Ἔργον
Ἰωάννης ὁ Σιναΐτης – Πρὸς τὸν ποιμένα
Ερμηνευτικά σχόλια
Συλλογή ερμηνευτικών σχολίων για την περαιτέρω αποσαφήνιση των θεολογικών, ασκητικών και αλληγορικών εννοιών του έργου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνευτικά σχόλια
Συλλογή ερμηνευτικών σχολίων για την περαιτέρω αποσαφήνιση των θεολογικών, ασκητικών και αλληγορικών εννοιών του έργου.
ΕΙΣ ΚΕΦΑΛ. ΙΕʹ. Σχόλιον αʹ. Ψυχῆς καθαρᾶς ἴδιον, λόγος μὲν ἄφθονος, ζῆλος δὲ ἄκακος καὶ ἔρως ἄπαυστος τοῦ Κυρίου τῆς δόξης· τότε γὰρ καὶ τὰς οἰκείας ὁ νοῦς διαρυθμίζει πλάστιγγας· καὶ ἐν καθαρωτάτῳ κριτηρίῳ τῇ ἑαυτοῦ διανοίᾳ ἐμπαρών.
Σχόλιον βʹ. Τὴν σαρκικὴν ἐπιθυμίαν.
Σχόλιον γʹ. Ἐπηρμένον νοῦν ὑπερήφανον λέγει πτώσεως γενῶν τὸ Φαραώ.
Σχόλιον δʹ. Τὴν σαρκικὴν πύρωσιν ὁ Κλίμαξ λέγει.
Σχόλιον εʹ. Ἤγουν τὴν τελείαν γνῶσιν τὴν ἐν τῷ μέλλοντι.
Σχόλιον ϛʹ. Τοῦτο λέγει, ὅτι Καιομένῳ τῷ σῷ λαῷ ὑπὸ τοῦ οἰκείου πυρός, ἤγουν τῶν οἰκείων ἐπιθυμιῶν καὶ παθῶν διὰ ξύλου σταυροῦ, ὥσπερ ὁ Μωϋσῆς ἐπεκούρησας, ἤγουν διὰ κακοπαθείας καὶ σταυρώσεως τῆς σαρκός, πηγὰς δακρύων ἀναβλύσας αὐτοῖς κατὰ μίμησιν τοῦ Μωσαϊκοῦ θεωρήματος.
Σχόλιον Ἰσαὰκ ζʹ. Δύο τρόποι εἰσὶ τοῦ ἀνελθεῖν ἐν τῷ σταυρῷ, ὁ εἶς, ἡ σταύρωσις τοῦ σώματος· καὶ ὁ δεύτερος, τοῦ ἀνελθεῖν εἰς θεωρίαν· καὶ ὁ μὲν πρῶτος ἐκ τῆς ἐλευθερίας· ὁ δὲ δεύτερος ἐκ τῆς ἐνεργείας τῶν ἔργων γίνεται, ᾧτινι οὐχ ὑποτάσσεται ὁ νοῦς, ἐὰν μὴ τὸ σῶμα ὑποταγῇ. Ἡ βασιλεία τοῦ νοῦ, ἡ σταύρωσίς ἐστι τοῦ σώματος, καὶ οὐχ ὑποτάσσεται ὁ νοῦς τῷ Θεῷ, ἐὰν μὴ ὑποταγῇ τὸ αὐτεξούσιον τῷ λογικῷ.
Σχόλιον η. Τοῦτο λέγει· Ὥσπερ Ἰησοῦς ὁ τοῦ Ναυῆ, τῇ ῥάβδῳ τὸν Ἰορδάνην τέμνων τὰ μὲν ἔμπροσθεν ῥέοντα ὕδατα πρὸς τὴν θάλασσαν τῶν ἁλῶν τὴν λεγομένην Νεκρὰν ἀφῆκεν ὑποῤῥεῦσαι· τὰ δὲ ὄπισθεν ἕστησεν ἐν ὀφθαλμοῖς τοῦ λαοῦ· οὕτως καὶ σὺ τὸν οἰκεῖον λαὸν διαιρῶν, καὶ πρὸς τὴν διάβασιν τοῦ κόσμου τούτου παρασκευάζων, τὰ μὲν εἰσαγωγικὰ δάκρυα τῇ πικρίᾳ καὶ ἅλμῃ τῶν παθῶν, καὶ τῶν πόνων συνεκλήρωσας, καὶ τῇ νεκρώσει τῶν ἡδονῶν περιώρισας· οὐ γὰρ χρεία τούτων μετὰ τὴν νέκρωσιν· τὰ δὲ τῆς ἀγάπης ὄπισθεν ἐρχόμενα, ὡς τελειοποιὰ ἕστη ἄνωθεν, ἥγουν σταθηρὰ καὶ βέβαια, καὶ ἀναλλοίωτα ὑπὸ τῆς ἄνωθεν χάριτος ἐποίησας ἐν τοῖς ὀφθαλμοῖς σου μαθητῶν.
Σχόλιον θʹ. Ὄπισθεν, εἶπεν, ὀκτὼ κακίας ἐποίησας πάθη, ἐκεῖσε λοιπόν, εἰ θέλεις, ἴδοις, τάδε, ἐμὴν ἄπληστον κοιλίαν καὶ παμφάγον, παθῶν ἄνασσαν, βασίλισσαν γαστέρα.
Σχόλιον ιʹ. Τὸ βάθος εἶπε, τὸν βυθὸν τῶν δογμάτων ᾄδην τροπικῶς, οὐκ ἐμῆς ψυχῆς τόπος.
Σχόλιον ιαʹ. Ὅσον ἐν Χριστῷ Ἰησοῦ, ὃς ἂν ἀπαρχὴ παντὸς ἡμῶν τοῦ γένους, ἐκεῖ κάθηται σαρκί· τῷ Θεὸς γὰρ ἦν, ὄπου Παῦλος ἔφησεν ἁρπαγεὶς ἄνω.
Σχόλιον ιβʹ. Ἔρως, θυμός, νοῦς τριμερὲς μέγα κράτος, πάθος τὴν ἐπιθυμίαν λέγει.
Ἄλλο σχόλιον Μαξίμου. Τὸ θυμικὸν τῆς ψυχῆς ἀγάπῃ χαλίνωσον· καὶ τὸ ἐπιθυμητικὸν αὐτῆς ἐγκρατείᾳ μάρανον· καὶ τὸ λογιστικὸν αὐτῆς προσευχῇ πτέρωσον· καὶ τὸ φῶς τοῦ νοῦ οὐκ ἀμαυροῦταί ποτε.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.