Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Διαλεκτικά κεφάλαια

Ἰωάννης ὁ Δαμασκηνός

Ανάλυση των πέντε φιλοσοφικών φωνών

Εκτενής εξέταση των εννοιών του γένους, του είδους, της διαφοράς, του συμβεβηκότος και του ιδίου, καθώς και της έννοιας του ατόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 19

Περὶ γένους. Ἰστέον, ὡς ἐπὶ τῶν ὁμωνύμων τρία δεῖ ζητεῖν. Ἐάν ἐστι τῶν ὁμωνύμων, καὶ πόσα σημαίνει καὶ περὶ ποίου αὐτῶν ἐστιν ὁ λόγος. Δεῖ οὖν πρότερον εἰπεῖν, τί ἐστιν ὁμώνυμον. Ὁμώνυμα οὖν εἰσιν, ὅταν δύο ἢ καὶ πλείονα ἓν ἔχουσιν ὄνομα, ἕκαστον δὲ αὐτῶν ἄλλο τι σημαίνει καὶ ἄλλης οὐσίας ἐστὶν ἤγουν ἕτερον ὁρισμὸν δέχεται, ὡς καὶ νῦν ἐπὶ τοῦ γένους· τὸ γὰρ γένος τῶν ὁμωνύμων ἐστί. Λέγεται γὰρ γένος πρῶτον μὲν τὸ ἀπὸ τῆς πατρίδος καὶ τοῦ τεκόντος, καὶ ἕκαστον αὐτῶν διχῶς· ἢ προσεχῶς ἢ πόῤῥω. Ἀπὸ μὲν τῆς προσεχοῦς πατρίδος, ὡς λέγεταί τις Ἱεροσολυμίτης, ἀπὸ δὲ τῆς πόῤῥω Παλαιστινός.

Ὁμοίως ἀπὸ τοῦ προσεχοῦς τεκόντος, ὡς ὅταν ὁ Ἀχιλλεὺς υἱὸς ὢν τοῦ Πηλέως λέγεται Πηλεΐδης, ἀπὸ δὲ τοῦ πόῤῥω, ὡς ὅταν ὁ αὐτὸς Ἀχιλλεὺς ἀπὸ τοῦ πάππου αὐτοῦ Αἰακοῦ Αἰακίδης· οὗτος γὰρ ἦν τοῦ Πηλέως πατήρ. Λέγεται πάλιν γένος ἡ ἑνὸς πρὸς πολλοὺς τοὺς ἐξ αὐτοῦ σχέσις, ὡς ὅταν πάντες οἱ ἔχοντες τὸ καταγώγιον ἐξ Ἰσραὴλ λέγονται Ἰσραηλῖται. Περὶ μὲν οὖν τῶν προειρημένων γενῶν οὐκ ἔστι λόγος τοῖς φιλοσόφοις.

Λέγεται πάλιν γένος, ᾧ ὑποτάσσεται τὸ εἶδος, οἷον ὑπὸ τὸ ζῷόν ἐστιν ἄνθρωπος, ἵππος καὶ ἕτερα εἴδη· τὸ οὖν ζῷον γένος ἐστί. Περὶ τούτου τοῦ γένους παρὰ τοῖς φιλοσόφοις ὁ λόγος. Γένος οὖν ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, ὥσπερ τὸ ζῷον γένος ὂν κατηγορεῖται ἀνθρώπου καὶ ἵππου καὶ βοὸς καὶ ἄλλων πλειόνων ἐν τῷ τί ἐστιν, ἅτινα τῷ εἴδει διαφέρουσιν ἀλλήλων· ἕτερον γὰρ εἶδος ἀνθρώπου καὶ ἄλλο ἵππου καὶ ἄλλο βοός. Ἐν τῷ τί δέ ἐστι κατηγορεῖται. Ἐρωτώμενοι γὰρ ‘τί ἐστιν ἄνθρωπος’, φαμὲν ‘ζῷον’. Ὁμοίως καὶ ἵππος· ἐρωτώμενοι ‘τί ἐστιν’, λέγομεν’ ζῷον‘. Ὥστε γένος ἐστίν, ᾧ ὑπόκειται τὸ εἶδος. Τὸ γὰρ γένος εἰς εἴδη διαιρεῖται καὶ καθολικώτερον τοῦ εἴδους ἐστὶ καὶ περιέχει τὰ εἴδη καὶ ἐπάνω αὐτῶν ἐστιν.

