Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Διαλεκτικά κεφάλαια

Ἰωάννης ὁ Δαμασκηνός

Εισαγωγή στη γνώση και ορισμός της φιλοσοφίας

Εισαγωγικές σκέψεις περί της αξίας της αληθινής γνώσης, προτροπή για αναζήτηση της σοφίας και παράθεση των βασικών ορισμών της φιλοσοφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 19

Περὶ γνώσεως. Οὐδὲν τῆς γνώσεώς ἐστι τιμιώτερον· εἰ γὰρ ἡ γνῶσις φῶς ἐστι ψυχῆς λογικῆς, τοὔμπαλιν ἡ ἄγνοια σκότος. Ὡς γὰρ ἡ τοῦ φωτὸς στέρησις σκότος ἐστίν, οὕτω καὶ ἡ τῆς γνώσεως στέρησις λογισμοῦ σκότος ἐστίν· ἀλόγων μὲν γὰρ ἡ ἄγνοια ἴδιον, λογικῶν δὲ ἡ γνῶσις. Ὧι τοίνυν μὴ πάρεστι γνῶσις, γνωστικῷ κατὰ φύσιν ὄντι καὶ ἐπιστημονικῷ, οὗτος κατὰ φύσιν ὢν λογικὸς ἐξ ἀμελοῦς καὶ ῥαθύμου ψυχῆς ἀλόγων ἐστὶ χείρων· γνῶσιν δέ φημι τὴν ἀληθῆ τῶν ὄντων γνῶσιν. Εἰ δὲ τῶν ὄντων αἱ γνώσεις, ἡ ψευδὴς γνῶσις ὡς τοῦ μὴ ὄντος οὖσα γνῶσις ἄγνοια μᾶλλον ἤπερ γνῶσίς ἐστι· τὸ γὰρ ψεῦδος ἕτερον οὐδὲν ἢ τὸ μὴ ὂν καθέστηκεν. Ἐπειδὴ τοίνυν οὐ γυμνῇ τῇ ψυχῇ ζῶμεν, ἀλλ᾽ ὥσπερ ὑπὸ παραπετάσματι τῷ σαρκίῳ καλυπτομένη ἡμῶν ἡ ψυχή, νοῦν μὲν ὁρῶντα καὶ γνωστικὸν οἷον ὀφθαλμὸν κέκτηται καὶ δεκτικὸν τῆς τῶν ὄντων γνώσεως καὶ ἐπιστήμης, οὐκ οἴκοθεν δὲ τὴν γνῶσιν καὶ τὴν ἐπιστήμην ἔχει, ἀλλὰ δεῖται τοῦ διδάξοντος, προσέλθωμεν τῷ ἀψευδεῖ διδασκάλῳ τῇ ἀληθείᾳ—Χριστὸς δέ ἐστιν ἡ ἐνυπόστατος σοφία τε καὶ ἀλήθεια, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς γνώσεως οἱ ἀπόκρυφοι, ὅς ἐστιν ἡ τοῦ θεοῦ καὶ πατρὸς σοφία καὶ δύναμις—καὶ τῆς φωνῆς αὐτοῦ διὰ τῶν θείων γραφῶν ἀκούσωμεν καὶ μάθωμεν τὴν πάντων τῶν ὄντων γνῶσιν τὴν ἀληθῆ.

Προσερχόμενοι δὲ ἐπιμελῶς καὶ εἰλικρινῶς προσίωμεν, μὴ ἀμβλύνοντες ἡμῶν τὸ νοερὸν τῆς ψυχῆς ὄμμα τοῖς πάθεσι· μόλις γὰρ ἂν καθαρωτάτῳ καὶ διειδεστάτῳ ὀφθαλμῷ τρανῶς ἐνατενίσαι τις τῇ ἀληθείᾳ δυνήσεται. Εἰ δὲ τὸ ἐν ἡμῖν φῶς ἤτοι ὁ νοῦς σκότος, τὸ σκότος πόσον; Ὅλῃ οὖν ψυχῇ καὶ πάσῃ διανοίᾳ προσέλθωμεν.

Ὡς γὰρ ἀδύνατον ὀφθαλμὸν συχνῶς περιστρεφόμενον καὶ περιαγόμενον τρανῶς ἐνατενίσαι τῷ ὁρατῷ, ἀλλὰ δεῖ προσεχὲς τὸ ὄμμα ἐνερεῖσαι τῷ βλεπομένῳ, οὕτω πᾶσαν λογισμοῦ ζάλην ἀποσεισάμενοι ἀύλως προσέλθωμεν τῇ ἀληθείᾳ. Προσερχόμενοι δὲ καὶ μέχρι τῆς πύλης φθάνοντες μὴ ἀρκεσθῶμεν, ἀλλ᾽ εὐτόνως κρούσωμεν, ὡς ἂν ἀνοιχθείσης ἡμῖν τῆς τοῦ νυμφῶνος θύρας ἴδωμεν τὰ ἐν αὐτῷ κάλλη. Πύλη μὲν οὖν ἐστι τὸ γράμμα, ὁ δὲ ἐντὸς τῆς πύλης νυμφῶν τὸ κεκρυμμένον ὑπ᾽ αὐτὸ τῶν νοημάτων κάλλος ἤτοι τῆς ἀληθείας πνεῦμα. Εὐτόνως κρούσωμεν, ἀναγνῶμεν ἅπαξ, δίς, πολλάκις, καὶ οὕτως ὀρύσσοντες τὸν θησαυρὸν τῆς γνώσεως εὑρήσομεν καὶ τοῦ πλούτου κατατρυφήσομεν.

Ζητήσωμεν, ἐρευνήσωμεν, ἀνακρίνωμεν, ἐρωτήσωμεν· «πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται». Καὶ «ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου ἐν γνώσει καὶ ἐροῦσί σοι». Ἐὰν οὖν ὦμεν φιλομαθεῖς, ἐσόμεθα καὶ πολυμαθεῖς· ἁλωτὰ γὰρ ἐπιμελείᾳ καὶ πόνῳ γίνεσθαι πέφυκεν ἅπαντα καὶ πρὸ πάντων καὶ μετὰ πάντα τῇ τοῦ διδόντος θεοῦ χάριτι.

Ἐπειδὴ δέ φησιν ὁ θεῖος ἀπόστολος· «Πάντα δοκιμάζοντες τὸ καλὸν κατέχετε», ἐρευνήσωμεν καὶ τῶν ἔξω σοφῶν τοὺς λόγους. Ἴσως τι καὶ παρ᾽ αὐτοῖς τῶν ἀγωγίμων εὑρήσομεν καί τι ψυχωφελὲς καρπωσόμεθα· πᾶς γὰρ τεχνίτης δεῖται καί τινων ὀργάνων πρὸς τὴν τῶν ἀποτελουμένων κατασκευήν. Πρέπει δὲ καὶ τῇ βασιλίδι ἄβραις τισὶν ὑπηρετεῖσθαι. Λάβωμεν τοίνυν τοὺς δούλους τῆς ἀληθείας λόγους καὶ τὴν κακῶς αὐτῶν τυραννήσασαν ἀσέβειαν ἀπωσώμεθα καὶ μὴ τῷ καλῷ κακῶς χρησώμεθα, μὴ πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων τὴν τέχνην τῶν λόγων μεταχειρισώμεθα, ἀλλ᾽, εἰ καὶ μὴ δεῖται ποικίλων σοφισμάτων ἡ ἀλήθεια, πρός γε τὴν τῶν κακομάχων καὶ τῆς ψευδωνύμου γνώσεως ἀνατροπὴν τούτοις ἀποχρησώμεθα.

Ἐκ τούτων τοίνυν τὴν ἀρχὴν ποιησώμεθα ὡς στοιχείων καὶ τοῖς ἔτι δεομένοις γάλακτος ἁρμοζόντων Χριστὸν τὸν τοῦ θεοῦ ἐνυπόστατον λόγον ἀρωγὸν ἐπικεκλημένοι, «παρ᾽ οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα δίδοται τέλειον». Ἔσται δὲ σκοπὸς τοῖς ἐντυγχάνουσι πρὸς τὸ μακάριον τέλος καθορμισθῆναι τὸν νοῦν· τοῦτο δέ ἐστι τὸ διὰ τῶν αἰσθήσεων ἀναχθῆναι πρὸς τὴν ὑπὲρ πᾶσαν αἴσθησιν καὶ κατάληψιν, ὅς ἐστιν ὁ τῶν πάντων αἴτιος καὶ ποιητὴς καὶ δημιουργός. «Ἐκ γὰρ καλλονῆς τῶν οἰκείων κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς κατοπτεύεται», καὶ «τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται». Ἀκενοδόξῳ τοίνυν καὶ ταπεινῷ φρονήματι τῆς γνώσεως ἐφιέμενοι τοῦ ποθουμένου τευξόμεθα· «οὐ γὰρ δύνασθε πιστεύειν εἰς ἐμέ», ἔφη Χριστὸς ἡ ἀλήθεια, «δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες», καὶ «πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται».

Τίς ὁ σκοπός. Ἐπειδὴ πᾶς ἀσκόπως ἐναρχόμενος πράγματος ὡς ἐν σκότει διαπορεύεται—ὁ γὰρ ἀσκόπως κοπιῶν καθολικῶς πτωχεύει—, φέρε τὸν προκείμενον τοῦ λόγου σκοπὸν πρότερον εἴπωμεν, ὡς ἂν εὔληπτα εἴη τὰ λεγόμενα.

Σκοπὸς τοίνυν ἡμῖν ἔσται φιλοσοφίας ἀπάρξασθαι καὶ παντοδαπὴν γνῶσιν, ὅση δύναμις, συντετμημένως τῇ παρούσῃ ἐναπογράψασθαι δέλτῳ. Διὸ ‘Πηγὴ γνώσεως’ ὀνομαζέσθω. Ἐρῶ τοιγαροῦν ἐμὸν μὲν οὐδέν, τὰ δὲ σποράδην θείοις τε καὶ σοφοῖς ἀνδράσι λελεγμένα συλλήβδην ἐκθήσομαι. Ἄμεινον οὖν πρότερον γνῶναι αὐτόχρημα, τί ἐστι φιλοσοφία.

Περὶ φιλοσοφίας. αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστί, τουτέστι γνῶσις τῆς τῶν ὄντων φύσεως. Καὶ πάλιν· βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων τουτέστιν ὁρατῶν τε καὶ ἀοράτων. γʹ Φιλοσοφία πάλιν ἐστὶ μελέτη θανάτου τοῦ προαιρετικοῦ καὶ τοῦ φυσικοῦ· διττὴ γὰρ ἡ ζωὴ ἥ τε φυσική, καθ᾽ ἣν ζῶμεν, καὶ ἡ προαιρετική, καθ᾽ ἣν προσπαθῶς τῆς παρούσης ζωῆς ἀντεχόμεθα. Διττὸς καὶ ὁ θάνατος ὅ τε φυσικός, ὅς ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος, καὶ ὁ προαιρετικός, καθ᾽ ὃν τῆς παρούσης ζωῆς καταφρονοῦντες πρὸς τὴν μέλλουσαν ἐπειγόμεθα. δʹ Φιλοσοφία αὖθίς ἐστιν ὁμοίωσις θεῷ. Ὁμοιούμεθα δὲ θεῷ κατὰ τὸ σοφὸν ἤτοι τὴν τοῦ ἀγαθοῦ γνῶσιν τὴν ἀληθῆ καὶ κατὰ τὸ δίκαιον, ὅ ἐστι τὸ τοῦ ἴσου διανεμητικὸν καὶ ἀπροσωπόληπτον ἐν κρίσει καὶ κατὰ τὸ ὅσιον δέ, τὸ ὑπὲρ τὸ δίκαιον, ἤτοι τὸ ἀγαθὸν τὸ εὐεργετεῖν τοὺς αὑτὸν ἀδικοῦντας. εʹ Φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν. Ἡ γὰρ φιλοσοφία ἀρχή ἐστι πάσης τέχνης· δι᾽ αὐτῆς γὰρ πᾶσα τέχνη εὕρηται καὶ πᾶσα ἐπιστήμη. Τέχνη μὲν οὖν ἐστιν ἡ ἔν τισι σφαλλομένη κατά τινας, ἐπιστήμη δὲ ἡ ἐν μηδενὶ σφαλλομένη· μόνη δὲ ἡ φιλοσοφία οὐ σφάλλεται. Καθ᾽ ἑτέρους δὲ τέχνη μέν ἐστιν ἡ διὰ χειρῶν ἐργαζομένη, ἐπιστήμη δὲ πᾶσα λογικὴ τέχνη, γραμματική, ῥητορικὴ καὶ αἱ τοιαῦται. ϛʹ Φιλοσοφία πάλιν ἐστὶ φιλία σοφίας.

Σοφία δὲ ἀληθὴς ὁ θεός ἐστιν· ἡ οὖν ἀγάπη ἡ πρὸς τὸν θεὸν αὕτη ἐστὶν ἡ ἀληθὴς φιλοσοφία. Διαιρεῖται δὲ ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν, τὸ θεωρητικὸν εἰς θεολογικόν, φυσικόν, μαθηματικόν, τὸ δὲ πρακτικὸν εἰς ἠθικόν, οἰκονομικόν, πολιτικόν. Θεωρητικὸν μὲν οὖν ἐστι τὸ τὴν γνῶσιν κοσμοῦν. Ἔστιν οὖν θεολογικὸν τὸ κατανοεῖν τὰ ἀσώματα καὶ ἄυλα, πρῶτον μὲν θεὸν τὸν ὄντως ἄυλον, ἔπειτα δὲ καὶ ἀγγέλους καὶ ψυχάς. Φυσιολογικὸν δὲ ἡ τῶν ὑλικῶν καὶ προχείρων ἡμῖν γνῶσις ἤτοι ζῴων, φυτῶν, λίθων καὶ τῶν τοιούτων.

Μαθηματικὸν δὲ ἡ τῶν καθ᾽ αὑτὰ μὲν ἀσωμάτων, ἐν σώμασι δὲ θεωρουμένων γνῶσις, ἀριθμῶν φημι καὶ ἁρμονίας φθόγγων, ἔτι δὲ σχημάτων καὶ ἄστρων κινήσεως. Ἡ μὲν οὖν περὶ ἀριθμοὺς θεωρία τὴν ἀριθμητικὴν συνίστησιν ἐπιστήμην, ἡ δὲ περὶ φθόγγους τὴν μουσικήν, ἡ δὲ περὶ σχήματα τὴν γεωμετρικήν, ἡ δὲ περὶ ἄστρα τὴν ἀστρονομικήν. Ταῦτα δὲ μέσα σωμάτων καὶ ἀσωμάτων εἰσίν· ὁ γὰρ ἀριθμὸς καθ᾽ αὑτὸν μὲν ἀσώματός ἐστι, θεωρεῖται δὲ καὶ ἐν ὕλῃ, σίτῳ τυχὸν ἢ οἴνῳ ἤ τινι τῶν τοιούτων. Τὸ δὲ πρακτικὸν περὶ ἀρετὰς καταγίνεται· ἦθος γὰρ κοσμεῖ καί, πῶς δεῖ πολιτεύεσθαι, διδάσκει. Καὶ εἰ μὲν ἑνὶ ἀνθρώπῳ νομοθετεῖ, λέγεται ἠθικόν, εἰ δὲ ὅλῳ οἴκῳ, λέγεται οἰκονομικόν, εἰ δὲ πόλεσι καὶ χώραις, λέγεται πολιτικόν.

Ἀλλ᾽ ἀναιρεῖν ἐπεχείρησάν τινες τὴν φιλοσοφίαν φάσκοντες μὴ εἶναι ταύτην μηδὲ γνῶσίν τινα ἢ κατάληψιν. Πρὸς οὓς ἐροῦμεν· Πῶς φατε μὴ εἶναι φιλοσοφίαν καὶ γνῶσιν καὶ κατάληψιν, ἐγνωκότες καὶ κατειληφότες ἢ μὴ ἐγνωκότες μηδὲ κατειληφότες; Εἰ μὲν οὖν κατειληφότες, ἰδοὺ ἔστι γνῶσις καὶ κατάληψις, εἰ δὲ μὴ ἐγνωκότες, οὐδεὶς ὑμῖν πιστεύσει περὶ πράγματος διαλεγομένοις, οὗ τὴν γνῶσιν οὐ κατειλήφατε.