Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Διαλεκτικά (Κεφάλαια φιλοσοφικά)

Ἰωάννης ὁ Δαμασκηνός

Φιλοσοφική διαίρεση, ορισμός και ονοματικές σχέσεις

Ανάλυση της φύσεως και των τρόπων της φιλοσοφικής διαιρέσεως και του τέλειου ορισμού, και εξέταση των ομωνύμων, συνωνύμων, πολυωνύμων και παρωνύμων όρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 8

Περὶ διαιρέσεως. Διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον· (v. i. 20—27) ὑποδιαίρεσις δὲ τοῦ ἑνὸς μέρους τῶν δύο τμημάτων τομὴ καὶ διαίρεσις, οἷον τοῦ ζῴου διαιρεθέντος εἰς λογικὸν καὶ ἄλογον τὸ ἓν μέρος ἤγουν τὸ λογικὸν διαιροῦμεν εἰς θνητὸν καὶ ἀθάνατον· ἐπιδιαίρεσις δέ, ὅταν ποιήσας διαίρεσιν πράγματος ποιήσω πάλιν ἄλλην διαίρεσιν πράγματος τοῦ αὐτοῦ, οἷον διαιρεῖται ὁ ἄνθρωπος εἰς ἄρσεν καὶ θῆλυ —ἰδοὺ διαίρεσις—καὶ πάλιν διαιρεῖται ὁ ἄνθρωπος εἰς ψυχὴν καὶ σῶμα—ἰδοὺ ἐπιδιαίρεσις. Οὐ πάντοτε δὲ γίνεται διαίρεσις καὶ ἐπιδιαίρεσις, ἀλλ᾽ ὅτε μὴ πάντα περιέχονται ὑπὸ τὴν πρώτην διαίρεσιν· ἰδοὺ γὰρ καὶ ἐν τῷ ἄῤῥενι καὶ ἐν τῇ θηλείᾳ θεωρεῖται ψυχὴ καὶ σῶμα.

Χρὴ δὲ γινώσκειν, ὅτι ἀντιδιαιρούμενα λέγονται τὰ δύο εἴδη τὰ ἐκ τοῦ αὐτοῦ γένους τμηθέντα, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, ἃ ἀντιδιαιρούμενα λέγονται. Εἰσὶ δὲ διαιρετικοὶ τρόποι ὀκτώ· —ἢ ὡς γένος εἰς εἴδη, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, —ἢ ὡς εἶδος εἰς ἄτομα, οἷον ὁ ἄνθρωπος διαιρεῖται εἰς Πέτρον καὶ Παῦλον καὶ εἰς τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, —ἢ ὡς ὅλον εἰς μέρη· καὶ τοῦτο διχῶς, ἢ ὁμοιομερῆ ἢ ἀνομοιομερῆ. Ὁμοιομερῆ μὲν οὖν εἰσιν, ὅτε τὰ μέρη ἐπιδέχονται τὸ ὄνομα καὶ τὸν ὁρισμὸν τοῦ ὅλου καὶ ἀλλήλων, ὡς ὅταν τέμνωμεν σάρκα εἰς πολλὰς σάρκας, καὶ ἕκαστον μέρος τῆς σαρκὸς σὰρξ λέγεται καὶ τὸν ὁρισμὸν τῆς σαρκὸς ἐπιδέχεται. Ἀνομοιομερῆ δέ, ὅτε τὰ μέρη μήτε τὸ ὄνομα μήτε τὸν ὁρισμὸν ἐπιδέχονται μήτε τοῦ ὅλου μήτε ἀλλήλων, ὡς ὅταν διέλωμεν τὸν Σωκράτην εἰς κεφαλήν, πόδας καὶ χεῖρας· οὔτε γὰρ ἡ κεφαλὴ οὔτε οἱ πόδες οὔτε αἱ χεῖρες ἐπιδέχονται τὸ ὄνομα ἢ τὸν ὁρισμὸν τοῦ Σωκράτους οὔτε ἀλλήλων. —ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, καὶ τοῦτο διχῶς· ἢ ὡς ὅλον ἢ ὡς μέρος.

