Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Διαλεκτικά κεφάλαια

Ἰωάννης ὁ Δαμασκηνός

Διαίρεση και ορισμός

Συστηματική ανάπτυξη των τρόπων διαιρέσεως, καθώς και καθορισμός της φύσης, των συστατικών μερών και των προϋποθέσεων του τελείου ορισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 19

Περὶ διαιρέσεως. Διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. Ἐπιδιαίρεσις δέ ἐστιν ἡ δευτέρα τομὴ τοῦ αὐτοῦ πράγματος, οἷον τὸ ζῷον ἐπιδιαιρεῖται εἰς ἄπουν, δίπουν, τετράπουν, ἄπουν μὲν ἰχθύν, δίπουν δὲ ἄνθρωπον καὶ ὄρνεον, τετράπουν βοῦν, ἵππον καὶ τὰ τοιαῦτα. Ὑποδιαίρεσις δέ ἐστιν ἡ τοῦ τμηθέντος σκέλους τομὴ οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον. Ἰδοὺ τὸ πρῶτον διαιρεῖται εἰς δύο σκέλη, εἰς λογικὸν καὶ ἄλογον. Ἡ δὲ τοῦ ἑνὸς τῶν σκελῶν διαίρεσις ἡ λέγουσα ‘τὸ λογικὸν διαιρεῖται εἰς θνητὸν καὶ ἀθάνατον’ ὑποδιαίρεσίς ἐστιν. (v. s. 4—10) Οὐκ ἐπὶ πάντων δὲ γίνεται διαίρεσις καὶ ἐπιδιαίρεσις, ἀλλ᾽ ὅτε μὴ πάντα περιέχονται ὑπὸ τὴν πρώτην διαίρεσιν, οἷον τοῦ ζῴου διαιρουμένου εἰς λογικὸν καὶ ἄλογον καὶ ἐν τοῖς λογικοῖς καὶ ἐν τοῖς ἀλόγοις θεωρεῖται τὸ δίπουν. Ἀναγκαίως οὖν ἐπιδιαιροῦμεν ἤγουν δευτέραν διαίρεσιν τοῦ αὐτοῦ πράγματος ποιούμεθα ἤγουν τοῦ ζῴου καί φαμεν· Τὸ ζῷον διαιρεῖται εἰς ἄπουν, δίπουν, τετράπουν.

Διαιρετικοὶ δὲ τρόποι εἰσὶν ὀκτὼ δι᾽ αἰτίαν τοιαύτην· πᾶν γὰρ διαιρούμενον ἢ καθ᾽ αὑτὸ διαιρεῖται ἤγουν κατ᾽ οὐσίαν ἢ κατὰ συμβεβηκός. Καὶ εἰ μὲν καθ᾽ αὑτὸ ἢ ὡς πρᾶγμα ἢ ὡς φωνή· καὶ εἰ ὡς πρᾶγμα—ἢ ὡς γένος εἰς εἴδη, ὡς ὅταν διέλῃς τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, —ἢ ὡς εἶδος εἰς ἄτομα, ὡς ὁ ἄνθρωπος εἰς Πέτρον καὶ Παῦλον καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, —ἢ ὡς ὅλον εἰς μέρη· καὶ τοῦτο διχῶς, ἢ εἰς ὁμοιομερῆ ἢ εἰς ἀνομοιομερῆ. Καὶ ὁμοιομερὲς μέν ἐστιν, ὅταν τὰ τμήματα καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ τε ὅλου καὶ ἀλλήλων δέχωνται, οἷον ἡ σὰρξ διαιρεῖται εἰς πολλὰς σάρκας, καὶ ἕκαστον μέρος τῆς σαρκὸς σὰρξ λέγεται καὶ τὸν ὁρισμὸν τῆς σαρκὸς ἐπιδέχεται. Ἀνομοιομερὲς δέ ἐστι τὸ ἀνάπαλιν, ὅταν τὸ τμηθὲν μὴ ἐπιδέξηται μήτε τὸ ὄνομα μήτε τὸν ὁρισμὸν μήτε τοῦ ὅλου μήτε ἀλλήλων, ὡς ἵνα διέλῃς τὸν Σωκράτην εἰς χεῖρας καὶ πόδας καὶ κεφαλήν· οὔτε γὰρ ὁ τμηθεὶς ποῦς ἀπὸ Σωκράτους Σωκράτης λέγεται ἢ κεφαλὴ οὔτε τὸν ὁρισμὸν Σωκράτους ἢ τῆς κεφαλῆς ἐπιδέχεται. —ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, καὶ οὕτω πάλιν διχῶς· ἢ γὰρ ὅλον τι σημαίνεται ὑπὸ τῆς φωνῆς ἢ μέρος.

