πάσης ὁδοῦ ἐγράφησαν οἱ τοιοῦτοι λόγοι, πρὸς διόρθωσιν καὶ διδασκαλίαν τῶν ἐν ταῖς ὁδοῖς πορευομένων. Παρὰ τὰς ὁδοὺς δὲ ἐγράφοντο, ἐπεὶ μὴ πάντες ἐχώρουν τοὺς τῆς ἀληθείας λόγους· ἵνα κἂν διερχόμενοι καὶ βλέποντες διερευνῶσι τὰ γεγραμμένα, καὶ οὕτω παιδεύωνται οἱ ἄνθρωποι. Τινὲς γοῦν ὁρίζονται αὐτὰς οὕτως, ῥῆμα παρόδιον ἀπό τινος ἑνὸς εἰς πολλὰ μεταλαμβανόμενον.

Ἔστιν οὖν ἐν τῷ βιβλίῳ τούτῳ γνῶσις σοφίας καὶ παιδείας, νόησις λόγων φρονήσεως, στροφαὶ λόγων, δικαιοσύνης ἀληθοῦς νόησις, κρίματα κατευθύνειν, καὶ ἐπαγγελία τοῦ γινώσκειν ἐκ τούτων παραβολὰς, ῥήσεις σοφῶν, αἰνίγματα, σκοτεινοὺς λόγους. Καὶ εἰσὶ γνώσεις σοφίας καὶ παιδείας. Ἐπειδὴ γὰρ Ἕλληνες μὲν σοφίαν ἔχειν ἐπαγγέλλονται, αἱρετικοὶ δὲ νομίζουσι παιδείαν ἔχειν, διὰ τοῦτο οὗτος τὴν ἀληθῆ σοφίαν καὶ παιδείαν διδάσκει, ἵνα μὴ τῇ ὁμωνυμίᾳ τῆς σοφίας εἰς τὰ σοφίσματα τῶν Ἑλλήνων καὶ τῶν αἱρετικῶν ἐμπέσῃ τις. Καὶ γὰρ Ἕλληνες μὲν οἰόμενοί τινες εἶναι, καὶ Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Αἱρετικοὶ δὲ παιδεύεσθαι νομίζοντες ἐξεστράφησαν, καὶ ἁμαρτάνουσιν ὄντες αὐτοκατάκριτοι. Τῶν δὲ θείων λόγων ἀκούσας σοφὸς, σοφώτερος ἔσται. Τῶν γὰρ νομίμων τοῦ Θεοῦ ἀκούσας, καὶ ταῦτα φυλάξας, ἐπί τε τῇ παιδείᾳ Κυρίου μὴ ὀλιγωρήσας, μηδὲ ἑλκυσθεὶς ἀπάτῃ, υἱὸς σοφὸς γενήσεται, καὶ πεπαιδευμένος γενόμενος ταχέως καὶ τὴν παρὰ Θεοῦ γνῶσιν δέξεται.

Ταύτῃ γὰρ οἱ σοφοὶ παιδεύονται. Νόησις δὲ λόγων φρονήσεως ἡ περὶ τοῦ μόνου καὶ ἀληθινοῦ ὄντος Θεοῦ διδασκαλία. Ἐπὶ γὰρ Ἑλλήνων οἱ μὲν σῶμα τὸν Θεὸν εἶπον, οἱ δὲ εἰδώλοις αὐτὸν ὁμοίως ἐλάτρευσαν. Αἱρετικοὶ δὲ καὶ αὐτοὶ περὶ τοῦ ὄντος παρεφρόνησαν.

