Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Σιναΐτης – Πρὸς τὸν ποιμένα

Ἰωάννης ὁ Σιναΐτης

Ο ποιμένας ως νέος Μωυσής και η ολοκλήρωση του λόγου (Κεφάλαιο ΙΕ΄)

Αλληγορική παρουσίαση του ποιμένα που οδηγεί τον νοητό Ισραήλ στην έξοδο από τα πάθη και τη διάβαση της Ερυθράς Θάλασσας, καταλήγοντας στην πνευματική τελείωση και σε δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Σιναΐτης

—

Κεφάλαιο 6 από 7

ΚΕΦΑΛ. ΙΕʹ.

Ψυχὴ διὰ καθαρότητος ἑνωθεῖσα Θεῷ λόγου ἑτέρου πρὸς διδαχὴν οὐ δεηθήσεται· τὸν ἀΐδιον λόγον μυσταγωγόν, καὶ ὁδηγὸν καὶ φωτισμὸν ἐν ἑαυτῇ φέρουσα ἡ μακαρία, οἵαν που καὶ τὴν σὴν ἱερωτάτην, καὶ παμφαῆ κορυφὴν ὑπάρχειν μέμνημαι· οὐ λόγῳ ἁπλῶς ψιλῷ, ἀλλ’ ἐνεργείᾳ καὶ πείρᾳ τὴν αὐτῆς γνώμην πάναγνον ἐπιστάμενος, πραότητι μάλιστα θηρωλέθρῳ καὶ ταπεινότητι ἐξαστράπτουσαν, κατὰ τὸν μέγαν ἐκεῖνον νομοθέτην, ᾧ καὶ ὄντως κατὰ πόδας ἑπόμενος, τληπαθέστατε, καὶ προβαίνων εἰς ὅψος ἀεὶ μικροῦ δεῖν κἀκεῖνον ἐπλεονέκτησας, κατὰ τὸ τῆς ἁγνείας, λέγω, ἐγκώμιον, καὶ τὸ τῆς σωφροσύνης ἔπαθλον, δι’ ὧν καὶ μάλιστα, ὡς οὐ δι’ ἑτέρων Θεῷ πλησιάζειν δυνάμεθα, τῷ πανάγνῳ τε καὶ πάσης ἀπαθείας δοτῆρι καὶ ἀρωγῷ καὶ μεθιστῶντι διὰ ταύτης ἀπὸ γῆς εἰς οὐρανόν, τοὺς ἐπὶ γῆς ἔτι πέλοντας· οἷς ὥσπερ τινὶ πυρὸς ἅρματι, κατ’ ἐκεῖνον τὸν φίλαγνον ἡλίου ἐν ποσὶν ἀοκνίας ἐπιβεβηκώς, οὐ μόνον τὸν Αἰγύπτιον τοῦτον πεφόνευκας, καὶ ἐν ψάμμῳ ταπεινώσεως τὸ ἔπαθλον κέκρυφας· ἀλλά γε καὶ ἐπὶ τὸ ὄρος ἀνέδραμες, καὶ Θεὸν δι’ ἀκανθώδους καὶ θηρίοις δυσεπιβάτου πολιτείας ἑώρακας· καὶ θείας φωνῆς καὶ φωταυγείας ἀπέλαυσας· καὶ τὸ ὑπόδημα, λέγω δὴ πᾶν τὸ νεκρῶδες συγκάλυμμα λέλυκας· καὶ τῆς κέρκου, ἤγουν τοῦ τέλους τοῦ ἐξ ἀγγέλου εἰς δράκοντα μεταπεσόντος ἐπελάβου· καὶ τοῦτον ὥσπερ ἐν οἰκείῳ φωλεῷ καὶ ἐν λάκκῳ κατωτάτῳ, ἐν Αἰγύπτῳ καὶ σκοτασμῷ ζοφώσας παρέδωκας· καὶ τὸν Φαραὼ νενίκηκας τὸν ὑψηλὸν καὶ ἀγέρωχον· καὶ Αἰγυπτίους κατέπληξας, καὶ τὰ τούτων πρωτότοκα, ὃ τὰ μεῖζον ἔπαθλον τεθανάτωκας.

