Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Διαλεκτικά (Κεφάλαια φιλοσοφικά)

Ἰωάννης ὁ Δαμασκηνός

Βασικές οντολογικές έννοιες και κατηγορούμενα

Εισαγωγή στις θεμελιώδεις φιλοσοφικές έννοιες, όπως το ον, η ουσία, το συμβεβηκός, το γένος, το είδος και η διαφορά, καθώς και στις πατερικές έννοιες της φύσεως, της υποστάσεως και του προσώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 8

Περὶ τοῦ ὄντος οὐσίας τε καὶ συμβεβηκότος. Τὸ ὂν κοινὸν ὄνομά ἐστι πάντων τῶν ὄντων. Τοῦτο οὖν τὸ ὂν τέμνεται εἰς οὐσίαν καὶ συμβεβηκός. Οὐσία μὲν οὖν ἐστι πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν ἤγουν τὸ ἐν ἑαυτῷ ὂν καὶ μὴ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν, συμβεβηκὸς δὲ τὸ μὴ δυνάμενον ἐν ἑαυτῷ εἶναι ἀλλ᾽ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν.

Ἡ μὲν γὰρ οὐσία ὑποκείμενόν ἐστιν ὥσπερ ὕλη τῶν πραγμάτων, συμβεβηκὸς δὲ τὸ ἐν τῇ οὐσίᾳ θεωρούμενον οἷον τὸ σῶμα καὶ τὸ χρῶμα· (v. i. 26—29) οὐ γάρ ἐστι τὸ σῶμα ἐν τῷ χρώματι ἀλλὰ τὸ χρῶμα ἐν τῷ σώματι. Ἔστιν οὖν τὸ μὲν σῶμα οὐσία, τὸ δὲ χρῶμα συμβεβηκός. Ὁμοίως καὶ ἡ ψυχὴ καὶ ἡ φρόνησις· οὐ γάρ ἐστιν ἡ ψυχὴ ἐν τῇ φρονήσει ἀλλ᾽ ἡ φρόνησις ἐν τῇ ψυχῇ.

Διὸ οὐδὲ λέγεται τὸ σῶμα τοῦ χρώματος ἀλλὰ τὸ χρῶμα τοῦ σώματος, οὐδὲ ἡ ψυχὴ τῆς φρονήσεως ἀλλ᾽ ἡ φρόνησις τῆς ψυχῆς. Ἔστιν οὖν ἡ μὲν ψυχὴ οὐσία ἡ δὲ φρόνησις συμβεβηκός. Τῆς μὲν γὰρ ψυχῆς ἀναιρουμένης ἀναιρεῖται καὶ ἡ φρόνησις· μὴ οὔσης γὰρ ψυχῆς ἐν τίνι ἔσται ἡ φρόνησις;

Φρονήσεως δὲ ἀναιρουμένης οὐ πάντως ἀναιρεῖται ἡ ψυχή· ἐνδέχεται γὰρ ψυχὴν εἶναι ἐκτὸς φρονήσεως. Ὁμοίως καὶ ἐπὶ πάντων τῶν ὄντων τὸ ἐν ἑαυτῷ ἔχον τὸ εἶναι καὶ μὴ ἐν ἑτέρῳ οὐσία ἐστί, τὸ δὲ μὴ δυνάμενον καθ᾽ ἑαυτὸ εἶναι ἀλλ᾽ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν συμβεβηκός ἐστι. (v. s. 6—8) (v. s. 12 s.)

Περὶ γένους καὶ εἴδους, τοῦ γενικωτάτου καὶ τοῦ εἰδικωτάτου καὶ τῶν ὑπαλλήλων. Τὸ γένος τρισσῶς λέγεται. Καθ᾽ ἕνα μὲν τρόπον ὡς ἀπὸ τοῦ τεκόντος, ὥσπερ οἱ ἐξ Ἰσραὴλ Ἰσραηλῖται λέγονται. Κατὰ δὲ ἕτερον τρόπον ἀπὸ τῆς πατρίδος, ὥσπερ οἱ ἀπὸ Ἱεροσολύμων Ἱεροσολυμῖται λέγονται καὶ οἱ ἀπὸ Παλαιστίνης Παλαιστιναῖοι.

Κατὰ δὲ τρίτον τρόπον γένος λέγεται τὸ διαιρούμενον εἰς εἴδη, περὶ οὗ παρὰ τοῖς φιλοσόφοις ὁ λόγος, ὃ καὶ ὁριζόμενοι λέγουσι· Γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον.

Καὶ τὸ εἶδος δὲ δύο σημαινόμενα ἔχει. Λέγεται γὰρ εἶδος τὸ σχῆμα καὶ ἡ μορφὴ οἷον τὸ εἶδος τοῦ ἀνδριάντος. Λέγεται δὲ πάλιν εἶδος τὸ τασσόμενον ὑπὸ τὸ γένος ἤγουν τὸ ἐκ τοῦ γένους διαιρούμενον. Περὶ τούτου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος.

Ἐπειδὴ δὲ καὶ περὶ γένους διαλεγόμενοι τοῦ εἴδους ἐμνημονεύσαμεν εἰπόντες ‘γένος ἐστὶ τὸ διαιρούμενον εἰς εἴδη’, καὶ πάλιν περὶ τοῦ εἴδους διαλεγόμενοι τοῦ γένους ἐμνημονεύσαμεν εἰπόντες ‘εἶδός ἐστι τὸ ἐκ τοῦ γένους διαιρούμενον’, χρὴ γινώσκειν, ὅτι ὥσπερ περὶ πατρὸς λέγοντες ἐξ ἀνάγκης καὶ υἱοῦ μνημονεύομεν—οὗτος γάρ ἐστι πατὴρ ὁ ἔχων υἱόν—καὶ περὶ υἱοῦ διαλεγόμενοι ἐξ ἀνάγκης καὶ πατρὸς μνημονεύομεν—οὗτος γάρ ἐστιν υἱὸς ὁ ἔχων πατέρα—, οὕτω καὶ ἐνταῦθα ἀδύνατον περὶ τοῦ γένους διαλαβεῖν ἐκτὸς τοῦ εἴδους ἢ περὶ τοῦ εἴδους ἐκτὸς τοῦ γένους· τὸ γὰρ γένος εἰς εἴδη διαιρεῖται πάντως, καὶ τὸ μὴ ἔχον εἴδη ἐξ αὐτοῦ διαιρούμενα οὐκ ἔστι γένος. Καὶ τὰ εἴδη ἐκ τοῦ γένους διαιροῦνται, καὶ τὰ μὴ ἔχοντα γένος οὔκ εἰσιν εἴδη.