Διὰ τοῦτο οὗτος τὴν ἀληθῆ περὶ Θεοῦ γνῶσιν ἐξηγεῖται, τὸ μὲν ἀνέκφραστον αὐτοῦ λέγων, Δόξα Θεοῦ κρύπτει λόγον· τὸ δὲ προνοητικὸν αὐτοῦ φησιν· Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς. Καὶ πάλιν, Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ἐποίησεν ὁ Κύριος. Καὶ, Δανειστοῦ καὶ χρεωφειλέτου ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ποιεῖται ἀμφοτέρων ὁ Κύριος. Καὶ, Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς δὲ πάσας τροχιὰς αὐτοῦ σκοπεύει. Καὶ τὸ μὲν κριτικὸν αὐτοῦ φησι· Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίου· εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ᾽ αὐτῷ. Καὶ πάλιν· Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἔστησε δὲ ὅριον χήρας (legebatur in Ms. χώρας). Τὸ δὲ δημιουργικὸν αὐτοῦ οὐχ ἁπλῶς, ἀλλ᾽ ὅτι διὰ τοῦ ἰδίου λόγου καὶ τῆς σοφίας πάντα ποιεῖ· ὃ μάλιστα χαρακτηρίζει τὸν ἀληθινὸν Θεὸν, ὅτι Υἱοῦ Πατήρ ἐστι. Λέγει γοῦν· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. Καὶ πάλιν, Ὁ Θεὸς ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ᾽ οὐρανόν.

Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν αὑτοῦ θρόνον ἐπ᾽ ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ᾽ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ.

Στροφαὶ λόγων εἴρηνται, ἐπειδὴ στρέφων τις αὐτοὺς τῇ διανοίᾳ, ἀνοίγει καὶ εὑρίσκει τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν. Οἷά εἰσι· Διεσώθη ἀπὸ τοῦ καύματος υἱὸς νοήμων· ἀνεμόφθορος γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος. Καὶ πάλιν, Ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν, καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὀρεινὸν, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν.

Καὶ πάλιν, Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν, νοητῶς νόει τὰ παρατιθέμενά σοι· καὶ τὰ ὅμοια τούτοις. Δικαιοσύνης ἀληθοῦς νόησις εἴρηται, ἐπειδή τινες ἐξειλήφασι τὸ δίκαιον· τῶν μὲν λεγόντων, Δίκαιόν ἐστι, τὸ ἀποδιδόναι ἅπερ ἔλαβέ τις φυλάξαι· τῶν δὲ, τὸ διδόναι κακὸν ἀντὶ κακοῦ, καὶ ἀγαθὸν ἀντὶ ἀγαθοῦ. Συμβαίνει δὲ μὴ ἀκριβεῖς εἶναι τοὺς τοιούτους ὅρους. Μὴ εἴπῃς γὰρ, Ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησε. Διὰ τοῦτο οὗτος τὴν ἀληθῆ δικαιοσύνην διδάσκει τούτοις· τὸ ἀληθὲς δίκαιον, τὸ ἀποδιδόναι ἑκάστῳ τὸ ἴδιον. Προηγουμένως μὲν τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.

Ἔπειτα τίμα βασιλέα, καὶ τοῖς μὲν γονεῦσι τὸ καθῆκον ἀποδίδου, τοῖς δὲ πᾶσι τὸ ἴσον. Καὶ οὗτος μὲν εἷς τύπος. Δεύτερος δὲ, δικαιοῦν τὴν ψυχὴν ἑαυτοῦ, τὴν ἰσότητα φυλάττειν, ὥστε μὴ κλίνειν εἰς ἀνισότητα· ἀλλὰ τῷ μὲν λογικῷ, Μή σε καταλάβῃ βουλὴ κακὴ, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, ἀλλὰ μετὰ βουλῆς πάντα ποίει, καὶ οἱ λογισμοί σου ἔστωσαν κρίματα· ὥστε κρίνειν ἑαυτὸν ἕκαστον, καὶ τὴν μὲν ἐπιθυμίαν πᾶσαν ἔχειν ἀγαθήν· Ἐπιθυμία γὰρ δικαίων πᾶσα ἀγαθὴ, καὶ ἐπιθυμία δικαίου δεκτή. Κατὰ δὲ τὸ θυμικὸν, Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου. Ὅλον γὰρ τὸν θυμὸν ἐκφέρει αὐτοῦ ἄφρων· ὁ δὲ σοφὸς ταμιεύεται κατὰ μέρος. Οὕτω δὲ ἑαυτὸν ῥυθμίζων ἄνθρωπος, τὴν ἰδίαν ἑκάστου μέρους τῆς ψυχῆς πρᾶξιν ὑγιῆ καὶ ἀσινῆ φυλάττων, ἔσται γινώσκων τὴν ἀληθῆ δικαιοσύνην. Κρίματα δὲ κατευθύνειν ἐστὶ, προηγουμένως μὲν κρίνειν δικαίως κατὰ τὸν τοῦ Θεοῦ νόμον, ὥς φησι· Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντας ὑγιῶς. Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Ὁ γὰρ εἰπὼν τὸν ἀσεβῆ, δίκαιός ἐστιν, ἐπικατάρατος τοῖς λαοῖς καὶ μισητὸς εἰς ἔθνη. Αἰδεῖσθαι γὰρ πρόσωπον ἐν κρίσει οὐ καλόν.