Διό σοι καὶ Κύριος τὴν τῶν ἀδελφῶν ὁδηγίαν, ὡς ἀκραδάντῳ, πεπίστευκεν· οὒς σύ, ὁδηγὲ ὁδηγῶν, καὶ ἀνεκδειματίστως τοῦ Φαραῶ καὶ τῆς ῥυπαρᾶς τοῦ πηλοῦ πλινθουργίας λέλυκας· καὶ αὐτοῖς πυρὸς Θεοῦ νεφέλης ἀγνείας τῆς πᾶσαν φλόγα κατασβεννύσης θέαν πείρᾳ πάσῃ μεταδέδωκας. Καὶ οὐ μόνον, ἀλλά γε καὶ τὴν Ἐρυθρὰν καὶ φλογίζουσαν ταύτην θάλατταν αὐτοῖς διεσκέδασας· ἐφ’ ἣν καὶ μάλιστα οἱ πλείους κινδυνεύειν πεφύκαμεν· καὶ νικητὰς καὶ τροπαιούχους ῥάβδῳ σῇ καὶ ἐπιστήμῃ ποιμαντικῇ πεποίηκας· πάντας τε τοὺς καταδιώκοντας, ὀπίσω αὐτῶν, εἰς τέλεον ἀπέπνιξας· οὐ μὴν δὲ ἀλλὰ καὶ μετὰ τοῦτο τὸν Ἀμαλὴκ τῆς οἰήσεως, τὸν μετὰ τὴν νίκην τῆς θαλάττης ἀπαντᾷν πεφυκότα τοῖς νικηταῖς, ἐκτάσει χειρῶν, μέσος πράξεως καὶ θεωρίας ἑστώς, ἐτροπώσω, ὑπὲρ λαοῦ σου θεοπιστεύτου καὶ θεοφωτίστου, νενίκηκας τὰ ἔθνη· ἐπὶ τὸ ὅρος τῆς ἀπαθείας ἐνήνοχας τοὺς μετὰ σοῦ, ἱερέας κατέστησας, περιτομὴν παραδέδωκας, δι’ ἧς μὴ καθαρθέντας Θεὸν ἰδεῖν ἀμήχανον· εἰς ὕψος ἀναβέβηκας, πάντα γνόφον καὶ ζόφον καὶ θύελλαν διακρουσάμενος, ἀγνωσίας λέγω τὸ τρίγονον σκότος προσεπέλασας φωτί, πολύ γε τῆς βάτου αἰδεσιμωτέρῳ καὶ ἀμαυρωτέρῳ καὶ ὑψηλωτέρῳ, ἠξιώθης φωνῆς, ἠξιώθης θεωρίας καὶ προφητείας· εἶδές που τάχα, καὶ ἔτι ἐνταῦθα ὤν, τὰ ὄπισθεν μέλλοντα, τὸν ἐκεῖ λέγω γενησόμενον ἔσχατον φωτισμὸν τῆς γνώσεως.