Καὶ ὥσπερ ὁ πρῶτος ἄνθρωπος ἤγουν ὁ Ἀδὰμ μὴ ἐσχηκὼς πατέρα οὐ λέγεται υἱός, λέγεται δὲ πατήρ, ἔσχε γὰρ υἱούς· ὁ δὲ Σὴθ καὶ υἱὸς λέγεται τοῦ τεκόντος αὐτόν, ἔσχε γὰρ πατέρα τὸν Ἀδάμ, καὶ πατὴρ λέγεται τοῦ τεχθέντος ἐξ αὐτοῦ, ἐγέννησε γὰρ τὸν Ἐνώς· ὁ δὲ Ἄβελ υἱὸς μὲν λέγεται, ἔσχε γὰρ πατέρα τὸν Ἀδάμ, πατὴρ δὲ οὐ λέγεται, οὐ γὰρ ἔσχεν υἱόν, — οὕτω καὶ ἐπὶ τοῦ γένους καὶ τοῦ εἴδους. Τὸ πρῶτον γένος, ὅπερ οὐ διαιρεῖται ἀπὸ ἑτέρου γένους οὐδὲ ἔχει πρὸ αὐτοῦ γένος, γένος μόνον ἐστὶ καὶ οὐκ ἔστιν εἶδος καὶ λέγεται γενικώτατον γένος, ὃ καὶ ὁριζόμενοί φασιν· Γενικώτατον γένος ἐστίν, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος διὰ τὸ μὴ ἔχειν ἐπάνω αὐτοῦ γένος. Τὰ δὲ ἐξ αὐτοῦ διαιρούμενα, ἐὰν ἔχωσιν ὑποκάτω αὐτῶν ἄλλα εἴδη ἐξ αὐτῶν διαιρούμενα, καὶ εἴδη εἰσὶ τῶν πρὸ αὐτῶν ἤγουν τῶν ἐπάνω, ἐξ ὧν τέμνονται, καὶ γένη τῶν ἐξ αὐτῶν τεμνομένων ἤγουν τῶν ὑποκάτω καὶ λέγονται καὶ γένη καὶ εἴδη ὑπάλληλα. Τὰ δὲ εἴδη τὰ ἔσχατα καὶ κατώτερα τὰ μὴ ἔχοντα ὑποκάτω αὐτῶν ἄλλα εἴδη οὐ λέγονται γένη ἀλλ᾽ εἴδη μόνον διὰ τὸ μὴ ἔχειν ὑποκάτω αὐτῶν ἄλλα εἴδη ἐξ αὐτῶν διαιρούμενα· ἀδύνατον γὰρ ἐνθεῖναι γένος, εἰ μὴ ἔχει ὑποκάτω αὐτοῦ εἴδη ἐξ αὐτοῦ διαιρούμενα. Λέγεται οὖν τὸ εἶδος τὸ μὴ ὂν γένος εἰδικώτατον εἶδος, ὥσπερ τὸ γένος τὸ μὴ ὂν εἶδος λέγεται γενικώτατον γένος.

Χρὴ δὲ γινώσκειν, ὅτι ἀνάγκη ἐστίν, ἵνα τὰ εἴδη καὶ τὸ ὄνομα τοῦ γένους αὐτῶν καὶ τὸν ὁρισμὸν δέχωνται καὶ τοῦ γένους τοῦ ἀπὸ γένους ἕως τοῦ γενικωτάτου. Ἀλλήλων δὲ τὰ εἴδη οὐ δύνανται τὸν ὁρισμὸν δέξασθαι.

Πρῶτον οὖν καὶ γενικώτατον γένος ἐστὶν ἡ οὐσία· εἰ γὰρ καὶ τέμνεται ἐκ τοῦ ὄντος ἡ οὐσία καὶ τὸ συμβεβηκός, ἀλλ᾽ οὐκ ἔστι γένος αὐτῶν τὸ ὄν, ἐπειδὴ τὸ μὲν ὄνομα τοῦ ὄντος δέχονται, τὸν δὲ ὁρισμὸν οὐ δέχονται· τὸ γὰρ ὂν οὕτως ὁρίζεται· Ὄν ἐστι πρᾶγμα ἢ αὐθύπαρκτον καὶ μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν ἢ τὸ μὴ καθ᾽ ἑαυτὸ δυνάμενον εἶναι ἀλλ᾽ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν· ἡ δὲ οὐσία πρᾶγμα αὐθύπαρκτον καὶ μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν μόνον, (v. s. 84—89 et—i. 121—125) καὶ τὸ συμβεβηκὸς πρᾶγμα τὸ μὴ καθ᾽ ἑαυτὸ δυνάμενον εἶναι ἀλλ᾽ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν μόνον.

Ἰδοὺ οὔτε ἡ οὐσία ἐδέξατο ὅλον τὸν ὅρον τοῦ ὄντος οὐδὲ τὸ συμβεβηκός, ἀλλ᾽ ἡ μὲν οὐσία τὸ ἥμισυ καὶ τὸ συμβεβηκὸς τὸ ἄλλο ἥμισυ. (v. s. 93—96) (v. i. 138 s) Τὰ δὲ εἴδη καὶ τὸ ὄνομα καὶ ὅλον τὸν ὅρον τοῦ γένους τέλειον θέλουσι δέχεσθαι. Ὥστε ἡ οὐσία οὐκ ἔστιν εἶδος μὴ ἔχουσα ἐπάνω αὐτῆς γένος, ἀλλ᾽ αὐτή ἐστι πρῶτον καὶ γενικώτατον γένος.