Τοῦτο μὲν ἐκ τοῦ φανεροῦ ῥητέον· ἔπειτα δὲ ἵνα ὅπερ ἑτέρους κρίνει τις, τοῦτο καὶ εἰς ἑαυτὸν τὸ κρίμα κατευθύνῃ, καὶ ἑαυτὸν δοκιμάζῃ, ἐπιτιμῶν μὲν ἑαυτῷ, ἐὰν πλεονεκτῇ ὁ θυμός· ἐπέχων δὲ, ἐὰν περισσεύῃ ἡ ἐπιθυμία· διεγείρων δὲ, ἐὰν ἀφυπνοῖ τὸ λογιστικὸν, λέγων· Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι;

Οὕτω γὰρ ἑαυτὸν δικαίως ἄγων, καὶ κατήγορος ἑαυτοῦ γινόμενος, κρίμα κατευθύνειν μαθήσεται, καὶ οὐκ ἀκούσεται παρ᾽ ἑτέρου· Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ λέγων, Μὴ μοιχεύσῃς, μοιχεύεις; Ὥσπερ γὰρ ὁ ὁδεύων καὶ κατευθύνων τὴν ὁδὸν φθάνει εἰς τὸ τέλος· οὕτως ὁ κατευθύνων κρίματα, δίκαιος γνωσθήσεται καὶ σοφός. Παραβολαὶ δὲ λέγονται λόγοι, ὥσπερ εἰκόνες τῶν λεγομένων.

Ἐξ αὐτῶν γὰρ διὰ τὴν ὁμοιότητα τὸ λεγόμενον καταλαμβάνεται. Οὕτω γὰρ ὁ Κύριος ἔλεγεν, ὡς ὁ Μάρκος φησί· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμαι αὐτήν; ὡς τῶν κατὰ ὁμοίωσιν λεγομένων παραβολῆς οὔσης.