Εἶτα διὰ τῆς φωνῆς, Οὐκ ὄψεται ἅνθρωπος, ἀκήκοας· διὸ καὶ εἰς βαθυτάτην που κοιλάδα ταπεινώσεως ἐν Χωρὴβ ἐκ τῆς θεοπτίας κατελήλυθας· ἐπικομιζόμενός που καὶ τὰς πλάκας τῆς γνώσεως καὶ τῆς ἀναβάσεως· καὶ τὸ πρόσωπον τῆς ψυχῆς δεδοξασμένος καὶ τοῦ σώματος. Φεῦ τῆς ἐμῆς συνοδίας τὸ τῆς μοσχοποιίας εἶδος! Φεῦ τῆς τῶν πλακῶν συντριβῆς! Εἶτα τί; Ἐπελάβου τῆς χειρὸς τοῦ λαοῦ, τὴν ἔρημον διεβίβασας. Ἵσως δὲ καὶ ὑπὸ φλογὸς πυρὸς οἰκείου καυσουμένῳ τούτῳ ποτὲ πηγὴν ὕδατος δακρύων διὰ ξύλου (λέγω δὴ σαρκὸς σταυρώσεως σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις) γεγένηκας. Πολεμεῖς τὰ συναντῶντα ἔθνη, πυρὶ Κυρίου ἀναλώσας αὐτά. Ἐπὶ τὸν Ἰορδάνην ἔρχῃ (οὐδὲν γὰρ τὸ κωλύον καὶ μικρὸν τὴν ἱστορίαν διακρούσασθαι)· διαιρεῖς λαῷ, ὥσπερ Ἰησοῦς ἐν τῷ λόγῳ, καὶ τὰ μὲν πρότερα ὕδατα τῇ θαλάττῃ τοῦ ἁλός, καὶ τῆς νεκρώσεως προσένειμας· τὰ δὲ τῆς ἀγάπης δι’ ἑτέρας που ἄνωθεν ἕστησας ἐν ὀφθαλμοῖς τῶν νοητῶν σου τούτων Ἰσραηλιτῶν.

Λίθους τε λοιπὸν φέρειν δυοκαίδεκα διακελεύεις· ἢ τὸν ἀποστολικὸν βαθμὸν ἐν αὑτοῖς ἀνῳκοδομηκώς, ἢ τῶν ὀκτώ που ἐθνῶν τῶν καὶ παθῶν νίκην, καὶ αὗθις τῶν τεσσάρων γενικωτάτων ἀρετῶν, πρόληψιν αἰνιττόμενος, τὴν Νεκρὰν λοιπὸν καὶ ἄγονον θάλατταν πάντη κατόπιν πεποίηκας· ἐπὶ τὴν πόλιν τοῦ ἐχθροῦ ἔρχῃ· σαλπίζεις ἐν προσευχῇ διὰ τοῦ ἑβδόμου τούτου αἰωνίου κύκλου, κατέαξας ταύτην νενίκηκας, ὡς καὶ σὲ λοιπὸν πρὸς τὸν σύμμαχον τὸν ἄϋλον ᾄδειν· Τοῦ ἐχθροῦ μου ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος· καὶ πόλεις παθῶν μου καθεῖλες.

Εἴ πω βούλει, τὸ πάντων κυριώτερον καὶ κραταιότερον, ἐπὶ τὴν Ἱερουσαλὴμ ἀναβέβηκας, τὴν ὅρασιν τῆς τελείας εἰρήνης ψυχῆς, Χριστὸν ὁρᾷς τὸν Θεὸν τῆς εἰρήνης· συγκακοπαθεῖς ὡς καλὸς στρατιώτης· συσταυροῦσαι σὺν τῇ σαρκί, καὶ τοῖς παθήμασι, καὶ ταῖς ἐπιθυμίαις· καὶ εἰκότως, ὡς καὶ αὐτὸς Θεὸς Φαραὼ γενόμενος, καὶ πάσης αὐτοῦ ἀντικειμένης δυνάμεως, συνθάπτῃ λοιπὸν καὶ συγκατέρχῃ εἰς ᾅδην θεολογίας λέγω, καὶ ἀῤῥήτων μυστηρίων μυρίζῃ καὶ εὐωδιάζῃ ὑπὸ τῶν συγγενῶν καὶ φίλων γυναικῶν ἢ ἀρετῶν. Τί γάρ με τὸ κωλύον κατ’ ἔπος λέγειν καὶ φράζειν; Ὅπου γε καὶ ἐν οὐρανῷ ἐν δεξιᾷ ὑπάρχεις καθήμενος (ὢ τῆς κλοπῆς!), ἀνίστασαι καὶ αὐτὸς τριήμερος μετὰ νίκην τριῶν τυράννων· τάχα οἰκειότερον εἴπω, ἵνα μετὰ νίκην σώματος καὶ ψυχῆς καὶ πνεύματος, ἢ καὶ μετὰ κάθαρσιν οἱονεὶ τριημέρου ψυχῆς, πάθους λέγω, καὶ θυμοῦ, καὶ λογικοῦ, ἐπὶ τὸ ὅρος τῶν Ἐλαιῶν ἔρχῃ (δεῖ γὰρ ἐπιτέμνειν καὶ μὴ περισσὰ σοφίζεσθαι πρὸς σοφίας ἀνάπλεων, μάλιστα ἐπιστέλλοντα, καὶ πάντων τῶν ὑπὲρ ἡμᾶς ἐν γνώσει προὔχοντα), περὶ οὗ, οἶμαί που, ὅρους καλλίδρομός τις ἀναβαίνων ἔλεγεν· Ὅρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, ψυχαῖς ταῖς τοὺς θῆρας ἀναλισκούσαις. Τούτῳ τοίνυν, τούτῳ καὶ αὐτὸς συμπαραθέων καὶ συμπαρομαρτῶν, πρὸς τὴν τούτου βάσιν ἐλήλυθας, ἀναβλέψας εἰς οὐρανούς· πάλιν γὰρ τὸν τοῦ λόγου τύπον ἐπὶ τὸν λόγον ἀνάγω.