Χρὴ γὰρ γινώσκειν, ὡς ἐπάνω λέγεται τὸ καθολικώτερον, ὑποκάτω δὲ καὶ ὑποκείμενον πρὸς κατηγορίαν τὸ μερικώτερον. Ἔστι γὰρ ὑποκείμενον πρὸς ὕπαρξιν ὡς ἡ οὐσία, ὑπόκειται γὰρ πρὸς ὕπαρξιν τῷ συμβεβηκότι· ἐν αὐτῇ γὰρ ὑφίσταται τὸ συμβεβηκός. Καὶ ἔστιν ὑποκείμενον πρὸς κατηγορίαν τὸ μερικόν· κατηγορεῖται γὰρ τὸ μὲν γένος τοῦ εἴδους καὶ τὸ εἶδος τῶν ἀτόμων. Δῆλον δὲ ὡς καθολικώτερόν ἐστι τὸ γένος τοῦ εἴδους καὶ τὸ εἶδος τῶν ἀτόμων, περὶ ὧν ἀκριβέστερον ἐν τοῖς ἑξῆς σὺν θεῷ μαθησόμεθα. Νῦν δὲ εἰπόντες περὶ τοῦ γένους εἴπωμεν καὶ περὶ τοῦ εἴδους.

Περὶ εἴδους. Καὶ τὸ εἶδος δὲ τῶν ὁμωνύμων ἐστίν, δισσῶς λεγόμενον· λέγεται γὰρ εἶδος καὶ ἡ ἑκάστου μορφή, καθ᾽ ὃ εἴρηται· «Πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος». Ἔστι πάλιν εἶδος τὸ οὐσιῶδες τὸ τασσόμενον ὑπὸ τὸ γένος.

Καὶ πάλιν εἶδός ἐστιν, οὗ κατηγορεῖται τὸ γένος ἐν τῷ τί ἐστι. Καὶ πάλιν εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Ἀλλ᾽ αἱ μὲν πρῶται δύο ὑπογραφαὶ κατὰ τὴν σχέσιν μόνον διαφέρουσιν ὡς ἀνάβασις καὶ κατάβασις καὶ ἁρμόζουσιν ἐπὶ παντὸς εἴδους. Ἡ δὲ τρίτη καὶ τελευταία ὑπογραφὴ μόνον ἐπὶ τοῦ εἰδικωτάτου εἴδους τοῦ προσεχῶς ἐπάνω τῶν ἀτόμων ὄντος, τοῦ περιέχοντος τὰς ὑποστάσεις, ὡς λέγομεν τὸ εἶδος τοῦ ἀνθρώπου. Εἴπομεν οὖν, ὡς τὸ γένος τρισσῶς λέγεται· ἀπὸ τοῦ τεκόντος καὶ ἀπὸ τῆς πατρίδος καὶ καθ᾽ ἑκάτερον διχῶς καὶ κατὰ τρίτον τρόπον, ᾧ ὑποτάσσεται τὸ εἶδος.

Καὶ τὸ εἶδος δὲ δισσῶς λέγεται· ὡς ἡ ἑκάστου μορφὴ καθ᾽ ἕνα τρόπον, κατὰ δεύτερον τρόπον, οὗ κατηγορεῖται τὸ γένος, τὸ καὶ ὑπὸ τὸ γένος τασσόμενον ὡς ἐξ αὐτοῦ διαιρούμενον. Περὶ τούτου τοῦ γένους καὶ τοῦ εἴδους παρὰ τοῖς φιλοσόφοις ὁ λόγος.

Ἐπειδὴ δὲ καὶ περὶ γένους διαλεγόμενοι τοῦ εἴδους ἐμνημονεύσαμεν εἰπόντες ’γένος ἐστὶ τὸ διαιρούμενον εἰς εἴδη‘, καὶ πάλιν περὶ τοῦ εἴδους διαλεγόμενοι τοῦ γένους ἐμνημονεύσαμεν εἰπόντες ’εἶδός ἐστι τὸ ἐκ τοῦ γένους διαιρούμενον‘, χρὴ γινώσκειν, ὅτι ὥσπερ περὶ πατρὸς λέγοντες ἐξ ἀνάγκης καὶ υἱοῦ μνημονεύομεν—οὗτος γάρ ἐστι πατὴρ ὁ ἔχων υἱόν—καὶ περὶ υἱοῦ διαλεγόμενοι ἐξ ἀνάγκης καὶ πατρὸς μνημονεύομεν—οὗτος γάρ ἐστιν υἱὸς ὁ ἔχων πατέρα—, οὕτω καὶ ἐνταῦθα ἀδύνατον περὶ τοῦ γένους διαλαβεῖν ἐκτὸς τοῦ εἴδους ἢ περὶ τοῦ εἴδους ἐκτὸς τοῦ γένους· τὸ γὰρ γένος εἰς εἴδη διαιρεῖται πάντως, καὶ τὸ μὴ ἔχον εἴδη ἐξ αὐτοῦ διαιρούμενα οὐκ ἔστι γένος. Καὶ τὰ εἴδη ἐκ τοῦ γένους διαιροῦνται, καὶ τὰ μὴ ἔχοντα γένος οὔκ εἰσιν εἴδη.