Καὶ ὅλον μὲν ὡς ἡ κύων φωνή· φέρεται γὰρ κατά τε χερσαίου κυνὸς καὶ ἀστρῴου καὶ θαλασσίου, ἅπερ ὅλον τί εἰσι καὶ οὐ μέρος ζῴου· ὡς δὲ μέρος, ὅτε τὸ τῆς γλώσσης ὄνομα φέρεται κατὰ τοῦ ἄκρου τοῦ ὑποδήματος καὶ τοῦ αὐλοῦ καὶ τοῦ γευστικοῦ μορίου τῶν ζῴων, ἅτινα μέρη εἰσὶ καὶ οὐχὶ ὅλα. Καὶ οὕτω μὲν καθ᾽ αὑτὸ διαιρεῖται τὸ διαιρούμενον. Κατὰ συμβεβηκὸς δέ—ἢ ὡς οὐσία εἰς συμβεβηκότα, ὡς ὅταν εἴπω· Τῶν ἀνθρώπων οἱ μέν εἰσι λευκοὶ οἱ δὲ μέλανες· ἄνθρωποι μὲν γὰρ οὐσία, λευκότης δὲ καὶ μελανία συμβεβηκότα. —ἢ ὡς συμβεβηκὸς εἰς οὐσίας, ὡς ὅταν εἴπω· Τῶν λευκῶν τὰ μὲν ἔμψυχα τὰ δὲ ἄψυχα· λευκὸν μὲν γὰρ συμβεβηκός, ἔμψυχον δὲ καὶ ἄψυχον οὐσίαι. —ἢ ὡς συμβεβηκὸς εἰς συμβεβηκότα, ὡς ὅταν εἴπω· Τῶν ψυχρῶν τὰ μὲν λευκὰ καὶ ξηρὰ τὰ δὲ μελανὰ καὶ ὑγρά· τό τε γὰρ ψυχρὸν καὶ τὸ λευκὸν καὶ τὸ μελανὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρόν, ἅπαντα συμβεβηκότα. —Ἔστι δὲ καὶ ἕτερος τρόπος ὡς τὰ ἀφ᾽ ἑνὸς καὶ πρὸς ἕν. Ἀφ᾽ ἑνὸς μὲν ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν βιβλίον, ἰατρικὸν ἐργαλεῖον· ἀπὸ γὰρ ἑνός, τῆς ἰατρικῆς, ὠνομάσθησαν ἰατρικά. Πρὸς ἓν δὲ ὑγιεινὸν φάρμακον, ὑγιεινὸν βρῶμα· πρὸς ἓν γὰρ βλέπουσι, τὴν ὑγίειαν. Τῶν δὲ ἀφ᾽ ἑνὸς τὰ μὲν ἔκ τινος αἰτίου λέγεται, ὡς ἡ εἰκὼν τοῦ ἀνθρώπου ἐξ ἀληθινοῦ αἰτίου τοῦ ἀνθρώπου λέγεται, τὰ δὲ ὡς ἀπό τινος ἐξῃρημένου ὡς ἰατρικὸν σμιλίον καὶ τὰ τοιαῦτα.

Καὶ αὕτη μέν ἐστιν ἡ καθόλου διαίρεσις, καθ᾽ ἣν διαιρεῖται πᾶν διαιρούμενον, ἢ ὡς γένος εἰς εἴδη ἢ ὡς εἶδος εἰς ἄτομα ἢ ὡς ὅλον εἰς μέρη ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα ἢ ὡς οὐσία εἰς συμβεβηκότα ἢ ὡς συμβεβηκὸς εἰς οὐσίας ἢ ὡς συμβεβηκὸς εἰς συμβεβηκότα ἢ ὡς τὰ ἀφ᾽ ἑνὸς καὶ πρὸς ἕν.

Τινὲς δὲ ἀπαγορεύουσι τὴν ἀπὸ εἴδους εἰς ἄτομα διαίρεσιν μᾶλλον ἀπαρίθμησιν φάσκοντες· πᾶσα γὰρ διαίρεσις εἰς δύο ἢ τρία ἢ σπανίως πάνυ εἰς τέσσαρα γίνεται. Τὸ δὲ εἶδος εἰς ἄπειρα τῷ πλήθει διαιρεῖται· ἄπειροι γὰρ τῷ πλήθει οἱ κατὰ μέρος ἄνθρωποι.

