Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Σιναΐτης – Πρὸς τὸν ποιμένα

Ἰωάννης ὁ Σιναΐτης

Οι κίνδυνοι της εμπαθούς ηγεσίας και η πνευματική αναδοχή (Κεφάλαια ΙΑ΄-ΙΒ΄)

Επισήμανση του κινδύνου ανάληψης ποιμαντικού έργου από εμπαθή πρόσωπα. Οδηγίες για την προσφορά πνευματικής τροφής, το βάρος της αναδοχής των ψυχών και τους κανόνες της εξομολόγησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Σιναΐτης

—

Κεφάλαιο 4 από 7

ΚΕΦΑΛ. ΙΑʹ. Οὐκ εὐθὲς λέοντα πρόβατα νέμειν, καὶ οὐκ ἀσφαλὲς ἐμπαθῆ ἔτι, ἐμπαθῶν ἄρχειν· ἄσεμνος θεωρία ἐν ὄρνισιν ἀλώπηξ· οὐδὲν δὲ ἀσεμνότερον ποιμένος ὀργιζομένου· ἡ μὲν γὰρ ὄρνιθας, ὁ δὲ ψυχὰς λογικὰς ταράσσει καὶ ἀπόλλυσιν. Ὅρα, μὴ γίνου ἀκριβὴς τῶν ἐλαχίστων ἐξεταστής, καὶ οὐκ ἔσῃ λοιπὸν Θεοῦ μιμητής. Ἔχε τὸν Θεὸν καὶ αὐτὸς οἰκονόμον καὶ ἡγούμενον πάντων σου τῶν ἐντὸς καὶ ἐκτὸς ἐπ’ αὐτῷ, ὥσπερ ἐπί τινα ἄριστον κυβερνήτην· καὶ δι’ ἐκείνου τὸ σεαυτοῦ ἀποκόπτων θέλημα, καὶ γενήσῃ καὶ σὺ ἄφρων τις, τῷ νεύματι αὐτοῦ καὶ μόνῳ ἀγόμενος. Ζητητέον σοι καὶ τοῦτο καὶ πᾶσι, μή πως ἐκ τῆς τῶν προσερχομένων πίστεως. καὶ οὐκ ἐξ ἡμετέρας καθαρότητος, ἡ χάρις πλεῖστα δι’ ἡμῶν ᾠκονόμησεν ἐνεργεῖν. Πολλοὶ γὰρ ἐμπαθεῖς τῷ προειρημένῳ τρόπῳ ἐθαυματούργησαν.

Εἰ πολλοί, φησίν, ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; καὶ τὰ ἑξῆς, οὐκ ἄπιστον τὸ εἰρημένον κεφάλαιον· κυρίως ὁ Θεὸν ἑαυτῷ ἐξιλεωσάμενος, καὶ ἀνεπαισθήτως τῶν καμνόντων εὐεργετεῖν αὐτοῖς δύναται· δύο τὰ μέγιστα πραγματευόμενος, ἑαυτὸν μὲν ἐκ τῆς δόξης, ὡς ἀπὸ τῆς λεγομένης ἐρυσίβης ἀβλαβῆ διατηρῶν, τοὺς δὲ ἱλεωμένους τῷ Θεῷ μόνῳ εὐχαριστεῖν παρασκευάζων.

ΕΙΣ ΚΕΦΑΛ. ΙΑʹ. Σχόλιον αʹ. Ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται; καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει; καὶ ὁ πονηρὸς ἑαυτῷ, τίνι ἀγαθός;

Ἄλλο. Ὁ ἀπὸ τῶν λῃστῶν συληθείς, μεταδοῦναι τινὸς ἄλλοις οὐκ ἔχει.

Σχόλιον βʹ. Τὸν ἀπὸ ἐνὸς λόγου μὴ ὑπακούοντά σοι, μὴ βιάζου μετὰ φιλονεικίας, ἀλλὰ τὸ κέρδος, ὃ ἀπέβαλεν ἐκεῖνος, σὺ περιποίησαι σεαυτῷ. Πλεῖον γὰρ τῆς ἐκείνου διορθώσεως ὠφελήσει σε ἡ σὴ ἀνεξικακία.

Ἄλλο. Διδάσκειν ἐν Κυρίῳ λαχών, καὶ παρακουόμενος, θλίβου νοερῶς, καὶ μὴ ταράσσου προφανῶς. Θλιβόμενος μὲν γάρ, οὐ συγκαταριθμήσῃ τῷ παρακούοντι· ταρασσόμενος δὲ ἐν τῷ αὐτῷ πράγματι πειραθήσῃ.