Καὶ γὰρ λέγων, Ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὕστερον ἐπέφερε, Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ. Εἰσὶν οὖν τοιαῦται αἱ παραβολαί· Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατάκαυμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν. Καὶ πάλιν· Ὥσπερ ἄνεμοι, καὶ νέφη, καὶ ὑετοὶ, οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ· καὶ τὰ ὅμοια τούτοις. Ῥήσεις δὲ σοφῶν εἰσι λόγοι οὐ σεσοφισμένοι, οὐδὲ ἐν τῷ πιθανῷ ἀπατῶντες, ἀλλ᾽ ἠκριβωμένοι· οὐχ ὡς κατὰ πρόσταξιν δὲ λεγόμενοι, ἀλλ᾽ ὡς παρ᾽ αὐτῶν γνωσθέντες, καὶ ὡς ἀποφάσεις αὐτῶν προσφερόμενοι· οἷοί εἰσι· Καρδίας εὐφραινομένης, πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει. Καὶ, Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν· στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά. Καὶ, Μῖσος ἐγείρει νεῖκος· πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία. Καὶ, Ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ᾽ αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολὴν, οὗτος ὑγιαίνει. Τῶν μὲν γὰρ ἄλλων ἀνθρώπων οἱ λόγοι κατὰ πλεῖστον ἀμφίβολοι τυγχάνουσιν ὄντες· οἱ δὲ τῶν σοφῶν, οἷοί εἰσιν οὗτοι, ἀληθεῖς εἰσιν, καὶ πανταχόθεν ἠκρίβωνται, ὥστε μηδὲ ἀντιλέγεσθαι αὐτούς. Καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι ἀπὸ τοῦ τέλους γνωρίζουσι τὸ πρᾶγμα· οἷόν ἐστιν, ὅτι ὁ ἄδικος φαῦλός ἐστι, καὶ ὁ μοιχὸς οὐ καλός· τοῦτο δὲ καὶ παντὶ δῆλον ἂν εἴη.

Οἱ δὲ σοφοὶ τὰς ἀρχὰς τῶν πράξεων προλέγουσιν, ἵν᾽ ἕκαστος γινώσκων τὰς ἀρχὰς τῶν κακῶν φυλάττηται, καὶ ὥσπερ σύμβολον τῶν τῆς ψυχῆς κινημάτων παραγγέλλουσιν, οἷά ἐστι τὰ προειρημένα· Μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία. Ὁ γὰρ φίλερις ἀπὸ μίσους ἔχει τὴν ἀρχὴν τῆς τοιαύτης κακίας, καὶ οὐκ ἄν τις εἴποι ἀγαπᾷν τὸν φιλονεικοῦντα. Πάλιν δὲ ἐκ τοῦ ἐναντίου ὁ μὴ φιλονεικῶν, γνώρισμα ἀγάπης ἔχει. Καὶ οὐκ ἄν τις εἴποι φιλόνεικον τὸν ἀγαπῶντα· ὡς πάλιν τὸ, Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργός· καὶ πᾶς ὀξύθυμος πράσσει μετὰ ἀβουλίας. Τοῦ γὰρ ἀεργοῦ ἐσήμανε τὴν ψυχὴν ἐν πάσαις ἐπιθυμίαις βεβυθίσθαι, καὶ τὸν ὀξύθυμον μηδεμίαν ἔχοντα βουλὴν ὀρθὴν ἐδήλωσε. Καὶ ὅλως οὗτοι τὰ ἠθικὰ μᾶλλον ἀπαγγέλλουσι, τὴν ἀρχὴν τῆς πράξεως, ὅθεν συνίστανται, λέγοντες, ὅτι τῆς μὲν φιλονεικίας προηγεῖται μῖσος· τοῦ δὲ μὴ φιλονεικεῖν προηγεῖται ἀγάπη, καὶ τῆς μὲν ἀεργίας προηγεῖται ἡδονὴ κακή· τοῦ δὲ ὀξυθύμου προηγεῖται ἀβουλία· καὶ τοῦ μὲν ἐξουθενημένου ἀρχή ἐστι τὸ καταφρονεῖν αὐτὸν τοῦ νόμου· τῆς δὲ ὑγείας προηγεῖται ὁ φόβος τοῦ Θεοῦ· καὶ τῆς μὲν ἀπωλείας τῆς ψυχῆς ἐστιν ἀρχὴ τὸ ἀφύλακτον ἔχειν τὸ στόμα· τοῦ δὲ πτοεῖσθαί τινα προηγεῖται ἡ προπέτεια.