Ὡς ὅλον μὲν ὡς ἡ κύων φωνή· φέρεται γὰρ κατά τε χερσαίου κυνὸς καὶ ἀστρῴου καὶ θαλαττίου, ἅπερ ὅλον τί εἰσι καὶ οὐ μέρος ζῴου· ὡς δὲ μέρος, ὅτε τὸ τῆς γλώσσης ὄνομα φέρεται κατὰ τοῦ ἄκρου τοῦ ὑποδήματος καὶ τοῦ ἄκρου τοῦ αὐλοῦ καὶ τοῦ γευστικοῦ μορίου τῶν ζῴων, ἅτινα μέρη εἰσὶ καὶ οὐχ ὅλα. —ἢ ὡς οὐσία εἰς συμβεβηκότα, ὡς ὅταν εἴπω· Τῶν ἀνθρώπων οἱ μέν εἰσι λευκοὶ οἱ δὲ μέλανες· —ἢ ὡς συμβεβηκότα εἰς οὐσίας, ὡς ὅταν εἴπω· Τῶν λευκῶν τὰ μὲν ἔμψυχα τὰ δὲ ἄψυχα· —ἢ ὡς συμβεβηκὸς εἰς συμβεβηκότα, ὡς ὅταν εἴπω· Τῶν ψυχρῶν τὰ μὲν ξηρὰ τὰ δὲ ὑγρά, —ἢ ὡς τὰ ἀφ᾽ ἑνὸς καὶ πρὸς ἕν· ἀφ᾽ ἑνὸς μὲν ὡς ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν βιβλίον, ἰατρικὸν ἐργαλεῖον, πρὸς ἓν δὲ ὡς ὑγιεινὸν φάρμακον, ὑγιεινὸν βρῶμα· πρὸς ἓν γὰρ βλέπουσι, τὴν ὑγίειαν.

Κατὰ τοῦτον οὖν τὸν τρόπον διαιρεῖται τὸ ὂν εἰς οὐσίαν καὶ συμβεβηκός. Δεῖ δὲ γινώσκειν, ὡς οὐδὲ ἐν ἑνὶ τρόπῳ τῆς διαιρέσεως θεωρεῖται ἐν τοῖς τμήμασι τὸ φύσει πρότερον καὶ ὕστερον οὐδὲ τὸ μᾶλλον καὶ ἧττον, εἰ μὴ ἐν τοῖς ἀφ᾽ ἑνὸς καὶ πρὸς ἕν.

Περὶ τοῦ φύσει προτέρου. Φύσει οὖν πρότερόν ἐστι τὸ συνεισφέρον καὶ μὴ συνεισφερόμενον καὶ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οἷον τὸ ζῷον φύσει πρότερόν ἐστι τοῦ ἀνθρώπου. Ἀναιρουμένου γὰρ καὶ μὴ ὄντος ζῴου ἐξ ἀνάγκης οὐδὲ ἄνθρωπος ἔσται· ζῷον γάρ ἐστιν ὁ ἄνθρωπος. Ἀνθρώπου δὲ ἀναιρουμένου καὶ μὴ ὄντος δυνατὸν εἶναι ζῷον· ἔσται γὰρ ἵππος, κύων καὶ τὰ τοιαῦτα, ἅτινα ζῷά εἰσι. Πάλιν εἰσφερομένου ἀνθρώπου πάντως καὶ ζῷον εἰσφέρεται· ζῷον γάρ ἐστιν ὁ ἄνθρωπος. Ζῴου δὲ εἰσφερομένου οὐ πάντως, ὅτι συνεισφέρεται ἄνθρωπος ἀλλ᾽ ἵππος ἢ κύων ἤ τι τῶν τοιούτων· ζῷα γάρ εἰσι καὶ αὐτά. Οὔτε οὖν ὁ Πέτρος ἐστὶ φύσει πρότερος τοῦ Παύλου οὔτε τὸ λογικὸν ζῷον τοῦ ἀλόγου ζῴου. Πέτρου γὰρ ἀναιρουμένου καὶ μὴ ὄντος ἔσται Παῦλος· καὶ Παύλου εἰσφερομένου οὐ συνεισφέρεται Πέτρος, τοῦ δὲ Πέτρου συνεισφερομένου οὐ συνεισφέρεται Παῦλος, καὶ οὔτε Πέτρος ἐστὶ μᾶλλον ἤγουν πλέον τοῦ Παύλου ἄνθρωπος οὔτε Παῦλος τοῦ Πέτρου. Εὑρίσκεται δὲ φάρμακον ὑγιεινότερον φαρμάκου καὶ βιβλίον ἰατρικώτερον βιβλίου ἄλλου.

Περὶ ὁρισμοῦ. Ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος ἤγουν ὁ λόγος ὁ δι᾽ ὀλίγου σημαίνων τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος, οἷον ἄνθρωπός ἐστι ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Πολλοὶ μὲν γὰρ ἐποίησαν περὶ φύσεως ἀνθρώπου λόγους κατεπεκτάδην ἤγουν ἐκτεταμένους καὶ μεγάλους, ἀλλ᾽ οὔκ εἰσι σύντομοι διὸ οὐδὲ ὁρισμοί εἰσιν.