Ἄλλο Μάρκου. Κελεύειν ἀδελφοῖς λαχών, φύλαττε τὴν τάξιν σου, καὶ μὴ διὰ τοὺς ἀντιλέγοντας παρασιωπήσῃς τὰ δέοντα. Ἐν οἷς μὲν γὰρ ὑπακούουσι, μισθὸν ἕξεις ὑπὲρ τῆς ἐκείνων ἀρετῆς· ἐν οἷς δὲ παρακούσουσι, πάντως ἀφήσεις αὐτοῖς, καὶ λήψῃ τὰ ἴσα παρὰ τοῦ εἰρηκότος· Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν.

ΚΕΦΑΛ. ΙΒʹ. Τοῖς μὲν τῷ δρόμῳ νεανιευομένοις, εὗ μάλα ἀρίστως τὰ ἀμείνω καὶ ὑπέρτερα παράβαλλε, τοῖς δὲ κατόπιν ἢ γνώμῃ, ἢ τρόποις διακειμένοις, γάλα ὡς νηπιάζουσι· καιρὸς γὰρ πάσης βρώσεως. Τὸ αὐτό τισι καὶ προθυμίας, καὶ ἀθυμίας ἑτέροις πολλάκις ἐποίησεν ἐδώδιμον· προσεκτέον τοῖς παροῦσι, πρὸς τὴν τοῦ σπέρματος καταβολὴν ἐν καιρῷ καὶ προσώπῳ, καὶ ποσότητι καὶ ποιότητι.

Τινὲς τὸ τῆς ἀναδοχῆς κρῖμα εἰς οὐδὲν λογισάμενοι, ψυχὰς ἀλόγως ποιμαίνειν ἐπεχείρησαν· καὶ μέντοι πολὺν πλοῦτον προσέχοντες κεναῖς χερσὶν ἐντεῦθεν ἀπεδήμησαν, ἑτέροις τοῦτον ἐκ τῆς ἀναδοχῆς διανείμαντες. Ὥσπερ εἰσὶ κύρια καὶ γνήσια τέκνα, καὶ εἰσὶν ἐκ διγαμίας· καὶ ἕτερα χαμαιῤῥιφῆ, καὶ ἄλλα ἐκ παιδισκῶν· οὕτω καὶ ἀναδόχων πλεῖστα τὰ σύμφωνα γνωρίζονται· ἔστιν ἀναδοχὴ κυρίως, ψυχῆς δόσις ὑπὲρ ψυχῆς τοῦ πλησίον περὶ πάντα· καὶ ἔστι τῶν προγεγονότων ἁμαρτημάτων καὶ μόνον· καὶ ἔστι τῶν μεταγινομένων καὶ μόνον· καὶ ἔστι τῶν προσταγμάτων τῶν οἰκείων τὸ βάρος καταδέχεσθαι, δι’ ἔνδειαν πνευματικῆς δυνάμεως, καὶ ἀπαθείας ἀπορίαν· καὶ ἐν αὐτῇ τῇ τελείᾳ ἀναδοχῇ κατὰ τὴν ἐκκοπὴν τοῦ θελήματος καὶ τὸ κρῖμα βαστάζομεν.

Γνήσιος υἱὸς ἐν ἀπουσίαις πατρὸς γνωρίζεται. Σκοπείτω ὁ προεστὼς καὶ πάνυ σημειούσθω τοὺς ἀντιπίπτοντας αὐτῷ, ἐπί τινων καὶ ἀντιλέγοντας, καὶ ἐπί τινων μεγιστάνων αὐτοὺς ἐπιτιμίοις βαρυτάτοις ἐπιτιμάτω, φόβον καὶ τοῖς ἑτέροις δι’ ἐκείνων ἐμποιῶν, κἂν βαρέως ἐπὶ ταῖς ἐπιτιμίαις δάκνωνται· ἄμεινον γὰρ τῆς τοῦ ἑνὸς βλάβης, ὁ τῶν πολλῶν σωφρονισμός. Εἰσί τινες ὑπὲρ τὴν ἑαυτῶν δύναμιν ἐξ ἀγάπης πνευματικῆς κινούμενοι φορτία ἑτέρων καταδεξάμενοι, τοῦ εἰρηκότος μνημονεύοντες·

Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, καὶ τὰ ἑξῆς. Καὶ εἰσὶν ἕτεροι οἱ καὶ τὴν δύναμιν τῆς ἑτέρων ἀναδοχῆς ἵσως ἐκ Θεοῦ εἰληφότες, καὶ οὐχ ἡδέως χάριν τῆς τοῦ ἀδελφοῦ σωτηρίας ἑαυτοὺς ὑποβάλλοντες βάρεσιν· καί γε ἔγωγε αὐτοὺς ὡς μὴ κτησαμένους ἀγάπην τεταλάνικα· περὶ τῶν προτέρων εἰρημένων που εὕρηκα· Ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται. Καί, Ὃν τρόπον ἐποίησας, ἔστω σοι. Σκόπει κἀκεῖνο, αἰτῶ, ὅτι πολλάκις ἡ κατ’ ἔννοιαν ἁμαρτία τοῦ προεστῶτος, χείρων τῆς κατ’ ἐνέργειαν τοῦ ὑπηκόου κρίνεται· εἴπερ καὶ κουφοτέρα στρατιώτου ἁμαρτία, ὑπὲρ τὴν τοῦ στρατηγοῦ κακοβουλίαν.