Αὕτη οὖν ἡ οὐσία τέμνεται εἰς σῶμα καὶ ἀσώματον· τὸ οὖν σῶμα καὶ τὸ ἀσώματον εἴδη εἰσὶ τῆς οὐσίας. Πάλιν τὸ σῶμα τέμνεται εἰς ἔμψυχον καὶ ἄψυχον· ἰδοὺ πάλιν τὸ σῶμα εἶδος ὂν τῆς οὐσίας γένος ἐστὶ τοῦ ἐμψύχου καὶ τοῦ ἀψύχου. Τὸ ἔμψυχον πάλιν διαιρεῖται εἰς αἰσθητικὸν καὶ ἀναίσθητον. Αἰσθητικὸν μὲν οὖν ἐστι τὸ ζῷον τὸ ζωὴν καὶ αἴσθησιν ἔχον, ἀναίσθητον δὲ τὸ φυτόν· οὐ γὰρ ἔχει αἴσθησιν. Ἔμψυχον δὲ λέγεται τὸ φυτὸν διὰ τὸ ἔχειν θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν. Τὸ ζῷον πάλιν τέμνεται εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, τὸ θνητὸν εἰς ἄνθρωπον, ἵππον, βοῦν καὶ τὰ τοιαῦτα, ἅτινα οὐκέτι τέμνεται εἰς ἄλλα εἴδη ἀλλ᾽ εἰς ἄτομα ἤγουν ὑποστάσεις· διαιρεῖται γὰρ ὁ ἄνθρωπος εἰς Πέτρον, Παῦλον, Ἰωάννην καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, οἵτινες οὔκ εἰσιν εἴδη ἀλλ᾽ ὑποστάσεις. Τὰ γὰρ εἴδη, ὡς εἴπομεν, οὐ δέχονται τὸν ὁρισμὸν ἀλλήλων, οἷον τὸ σῶμα οὐ δέχεται τὸν ὁρισμὸν τοῦ ἀσωμάτου, ὁ ἄνθρωπος οὐ δέχεται τὸν ὁρισμὸν τοῦ ἵππου· ὁ δὲ Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης ἕνα ὅρον δέχονται, τὸν τοῦ ἀνθρώπου, ὁμοίως καὶ οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι, ὥστε οὔκ εἰσιν εἴδη τοῦ ἀνθρώπου ἀλλ᾽ ἄτομα ἤγουν ὑποστάσεις.

Πάλιν τὸ εἶδος τεμνόμενον μεταδίδωσι τοῖς ὑποκάτω αὐτοῦ καὶ τοῦ ὀνόματος καὶ τοῦ ὅρου. Ὁ δὲ Πέτρος τεμνόμενος εἰς ψυχὴν καὶ σῶμα οὔτε τῇ ψυχῇ οὔτε τῷ σώματι μεταδίδωσι τοῦ ὀνόματος καὶ τοῦ ὅρου· οὔτε γὰρ μόνη ἡ ψυχὴ Πέτρος οὔτε μόνον τὸ σῶμα ἀλλὰ τὸ συναμφότερον.

Ἔτι πᾶσα διαίρεσις ἀπὸ γένους εἰς εἴδη γινομένη μέχρι δύο ἢ τριῶν σπανίως δὲ τεσσάρων φθάνει· ἀδύνατον γὰρ διαιρεθῆναι γένος εἰς πέντε εἴδη καὶ ἐπάνω. Ὁ δὲ ἄνθρωπος εἰς πάντας τοὺς κατὰ μέρος ἀνθρώπους διαιρεῖται, οἵτινες ἄπειροί εἰσι τῷ ἀριθμῷ. Διό τινες οὐδέ φασι λέγεσθαι διαίρεσιν τὴν ἀπὸ εἴδους εἰς ἄτομα ἀλλ᾽ ἀπαρίθμησιν.

Ὅθεν δῆλον, ὅτι οὐκ ἔστιν ὁ Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης εἴδη ἀλλ᾽ ἄτομα ἤγουν ὑποστάσεις. Οὔτε ὁ ἄνθρωπος γένος τοῦ Πέτρου καὶ Παύλου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ὑποστάσεων ἀλλ᾽ εἶδος. Διὸ εἰδικώτατον εἶδός ἐστιν ὁ ἄνθρωπος· εἶδος γάρ ἐστι τοῦ ἐπάνω καὶ εἶδος τῶν ὑποκάτω.

Ὁμοίως καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ τὰ τοιαῦτα εἴδη εἰσὶν εἰδικώτατα. Τὰ δὲ μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τῶν εἰδικωτάτων εἰδῶν γένη εἰσὶν ὑπάλληλα καὶ εἴδη, εἴδη μὲν τῶν ἐπάνω γένη δὲ τῶν ὑποκάτω.

Καὶ αὗταί εἰσιν αἱ οὐσιώδεις καὶ φυσικαὶ διαφοραὶ καὶ ποιότητες, αἵτινες λέγονται διαιρετικαὶ καὶ συστατικαί, διαιρετικαὶ μὲν τῶν ἐπάνω συστατικαὶ δὲ τῶν ὑποκάτω· τὸ γὰρ σῶμα καὶ τὸ ἀσώματον διαιροῦσι τὴν οὐσίαν, ὁμοίως τὸ ἔμψυχον καὶ τὸ ἄψυχον διαιροῦσι τὸ σῶμα, ὁμοίως τὸ αἰσθητικὸν καὶ τὸ ἀναίσθητον διαιροῦσι τὸ ἔμψυχον. Αὗται οὖν συνιστῶσι τὸ ζῷον. Λαμβάνω γὰρ οὐσίαν ἔμψυχον αἰσθητικὴν καὶ ποιῶ τὸ ζῷον· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Λαμβάνω πάλιν οὐσίαν ἄψυχον ἀναίσθητον καὶ ποιῶ τὸν λίθον. Πάλιν λαμβάνω οὐσίαν ἔμψυχον ἀναίσθητον καὶ ποιῶ φυτόν.