Οὕτω δὲ ἑκάστην ῥῆσιν ἀναλύων, εὑρήσεις εἰρημένην καὶ γεγραμμένην ὑπὲρ τοῦ τοὺς ἀκούοντας καὶ μανθάνοντας τὰς ἀρχὰς τῶν κακῶν καὶ τῶν ἀγαθῶν, φεύγειν μὲν τὰ φαῦλα, πράττειν δὲ τὰ ἀγαθά. Αἰνίγματα δὲ καὶ σκοτεινοὶ λόγοι, οἵτινες ἀσφαλεῖς μὲν οὕτως εἰσὶν, ὥστε ἀνιᾷν τὸν ἐντυγχάνοντα τὸ μηδὲν ἐμφαίνειν, μηδέ τινα ὑπόνοιαν παρέχειν· ἐρευνώμενοι δὲ ὅμως δεικνύουσι τὸν ἐν αὐτοῖς νοῦν. Οἷοί εἰσι· Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν, ἀγαπήσει ἀγαπώμεναι· καὶ αἱ τρεῖς αὗται, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν, Ἱκανόν. ᾍδης, καὶ ἔρως γυναικὸς, καὶ τάρταρος, καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος, καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν, Ἀρκεῖ. Καὶ πάλιν· Τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι· καὶ ὅσα τοιαῦτά ἐστιν αἰνίγματα· ἕτερα γάρ τινα δηλοῖ, καὶ ἑτέρων ἔννοιαν παρίστησι· καὶ ἀσαφῆ μέν ἐστι, κεκρυμμένον δὲ ἔχει τὸν νοῦν. Καὶ ἡ μὲν περιοχὴ τοῦ βιβλίου τῶν Παροιμιῶν τοῦτον ἔχει τὸν τρόπον.

Ἡ δὲ ἀνακεφαλαίωσις ἐν τούτοις. Ἐν προοιμίοις περὶ αὐτῶν τῶν παροιμιῶν Σολομῶντος υἱοῦ Δαυῒδ, ὃς ἐβασίλευσε ἐν Ἱερουσαλὴμ, τοῦ γνῶναι σοφίαν καὶ παιδείαν. Καὶ ὅτι Ἀρχὴ σοφίας φόβος Κυρίου. Περὶ τοῦ ἀκούειν νόμους πατρὸς, καὶ μὴ ἀπώσασθαι θεσμοὺς μητρός. Περὶ τοῦ μὴ πλανηθῆναι, μηδὲ συμπορεύεσθαι ὁδοὺς μετὰ τῶν συντελούντων ἄνομα· κοινὸν γὰρ βαλάντιον κέκτηνται. Ὅτι σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἀσεβεῖς δὲ ἐμίσησαν αἴσθησιν. Ἐπειδὴ ἐκάλουν, καὶ οὐχ ὑπήκουσάν μου, διὰ τοῦτο, ὅταν καλέσωνταί με, οὐχ ὑπακούσομαι αὐτῶν. Περὶ τοῦ, Δέχου ῥήσεις ἐντολῶν, καὶ εἰσακούσεται σοφίας τὸ οὖς σου, ἵνα συνήσῃς δικαιοσύνην καὶ κρίμα. Ὦ οἱ καταλιπόντες ὁδοὺς εὐθείας, καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ. Περὶ τοῦ, Μή σε καταλάβῃ βουλὴ κακὴ, ἵνα εὕρῃς τρίβους δικαιοσύνης λείας. Περὶ τοῦ μὴ ἐπιλανθάνεσθαί σε τήρησιν νόμου, ἵνα μακροβιώσῃς ἐν εἰρήνῃ. Περὶ τοῦ εἶναί σε πεποιθότα ἐν ὅλῃ καρδίᾳ ἐπὶ Θεῷ, καὶ μὴ εἶναι φρόνιμον παρ᾽ ἑαυτῷ, ἀλλὰ τιμᾷν τὸν Κύριον ἀπὸ τῶν δικαίων πόνων.