Δεῖ δὲ γινώσκειν, ὡς οὐδὲ ἑνὶ τρόπῳ τῆς διαιρέσεως θεωρεῖται ἐν τοῖς τμήμασι τὸ φύσει πρότερον καὶ ὕστερον οὐδὲ τὸ μᾶλλον καὶ ἧττον. Ἐν δὲ τοῖς ὡς ἀφ᾽ ἑνὸς καὶ πρὸς ἓν διαιρουμένοις καὶ τὸ φύσει πρότερον καὶ ὕστερον θεωρεῖται καὶ τὸ μᾶλλον καὶ ἧττον καὶ ἐξ οὗ ἡ ὀνομασία.

Περὶ τοῦ φύσει προτέρου. Φύσει οὖν πρότερόν ἐστι τὸ συνεισφερόμενον καὶ μὴ συνεισφέρον καὶ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οἷον τὸ ζῷον φύσει πρότερόν ἐστι τοῦ ἀνθρώπου. Ἀναιρουμένου γὰρ καὶ μὴ ὄντος ζῴου ἐξ ἀνάγκης οὐδὲ ἄνθρωπος ἔσται· ζῷον γάρ ἐστιν ὁ ἄνθρωπος. Ἀνθρώπου δὲ ἀναιρουμένου καὶ μὴ ὄντος δυνατὸν εἶναι ζῷον· ἔσται γὰρ ἵππος, κύων καὶ τὰ τοιαῦτα, ἅτινά εἰσι ζῷα. Πάλιν εἰσφερομένου ἀνθρώπου πάντως καὶ ζῷον εἰσφέρεται· ζῷον γάρ ἐστιν ὁ ἄνθρωπος. Ζῴου δὲ εἰσφερομένου οὐ πάντως εἰσφέρεται ἄνθρωπος ἀλλ᾽ ἢ ἵππος ἢ κύων ἤ τι τῶν τοιούτων. Οὔτε οὖν ὁ Πέτρος ἐστὶ φύσει πρότερος τοῦ Παύλου οὔτε τὸ λογικὸν ζῷον τοῦ ἀλόγου. Πέτρου γὰρ ἀναιρουμένου καὶ μὴ ὄντος ἔσται Παῦλος· καὶ Παύλου εἰσφερομένου οὐ συνεισφέρεται Πέτρος, οὔτε Πέτρου εἰσφερομένου συνεισφέρεται Παῦλος, καὶ οὔτε Πέτρος ἐστὶ μᾶλλον ἤγουν πλέον τοῦ Παύλου ἄνθρωπος ἢ ζῷον οὔτε Παῦλος τοῦ Πέτρου μᾶλλον. Εὑρίσκεται δὲ φάρμακον ὑγιεινότερον φαρμάκου καὶ βιβλίον ἰατρικώτερον βιβλίου ἄλλου.

Περὶ ὁρισμοῦ. Ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος τουτέστιν ὁ λόγος ὁ δι᾽ ὀλίγου σημαίνων τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος, οἷον ἄνθρωπός ἐστι ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Πολλοὶ μὲν γὰρ ἐξέθεντο περὶ φύσεως ἀνθρώπου λόγους κατεπεκτάδην ἤγουν ἐκτεταμένους καὶ μεγάλους, ἀλλ᾽ οὔκ εἰσιν ὁρισμοί, διότι οὔκ εἰσι σύντομοι.

Εἰσὶ δὲ καὶ σύντομοι λόγοι ὡς τὰ ἀποφθέγματα, ἀλλ᾽ ἐπειδὴ οὐ δηλοῦσι φύσιν πράγματος, οὔκ εἰσιν ὁρισμοί. Καὶ τὸ ὄνομα δὲ πολλάκις δηλοῖ τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος, ἀλλ᾽ οὐκ ἔστιν ὁρισμός· τὸ μὲν γὰρ ὄνομα μία λέξις ἐστίν, ὁ δὲ ὁρισμὸς λόγος. Λόγος δὲ ἐκ δύο τὸ ἐλάχιστον σύγκειται λέξεων. Ἔστιν οὖν ὁ μὲν ὅρος ὄνομα ἐξηπλωμένον, ὄνομα δὲ ὅρος κατὰ σύνοψιν.

