Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Σιναΐτης – Πρὸς τὸν ποιμένα

Ἰωάννης ὁ Σιναΐτης

Ποιμαντική διάκριση, θεραπεία και υποστήριξη των υποτακτικών (Κεφάλαια ΙΓ΄-ΙΔ΄)

Η αφοβία έναντι του θανάτου, η προσεκτική επιλογή των υποτακτικών, η αποκοπή του ιδίου θελήματος και η πνευματική ενίσχυση των αδυνάτων στην ασκητική οδό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Σιναΐτης

—

Κεφάλαιο 5 από 7

ΚΕΦΑΛ, ΙΓʹ. Αἰσχύνη ποιμένι θάνατον δεδιέναι, ὅπου γε καὶ τοῦτο ὑπακοὴ ὁρίζεται ἀδειλία θανάτου. Ζήτει, ὦ μάκαρ, ποίας τῶν ἀρετῶν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον, κἀκείνην πρὸ πάντων περιποιοῦ τοῖς ἐγγόνοις· λείας τε καὶ θηλυκοειδοῦς ὄψεως εἰς ἄπαν λυτρούμενος.

Ἔστωσαν πᾶσι τοῖς ὑφ’ ἡμᾶς ἐν Κυρίῳ πρὸς τὰς σωματικὰς ἡλικίας αἱ καταστάσεις καὶ κατοικήσεις διάφοροι. Οὐ δέον γάρ τινα τῶν λιμένων ἀποπέμπεσθαι, πρὸ φρονήσεως τῆς κατὰ κόσμον ἐννόμου. Χεῖρας μὴ ταχέως τινὶ ἐπιθήσομεν, μήπως ἐν ἀγνοίᾳ προσαγόμενά τινα τῶν προβάτων, ἐν γνώσει λοιπὸν γινόμενα καὶ τὸ βάρος, καὶ τὸν καύσωνα μὴ ὑπομένοντα, ἐπὶ τὸν κόσμον αὐτομολήσωσιν· ὅπερ τοῖς προκεχειροτονηκόσιν οὐκ ἀκίνδυνον παρὰ τῷ Θεῷ καθέστηκεν. Τίς ἄρα τοιοῦτος καθέστηκεν ἐκ Θεοῦ οἰκονόμος, ὃ τῶν ἑαυτοῦ πηγῶν καὶ μόχθων ἀνενδεὴς καθέστηκεν, καὶ πρὸς τὴν ἑτέρων κάθαρσιν ταύταις πρὸς Θεὸν ἀφειδῶς κέχρηται, ψυχάς, καὶ σώματα μάλιστα ἐῤῥυπωμένα ἀποσμήχων μή ποτε παύσῃ, ἵνα μὴ μόνον οἰκείων, ἀλλὰ καὶ ἀλλοτρίων ψυχῶν στεφάνους παρὰ τοῦ καλοῦ ἀγωνοθέτου παῤῥησίᾳ ἐκζητήσεις; Εἶδον ἀσθενῆ ἀσθένειαν ἀσθενοῦς ἐκ πίστεως καθάραντα ἀναιδείᾳ ἐπαινουμένῃ πρὸς Θεὸν ὑπὲρ ἐκείνου χρησάμενον, καὶ τὴν ψυχὴν ὑπὲρ ψυχῆς θέντα, ἐν ταπεινώσει μέντοι ἐκ τῆς ἐκείνου ἰάσεως, καὶ ἑαυτὸν λοιπὸν ἰασάμενον· καὶ εἶδον ἐξ οἰήσεως ὁμοίως πεποιηκότα, καί, Ἰατρέ, θεράπευσον σεαυτόν, μετ’ ἐπιτιμήσεως ἀκούσαντα.