Περὶ τοῦ μὴ ὀλιγωρεῖν παιδείας Κυρίου· Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Καὶ, Μακάριος ἄνθρωπος ὃς εὕρῃ σοφίαν. Περὶ τοῦ μὴ παραῤῥύεσθαί σε, ἀλλὰ τηρεῖν βουλὴν καὶ ἔννοιαν, ἵνα ἔσται ἴασις τῇ σαρκί σου. Περὶ τοῦ μὴ ἀποσχέσθαι εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Καὶ, Μὴ τέκταινε ἐπὶ σῷ φίλῳ κακὰ, ὅτι ἀκάθαρτος ἐνώπιον Κυρίου πᾶς παράνομος. Ὅτι, Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ μεταδίδωσι χάριν. Καὶ περὶ τοῦ ἀκούειν παιδείας πατρός. Περὶ τοῦ, Υἱὲ, ἐμῇ ῥήσει πρόσεχε, καὶ πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, καὶ Κύριος ὀρθὰς ποιήσει τὰς τροχιάς σου. Περὶ τοῦ μὴ προσέχειν φαύλῃ γυναικί· Ὁδοὺς γὰρ ζωῆς οὐ μετέρχεται, μακρὰν ποίησον ἀπ᾽ αὐτῆς σύνοδον.

Περὶ τοῦ, Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων· καὶ Ἡ πηγὴ τοῦ ὕδατός σου ἔστω σοι ἡδεῖα. Ἐν γὰρ τῇ ταύτης σοφίᾳ συμπεριφερόμενος, πολλοστὸς ἔσῃ. Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ νεανία, καὶ γίνου σοφώτερος· ὅτι πολλὴν ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράχυσιν. Περὶ τοῦ πορεύοντος πρὸς τὴν μέλισσαν, Καὶ μάθε ὡς ἐργάτις ἐστί. Περὶ τοῦ, Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι; Ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι. Διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλειά σου. Περὶ φυλακῆς νόμων πατρός· Ὅτι λύχνος ἐντολῶν καὶ φῶς ἐστι καὶ ζωῆς ὁδός. Περὶ τοῦ, Ἀποθέσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια αὐτοῦ οὐ κατακαύσει; ἢ περιπατήσει ἐπ᾽ ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει οὗτος;

Ὁ εἰσελθὼν εἰς γυναῖκα ὕπανδρον οὐκ ἀθωωθήσεται. Περὶ τοῦ, Οὐ θαυμαστὸν ἐὰν κλέπτων ἁλῷ τις· κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν αὐτοῦ πεινῶσαν· ὁ δὲ μοιχὸς δι᾽ ἔνδειαν φρενῶν ἀπολεῖ τὴν ψυχὴν αὐτοῦ. Περὶ τοῦ, Τίμα τὸν Θεὸν, καὶ ἰσχύσεις, καὶ φύλασσε ἐμὰς ἐντολὰς, καὶ ἐπίγραψον αὐτὰς ἐπὶ τὸ πλάτος τῆς καρδίας σου, ἵνα τηρήσωσί σε ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πόρνης. Περὶ τοῦ κηρῦξαί σε σοφίαν, ὅτι ἐπ᾽ ἄκρων τῶν ὑψηλῶν ἐστιν, ὅτι τιμιωτέρα ἐστὶν ἀργυρίου, καὶ γνησιωτέρα ὑπὲρ χρυσίον δεδοκιμασμένον, καὶ ὅτι, Φόβος Κυρίου μισεῖ ἀδικίαν. Περὶ τοῦ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.

Περὶ τοῦ, ὅτι Ἡ σοφία ᾠκοδόμησε ἑαυτῇ οἶκον. Περὶ τοῦ, Ἔλεγχε σοφὸν, καὶ ἀγαπήσει σε. Ἐὰν σοφὸς γένῃ, σεαυτῷ ἔσῃ, καὶ τοῖς πλησίον σου· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά. Ὅτι γυνὴ ἄφρων καὶ θρασεῖα, ἐνδεὴς ψωμοῦ γίνεται. Πενία ἄνδρα ταπεινοῖ· υἱὸς δὲ πεπαιδευμένος σοφὸς ἔσται. Μνήμη δικαίου μετ᾽ ἐγκωμίων. Ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς.