Πάλιν τὸ λογικὸν καὶ τὸ ἄλογον διαιροῦσι τὸ ζῷον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον διαιροῦσι τὸ λογικόν. Λαμβάνω οὖν τὸ ζῷον γένος ὂν καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν καὶ συνιστῶ τὸν ἄνθρωπον· ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν θνητόν. Καὶ λαμβάνω τὸ ζῷον καὶ τὸ ἄλογον καὶ τὸ θνητὸν καὶ συνιστῶ τὸν ἵππον τυχὸν ἢ κύνα καὶ τὰ τοιαῦτα.

Διαφοραὶ δὲ λέγονται οὐσιώδεις καὶ φυσικαί, ὅτι αὗται ποιοῦσι διαφέρειν εἶδος ἄλλου εἴδους καὶ φύσιν καὶ οὐσίαν ἑτέρας οὐσίας καὶ φύσεως.

Περὶ ἀτόμου. Τὸ ἄτομον τετραχῶς λέγεται. Ἄτομον γάρ ἐστι τὸ μὴ τεμνόμενον μηδὲ μεριζόμενον, ὡς ἡ στιγμὴ καὶ τὸ νῦν καὶ ἡ μονάς, ἅτινα καὶ ἄποσα λέγονται. Ἄτομον λέγεται καὶ τὸ δύστμητον τουτέστι τὸ δυσχερῶς τεμνόμενον ὡς ὁ ἀδάμας λίθος καὶ τὰ τοιαῦτα. Ἄτομον λέγεται καὶ τὸ εἶδος, ὅπερ οὐκέτι εἰς ἕτερα εἴδη τέμνεται ἤτοι τὸ εἰδικώτατον εἶδος ὡς ἄνθρωπος, ἵππος καὶ τὰ τοιαῦτα. Ἄτομον δὲ κυρίως λέγεται, ὅπερ τέμνεται μέν, οὐ σῴζει δὲ μετὰ τὴν τομὴν τὸ πρῶτον εἶδος, ὥσπερ Πέτρος τέμνεται εἰς ψυχὴν καὶ σῶμα, ἀλλ᾽ οὔτε ἡ ψυχὴ καθ᾽ αὑτήν ἐστι τέλειος ἄνθρωπος ἢ Πέτρος τέλειος οὔτε τὸ σῶμα. Περὶ τούτου τοῦ ἀτόμου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος, ὅπερ ἐπὶ τῆς οὐσίας δηλοῖ τὴν ὑπόστασιν.

Περὶ διαφορᾶς. Αὕτη δὲ τριχῶς λέγεται, κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. Ἀδύνατον γὰρ μὴ διαφέρειν ἀλλήλων δύο τινὰ κατά τι. Ἄλλοις οὖν διαφέρει εἶδος εἴδους, καὶ ἄλλοις ὑπόστασις τῆς ὁμοειδοῦς καὶ ὁμοουσίου ὑποστάσεως καὶ ἄλλοις ὑπόστασις ἑαυτῆς. Διαφέρει μὲν γὰρ τὸ εἶδος τοῦ ἀνθρώπου τοῦ εἴδους τοῦ ἵππου κατὰ τὸ λογικὸν καὶ ἄλογον. Καὶ λέγεται τὸ λογικὸν καὶ ἄλογον οὐσιώδης διαφορά. Ὁμοίως καὶ πάντα, οἷς διαφέρει εἶδος εἴδους, φυσικὴ καὶ οὐσιώδης καὶ συστατικὴ διαφορὰ καὶ ποιότης λέγεται καὶ φυσικὸν ἰδίωμα, ὅπερ παντὶ τῷ εἴδει ἐνυπάρχει ἀπαραλλάκτως, ἥτις καλεῖται παρὰ τοῖς φιλοσόφοις ἰδιαίτατα διαφορὰ ὡς οἰκειοτέρα καὶ τῆς φύσεως παραστατική. Πάλιν διαφέρει ἄνθρωπος ἀνθρώπου ἢ ἵππος ἵππου ἢ κύων κυνός, τουτέστιν ἄτομον ὁμοειδοῦς ἀτόμου, καθὸ ὁ μέν ἐστι μακρὸς ὁ δὲ κολοβός, ὁ μὲν παλαιὸς ὁ δὲ νέος, ὁ μὲν σιμὸς ὁ δὲ γρυπός, ὁ μὲν φρόνιμος ὁ ἕτερος μωρός. Ταῦτα πάντα ἐπουσιώδεις διαφοραὶ καὶ ποιότητες λέγονται, ὅπερ ἐστὶ τὸ συμβεβηκός, περὶ οὗ ἀκολούθως ἐροῦμεν.

Περὶ συμβεβηκότος. Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Καὶ πάλιν, ὃ ἐνδέχεται τῷ αὐτῷ καὶ εἶναι καὶ μὴ εἶναι· καὶ γὰρ ἐνδέχεται ἄνθρωπον καὶ λευκὸν εἶναι καὶ μὴ εἶναι λευκόν, ὁμοίως καὶ μακρὸν καὶ φρόνιμον καὶ σιμόν.

