Οὓς δὲ πάλιν οἰκεῖον θέλημα, ἢ προσπάθειαν ἔβλεπεν ἔχοντας, οὕτως αὐτοὺς τοῦ προσπασχομένου ἀπεστέρει, ὡς λοιπὸν πάντας παρατηρεῖσθαι, ἐν μηδενὶ ὧν πρόσκεινται δεικνύειν οἰκεῖον θέλημα. Ἔλεγε δὲ καὶ τοῦτο ἀεὶ ὁ ἀοίδιμος· ὅτιπερ, φησίν, Ἄμεινον διῶξαί τινα τῆς μονῆς, ἢ θέλημα ἴδιον ἐᾶσαι τοὺς ὑπηκόους οἰκεῖον ποιεῖν. Ὁ μὲν γὰρ διώξας πολλάκις τὸν διωχθέντα ταπεινότερον ἀπειργάσατο, καὶ τὸ ἑαυτοῦ λοιπὸν περικόπτοντα θέλημα· ὁ δὲ τῷ δοκεῖν φιλανθρωπίαν καὶ συγκατάβασιν τοῖς τοιούτοις χαριζόμενος, ἐν καιρῷ ἐξόδου ἐλεεινῶς αὐτὸν καταρᾶσθαι πεποίηκεν, ἀπατήσαντα μᾶλλον, καὶ οὐκ ὠφελήσαντα αὐτούς. Ἦν τοίνυν ἰδέσθαι τὸν μέγαν, μετὰ τὴν συμπλήρωσιν τῶν ἑσπερινῶν εὐχῶν, ἐπὶ θρόνου, ἔξωθεν μὲν πλεκτοῦ ἐκ ξύλων, ἔσωθεν δὲ πλεκτοῦ χαρίσμασι πνευματικοῖς καθήμενον ὡς βασιλέα τινὰ ὃν περιεκύκλουν, ὡς σοφαὶ μέλισσαι ἡ καλὴ συνάθροισις, καὶ ὡς Θεοῦ τῶν λόγων ἤκουον, καὶ τῶν προσταγμάτων ὑπήκουον. Καὶ ὁ μὲν πεντήκοντα, ὁ δὲ τριάκοντα, ὁ δὲ ἑκατὸν ἀποστοματίζειν ψαλμοὺς πρὸ ὕπνου ἐ[κε]κέλευτο, ὁ δὲ τοσαύτας γονυκλισίας, ὁ δὲ καθήμενος ὑπνοῦν· ὁ μὲν ὡρισμένην ἀναγινώσκειν ὥραν, ὁ δὲ ἐπὶ προσευχὴν ὡσαύτως παρίστασθαι, κατέστησέν τε καὶ ἐπὶ τοῦτο δύο ἐπισκόπους τῶν ἀδελφῶν, ἡμέρᾳ μὲν συντυχίας καὶ ὀργίας ἐπισκοποῦντας καὶ παύοντας· νυκτὶ δὲ ἐγρηγόρσεις ἀκαίρους, καὶ ἃ οὐ θέμις γραφῇ παραδοῦναι.