Ὃς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον. Ὁδοὺς ζωῆς φυλάσσει παιδεία· καλύπτουσι δὲ ἔχθραν χείλη δίκαια. Ἄφρων πράσσει κακά· στόμα δὲ δικαίου ἀποστάζει σοφίαν. Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσοῦ καὶ ἀργύρου, ἢ λίθων, ἢ ξύλων εἰδώλων (l. εἴδωλα) κατασκευασαμένων.

Ὅτι ἐστὶ σωτηρία διὰ ξύλου τοῖς πιστεύουσι. Τὰ περὶ εἰδωλοποιῶν, ἢ ζωγραφοῦντος εἴδωλα. Περὶ πάντων τῶν κακῶν τῶν ἐν εἰδωλολατρείᾳ. Περὶ ἀσεβοῦς θρησκείας, καὶ ὅσα ἐν αὐτῇ κακά. Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμικῶν εἰδώλων.

Περὶ πάντων τῶν εἰδώλων τῆς τῶν ἐθνῶν λατρείας. Περὶ τῶν ἐχθίστων ζώων, ὄφεων, αἰλούρων, καὶ τῶν ὁμοίων. Ὅτι εὐηργέτησεν ὁ Θεὸς τὸν Ἰσραὴλ ἀντὶ βατράχων ὀρτυγομήτραν. Σύνοψις τοῦ Σιράχ. Περὶ φόβου Θεοῦ, περὶ τοῦ μὴ θυμοῦσθαι, περὶ τοῦ δεῖν χωρὶς ὑποκρίσεως προσιέναι Θεῷ, περὶ πειρασμῶν καὶ ὑπομονῆς, περὶ τιμῆς τῆς εἰς τοὺς γονεῖς, περὶ ἐπιεικείας, περὶ τοῦ μὴ δεῖν ζητεῖν βαθύτερα τῶν προστεταγμένων, περὶ ἐλεημοσύνης καὶ ὀρφανῶν προστασίας. Περὶ σοφίας, περὶ αἰσχύνης βλαβερᾶς καὶ ἐπωφελοῦς· πολλὰ δὲ περὶ τῆς βλαβερᾶς ἐνταῦθα λέγει. Περὶ τοῦ μὴ δεῖν δεδόσθαι τῷ πόθῳ τῶν χρημάτων, μηδὲ οἴεσθαι ἀτιμωρητὶ ἁμαρτάνειν, κἂν παραυτίκα μὴ δῶμεν τὴν τιμωρίαν· μακρόθυμος γάρ ἐστιν ὁ Θεός· δεῖν δὲ ἐξιλάσασθαι αὐτόν.

Περὶ φλυαρίας, περὶ ὑπερηφανίας, περὶ φίλων δοκιμασίας, περὶ παιδείας, περὶ ἀκροάσεως ἐπωφελοῦς. Περὶ τοῦ μὴ ἁμαρτάνειν, μὴ ψεύδεσθαι, μὴ φλυαρεῖν, μὴ δευτεροῦν λόγον ἐν προσευχῇ· τουτέστιν, ἐν οἷς ἂν ὑπόσχῃ Θεῷ, μὴ ὑπέρθῃ. Περὶ γυναικὸς, περὶ οἰκετῶν, περὶ κτηνῶν, περὶ τέκνων, περὶ πατρὸς, περὶ τῆς κατὰ Θεὸν εὐλαβείας, περὶ τῆς εἰς τοὺς ἱερεῖς τιμῆς, περὶ τῆς εἰς τοὺς κακουμένους ἐπισκέψεως.