Εἰσὶ δὲ καὶ σύντομοι λόγοι ὡς τὰ ἀποφθέγματα, ἀλλ᾽ ἐπειδὴ οὐ δηλοῦσι φύσιν πράγματος, οὔκ εἰσιν ὁρισμοί. Καὶ τὸ ὄνομα δὲ πολλάκις δηλοῖ τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος, ἀλλ᾽ οὐκ ἔστιν ὁρισμός· τὸ γὰρ ὄνομα μία λέξις ἐστίν, ὁ δὲ ὁρισμὸς λόγος ἐστί. Λόγος δὲ ἐκ δύο τὸ ἐλάχιστον σύγκειται λέξεων. Ὥστε ὁ ὁρισμὸς θέλει ἐκ διαφόρων λέξεων συγκεῖσθαι καὶ σύντομος εἶναι καὶ δηλοῦν τὴν φύσιν τοῦ ὑπ᾽ αὐτοῦ ὁριζομένου πράγματος.

Συνίσταται δὲ ὁ ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν ἤγουν οὐσιωδῶν, ὡς ἐπὶ τοῦ ὅρου τοῦ ζῴου· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Ἰδοὺ ἡ μὲν οὐσία γένος ἐστί, τὸ δὲ ἔμψυχον καὶ τὸ αἰσθητικὸν συστατικαὶ διαφοραί. Λαμβάνεται δὲ καὶ ἐξ ὕλης καὶ εἴδους, οἷον ἀνδριάς ἐστιν ἐκ χαλκοῦ πεποιημένος, ἀνδρὸς εἶδος σημαίνων· ὁ μὲν οὖν χαλκὸς ὕλη ἐστί, τὸ δὲ τοῦ ἀνδρὸς εἶδος εἶδος.

Ἀναλογεῖ δὲ ἡ μὲν ὕλη τῷ γένει, τὸ δὲ εἶδος διαφορᾷ. Λαμβάνεται δὲ καὶ ἐξ ὑποκειμένου καὶ τέλους, οἷον ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη ὑγιείας περιποιητική. Ἰδοὺ ὑποκείμενά εἰσι τῇ ἰατρικῇ τὰ ἀνθρώπινα σώματα, τέλος δὲ αὐτῆς ἡ ὑγίεια.

Ἡ δὲ ὑπογραφὴ ἐκ τῶν ἐπουσιωδῶν σύγκειται ἤγουν ἰδίων καὶ συμβεβηκότων, οἷον ἄνθρωπός ἐστι γελαστικόν, ὀρθοπεριπατητικόν, πλατυώνυχον· ταῦτα γὰρ ὅλα ἐπουσιώδη εἰσί. Διὸ καὶ ὑπογραφὴ λέγεται, ὡς σκιάζουσα καὶ οὐ τὴν οὐσιώδη ὕπαρξιν τοῦ ὑποκειμένου δηλοῦσα ἀλλὰ τὰ παρεπόμενα. Ὁ δὲ ὑπογραφικὸς ὁρισμὸς μικτός ἐστιν ἐξ οὐσιωδῶν καὶ ἐπουσιωδῶν, οἷον ἄνθρωπός ἐστι ζῷον λογικόν, ὀρθοπεριπατητικόν, πλατυώνυχον.

Εἴρηται δὲ ὁρισμὸς ἀπὸ μεταφορᾶς τῶν τῆς γῆς ὁροθεσίων· ὥσπερ γὰρ τὸ ὁροθέσιον χωρίζει τὸ ἴδιον ἑκάστου, οὕτω καὶ ὁ ὁρισμὸς τὴν φύσιν ἑκάστου χωρίζει ἐκ τῆς τοῦ ἑτέρου φύσεως. Ὑγίεια δὲ ὁρισμοῦ ἐστι τὸ μήτε ἐλλείπειν μήτε πλεονάζειν ταῖς λέξεσι, κακία δὲ τὸ ἐλλείπειν καὶ πλεονάζειν.

Τέλειος δὲ ὁρισμός ἐστιν ὁ ἀντιστρέφων πρὸς τὸ ὁριστόν, ἀτελὴς δὲ ὁ μὴ ἀντιστρέφων. Οὔτε οὖν ὁ ἐλλείπων ταῖς λέξεσιν ἀντιστρέφει οὔτε ὁ πλεονάζων. Ὅτε μὲν γὰρ πλεονάσει ταῖς λέξεσι, λείπει τοῖς πράγμασιν· ὅτε δὲ λείψει ταῖς λέξεσι, πλεονάζει τοῖς πράγμασιν.

Οἷον ὁ τέλειος ὁρισμὸς τοῦ ἀνθρώπου ‘ζῷον λογικὸν θνητόν’. Ἰδοὺ ἀντιστρέφει· πᾶν γὰρ ζῷον λογικὸν θνητὸν ἄνθρωπός ἐστι, καὶ πᾶς ἄνθρωπος ζῷόν ἐστι λογικὸν θνητόν. Ἐὰν οὖν λείψῃ μιᾷ λέξει, πλεονάζει τοῖς πράγμασιν, οἷον ζῷον λογικόν. Ἰδοὺ ἔλειψε τῇ λέξει, οὐ γὰρ εἶπον ‘θνητόν’, καὶ ἐπλεόνασε τοῖς πράγμασιν, οὐ γὰρ μόνος ἐστὶν ἄνθρωπος ζῷον λογικὸν ἀλλὰ καὶ ἄγγελος, καὶ οὐκ ἀντιστρέφει. Ἐὰν δὲ εἴπω ‘ζῷον λογικόν, θνητόν, γραμματικόν’, πάλιν οὐκ ἀντιστρέφει· ἐπλεόνασε γὰρ τῇ λέξει διὰ τοῦ εἰπεῖν ‘γραμματικόν’, ἔλειψε δὲ τοῖς πράγμασιν. Οὐ πάντα γὰρ ἄνθρωπον ὡρίσατο, ἀλλ᾽ ἦ μόνον τοὺς γραμματικούς. Πᾶν μὲν γὰρ ζῷον λογικόν, θνητόν, γραμματικὸν ἄνθρωπός ἐστιν, οὐ πᾶς δὲ ἄνθρωπος ζῷον λογικόν, θνητόν, γραμματικόν ἐστιν· οὐ γὰρ πᾶς ἄνθρωπος γραμματικός ἐστι.

Περὶ ὁμωνύμων. Ὁμώνυμα μέν εἰσι τὰ τῷ ὀνόματι κοινωνοῦντα, τῷ δὲ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ διαφέροντα. Οἷον τὸ κύων ὄνομα ὁμώνυμόν ἐστι, δηλοῖ δὲ τὸν χερσαῖον καὶ τὸν θαλάσσιον κύνα· ἕτερον δὲ ὁρισμὸν ἔχει ὁ χερσαῖος καὶ ἕτερον ὁ θαλάσσιος, ἐπειδὴ καὶ ἑτέρα φύσις καὶ ἑτέρα. Ὑπογράφουσι δὲ τὰ ὁμώνυμα οὕτως· Ὁμώνυμά εἰσιν, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. Λόγον ἐνταῦθα τὸν ὁρισμὸν εἶπε καὶ τὴν ὑπογραφήν· κατὰ τοὔνομα δὲ εἶπε δηλῶν ἕτερον εἶναι τὸν ὁρισμὸν αὐτοῦ τοῦ ὀνόματος, καθ᾽ ὃν γίνονται ὁμώνυμα. Οἷον ὁ χερσαῖος καὶ ὁ θαλάσσιος κύων κατὰ τὸ ὄνομα τοῦ κυνός εἰσιν ὁμώνυμοι· εἰ γὰρ θελήσει τις τὸν ὁρισμὸν τοῦ χερσαίου κυνὸς ἀποδοῦναι καὶ τοῦ θαλασσίου, καθ᾽ ὃ κύων καλεῖται ἑκάτερος αὐτῶν, ἄλλον ὁρισμὸν ἀποδίδωσι τῷ χερσαίῳ καὶ τῷ θαλασσίῳ ἕτερον. Ἐνδέχεται δὲ αὐτοὺς καὶ κοινωνεῖν τῷ ὁρισμῷ πάλιν καὶ τῷ ὀνόματι· ζῷα γὰρ λέγονται ἀμφότερα καὶ τὸν ὁρισμὸν τοῦ ζῴου δέχονται, ἀλλ᾽ οὔκ εἰσι κατὰ τὸ ὄνομα τοῦ ζῴου ὁμώνυμοι ἀλλὰ μᾶλλον συνώνυμοι. Ἐπὶ δὲ τῶν ὁμωνύμων τρία δεῖ ζητεῖν· εἰ ἔστι τῶν ὁμωνύμων καὶ κατὰ πόσων σημαινομένων φέρεται καὶ περὶ ποίου σημαινομένου ἡ ἐρώτησις γέγονεν.

Περὶ συνωνύμου. Συνώνυμα δέ εἰσιν, ὅσα καὶ τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ τοῦ αὐτοῦ ὀνόματος κοινωνοῦσιν, οἷον τὸ ζῷον δηλοῖ καὶ τὸν ἄνθρωπον καὶ τὸν ἵππον, καὶ κατὰ τὸ ὄνομα τοῦτο ἤγουν τοῦ ζῴου συνώνυμοί εἰσιν· ἕκαστον γὰρ αὐτῶν καὶ τὸ ὄνομα καὶ τὸν ὁρισμὸν τοῦ ζῴου δέχεται. Ὑπογράφουσι δὲ τὰ συνώνυμα οὕτως· Συνώνυμά εἰσιν, ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός.

Περὶ πολυωνύμων. Πολυώνυμα δέ εἰσιν, ὅσα τῷ μὲν ὁρισμῷ κοινωνοῦσι, τῷ δὲ ὀνόματι διαφέρουσιν, ἤγουν ὅτε τὸ αὐτὸ πρᾶγμα πολλοῖς καλεῖται ὀνόμασιν οἷον φάσγανον, ἄορ, σπάθη, μάχαιρα, ξίφος· πάντα γὰρ ταῦτα τὰ ὀνόματα ἕνα ὅρον ἐπιδέχονται, ἤγουν σίδηρος ἀμφήκης τουτέστιν σίδηρος ἀμφοτέρωθεν ἠκονημένος. Ὑπογράφουσι δὲ τὰ πολυώνυμα οὕτω· Πλεῖστα ὀνόματα καθ᾽ ἑνὸς κυρίου λεγόμενα.

Περὶ ἑτέρων καὶ ἑτερωνύμων. Τὰ δὲ κατ᾽ ἄμφω ἤγουν τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ διαφέροντα ἢ ἓν ὑποκείμενον ἔχουσι καὶ λέγεται ἑτερώνυμα ὡς ἀνάβασις καὶ κατάβασις, ἔχουσι γὰρ ἓν ὑποκείμενον, τὴν κλίμακα, ἢ οὐκ ἔχουσιν ἓν ὑποκείμενον καὶ λέγονται ἕτερα ὡς οὐσία καὶ συμβεβηκός· ταῦτα γὰρ καὶ ἕτερον ὄνομα ἔχουσι καὶ ἑτέραν ὑπογραφὴν καὶ οὐδὲ ἔχουσιν ἓν ὑποκείμενον.

Τούτων δὲ ἀμφοτέρων, τῶν τε ἑτερωνύμων καὶ τῶν ἑτέρων, ὑπογραφὴ αὕτη· Ὧν τό τε ὄνομα καὶ ὁ ὅρος ἕτερος.

Περὶ παρωνύμων. Εἰσὶ δέ τινα μέσον τῶν ὁμωνύμων καὶ συνωνύμων, κοινωνοῦντα καὶ διαφέροντα τῷ τε ὀνόματι καὶ τῷ ὅρῳ, ἅτινα λέγονται παρώνυμα, ὡς ἀπὸ τῆς γραμματικῆς γραμματικός· κοινωνοῦσι γὰρ τῷ ὀνόματι, διαφέρουσι δὲ κατὰ τὴν λῆξιν τοῦ ὀνόματος ἤγουν τὴν τελευταίαν συλλαβήν· καὶ πάλιν τῷ ὅρῳ κοινωνοῦσί τε καὶ διαφέρουσιν, ὅτι ἡ μὲν γραμματικὴ γνῶσίς ἐστιν, ὁ δὲ γραμματικὸς οὐσία, ἐν ᾗ ἡ γνῶσις.

Παρώνυμα δέ εἰσιν, ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει ἤγουν τῇ κλίσει τοῦ ὀνόματος τὴν προσηγορίαν ἔχει. Δεῖ δὲ γινώσκειν, ὡς ἡ γραμματικὴ καὶ ἡ μουσικὴ οὔκ εἰσι παρώνυμα, ἀλλ᾽ ὁ μουσικὸς ἐκ τῆς μουσικῆς καὶ ὁ γραμματικὸς ἐκ τῆς γραμματικῆς παρωνομάσθη καὶ ὁ δίκαιος ἐκ τῆς δικαιοσύνης.

Δεῖ δὲ γινώσκειν, ὅτι τὰ μὲν παρώνυμα περιέχουσι τὰ ἀφ᾽ ὧν παρωνομάσθησαν ὡς ὁ γραμματικὸς τὴν γραμματικὴν καὶ ὁ δίκαιος τὴν δικαιοσύνην, τὰ δὲ ἀφ᾽ ἑνὸς οὐδαμῶς· οὐ γὰρ περιέχει τὸ ἰατρικὸν ἐργαλεῖον τὴν ἰατρικήν.