Τοῦτο τὸ συμβεβηκὸς διαιρεῖται εἰς δύο, εἰς τὴν κοινῶς λεγομένην διαφορὰν καὶ εἰς τὴν ἰδίως διαφοράν. Κοινῶς μὲν οὖν διαφορά ἐστι τὸ χωριστὸν συμβεβηκός, οἷον κάθηταί τις καὶ ἕτερος ἵσταται· ἐνδέχεται ἐν τῷ ἀναστῆναι τὸν καθήμενον καὶ καθίσαι τὸν ἱστάμενον χωρισθῆναι τὴν διαφορὰν αὐτῶν καὶ λαβεῖν ἄλλην ἀντ᾽ ἄλλης. Καὶ ἑαυτοῦ δέ τις λέγεται διαφέρειν κατὰ τὸ χωριστὸν συμβεβηκός· διαφέρει γὰρ ἑαυτοῦ ἐν τῷ καθῆσθαι καὶ ἀνίστασθαι, ἐν τῷ νεάζειν καὶ γηρᾶν, ἐν τῷ νοσεῖν καὶ ὑγιαίνειν καὶ τοῖς τοιούτοις. Ἰδίως δὲ διαφορά ἐστι τὸ ἀχώριστον συμβεβηκός, οἷόν ἐστί τις σιμός· ἀδύνατον χωρισθῆναι αὐτοῦ τὴν σιμότητα, ὁμοίως καὶ τὴν γλαυκότητα καὶ τὰ τοιαῦτα. Κατὰ ταῦτα οὖν τὰ ἀχώριστα συμβεβηκότα ἄτομον ἀτόμου τουτέστιν ὑπόστασις ὑποστάσεως διαφέρει, αὐτὸς δὲ ἑαυτοῦ οὐδέποτε. Ταῦτα δὲ οὐ συντελοῦσιν εἰς τὸν ὁρισμὸν τῆς φύσεως· ἐνδέχεται γὰρ ἄνθρωπον εἶναι σιμὸν καὶ μὴ εἶναι. Καὶ ἀπογινομένης τῆς γλαυκότητος οὐδὲν ἧττον ὁ ἄνθρωπος μένει ἄνθρωπος.

Περὶ ἰδίου. Τὸ ἴδιον τετραχῶς λέγεται. Πρῶτον, ὃ μόνῳ μὲν ὑπάρχει τῷ εἴδει, οὐ παντὶ δέ, ὥσπερ τὸ γεωμετρεῖν τῷ ἀνθρώπῳ· μόνος γὰρ ὁ ἄνθρωπος γεωμέτρης, ἀλλ᾽ οὐ πᾶς ἄνθρωπος γεωμέτρης. Δεύτερον, ὅπερ παντὶ μὲν τῷ εἴδει ὑπάρχει, οὐ μόνῳ δέ, ὡς τὸ δίπουν· πᾶς γὰρ ἄνθρωπος δίπους, οὐ μόνον δὲ ἄνθρωπος δίπους ἀλλὰ καὶ περιστερὰ καὶ τὰ τοιαῦτα.

Τρίτον, ὅπερ παντὶ μὲν καὶ μόνῳ, οὐκ ἀεὶ δέ, ὥσπερ τὸ πολιοῦσθαι τῷ ἀνθρώπῳ· τοῦτο γὰρ παντὶ μὲν καὶ μόνῳ ἀνθρώπῳ ἁρμόζει, οὐκ ἀεὶ δὲ ἀλλ᾽ ἐν τῷ γήρᾳ. Τέταρτον, ὅπερ γίνεται τῶν τριῶν τῶν πρώτων συνερχομένων, τουτέστι παντὶ καὶ μόνῳ καὶ ἀεί, ὅπερ καὶ ἀντιστρέφει, ὥσπερ τὸ γελαστικὸν τῷ ἀνθρώπῳ καὶ τὸ χρεμετιστικὸν τῷ ἵππῳ καὶ τὰ τοιαῦτα· μόνος γὰρ ἄνθρωπος ἔχει τὸ γελαστικὸν καὶ πᾶς ἄνθρωπος καὶ ἀεί, εἰ καὶ μὴ ἀεὶ κέχρηται αὐτῷ. Εἴ τι γὰρ ἄνθρωπος, πάντως γελαστικόν, καὶ εἴ τι γελαστικόν, πάντως ἄνθρωπος. Τοῦτό ἐστι τὸ ἀντιστρέφειν. Περὶ τούτου τοῦ σημαινομένου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος. Ὃ καὶ ὑπογράφοντές φαμεν· Ἴδιόν ἐστι, ὃ παντὶ καὶ μόνῳ τῷ εἴδει καὶ ἀεὶ ὑπάρχει. Τοῦτο δὲ τριχῶς διαιροῦσιν· ἀπὸ τῆς διοργανώσεως τουτέστι διαπλάσεως, ὡς τὸ πλατυώνυχον καὶ τὸ ὀρθοπεριπατητικὸν τῷ ἀνθρώπῳ· ἀπὸ τῆς ἐνεργείας, ὡς τῷ πυρὶ τὸ ἀνωτάτω φέρεσθαι· ἀπὸ τῆς δυνάμεως, ὡς λέγομεν τῷ πυρὶ ὑπάρχειν τὴν θερμαντικὴν δύναμιν ὑπερβάλλουσαν τὰς τῶν ἄλλων σωμάτων θερμότητας.

Λέγεται δὲ τὸ ἴδιον ἐπουσιῶδες.

Περὶ τῶν κατηγορουμένων. Πᾶσα κατηγορία ἢ ἐπὶ πλέον γίνεται ἢ ἐπίσης, ἐπ᾽ ἔλαττον δὲ οὐδέποτε. Καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται τῶν μερικωτέρων· καθολικώτερα οὖν εἰσι τὰ ἐπάνω, μερικώτερα δὲ τὰ ὑποκάτω. Καθολικώτερον μὲν οὖν ἐστι πάντων τὸ ὄν, διὸ πάντων κατηγορεῖται· καὶ γὰρ καὶ ἡ οὐσία ὂν λέγεται καὶ τὸ συμβεβηκὸς ὂν λέγεται. Οὐ δυνάμεθα δὲ εἰπεῖν, ὅτι τὸ ὂν οὐσία ἐστίν· οὐ μόνον γὰρ οὐσία ἐστὶ τὸ ὂν ἀλλὰ καὶ συμβεβηκός. Ὁμοίως καὶ τὰ γένη κατηγοροῦνται τῶν εἰδῶν ὡς καθολικώτερα, τὰ δὲ εἴδη οὐ κατηγοροῦνται τῶν γενῶν αὐτῶν· τὰ γὰρ εἴδη μερικώτερα τῶν γενῶν εἰσι. Κατηγορεῖται τοίνυν ἡ οὐσία τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ ἀνθρώπου· καὶ γὰρ τὸ ζῷον οὐσία ἐστὶ καὶ ὁ ἄνθρωπος ζῷόν ἐστιν. Οὐκ ἀντιστρέφει δέ· πᾶς μὲν γὰρ ἄνθρωπος ζῷον, οὐ πᾶν δὲ ζῷον ἄνθρωπος.