Συνίσταται δὲ ὁ ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν ἤγουν οὐσιωδῶν, ὡς ἐπὶ τοῦ ὅρου τοῦ ζῴου· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Ἰδοὺ ἡ μὲν οὐσία γένος ἐστί, τὸ δὲ ἔμψυχον καὶ αἰσθητικὸν συστατικαὶ διαφοραί. Λαμβάνεται δὲ καὶ ἐξ ὕλης καὶ εἴδους, οἷον ἀνδριάς ἐστιν ἐκ χαλκοῦ πεποιημένος, ἀνδρὸς εἶδος σημαίνων· ὁ μὲν οὖν χαλκὸς ὕλη ἐστί, τὸ δὲ τοῦ ἀνδρὸς εἶδος εἶδος.

Ἀναλογεῖ δὲ ἡ μὲν ὕλη τῷ γένει, τὸ δὲ εἶδος τῇ διαφορᾷ. Λαμβάνεται δὲ καὶ ἐξ ὑποκειμένου καὶ τέλους, οἷον ἰατρική ἐστι τέχνη περὶ ἀνθρώπεια σώματα καταγινομένη ὑγιείας περιποιητική. Ἰδοὺ ὑποκείμενά εἰσι τῇ ἰατρικῇ τὰ ἀνθρώπεια σώματα, τέλος δὲ αὐτῆς ἡ ὑγίεια.

Ἡ δὲ ὑπογραφὴ ἐκ τῶν ἐπουσιωδῶν σύγκειται ἤγουν ἰδίων καὶ συμβεβηκότων, οἷον ἄνθρωπός ἐστι γελαστικόν, ὀρθοπεριπατητικόν, πλατυώνυχον· ταῦτα γὰρ ὅλα ἐπουσιώδη εἰσί. Διὸ καὶ ὑπογραφὴ λέγεται, ὡς οἷον σκιάζουσα καὶ οὐ τὴν οὐσιώδη ὕπαρξιν τοῦ ὑποκειμένου δηλοῦσα ἀλλὰ τὰ παρεπόμενα. Ὁ δὲ ὑπογραφικὸς ὁρισμὸς μικτός ἐστιν ἐξ οὐσιωδῶν καὶ ἐπουσιωδῶν, οἷον ἄνθρωπός ἐστι ζῷον λογικόν, ὀρθοπεριπατητικόν, πλατυώνυχον.

Εἴρηται δὲ ὁρισμὸς ἀπὸ μεταφορᾶς τῶν τῆς γῆς ὁροθεσίων· ὥσπερ γὰρ τὸ ὁροθέσιον χωρίζει τὸ ἴδιον ἑκάστου ἀπὸ τοῦ ἀλλοτρίου, οὕτω καὶ ὁ ὁρισμὸς τὴν φύσιν ἑκάστου χωρίζει ἀπὸ τῆς τοῦ ἑτέρου φύσεως. Ὑγίεια δὲ ὁρισμοῦ ἐστι τὸ μὴ ἐλλείπειν μήτε πλεονάζειν ταῖς λέξεσι, κακία δὲ τό τε ἐλλείπειν καὶ τὸ πλεονάζειν ταῖς λέξεσι. Τέλειος δὲ ὁρισμός ἐστιν ὁ ἀντιστρέφων πρὸς τὸ ὁριστόν, ἀτελὴς δὲ ὁ μὴ ἀντιστρέφων. Οὔτε οὖν ὁ ἐλλείπων ταῖς λέξεσιν ἀντιστρέφει οὔτε ὁ πλεονάζων.

Ὅτε μὲν γὰρ πλεονάσει ταῖς λέξεσι, λείπει τοῖς πράγμασιν· ὅτε δὲ λείψει ταῖς λέξεσι, πλεονάζει τοῖς πράγμασιν. Ὥστε λέγειν· θαυμαστὸν ἐφεῦρεν ἡ φύσις μηχάνημα, ἔνδειαν πλουτοῦσαν καὶ πλοῦτον ὑποκρινόμενον ἔνδειαν.