Ἔστι παραιτήσασθαι ἀγαθόν, διὰ μεῖζον ἀγαθόν, ὡς ὁ τὸ μαρτύριον οὐκ ἐκ δειλίας διαφυγών, ἀλλὰ διὰ τὴν τῶν ὑπ’ αὐτοῦ σωζομένων καὶ φωτιζομένων ὠφέλειαν· ἔστιν ὁ ἑαυτὸν ἀτιμίᾳ διὰ τὴν ἑτέρων τιμὴν ἐκδεδωκώς, καὶ παρὰ πολλοῖς ὡς φιλήδονος λογιζόμενος, ὅμως ὡς πλάνος καὶ ἀληθὴς τυγχάνει· εἰ ὁ λόγον ὠφελείας κατέχων, καὶ μὴ τοῦτον ἀφθόνως μεταδιδούς, οὐκ ἀτιμώρητος ἔσται, πόσος, οἴει, ὦ φίλε, τυγχάνει ὁ κίνδυνος τῶν δυναμένων καὶ δι’ ἑαυτῆς τῶν ἔργων συνεργίας τοῖς κακουμένοις συγκάμνειν, καὶ μὴ συγκοπουμένοις· ῥῦσαι ὁ ἐκ Θεοῦ ῥυσθείς, καὶ σῶσον ὁ σωθείς, ἀγομένους εἰς θάνατον, καὶ ἐκπριάμενος κτεινομένους ὑπὸ δαιμόνων μὴ φείσῃ. Τοῦτο γὰρ πάσης πνοῆς δυναμένης τὸ μέγα ἔπαθλον παρὰ Θεῷ ὑπὲρ πᾶσαν ἐργασίαν καὶ θεωρίαν βροτῶν καὶ ἀβρότων, συνεργὸν ὥσπερ τῶν ἀσωμάτων καὶ νοερῶν δυνάμεων ἑαυτὸν ἀποδείκνυσι ὁ τῇ ἐκ Θεοῦ δοθείσῃ αὐτῷ καθαρότητι, τὸν τῶν ἑτέρων ῥύπον ἀποσμήχων, καὶ ἐξ ἐπιμώμων ἄμωμα τῷ Θεῷ δῶρα προσφέρων. τοῦτο γὰρ καὶ μόνον ἀεὶ τὸ ἔργον τῶν θείων λειτουργῶν. Πάντες γὰρ οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα, ψυχάς. Οὐδὲν οὕτω τὴν πρὸς ἡμᾶς τοῦ πλάσαντος ἡμᾶς ἐνδείκνυσι φιλανθρωπίαν καὶ ἀγαθότητα, ὡς τὸ καταλιπεῖν τὰ ἐννενήκοντα ἐννέα πρόβατα, καὶ τὸ πεπλανημένον ζητῆσαι.

Πρόσεχε τοίνυν, ὦ πίσυνε, καὶ πᾶσάν σου τὴν σπουδὴν καὶ τὴν ἀγάπην, τὴν θέρμην, τὴν ἐπιμέλειαν, τὴν πρὸς Θεὸν ἱκεσίαν ἐπὶ τῶν λίαν πεπλανημένων καὶ συντετριμμένων ἔνδειξαι. Ὅπου γὰρ μεγάλαι αἱ νόσοι καὶ οἱ μώλωπες, ἀναμφιβόλως καὶ μεγάλοι μισθοὶ δίδονται. Σκοπήσωμεν καὶ τηρήσωμεν καὶ ποιήσωμεν. οὐ γὰρ πάντοτε τὸ δίκαιον ὁ προεστὼς προκρίνειν ὀφείλει, διὰ τὴν ἀσθένειαν. Εἶδον ἐγὼ δύο δικαζομένους παρὰ πανσόφῳ κριτῇ, καὶ τὸν ἄδικον ὡς κουφότερον δίκαιον ἀνηγόρευσε, τὸν δὲ δίκαιον ἄδικον, ὡς ἀνδρεῖον, καὶ εὔψυχον κατεδίκασεν, ἵνα μὴ διὰ δικαιοσύνης πλείω τὸ σχίσμα γένηται· ἰδίᾳ μέντοι καὶ χωρὶς τὰ οἰκεῖα ἑκάστῳ ἔφησεν, καὶ μάλιστα τῷ ψυχονοσοῦντι. Πεδίον μὲν χλοηφόρον πρόβασιν πᾶσιν ἁρμόδιον· διδασκαλία δὲ καὶ ἐξόδου ὑπόμνησις, πᾶσι λογικοῖς προσφυεστέρα καθέστηκε πᾶσαν ψώραν ἰάσασθαι δυναμένη. Ἐπίσκεψαι τοὺς εὐψύχους, καὶ ἀτίμαζε εἰκῆ παρουσίᾳ τῶν ἀσθενῶν, ἵνα καὶ δι’ ἑτέρου φαρμάκου, τὸ ἑτέρου τραῦμα θεραπεύσῃς, καὶ βασταγοὺς τοὺς ἐκλύτους εἶναι παιδεύσῃς· οὐδαμοῦ Θεὸς ἐξομολογήσεως ἀκούσας, δημοσιεύσας φαίνεται, ἵνα μὴ τοὺς ἐξωμολογημένους διὰ τοῦ θριάμβου ἀνακόψῃ, καὶ λοιπὸν αὐτοὺς ἀνίατα νοσεῖν παρασκευάζῃ.