Καὶ ὁ ἵππος γὰρ καὶ ὁ κύων ζῷά εἰσιν, ὁμοίως καὶ πᾶν ζῷον οὐσία ἐστίν, οὐ πᾶσα δὲ οὐσία ζῷόν ἐστιν· καὶ ὁ λίθος γὰρ καὶ τὸ ξύλον οὐσία ἐστίν, ἅτινα οὔκ εἰσι ζῷα. Ὁμοίως καὶ τὸ εἶδος κατηγορεῖται τῶν ὑπ᾽ αὐτοῦ περιεχομένων ἀτόμων τουτέστιν ὑποστάσεων ὡς καθολικώτερον.

Τὸ δὲ ἄτομον ἤγουν ἡ ὑπόστασις οὐ κατηγορεῖται τοῦ εἴδους· μερικωτέρα γάρ ἐστι τοῦ εἴδους ἡ ὑπόστασις. Καὶ Πέτρος τοίνυν ἄνθρωπός ἐστι καὶ Παῦλος ἄνθρωπός ἐστιν, οὐ πᾶς δὲ ἄνθρωπος Πέτρος ἢ Παῦλος· εἰσὶ γὰρ καὶ ἄλλαι ὑποστάσεις ὑπὸ τὸ εἶδος τοῦ ἀνθρώπου. Καὶ αἱ διαφοραὶ δὲ κατηγοροῦνται τῶν εἰδῶν, οἷς ἐνυπάρχουσι, καὶ τῶν ἀτόμων αὐτῶν. Καθολικώτεραι γάρ εἰσιν αἱ διαφοραὶ τῶν εἰδῶν· τὸ γὰρ λογικὸν καθολικώτερόν ἐστι τοῦ εἴδους τοῦ ἀνθρώπου. Καὶ γὰρ πᾶς μὲν ἄνθρωπος λογικός, οὐ πᾶς δὲ λογικὸς ἄνθρωπος· καὶ ὁ ἄγγελος γὰρ λογικὸς ὢν οὐκ ἔστιν ἄνθρωπος.

Καὶ αὕτη μέν ἐστιν ἡ ἐπὶ πλέον κατηγορία· ἡ δὲ ἐπίσης κατηγορία, ὅτε ἀντιστρέφει. Κατηγοροῦνται γὰρ τὰ ἴδια τῶν εἰδῶν, ὧν ἐστιν ἴδια, ἀλλὰ καὶ τὰ εἴδη κατηγοροῦνται τῶν ἰδίων αὐτῶν· πᾶς γὰρ ἄνθρωπος γελαστικός, καὶ πᾶς γελαστικὸς ἄνθρωπος. Εἰ γὰρ καὶ γελᾶν λέγεται πίθηκος, οὐ γελᾷ τῇ καρδίᾳ ἀλλὰ τοῖς σχήμασι· μιμητικὸν γὰρ ζῷόν ἐστιν. Ὥστε ἡ μὲν τῶν γενῶν κατὰ τῶν εἰδῶν κατηγορία καὶ ἡ τῶν διαφορῶν κατὰ τῶν εἰδῶν καὶ ἡ τῶν εἰδῶν κατὰ τῶν ἀτόμων ἐπὶ πλέον λέγεται, ἡ δὲ τῶν ἰδίων ἐπίσης. Ταῦτα δὲ τὰ ἐπίσης ἀντιστρέφοντα καὶ ἀντικατηγορούμενα λέγονται.

Περὶ συνωνύμου καὶ ὁμωνύμου κατηγορίας. Συνώνυμος μὲν κατηγορία ἐστίν, ὅτε καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτοῦ τοῦ ὀνόματος δέχεται τὸ ὑποκείμενον, οἷον τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου. Καὶ δέχεται ὁ ἄνθρωπος καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ ζῴου· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Καὶ ὁ ἄνθρωπος δὲ ἐπιδέχεται τὸν ὅρον τοῦτον· καὶ οὐσία γάρ ἐστιν ὁ ἄνθρωπος καὶ ἔμψυχος καὶ αἰσθητικός.

Ὁμώνυμος δέ ἐστι κατηγορία, ὅτε τὸ μὲν ὄνομα δέχεται, τὸν δὲ ὅρον οὐδαμῶς, οἷον ἡ εἰκὼν τοῦ ἀνθρώπου τὸ μὲν ὄνομα τοῦ ἀνθρώπου δέχεται, τὸν δὲ ὅρον τοῦ ἀνθρώπου οὐ δέχεται· ὁ γὰρ ὅρος τοῦ ἀνθρώπου ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Ἡ δὲ εἰκὼν οὔτε ζῷόν ἐστιν· οὐ γάρ ἐστιν ἔμψυχος οὔτε λογικὸν οὔτε νοῦ καὶ ἐπιστήμης δεκτικόν.