Οἷον ὁ τέλειος ὁρισμὸς τοῦ ἀνθρώπου ‘ζῷον λογικὸν θνητόν’. Ἰδοὺ ἀντιστρέφει· πᾶν γὰρ ζῷον λογικὸν θνητὸν ἄνθρωπός ἐστι, καὶ πᾶς ἄνθρωπος ζῷόν ἐστι λογικὸν θνητόν. Ἐὰν οὖν λείψῃ μιᾷ λέξει, πλεονάζει τοῖς πράγμασιν, οἷον ζῷον λογικόν. Ἰδοὺ ἔλειψε τῇ λέξει, οὐ γὰρ εἶπον ‘θνητόν’, καὶ ἐπλεόνασε τοῖς πράγμασιν, οὐ γὰρ μόνος ἄνθρωπος ζῷον λογικὸν ἀλλὰ καὶ ἄγγελος, καὶ οὐκ ἀντιστρέφει. Ἐὰν δὲ εἴπω ‘ζῷον λογικόν, θνητόν, γραμματικόν’, πάλιν οὐκ ἀντιστρέφει· ἐπλεόνασε γὰρ τῇ λέξει διὰ τοῦ εἰπεῖν ‘γραμματικόν’, ἔλειψε δὲ τοῖς πράγμασιν. Οὐ πάντα γὰρ ἄνθρωπον ὡρίσατο, ἀλλ᾽ ἦ μόνον τοὺς γραμματικούς. Πᾶν μὲν γὰρ ζῷον λογικόν, θνητόν, γραμματικὸν ἄνθρωπός ἐστιν, οὐ πᾶς δὲ ἄνθρωπος ζῷον λογικόν, θνητόν, γραμματικόν ἐστιν· οὐ γὰρ πᾶς ἄνθρωπος γραμματικός ἐστι.

Τέλειοι οὖν ὁρισμοί εἰσιν οἱ ἀντιστρέφοντες πρὸς τὸ ὁριστόν. Ἀλλ᾽ ἐπεὶ καὶ τὸ ἴδιον ἀντιστρέφει πρὸς τὸ οὗ ἐστιν ἴδιον—εἴ τι γὰρ ἄνθρωπος, τοῦτο γελαστικόν, καὶ εἴ τι γελαστικόν, τοῦτο ἄνθρωπος—, δεῖ ἡμᾶς προσδιορισαμένους εἰπεῖν, ὅτι τέλειοι ὁρισμοί εἰσιν οἱ ἐκ γένους καὶ συστατικῶν διαφορῶν παραλαμβανόμενοι καὶ μήτε ἐλλείποντες τῇ λέξει μήτε πλεονάζοντες καὶ ἀντιστρέφοντες πρὸς τὸ ὁριστόν. Ὡσαύτως δὲ καὶ οἱ λαμβανόμενοι ἐκ τοῦ συναμφοτέρου, τοῦ τε ὑποκειμένου καὶ τοῦ τέλους, τέλειοί εἰσι, καὶ οἱ ἐκ τοῦ συναμφοτέρου, τῆς τε ὕλης καὶ τοῦ εἴδους, ἔστι δὲ ὅτε καὶ οἱ ἐκ μόνου τοῦ ὑποκειμένου, ὅταν τὸ ὑποκείμενον ἐκεῖνο οὐχ ὑπόκειται ἑτέρᾳ τέχνῃ ὡς ἡ ὕελος τῇ ὑελοψικῇ, καὶ ἐκ τοῦ τέλους μόνου, ὅταν τὸ τέλος ἐκεῖνο οὐ δύναται τέλος εἶναι ἑτέρας τέχνης ὡς ἐπὶ τῆς ναυπηγικῆς. Ὥστε ἐκ πάντων τούτων δεῖ γνῶναι, ὅτι τελειότης ἐστὶν ὅρου τὸ ἀντιστρέφειν.

Διαφέρει δὲ ὁρισμὸς ὅρου τῷ καθολικωτέρῳ καὶ μερικωτέρῳ· ὁ γὰρ ὅρος καθολικώτερός ἐστι τοῦ ὁρισμοῦ. Ὁ μὲν γὰρ ὅρος δηλοῖ τὸ ὁροθέσιον, δηλοῖ δὲ καὶ τὴν ἀπόφασιν, ὥς φαμεν ‘ὥρισεν ὁ βασιλεύς’, δηλοῖ καί, εἰς ὃν ἀναλύεται ἡ πρότασις, ὡς ἐν τοῖς ἑξῆς σὺν θεῷ μαθησόμεθα, δηλοῖ δὲ καὶ τὸν ὁρισμόν. Ὁ δὲ ὁρισμὸς μόνον δηλοῖ τὸν λόγον τὸν σύντομον, τὸν δηλωτικὸν τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος.

Δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τῆς οὐσίας μόνης λαμβάνεται ὁρισμὸς καὶ τῶν εἰδῶν αὐτῆς. Οὔτε δὲ ἀτόμου οὔτε συμβεβηκότων δυνάμεθα ποιήσασθαι ὁρισμὸν ἀλλ᾽ ὑπογραφήν, διὰ τὸ τὸν ὁρισμὸν ἐκ γένους καὶ συστατικῶν διαφορῶν συγκεῖσθαι, τὴν δὲ ὑπογραφὴν ἐξ ἐπουσιωδῶν.