Κἂν γὰρ προγνώσεως μετέχωμεν, μὴ ἡμεῖς τοῖς σφαλλομένοις σφάλματα προείπωμεν, ἀλλὰ μᾶλλον δι’ αἰνιγμάτων αὐτοὺς ἐπὶ τὴν ἐξομολόγησιν προτρεψώμεθα· γίνεται γὰρ αὐτοῖς ἐκ τῆς πρὸς ἡμᾶς ἐξαγορεύσεως, οὐ μετρία συγχώρησις· περισσοτέρας δὲ αὐτοὺς τῆς πρώην καὶ ἐπιμελείας καὶ παῤῥησίας τῆς πρὸς ἡμᾶς μετὰ τὴν ἐξομολόγησιν ἀξιώσωμεν· μεγάλως γὰρ ἐκ τούτου εἰς τὴν πρὸς ἡμᾶς πίστιν καὶ ἀγάπην προκόπτουσι· καὶ δεικνύειν αὐτοῖς τύπον ταπεινώσεως ἄκρας ὀφείλομεν· καὶ φόβον δὲ πρὸς ἡμᾶς ἔχειν αὐτοὺς ἐκπαιδεύσωμεν. Ὅρα μή πως ἡ ὑπὲρ χρείαν σου ἐν τοῖς σοῖς ταπείνωσις, ἄνθρακας πυρὸς ἐπὶ τὴν κεφαλὴν τῶν τέκνων συναγάγῃ· ἐν ἅπασί σε ὑπομονητικὸν δέον ὑπάρχειν, πλὴν τῆς τῶν λεγομένων παρακοῆς· ἐπίσκεψαι μή πως ἐν τῷ σῷ ἀγρῷ ὄψει δένδρα τὴν γῆν καταργοῦντα, ἐν ἑτέρᾳ δὲ ἵσως καρποφορῆσαι δυνάμενα, ἅπερ δι’ ἀγαπητικῆς ἀναπαύσεως μεταφυτεύειν τῇ συμβουλῇ μὴ παραιτησώμεθα τὸ παράπαν. Ἔστιν ὅτε ἐν ἀνοικείοις καὶ φιληδόνοις τόποις ἢ πολιτικωτέροις τὴν ἀρετὴν ὁ προεστὼς κατεργάζεται ἀκινδύνως.

Σκοπείτω τοίνυν ἐπὶ τὴν τῶν θρεμμάτων ὑποδοχήν· οὐ γὰρ πᾶσα ἀποτροπὴ καὶ παραίτησις παρὰ Θεῷ ἀπείρηται. Εἰ μὲν ἡσυχίας ψυχικῆς ὁ ἰατρὸς εὐπορεῖ, οὐ τοσοῦτον τῆς σωματικῆς πρὸς τὴν τῶν νοσούντων δέεται ἐπιμέλειαν· εἰ δὲ τῆς προτέρας ἀμοιρεῖ τῇ δευτέρᾳ χρήσεται. Οὐδὲν οὔτω παρὰ Θεῷ δῶρον παρ’ ἡμῶν εὐαπόδεκτον, ὡς τὸ ψυχὰς αὐτῷ λογικὰς διὰ μετανοίας προσφέρειν· πᾶς ὁ κόσμος ψυχῆς οὐκ ἀντάξιος· ὁ μὲν γὰρ παροίχεται· ἡ δὲ ἄφθαρτος καὶ ἔστιν καὶ διαμένει.

ΕΙΣ ΚΕΦΑΛ. ΙΓʹ. Σχόλιον αʹ. Σημείωσαι ὅτι δεῖ τοὺς ἀγενείους ἰδίας ἔχειν διαίτας, καὶ οἰκήσεις, ὥς φησιν ὁ μέγας Βασίλειος.

Σχόλιον. Περὶ παίδων λέγει ἀγωγῆς καὶ ὑποδοχῆς, ἢ καὶ ἄλλων ἀγενείων, ἵνα ὦσι κεχωρισμένοι τοῖς τόποις.

Σχόλιον βʹ. Τὰ σωματικὰ πάθη λέγει· ὥσπερ γὰρ ὁ εἰς ἀρετὴν ἀνάγων στεφανοῦται, κἂν μὴ διανύσῃ, τὸ γὰρ ἑαυτοῦ πεπλήρωκεν· οὔτω καὶ ὁ εἰς κακίαν ἀλείφων, κολάζεται, κἂν μηδὲν ἰσχύσῃ· τὸ γὰρ ἑαυτοῦ καὶ οὗτος ἐποίησεν.

Σχόλιον γʹ. Τῶν δακρύων, καὶ τῶν στεναγμῶν· αἰνίττεται δὲ καὶ τὸ ἄφθονον καὶ δαψιλὲς καὶ ἀείῤῥυτον.

Σχόλιον δʹ. Γρηγόριον λέγει τὸν θαυματουργὸν ἡσυχίαν διὰ προστασίαν θεόσδοτον προτιμήσαντα.

Σχόλιον Μαξίμου εʹ. Ὧν μετέσχε τις παρὰ Θεοῦ ἀγαθῶν, καὶ ἄλλοις μεταδοῦναι χρεώστης ἐστί· Δωρεάν γάρ, φησί, ἐλάβετε, δωρεὰν δότε. Ὁ γὰρ ὑπὸ γῆν κρύπτων τὴν δωρεάν, ὡς σκληρὸν διαβάλλει τὸν κύριον· φειδοῖ τῆς σαρκὸς τὴν ἀρετὴν ἐξομνύμενος· ὁ δὲ πιπράσκων ἐχθροῖς τὴν ἀλήθειαν, ὕστερον ἁλοὺς ὡς φιλόδοξος, μὴ φέρων τὴν αἰσχύνην ἀπάγχεται.

ΚΕΦΑΛ. ΙΔʹ. Οὐκοῦν μὴ μακάριζε τοὺς χρήματα, μακάριε, ἀλλὰ τοὺς πρόβατα λογικὰ Χριστῷ προσφέροντας. Ἄμωμον τὸ ὁλοκαύτωμα ποίει, ἐπεὶ οὐδὲν σεαυτὸν ὤνησας. Ὥσπερ νοεῖν χρὴ ὅτι μὲν Παραδοθῆναι ἔδει τὸν Υἱὸν τοῦ ἀνθρώπου, οὐαὶ δὲ δι’ οὖ παραδέδοται· οὔτω μοι νόει καὶ τὸ ἔμπαλιν, ὅτι μὲν σωθῆναι πολλοὺς τοὺς προαιρουμένους ἕδει, ὁ δὲ μισθὸς ἐκείνοις δοθήσεται, δι’ ὧν ἡ σωτηρία γέγονε μετὰ Κύριον. Δυνάμεως ἡμῖν πρὸ πάντων, ὦ τίμιε, χρεία πνευματικῆς, ἵνα, οὓς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσφέρειν ἐπεχειρήσαμεν, καὶ τὸν Χριστὸν αὐτοῖς ἐπὶ τῆς μυστικῆς αὐτῶν καὶ κρυπτῆς τραπέζης ἀναπαυόμενον δεικνύειν ἐδοκιμάσαμεν, ἕως οὖ ἐν προθύροις τῆς εἰσόδου μάλιστα τυγχάνωσιν, ἐπὰν ἵδωμεν αὑτοὺς ὑπὸ τοῦ ὄχλου τῶν ἐμποδίζειν αὐτοὺς βουλομένων, θλιβομένους καὶ στενοχωρουμένους, τῆς χειρὸς τούτων ὡς νηπίων ἐπιλαβόμενοι, τοῦ ὄχλου τῶν λογισμῶν ἐλευθερώσωμεν. Εἰ δὲ καὶ νήπιοί τινες πάνυ, ἢ ἀσθενεῖς ὑπάρχουσιν, ἐπὶ τῶν ἡμετέρων ὤμων ἀνάγκη βαστάσαι, καὶ ἀνυψῶσαι τούτους, ἄχρις οὗ τὴν θύραν τῆς εἰσόδου τῆς ἀληθῶς στενῆς παρέλθωσιν. Ἐκεῖ γὰρ πᾶς ὁ πνιγμὸς καὶ ἡ στενοχωρία πέφυκε γίνεσθαι· διὸ καὶ ἔλεγέ τις περὶ αὐτῆς. Τοῦτο κόπος ἐστὶν ἐνώπιόν μου, ἕως οὖ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ.

Καὶ μόνον εἴρηται μὲν ἡμῖν, ὦ Πατέρων πάτερ, καὶ ἐν τοῖς φθάσασι περὶ ἐκείνου, τοῦ τῶν Πατέρων πατρός, καὶ διδασκάλου τῶν διδασκάλων, οἶός τε ἦν, τῇ σοφίᾳ ἅνω, ὄλος ἠμφιεσμένος, ἀνυπόκριτος, ἐκλεκτικός, φαιδρός· τὸ δὲ δὴ πάντων θαυμασιώτερον, ὅτι ὅπου γε θέλοντας σωθῆναι ἔβλεπε, περισσοτέρᾳ ἐκέχρητο τῇ ἀκριβείᾳ.

Οὓς δὲ πάλιν οἰκεῖον θέλημα, ἢ προσπάθειαν ἔβλεπεν ἔχοντας, οὕτως αὐτοὺς τοῦ προσπασχομένου ἀπεστέρει, ὡς λοιπὸν πάντας παρατηρεῖσθαι, ἐν μηδενὶ ὧν πρόσκεινται δεικνύειν οἰκεῖον θέλημα. Ἔλεγε δὲ καὶ τοῦτο ἀεὶ ὁ ἀοίδιμος· ὅτιπερ, φησίν, Ἄμεινον διῶξαί τινα τῆς μονῆς, ἢ θέλημα ἴδιον ἐᾶσαι τοὺς ὑπηκόους οἰκεῖον ποιεῖν. Ὁ μὲν γὰρ διώξας πολλάκις τὸν διωχθέντα ταπεινότερον ἀπειργάσατο, καὶ τὸ ἑαυτοῦ λοιπὸν περικόπτοντα θέλημα· ὁ δὲ τῷ δοκεῖν φιλανθρωπίαν καὶ συγκατάβασιν τοῖς τοιούτοις χαριζόμενος, ἐν καιρῷ ἐξόδου ἐλεεινῶς αὐτὸν καταρᾶσθαι πεποίηκεν, ἀπατήσαντα μᾶλλον, καὶ οὐκ ὠφελήσαντα αὐτούς. Ἦν τοίνυν ἰδέσθαι τὸν μέγαν, μετὰ τὴν συμπλήρωσιν τῶν ἑσπερινῶν εὐχῶν, ἐπὶ θρόνου, ἔξωθεν μὲν πλεκτοῦ ἐκ ξύλων, ἔσωθεν δὲ πλεκτοῦ χαρίσμασι πνευματικοῖς καθήμενον ὡς βασιλέα τινὰ ὃν περιεκύκλουν, ὡς σοφαὶ μέλισσαι ἡ καλὴ συνάθροισις, καὶ ὡς Θεοῦ τῶν λόγων ἤκουον, καὶ τῶν προσταγμάτων ὑπήκουον. Καὶ ὁ μὲν πεντήκοντα, ὁ δὲ τριάκοντα, ὁ δὲ ἑκατὸν ἀποστοματίζειν ψαλμοὺς πρὸ ὕπνου ἐ[κε]κέλευτο, ὁ δὲ τοσαύτας γονυκλισίας, ὁ δὲ καθήμενος ὑπνοῦν· ὁ μὲν ὡρισμένην ἀναγινώσκειν ὥραν, ὁ δὲ ἐπὶ προσευχὴν ὡσαύτως παρίστασθαι, κατέστησέν τε καὶ ἐπὶ τοῦτο δύο ἐπισκόπους τῶν ἀδελφῶν, ἡμέρᾳ μὲν συντυχίας καὶ ὀργίας ἐπισκοποῦντας καὶ παύοντας· νυκτὶ δὲ ἐγρηγόρσεις ἀκαίρους, καὶ ἃ οὐ θέμις γραφῇ παραδοῦναι.