Χρὴ γινώσκειν, ὅτι, ὅσα κατηγορεῖται κατά τινος καθ᾽ ὑποκειμένου ἤγουν συνωνύμως, καὶ τοῦ ὑποκειμένου αὐτῷ κατηγορηθήσεται, οἷον τὸ ζῷον ὡς καθ᾽ ὑποκειμένου κατηγορεῖται τοῦ ἀνθρώπου ἤγουν συνωνύμως καὶ ὁ ἄνθρωπος τοῦ Πέτρου· ὑκόκειται γὰρ τῷ ἀνθρώπῳ ὁ Πέτρος. Κατηγορεῖται οὖν καὶ τοῦ Πέτρου τὸ ζῷον· καὶ ὁ Πέτρος γὰρ ζῷόν ἐστι.

Τὸ ὑποκείμενον δισσῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μέν, ὥσπερ ὑπόκειται ἡ οὐσία τοῖς συμβεβηκόσιν· ἐν αὐτῇ γὰρ ἔχουσι τὸ εἶναι καὶ ἐκτὸς αὐτῆς οὐχ ὑφίστανται. Τὸ δὲ πρὸς κατηγορίαν ὑποκείμενόν ἐστι τὸ μερικόν· ὑπόκειται γὰρ τὸ μερικὸν τῷ καθολικωτέρῳ πρὸς κατηγορίαν, ἐπειδὴ τὸ καθολικώτερον κατηγορεῖται τοῦ μερικωτέρου, ὡς τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου. Λέγεται δὲ τὸ μὲν καθόλου καθ᾽ ὑποκειμένου, τὸ δὲ μερικώτερον ὑποκείμενον πρὸς κατηγορίαν. Λέγεται δὲ τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ, ἡ δὲ οὐσία ὑποκείμενον πρὸς ὕπαρξιν.

Περὶ τῆς ἐν τῷ τί ἐστι κατηγορίας καὶ τῆς ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορίας. Ἄλλο ἐστὶν ἡ ἐν τῷ τί ἐστι κατηγορία καὶ ἄλλο ἡ ἐν τῷ ὁποῖόν τί ἐστι· καὶ ἡ ἐν τῷ τί ἐστι μέν, ὅτε ἐρωτώμενοι ‘τί ἐστιν ἄνθρωπος’ λέγομεν ‘ζῷον’· ἐν δὲ τῷ ὁποῖόν τί ἐστιν, ὅτε ἐρωτώμενοι ‘ὁποῖον ζῷον’ φαμὲν ‘λογικὸν θνητόν’. Ὥστε τὸ μὲν γένος καὶ τὸ εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ἥ τε οὐσιώδης καὶ ἡ ἐπουσιώδης ἤγουν τὸ συμβεβηκὸς καὶ τὸ ἴδιον ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται.

Ἡ δὲ ὑπόστασις οὐδὲ τί ἐστι δηλοῖ οὐδὲ ὁποῖόν τί ἐστιν, ἀλλὰ τίς ἐστιν· ἐρωτώμενοι γὰρ ‘τίς ἐστιν οὗτος’ λέγομεν ‘Πέτρος’. Εἶτα ἐρωτώμενοι ‘τί ἐστι Πέτρος’ λέγομεν ‘ἄνθρωπος’. Πάλιν ἐρωτώμενοι ‘ὁποῖος ἄνθρωπος’ λέγομεν ‘μακρὸς τυχὸν ἢ κολοβός’.

Χρὴ δὲ γινώσκειν, ὅτι τὰ φύσει διαφέροντα ἄλλο καὶ ἄλλο λέγονται. Λέγομεν γάρ· Ἄλλο ἐστὶν ἄνθρωπος καὶ ἄλλο ἵππος, ἄλλο δὲ κατὰ φύσιν· καὶ γὰρ ἕτερον εἶδος τοῦ ἀνθρώπου καὶ ἄλλο τοῦ ἵππου. Τὰ δὲ ἀριθμῷ διαφέροντα ἤγουν αἱ ὑποστάσεις ἄλλος καὶ ἄλλος λέγονται. Λέγομεν γάρ, ὅτι ἄλλος ἐστὶν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος. Οὐ δυνάμεθα δὲ εἰπεῖν, ὅτι ἄλλο ἐστὶ Πέτρος καὶ ἄλλο Παῦλος, ἐπεὶ ψευδόμεθα· ἓν γάρ εἰσι τῇ φύσει, οὔκ εἰσι δὲ εἷς τῷ ἀριθμῷ.

Δεῖ δὲ γινώσκειν, ὅτι ἡ μὲν οὐσία ἄλλο καλεῖται, ὁμοίως καὶ αἱ οὐσιώδεις διαφοραί, τὸ δὲ συμβεβηκὸς ἀλλοῖον, διότι αἱ μὲν οὐσιώδεις διαφοραὶ περὶ τὸ εἶδος ἤγουν περὶ τὴν φύσιν θεωροῦνται καὶ ταύτην συνιστῶσι, τὸ δὲ συμβεβηκὸς περὶ τὸ ἄτομον· συστατικὰ γὰρ τῆς ὑποστάσεως τὰ συμβεβηκότα. Ἄλλο οὖν ἐστιν ἄνθρωπος καὶ ἄλλο ἵππος, ἀλλοῖος δὲ καὶ ἄλλος ὁ Πέτρος καὶ ἀλλοῖος καὶ ἄλλος ὁ Παῦλος. Πᾶσα δὲ διαφορὰ οὐσιώδης τε καὶ ἐπουσιώδης ἑτεροῖον ποιεῖ· τὸ γὰρ ἑτεροῖον σημαίνει καὶ τὸ ἄλλο καὶ τὸ ἀλλοῖον. Καὶ ἡ μὲν φύσις τὸ τί σημαίνει, ἡ δὲ ὑπόστασις τὸν τινὰ καὶ τόδε τι. Πᾶσα δὲ διαφορὰ ὁποῖόν ἐστιν.