Εὐλόγησας τοὺς μαθητὰς ἡμᾶς, ἑώρακας τὴν προβεβλημένην καὶ ἐστηριγμένην τῶν ἀρετῶν κλίμακα· ἧσπερ κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν σοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικας· μᾶλλον δὲ καὶ πλήρωμα· εἰ καὶ ἡμᾶς τοὺς εὐήθεις ἐκ ταπεινοφροσύνης βαλλόμενος τὸ στόμα ἡμῶν τὸ ῥυπαρῶδές σοι πρὸς τὸν σὸν λαὸν κιχρᾷν τετυράννηκας. Καὶ οὐ θαῦμα· εἴθισται γὰρ καὶ Μωυσῇ κατὰ τὸν τῆς ἱστορίας τύπον, ἰσχνόφωνον ἑαυτὸν ἀποκαλεῖν καὶ βραδύγλωσσον· ἀλλ’ ἐκεῖνος μὲν Ἀαρὼν ἀρίστου ἐπέτυχε καὶ λογοδότου καὶ λεξιδρόμου. Σὺ δέ, ὦ μύστα, οὐκ οἷδ’ ὁπόθεν τὴν ἄφιξιν ἐπὶ τοῦτο πεποίηκας πρὸς πηγὴν ἄνυδρον καὶ ὅλην Αἰγυπτίων βατράχων, μᾶλλον δὲ ἀνθράκων πεπληρωμένην.

Ἐπεὶ δὲ οὐ δεῖ μὴ κατειλημμένον με τὸν μῦθον, ὦ οὐρανοδρόμε, τὸν τοῦ σοῦ δρόμου ἐν τῷ μέσῳ καταλιπόντα οἴχεσθαι, πάλιν τὸν τοῦ κάλλους σου ἔρανον ἐξυφαίνοντες λέγωμεν ὧδε· ὅτι καὶ προσπεπέλακας τῷ ὄρει τῷ ἁγίῳ, καὶ τὸ ὅμμα εἰς οὐρανὸν ἀνέτεινας, καὶ ἐπὶ τὴν βάσιν τὸν πόδα ἐπιβέβηκας, καὶ ἔδραμες, καὶ ἀνέδραμες, καὶ ὑψώθης, καὶ ἐπέβης ἐπὶ Χερουβὶμ ἀρετῶν, καὶ ἐπετάσθης, καὶ ἀνέβης ἐν ἀλαλαγμῷ τὸν ἐχθρὸν τροπωσάμενος· καὶ προωδοποίησας καὶ προηγήσῃ· μᾶλλον δὲ καὶ εἰς ἔτι νῦν ἡγῇ· καὶ προηγῇ πάντων ἡμῶν ἐπ’ αὐτὴν τὴν κορυφὴν ἀναδραμὼν τῆς ὁσίας κλίμακος καὶ ἑνωθεὶς τῇ ἀγάπῃ· ἡ δὲ ἀγάπη ἐστὶν ὁ Θεός· ὅτι αὐτῷ πρέπει δόξα, κράτος, τιμή, καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.