Νουθέτει τοὺς ὑπηκόους, τὰ μὲν σωματικὰ καὶ λάγνα μὴ κατ’ εἶδος ἐξαγορεύειν· τὰ δὲ λοιπὰ πάντα κατ’ εἶδος νύκτωρ τε καὶ μεθ’ ἡμέραν ἀναμνημονεύειν πλημμελημάτων· ἀκεραίους μὲν πάντη πρὸς ἀλλήλους εἶναι γύμναζε, ἑαυτὸν τόπον προβαλλόμενος, φρονίμους δὲ λίαν πρὸς δαίμονας. Μὴ λανθανέτω σε ὁ τῶν προβάτων σκοπὸς ἐπὶ ταῖς σχέσεσιν ἑαυτῶν· σκοπὸς γὰρ τοῖς λύκοις τοὺς σπουδαίους διὰ ῥᾳθύμων καταλύειν. Μὴ ὄκνει αἰτούμενος, καὶ ὑπὲρ πάντη ἀμελῶν προσευχόμενος· οὐχ ἵνα ἐλεηθῶσιν (τοῦτο γὰρ τέως ἀδύνατον, ἐκείνων μὴ συνεργούντων), ἀλλ’ ὅπως διὰ Θεοῦ ἐγερθῶσιν εἰς σπουδήν. Ἀσθενεῖς αἱρετικοῖς μὴ συνεσθιέτωσαν· καθώς, καὶ ἐν τοῖς κανόσιν εἴρηται· δυνατοὶ δὲ ἐν καιρῷ, ἐὰν ὑπὸ ἀπίστων πίστει προτρέπωνται, καὶ θέλωσιν πορευθῆναι, πορευέσθωσαν. Πρὸς τὴν τοῦ Κυρίου δόξαν μὴ προφασίζου ἄγνοιαν· ὁ γὰρ μὴ εἰδώς, καὶ ποιήσας ἄξια πληγῶν, δαρήσεται, ὅτι οὐ μεμάθηκεν.

ΕΙΣ ΚΕΦΑΛ. ΙΒʹ. Σχόλιον αʹ. Οἶμαι τοῦτο λέγειν, ὅτι τοῖς ἐρχομένοις ἐπὶ διδασκαλεῖον πρὸς τὸ τῶν πνευματικῶν σπερμάτων ἐν μετοχῇ γενέσθαι, οὐχ ἀπλῶς χρὴ πᾶσι διαλέγεσθαι οὐδὲ ὡσαύτως· ἀλλὰ κατὰ τὸ πρόσωπον καὶ τὸν καιρόν, καὶ τὴν προθυμίαν, καὶ τὸ πλῆθος τῶν μαθητευομένων.

Σχόλιον βʹ. Τοῦτο λέγει, ὅτι εἰσὶ ποιμένες τινές, βάρος μὲν κριμάτων ἑτέρων οὐκ ἀναδεχόμενοι ἐν τοῖς ὑπηκόοις, δι’ ἔνδειαν, ὥς φησι, τελειότητος. Ὅπερ καὶ νῦν ὁρῶμεν ἐν πολλοῖς, μὴ καταδεχομένοις τοὺς λογισμοὺς τῶν ὑπὸ χεῖρα μοναχῶν· τῶν δὲ οἰκείων προσταγμάτων πάντως· οὗτοι τὸν λόγον καὶ τὸ βάρος ὑφέξουσιν, ὡς αἴτιοι γινόμενοι τοῖς ὑπηκόοις βλάβης ἢ ὠφελείας ἀπὸ μόνων τῆς ἐπιταγμάτων ὡς αὐτοῖς ἐπιτάσσουσιν.

Σχόλιον γʹ. Τὸ μὲν δύνασθαι βοηθεῖν, ἀπορίας· τὸ δὲ μὴ βούλεσθαι, κακίας μεγίστης ἐστίν.

Σχόλιον δʹ. Μέγα τὸ ἐκ τοῦ πράγματος ὄφελος, καὶ τοῖς ἐῤῥωμένοις περὶ τὰς πράξεις· ὥστε τὸ αὐτὸ καὶ νοσοῦντα ἰᾶται, καὶ ὑγιαίνοντα τελειοῖ.

Σχόλιον εʹ. Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐ δύναται, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται;