Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Διαλεκτικά κεφάλαια

Ἰωάννης ὁ Δαμασκηνός

Βασικές έννοιες του λογικού μέρους της φιλοσοφίας

Αποσαφήνιση των εννοιών του όντος, της ουσίας, του συμβεβηκότος και της φωνής, καθώς και εισαγωγή στις πέντε φιλοσοφικές φωνές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 19

Ἐπεὶ τοίνυν ἔστι φιλοσοφία καὶ γνῶσις τῶν ὄντων ἐστί, περὶ τοῦ ὄντος εἴπωμεν. Εἰδέναι δὲ δεῖ, ὡς τοῦ λογικοῦ μέρους τῆς φιλοσοφίας ἀρχόμεθα, ὅπερ ὄργανόν ἐστι μᾶλλον τῆς φιλοσοφίας ἤπερ μέρος· αὐτῷ γὰρ πρὸς πᾶσαν ἀπόδειξιν κέχρηται. Διαλεγόμεθα οὖν περὶ ἁπλῶν φωνῶν τέως δι᾽ ἁπλῶν ἐννοιῶν ἁπλᾶ δηλουσῶν πράγματα· πρότερον γὰρ τὴν τῶν λέξεων σημασίαν δηλώσαντες οὕτω καὶ περὶ λόγων διασκεψόμεθα.

Περὶ τοῦ ὄντος οὐσίας τε καὶ συμβεβηκότος. Τὸ ὂν κοινὸν ὄνομά ἐστι πάντων τῶν ὄντων. Τοῦτο διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός. Οὐσία μὲν οὖν ἐστι (v. i. 62—64) τὸ κυριώτερον ὡς ἐν ἑαυτῷ καὶ μὴ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν, συμβεβηκὸς δὲ τὸ μὴ δυνάμενον ἐν ἑαυτῷ εἶναι (v. i. 66 s.) ἐν δὲ τῇ οὐσίᾳ θεωρούμενον. Ἡ μὲν γὰρ οὐσία τὸ ὑποκείμενόν ἐστιν ὥσπερ ὕλη, συμβεβηκὸς δὲ ἡ ἐν τῇ οὐσίᾳ ὡς ἐν ὑποκειμένῳ θεωρουμένη, οἷον χαλκὸς καὶ κηρὸς οὐσία σχῆμα δὲ καὶ μορφὴ καὶ χρῶμα συμβεβηκός, καὶ σῶμα μὲν οὐσία χρῶμα δὲ συμβεβηκός, καὶ ψυχὴ μὲν οὐσία ἐπιστήμη δὲ συμβεβηκός.

Τὸ μὲν οὖν σῶμα οὐκ ἔστιν ἐν τῷ χρώματι ἀλλὰ τὸ χρῶμα ἐν τῷ σώματι, (v. s. 21—23) οὐδὲ ἡ ψυχὴ ἐν τῇ ἐπιστήμῃ ἀλλ᾽ ἡ ἐπιστήμη ἐν τῇ ψυχῇ, οὐδὲ ὁ χαλκὸς ἢ ὁ κηρὸς ἐν τῷ σχήματι ἀλλὰ τὸ σχῆμα ἔν τε τῷ κηρῷ καὶ τῷ χαλκῷ. Οὐδὲ λέγεται τὸ σῶμα τοῦ χρώματος ἀλλὰ τὸ χρῶμα τοῦ σώματος, οὐδὲ ἡ ψυχὴ τῆς ἐπιστήμης ἀλλ᾽ ἡ ἐπιστήμη τῆς ψυχῆς, οὐδὲ ὁ κηρὸς τοῦ σχήματος ἀλλὰ τὸ σχῆμα τοῦ κηροῦ. Καὶ τὸ μὲν χρῶμα καὶ ἡ ἐπιστήμη καὶ τὸ σχῆμα ἀλλοιοῦνται, τὸ δὲ σῶμα καὶ ἡ ψυχὴ καὶ ὁ κηρὸς τὰ αὐτὰ μένουσιν οὐκ ἀλλοιουμένης τῆς οὐσίας. Καὶ ἡ μὲν οὐσία καὶ ἡ ὕλη τοῦ σώματος μία, χρώματα δὲ πολλά.

Ὁμοίως καὶ ἐπὶ πάντων τῶν λοιπῶν τὸ μὲν ὑποκείμενον οὐσία ἐστί, τὸ δὲ ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ θεωρούμενον συμβεβηκός. Ὁρίζονται δὲ τὴν μὲν οὐσίαν οὕτως· Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον καὶ μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν. Συμβεβηκὸς δέ ἐστι τὸ μὴ δυνάμενον ἐν ἑαυτῷ εἶναι ἀλλ᾽ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν. Οὐσία τοίνυν ἐστὶ θεὸς καὶ πᾶν κτίσμα, εἰ καὶ ὁ θεὸς ὑπερούσιος οὐσία ἐστίν.

Εἰσὶ δὲ καὶ οὐσιώδεις ποιότητες, περὶ ὧν ἐροῦμεν.

Περὶ φωνῆς. Ἐπειδὴ σκοπὸς ἡμῖν ἐστι διαλαβεῖν περὶ πάσης ἁπλῶς φιλοσόφου φωνῆς, δεῖ δὲ ἡμᾶς πρότερον γνῶναι, περὶ ποίας φωνῆς ἡ φιλοσοφία καταγίνεται, ἐξ αὐτῆς τῆς φωνῆς τὴν ἀρχὴν τοῦ λόγου ποιούμενοί φαμεν· Ἡ φωνὴ ἢ ἄσημός ἐστιν ἢ σημαντική. Καὶ ἄσημος μέν ἐστιν ἡ μηδὲν σημαίνουσα, σημαντικὴ δὲ ἡ σημαίνουσά τι.

Εἶτα πάλιν ἡ ἄσημος φωνὴ ἢ ἄναρθρός ἐστιν ἢ ἔναρθρος. Ἄναρθρος μὲν οὖν ἐστιν ἡ μὴ δυναμένη γραφῆναι, ἔναρθρος δὲ ἡ δυναμένη γραφῆναι. Ἔστιν οὖν ἄναρθρος καὶ ἄσημος φωνὴ οἷον ἡ γινομένη ἀπὸ λίθου τυχὸν ἢ ξύλου, οὔτε γὰρ γράφεται οὔτε σημαίνει τι, ἄσημος δὲ καὶ ἔναρθρος οἷον σκινδαψός· τοῦτο γὰρ γράφεται μέν, ἀλλ᾽ οὐδὲν σημαίνει, οὔτε γὰρ γέγονε σκινδαψὸς οὔτε ἐστί.

Περὶ μὲν οὖν τῆς ἀσήμου φωνῆς καὶ τῆς ἀνάρθρου καὶ ἐνάρθρου οὐδεὶς λόγος τῇ φιλοσοφίᾳ. Ἡ δὲ σημαντικὴ φωνὴ πάλιν ἢ ἄναρθρός ἐστιν ἢ ἔναρθρος. Ἄναρθρος μὲν οὖν σημαντικὴ φωνή ἐστιν ὡς ἡ ὑλακὴ τῶν κυνῶν· αὕτη γὰρ σημαίνει μὲν τὸν κύνα, ὅτι κυνὸς φωνή ἐστι. Σημαίνει δὲ καί τινος παρουσίαν.

Ἄναρθρος δέ ἐστι, διότι οὐ γράφεται. Οὔτε οὖν περὶ ταύτης ἐστὶ λόγος τῇ φιλοσοφίᾳ. Ἡ δὲ σημαντική ἐστιν ἢ καθόλου ἢ μερική· καθόλου μὲν οἷον ἄνθρωπος, μερικὴ δὲ οἷον Πέτρος, Παῦλος. Οὔτε οὖν περὶ τῆς μερικῆς ἐστι λόγος τῇ φιλοσοφίᾳ, ἀλλὰ περὶ τῆς σημαντικῆς καὶ ἐνάρθρου καὶ καθόλου ἤγουν κοινῆς καὶ ἐπὶ πολλῶν λεγομένης.

Αὕτη δὲ πάλιν ἢ οὐσιώδης ἐστὶν ἢ ἐπουσιώδης. Οὐσιώδης μὲν οὖν ἐστιν ἡ δηλωτικὴ τῆς οὐσίας ἤγουν φύσεως τῶν πραγμάτων (ἐπουσιώδης δὲ ἡ δηλοῦσα τὰ συμβεβηκότα), οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν. Ταῦτα ὅλα οὐσιώδη εἰσίν. Ἐὰν γὰρ ἀφέλῃς τι τούτων ἐκ τοῦ ἀνθρώπου, οὐκ ἔσται ἄνθρωπος. Ἐὰν γὰρ εἴπῃς, ὅτι οὐκ ἔστι ζῷον, οὐκ ἔτι ἐστὶν ἄνθρωπος. Καὶ ἐὰν εἴπῃς ‘οὐκ ἔστι λογικόν’, οὐκ ἔστιν ἄνθρωπος. Ὁμοίως καί, ἐὰν εἴπῃς, ὅτι οὐκ ἔστι θνητόν, οὐκ ἔστιν ἄνθρωπος· πᾶς γὰρ ἄνθρωπος καὶ ζῷόν ἐστι καὶ λογικὸν καὶ θνητόν.

Διὰ τοῦτο οὖν λέγονται οὐσιώδεις, ὅτι αὗται συμπληροῦσι τὴν φύσιν τοῦ ἀνθρώπου καὶ ἀδύνατον συστῆναι τὸν ἄνθρωπον ἐκτὸς αὐτῶν. Ὁμοίως καὶ ἐπὶ ἑκάστου πράγματος τὰ συνιστῶντα τὴν φύσιν αὐτοῦ οὐσιώδη λέγονται, ἐπουσιώδη δὲ τὰ συμβεβηκότα, ἅτινα ἐνδέχεται εἶναι ἐν τῷ ὑποκειμένῳ, ἀνθρώπῳ τυχὸν ἢ ἵππῳ ἢ ἑτέρῳ τοιούτῳ τινί, καὶ μὴ εἶναι, οἷον τὸ λευκόν· κἂν γάρ ἐστί τις λευκὸς κἂν μέλας, οὐδὲν ἧττον ἔσται ἄνθρωπος.

Ταῦτα οὖν καὶ τὰ τοιαῦτα ἐπουσιώδη εἰσὶν ἤγουν συμβεβηκότα, ἅτινα αὐτά τε δυνάμεθα ἔχειν καὶ τὰ τούτων ἐναντία. Ἡ οὐσιώδης φωνὴ ἢ τὸ τί ἐστι δηλοῖ ἢ τὸ ποῖόν τί ἐστι, οἷον ἐρωτώμενοι ‘τί ἐστιν ἄνθρωπος’ φαμὲν ‘ζῷον’, εἶτα ἐρωτώμενοι ‘ποῖον ζῷον’ λέγομεν ‘λογικὸν θνητόν’.

Ἡ οὖν οὐσιώδης φωνὴ ἡ δηλοῦσα τὸ ποῖόν τί ἐστι λέγεται διαφορά. Ἡ δὲ δηλοῦσα τὸ τί ἐστιν ἢ πολλὰ εἴδη σημαίνει καὶ ποιεῖ τὸ γένος, ἢ πολλοὺς τῷ ἀριθμῷ μὲν διαφέροντας ἀλλήλων, τῷ δὲ εἴδει οὐδαμῶς, καὶ ποιεῖ τὸ εἶδος—τὸ μὲν πρότερον ἤγουν τὸ γένος οἷον ἡ οὐσία ἐστίν· ἡ γὰρ οὐσία σημαίνει καὶ ἄνθρωπον καὶ ἵππον καὶ βοῦν. Ἕκαστον γὰρ αὐτῶν οὐσία τε λέγεται καὶ ἔστιν, ἄλλο δὲ καὶ ἄλλο εἶδος ὑπάρχει ἕκαστον. —τὸ δὲ δεύτερον ἤγουν τὸ εἶδος οἷον ὁ ἄνθρωπός ἐστι· σημαίνει γὰρ πολλοὺς ἤγουν πάντας τοὺς κατὰ μέρος ἀνθρώπους, οἵτινες τῷ μὲν ἀριθμῷ διαφέρουσιν ἀλλήλων (ἄλλος γάρ ἐστιν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος καὶ οὔκ εἰσιν εἷς ἀλλὰ δύο) τῷ δὲ εἴδει οὐ διαφέρουσιν ἤγουν τῇ φύσει (πάντες γὰρ ἄνθρωποι καὶ λέγονται καί εἰσιν).

Ἔστιν οὖν τὸ μὲν μερικώτερον καὶ ἀριθμῷ διαφέρον οἷον ὁ Πέτρος ἄτομον καὶ πρόσωπον καὶ ὑπόστασις, ὅπερ τὸν τινὰ σημαίνει. Ἐρωτώμενοι γὰρ ‘τίς ἐστιν οὗτος’, λέγομεν ‘ὁ Πέτρος’. Σημαίνει δὲ καὶ τὸ ἄλλος· ἄλλος γάρ ἐστιν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος καὶ αὐτὸς καὶ οὗτος καὶ ἐκεῖνος. Ταῦτα ἐπὶ τοῦ ἀτόμου λαμβάνεται καὶ τὰ τοιαῦτα, ἅπερ καθ᾽ ἑαυτὰ ὑφέστηκε. Τὸ δὲ περιέχον τὰ ἄτομα λέγεται εἶδος, καὶ ἔστι καθολικώτερον τοῦ ἀτόμου, ὅτι πολλὰ ἄτομα περιέχει οἷον ὁ ἄνθρωπος. Περιέχει γὰρ καὶ Πέτρον καὶ Παῦλον καὶ πάντας τοὺς κατὰ μέρος ἀνθρώπους, ὅπερ λέγεται φύσις καὶ οὐσία καὶ μορφὴ κατὰ τοὺς ἁγίους πατέρας. Τὸ δὲ πολλὰ εἴδη περιέχον λέγεται γένος οἷον τὸ ζῷον· περιέχει γὰρ ἄνθρωπον, βοῦν, ἵππον, καὶ ἔστι καθολικώτερον τοῦ εἴδους. Οἱ δὲ ἅγιοι πατέρες τὸ εἶδος καὶ τὸ γένος ἐκάλεσαν φύσιν καὶ μορφὴν καὶ οὐσίαν. Ποιεῖ δὲ τὸ εἶδος ἤγουν ἡ φύσις καὶ ἡ οὐσία καὶ ἡ μορφὴ οὐκ ἄλλον οὐδὲ ἀλλοῖον ἀλλὰ ἄλλο· ἄλλο γὰρ κατὰ φύσιν λέγομεν τὸν ἄνθρωπον καὶ ἄλλο τὸν ἵππον, οὐχὶ ἄλλον καὶ ἄλλον. Λέγεται δὲ ἐπὶ τοῦ εἴδους τοῦτο καὶ αὐτὸ καὶ ἐκεῖνο καὶ τὰ τοιαῦτα, ὅπερ ἐν τῷ τί ἐστι κατηγορεῖται. Ἡ δὲ διαφορὰ ἀλλοῖον ποιεῖ· ἀλλοῖον γὰρ ζῷον τὸ λογικὸν καὶ ἀλλοῖον τὸ ἄλογον καὶ τοιοῦτον καὶ οἷον καὶ ὁποῖον. Ἡ δὲ ἐπουσιώδης φωνὴ ἢ ἑνὶ εἴδει ὑπάρχει ἢ πολλοῖς.

Καὶ εἰ μὲν ἑνί, λέγεται ἴδιον, ὡς τὸ γελαστικὸν μόνῳ τῷ ἀνθρώπῳ ὑπάρχον καὶ τὸ χρεμετιστικὸν μόνῳ τῷ ἵππῳ. Εἰ δὲ πολλοῖς εἴδεσιν ὑπάρχει, ποιεῖ τὸ συμβεβηκὸς οἷον τὸ λευκόν· τοῦτο γὰρ ὑπάρχει καὶ ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνὶ καὶ ἄλλοις πολλοῖς εἴδεσι. Καὶ αὗταί εἰσιν αἱ πέντε φωναί, ὑφ᾽ ἃς ἀνάγεται πᾶσα φιλόσοφος φωνή.

Ταύτας οὖν δεῖ ἡμᾶς γνῶναι, ἑκάστη τις τί σημαίνει καὶ ἐν τίνι κοινωνοῦσιν ἀλλήλαις καὶ ἐν τίνι διαφέρουσιν. Εἰσὶ δὲ αὗται· γένος, εἶδος, διαφορά, ἴδιον, συμβεβηκός. Γένος μὲν τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον τουτέστι λεγόμενον καὶ κατονομαζόμενον· κατηγορεῖσθαι γάρ ἐστι τὸ κατά τινος λέγεσθαι. Εἶδος δὲ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Διαφορὰ δὲ ἡ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορουμένη καὶ ἐν τῷ ὁρισμῷ λαμβανομένη ὡς οὐσιώδης. Αὕτη δέ ἐστι, ὃ οὐκ ἐνδέχεται εἶναι καὶ μὴ εἶναι ἐν τῷ αὐτῷ εἴδει καὶ ἀδύνατον μὴ εἶναι ἐν τῷ εἴδει, οὗ ἐστιν, ὃ καὶ παρὸν σῴζει καὶ ἀπὸν φθείρει.

Καὶ ἀδύνατον αὐτὸ καὶ τὸ ἐναντίον αὐτοῦ εἶναι ἐν τῷ αὐτῷ εἴδει, οἷον τὸ λογικὸν ἀδύνατον μὴ εἶναι ἐν τῷ ἀνθρώπῳ· τὸ γὰρ ἄλογον οὐκ ἄνθρωπος. Τοῦτο παρὸν συνιστᾷ τὴν φύσιν τοῦ ἀνθρώπου καὶ ἀπὸν φθείρει· τὸ γὰρ ἄλογον οὐκ ἄνθρωπος. Δεῖ οὖν γινώσκειν, ὅτι αὕτη λέγεται οὐσιώδης καὶ φυσικὴ καὶ συστατικὴ καὶ διαιρετικὴ καὶ εἰδοποιὸς διαφορὰ καὶ οὐσιώδης ποιότης καὶ φυσικὸν ἰδίωμα καὶ ἰδίωμα φύσεως, ἥτις λέγεται παρὰ τοῖς φιλοσόφοις ἰδιαίτατα διαφορὰ ὡς ἰδιωτάτη καὶ αὐτῆς τῆς φύσεως παραστατικὴ τῆς ἐχούσης αὐτήν.

Ἴδιον δέ ἐστι τὸ ἑνὶ εἴδει ὑπάρχον καὶ παντὶ τῷ εἴδει καὶ ἀεί, ὃ καὶ ἀντιστρέφει· πᾶς γὰρ ἄνθρωπος γελαστικόν, καὶ πᾶν γελαστικὸν ἄνθρωπος. Συμβεβηκὸς δέ ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον καὶ μὴ λαμβανόμενον ἐν τῷ ὁρισμῷ, ἀλλὰ δυνάμενον καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ὃ οὔτε παρὸν σῴζει οὔτε ἀπὸν φθείρει. Τοῦτο λέγεται ἐπουσιώδης διαφορὰ καὶ ποιότης. Τοῦτο ἢ χωριστόν ἐστιν ἢ ἀχώριστον· χωριστὸν μέν, ὃ ποτὲ μὲν γίνεται ποτὲ δὲ ἀπογίνεται ἐν τῇ αὐτῇ ὑποστάσει, ὡς κάθισις, ἀνάκλισις, στάσις, νόσος, ὑγίεια· ἀχώριστον δέ, ὅπερ οὐσίας μὲν οὐκ ἔστι συστατικὸν ὡς μὴ ἐν ὅλῳ τῷ εἴδει θεωρούμενον.

Ὅμως ἡνίκα γένηται ἔν τινι ὑποστάσει, ἀδύνατον χωρισθῆναι αὐτῆς, οἷον ἡ σιμότης, ἡ γρυπότης, ἡ γλαυκότης καὶ τὰ τοιαῦτα. Τοῦτο τὸ ἀχώριστον συμβεβηκὸς λέγεται καὶ χαρακτηριστικὸν ἰδίωμα· τοῦτο γὰρ τὸ ἀφόρισμα ἀποτελεῖ τὴν ὑπόστασιν ἤγουν τὸ ἄτομον.

Ἄτομον δέ ἐστι τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων καθ᾽ ἑαυτὸ ὑφιστάμενον, ἀριθμῷ τῶν ὁμοειδῶν κεχωρισμένον, οὐ τὸ τὶ δηλοῦν ἀλλὰ τὸν τινά· περὶ ὧν ἐν τοῖς ἑξῆς ἀκριβέστερον σὺν θεῷ μαθησόμεθα.