Οὐ μόνον δέ, ἀλλὰ καὶ ἐπὶ τῆς τροφῆς τὴν οἰκείαν τάξιν ἑκάστῳ ὁ μέγας ἀπένειμεν· ἦν γὰρ ἡ δίαιτα πάντων οὐ μία, οὐδὲ ὁμοία· ἀλλὰ διῄρητο ἑκάστῳ κατὰ τὴν ἑαυτοῦ κατάστασιν· τοῖς μὲν γὰρ τὴν ξηροτέραν, τοῖς δὲ τὴν ἀνετωτέραν ἀπένειμεν ὁ καλὸς οἰκονόμος· καὶ τὸ θαῦμα, ὅτιπερ ἀγογγύστως τὸ προστασσόμενον ὡς ἐκ στόματος Θεοῦ ἐτελειοῦτο. Ἦν δὲ αὐτῷ ὑποκειμένη καὶ λαῦρα τῷ ἀοιδίμῳ, ἐν ᾖ ἐκ τῆς μονῆς τοὺς δυνατοὺς πρὸς ἡσυχίαν καθίστα ὁ περὶ πάντα τέλειος. Μὴ ποικίλῃς, λιπαρῶ, τοὺς ἀκαιραιοτέρους ἐν λογισμῶν πανουργίαις, μᾶλλον δέ, εἰ δυνατόν, καὶ τοὺς ποικίλους εἰς ἁπλότητα μετάβαλλε, ὅπερ παράδοξον. Ὁ εἰς ἄκρον κεκαθαρμένος ἐκ τῆς ἄκρας ἀπαθείας, ὡς ὁ θεῖος κριτὴς καὶ τῇ ἀκριβείᾳ χρήσεται· ἔλλειψις γὰρ ἀπαθείας τύπτει δικαστοῦ καρδίαν, καὶ οὐ συγχωρεῖ, ὡς δέον, κολάζειν, καὶ ἀποσμήχειν. Πίστεως ἀπαθοῦς καὶ δογμάτων εὐσεβῶν πρὸ πάντων κληρονομίαν τοῖς υἱοῖς καταλίμπανε ἵνα μὴ μόνον τοὺς υἱούς, ἀλλὰ καὶ τὰ ἔγγονά σου Κυρίῳ δι’ ὁδοῦ ὀρθοδοξίας, προσαγάγῃς. Σφριγῶντας καὶ νέους καταμαραίνειν καὶ δαμάζειν μὴ ἐλεήσῃς, ἵνα ἐν καιρῷ ἐξόδου ἀνυμνήσωσίν σε· τύπος σοι καὶ ἐν τούτῳ Μωσῆς ὁ μέγας ἔστω, πάνσοφε· οὐ γὰρ δεδύνηται τοὺς ὑπηκόους, καίπερ εὐηνίως ἑπομένους, τοῦ Φαραῶ ἐλευθερῶσαι, ἄχρις οὖ τὸ ἄζυμον μετὰ πικρίδων ἔφαγον. Ἄζυμον δέ ἐστι ψυχὴ μὴ ἔχουσα πρόσλημμα τοῦ ἑαυτῆς θελήματος.

Τοῦτο γὰρ τυφοῦν καὶ ἐπαίρειν αὐτὴν δύναται· τὸ δὲ ἄζυμον ἀεὶ τεταπείνωται.

Πικρίδας δὲ νοήσωμεν, ποτὲ μὲν τὴν ἐκ τῆς ἐπιταγῆς παρεπομένην τούτοις δριμύτητα, ποτὲ δὲ τὴν διὰ τῆς πικρότητος τῆς νηστείας στενοχωρίαν. Ἐγὼ δέ, ὦ Πατέρων πάτερ, ταῦτα πρὸς σὲ ἐπιστέλλων, δέδοικα ἀκούων τοῦ φάσκοντος· Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Νῦν δὲ τοῦτο μόνον εἰπών, καταπαύσω τοῦ λόγου τὸν δρόμον.