Περὶ ὑποστάσεως καὶ ἐνυποστάτου καὶ ἀνυποστάτου. Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει· ἁπλῶς μὲν γὰρ λεγόμενον σημαίνει τὴν ἁπλῶς οὐσίαν, ἡ δὲ καθ᾽ ἑαυτὴν ὑπόστασις τὸ ἄτομον σημαίνει καὶ τὸ ἀφοριστικὸν πρόσωπον. Καὶ τὸ ἐνυπόστατον δὲ δύο σημαίνει· σημαίνει γὰρ καὶ τὸ ἁπλῶς ὄν, καθὸ σημαινόμενον οὐ μόνον τὴν ἁπλῶς οὐσίαν ἀλλὰ καὶ τὸ συμβεβηκὸς ἐνυπόστατον καλοῦμεν.

Σημαίνει δὲ καὶ τὴν καθ᾽ αὑτὸ ὑπόστασιν ἤγουν τὸ ἄτομον. Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται· λέγεται γὰρ ἀνυπόστατον καὶ τὸ μηδαμῇ μηδαμῶς ὄν. Λέγεται πάλιν ἀνυπόστατον καὶ τὸ συμβεβηκός, διότι τὸ συμβεβηκὸς οὐκ ἔχει ἰδίαν ὕπαρξιν, ἀλλ᾽ ἐν τῇ οὐσίᾳ ὑφέστηκεν.

Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς ἀτόμου τε καὶ προσώπου καὶ ὑποστάσεως. Οἱ μὲν ἔξω φιλόσοφοι κατὰ τὸν προλελεγμένον λόγον διαφορὰν εἶπον οὐσίας καὶ φύσεως, οὐσίαν μὲν εἰπόντες τὸ ἁπλῶς εἶναι, φύσιν δὲ οὐσίαν εἰδοποιηθεῖσαν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν καὶ μετὰ τοῦ ἁπλῶς εἶναι καὶ τὸ τοιῶσδε εἶναι ἔχουσαν, εἴτε λογικὴν εἴτε ἄλογον, εἴτε θνητὴν εἴτε ἀθάνατον, ἤγουν αὐτήν, ὥς φαμεν, τὴν ἀμετάβλητον καὶ ἀμετάθετον ἀρχὴν καὶ αἰτίαν καὶ δύναμιν τὴν παρὰ τοῦ δημιουργοῦ ἐντεθεῖσαν ἑκάστῳ εἴδει πρὸς κίνησιν, τοῖς μὲν ἀγγέλοις πρὸς τὸ νοεῖν καὶ ἐκτὸς προφορικοῦ λόγου μεταδιδόναι ἀλλήλοις τὰ νοήματα, τοῖς δὲ ἀνθρώποις πρὸς τὸ νοεῖν καὶ λογίζεσθαι καὶ διὰ προφορικοῦ λόγου διαδιδόναι ἀλλήλοις τὰ ἐν καρδίᾳ νοήματα, τοῖς δὲ ἀλόγοις τὴν ζωτικὴν καὶ αἰσθητικὴν καὶ ἀναπνευστικὴν κίνησιν, τοῖς δὲ φυτοῖς τὴν θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν, τοῖς δὲ λίθοις τὴν τοῦ θερμαίνεσθαι καὶ τοῦ ψύχεσθαι καὶ τὴν ἀπὸ τόπου εἰς τόπον ἑτεροκίνητον μετάβασιν ἤγουν τὴν ἄψυχον. Ταύτην ἐκάλεσαν φύσιν ἤγουν τὰ εἰδικώτατα εἴδη, οἷον ἄγγελον, ἄνθρωπον, ἵππον καὶ τὰ τοιαῦτα, ὡς καθολικώτερα καὶ περιεκτικὰ τῶν ὑποστάσεων καὶ ἐν ἑκάστῃ τῶν ὑπ᾽ αὐτῶν περιεχομένων ὑποστάσεων ὁμοίως καὶ ἀπαραλείπτως ὑπάρχοντα.

Ὥστε τὸ μὲν μερικώτερον ἐκάλεσαν ὑπόστασιν, τὸ δὲ καθολικώτερον καὶ περιέχον τὰς ὑποστάσεις ἐκάλεσαν φύσιν, τὴν δὲ ἁπλῶς ὕπαρξιν ἐκάλεσαν οὐσίαν.

Οἱ δὲ ἅγιοι πατέρες παρεάσαντες τὰς πολλὰς ἐρεσχελίας τὸ μὲν κοινὸν καὶ κατὰ πολλῶν λεγόμενον ἤγουν τὸ εἰδικώτατον εἶδος οὐσίαν καὶ φύσιν καὶ μορφὴν ἐκάλεσαν, οἷον ἄγγελον, ἄνθρωπον, ἵππον, κύνα καὶ τὰ τοιαῦτα· καὶ γὰρ καὶ ἡ οὐσία παρὰ τὸ εἶναι λέγεται, καὶ ἡ φύσις παρὰ τὸ πεφυκέναι, τὸ δὲ εἶναι καὶ πεφυκέναι ταὐτόν ἐστι· καὶ ἡ μορφὴ δὲ καὶ τὸ εἶδος τὸ αὐτὸ σημαίνει τῇ φύσει. Τὸ δὲ μερικὸν ἐκάλεσαν ἄτομον καὶ πρόσωπον καὶ ὑπόστασιν οἷον Πέτρος, Παῦλος. Ἡ δὲ ὑπόστασις θέλει ἔχειν οὐσίαν μετὰ συμβεβηκότων καὶ καθ᾽ ἑαυτὴν ὑφίστασθαι καὶ αἰσθήσει ἤγουν ἐνεργείᾳ θεωρεῖσθαι. Ἀδύνατον δὲ δύο ὑποστάσεις μὴ διαφέρειν ἀλλήλων τοῖς συμβεβηκόσι καὶ ἀριθμῷ διαφέρειν ἀλλήλων. Χρὴ δὲ γινώσκειν, ὅτι τὰ χαρακτηριστικὰ ἰδιώματα τὰ συμβεβηκότα εἰσὶ τὰ χαρακτηρίζοντα τὴν ὑπόστασιν.