Περὶ τοῦ μὴ μάχεσθαι, μὴ ὀνειδίζειν, μὴ παρορᾷν διηγημάτων σοφῶν γερόντων. Περὶ σωφροσύνης, περὶ φιλίας, περὶ τοῦ μὴ ζηλοῦν ἁμαρτωλούς. Περὶ κριτοῦ συνετοῦ καὶ ἄφρονος, περὶ ὑπερηφανίας, περὶ ἐπιεικείας, περὶ τοῦ μὴ ἀκρίτως καὶ ἀνεξετάστως μέμφεσθαι.

Περὶ τοῦ φυλάττεσθαι τοὺς πονηρούς. Περὶ τῆς τῶν πλουσίων θεραπείας, ἧς παρὰ πολλῶν τυγχάνουσι, καὶ περὶ τῆς ἐνίων αὐτῶν πλεονεξίας. Περὶ μικρολόγων, οὓς θρῖπας καλοῦσι, τοὺς μὴ μεταδιδόντας ἑτέροις. Περὶ κτήσεως σοφίας, περὶ τοῦ αὐτεξουσίου.

Περὶ τοῦ ἄπαιδα εἶναι, ἢ πονηρὰ τέκνα ἔχειν. Ὅτι οὐδὲν λανθάνει τὸν Θεόν. Περὶ τῶν κτισμάτων, περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως, καὶ τιμῆς ἧς ἐτιμήθη. Περὶ τῆς τοῦ νόμου δόσεως, περὶ ἐλεημοσύνης καὶ μετανοίας, περὶ τοῦ μὴ ἀσωτεύεσθαι.

Περὶ φυλακῆς μυστηρίων, περὶ ἄφρονος αἰσχύνης βλαβερᾶς. Περὶ τοῦ μετανοεῖν ἐπὶ ἁμαρτήμασι, περὶ τοῦ μὴ πλεονεκτεῖν, περὶ συνετοῦ καὶ ἄφρονος, περὶ θυγατρὸς θυσίας, περὶ ἀπροσεξίας μωροῦ, περὶ διανοίας στεῤῥᾶς, περὶ τοῦ μὴ ἀπαραφυλάκτως φθέγγεσθαι.

Περὶ τοῦ κατανύττεσθαι τοῖς ἁμαρτήμασι, περὶ τοῦ μὴ ὀμνύναι, περὶ σοφίας. Περὶ γυναικὸς πονηρᾶς καὶ ἀγαθῆς, περὶ ἐμπόρων, περὶ ἐκλαλούντων μυστήρια. Περὶ τοῦ εἰς πρόσωπον ἐπαινοῦντος, ὕστερον δὲ χλευάζοντος. Περὶ τοῦ ἀφιέναι τῷ πλησίον τὰ εἰς αὐτὸν πλημμελούμενα. Περὶ γλώσσης δολίας, περὶ τοῦ δανείζειν τῷ πλησίον, οὐχὶ τόκους λαβεῖν, ἀλλὰ κιχρᾷν τῷ δεομένῳ. Περὶ τοῦ ἐπιστρόφως παιδεύειν τέκνα, περὶ οἰκετῶν, περὶ ἀλόγων, περὶ ἐνυπνίων. Περὶ τῶν φοβουμένων τὸν Θεὸν, περὶ τῶν ἐξ ἀδικίας θυσιῶν, περὶ προσφορῶν τῶν ἐκ δικαιοσύνης.

Περὶ φιλαργυρίας, περὶ λαιμαργίας, περὶ μέθης. Ὅτι ἡ μὲν κατασκευὴ τῆς φύσεως τοῖς ἀνθρώποις μία· τὸ δὲ τῆς προαιρέσεως διάφορον, τοὺς μὲν εὐλογεῖσθαι, τοὺς δὲ καταραθῆναι ἐποίησε. Περὶ ἰατρείας, περὶ τοῦ μὴ ἄγαν κρατεῖσθαι λύπῃ. Περὶ τοῦ δεῖν τῷ νόμῳ καὶ τοῖς τοῦ Θεοῦ νόμοις κρατεῖσθαι.