Καὶ ὥσπερ ὁ πρῶτος ἄνθρωπος ἤγουν ὁ Ἀδὰμ μὴ ἐσχηκὼς πατέρα οὐ λέγεται υἱός, λέγεται δὲ πατήρ, ἔσχε γὰρ υἱούς· ὁ δὲ Σὴθ καὶ υἱὸς λέγεται τοῦ τεκόντος αὐτόν, ἔσχε γὰρ πατέρα τὸν Ἀδάμ, καὶ πατὴρ λέγεται τοῦ τεχθέντος ἐξ αὐτοῦ, ἐγέννησε γὰρ τὸν Ἐνώς· ὁ δὲ Ἄβελ υἱὸς μὲν λέγεται, ἔσχε γὰρ πατέρα τὸν Ἀδάμ, πατὴρ δὲ οὐ λέγεται, οὐ γὰρ ἔσχεν υἱόν, — οὕτω καὶ ἐπὶ τοῦ γένους καὶ τοῦ εἴδους. Τὸ πρῶτον γένος, ὅπερ οὐ διαιρεῖται ἀπὸ ἑτέρου γένους οὐδὲ ἔχει πρὸ αὐτοῦ γένος, γένος μόνον ἐστὶ καὶ οὐκ ἔστιν εἶδος καὶ λέγεται γενικώτατον γένος, ὃ καὶ ὁριζόμενοί φασιν· Γενικώτατον γένος ἐστίν, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος διὰ τὸ μὴ ἔχειν ἐπάνω αὐτοῦ γένος. Τὰ δὲ ἐξ αὐτοῦ διαιρούμενα, ἐὰν ἔχωσιν ὑποκάτω αὐτῶν ἄλλα εἴδη ἐξ αὐτῶν διαιρούμενα, καὶ εἴδη εἰσὶ τῶν πρὸ αὐτῶν ἤγουν τῶν ἐπάνω, ἐξ ὧν τέμνονται, καὶ γένη τῶν ἐξ αὐτῶν τεμνομένων ἤγουν τῶν ὑποκάτω καὶ λέγονται καὶ γένη καὶ εἴδη ὑπάλληλα. Τὰ δὲ εἴδη τὰ ἔσχατα καὶ κατώτερα τὰ μὴ ἔχοντα ὑποκάτω αὐτῶν ἄλλα εἴδη τουτέστι μὴ περιέχοντα εἴδη ἀλλὰ ἄτομα ἤγουν ὑποστάσεις οὐ λέγονται γένη ἀλλ᾽ εἴδη μόνον· ἀδύνατον γὰρ ῥηθῆναι γένος τὸ μὴ περιέχον εἴδη.

Λέγεται οὖν τὸ εἶδος τὸ μὴ περιέχον εἴδη ἀλλ᾽ ὑποστάσεις εἰδικώτατον εἶδος, διότι εἶδος ὂν οὐκ ἔστι καὶ γένος, ὥσπερ τὸ γένος τὸ μὴ ὂν καὶ εἶδος λέγεται γενικώτατον γένος. Χρὴ δὲ εἰδέναι, ὡς ἐξ ἀνάγκης τὰ εἴδη καὶ τὸ ὄνομα καὶ τὸν ὁρισμὸν τοῦ γένους δέχονται καὶ τοῦ γένους τοῦ γένους αὐτῶν ἕως τοῦ γενικωτάτου.

Ἀλλήλων δὲ τὰ εἴδη οὐ δύνανται τὸν ὁρισμὸν δέξασθαι. (v. i. 138 s) (v. i. 125—127) Ἵνα οὖν σαφέστερον ᾖ τὸ λεγόμενον, οὕτως εἴπωμεν· Ὄν ἐστι πρᾶγμα αὐθύπαρκτον καὶ μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν ἢ τὸ μὴ καθ᾽ ἑαυτὸ δυνάμενον εἶναι ἀλλ᾽ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν. Οὐσία δέ ἐστι πρᾶγμα αὐθύπαρκτον καὶ μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν μόνον. Ἰδοὺ οὐκ ἐδέξατο ἡ οὐσία ὅλον τὸν ὁρισμὸν τοῦ ὄντος.

Ὥστε τὸ ὂν οὐκ ἔστι γένος τῆς οὐσίας οὔτε ἡ οὐσία εἶδος τοῦ ὄντος· τὸ γὰρ εἶδος ὅλον ἀπαραλείπτως τὸν ὁρισμὸν τοῦ γένους αὐτοῦ δέχεται. Ἀλλ᾽ οὐδὲ τὸ συμβεβηκός ἐστιν εἶδος τοῦ ὄντος. Οὐδὲ γὰρ δέχεται ὅλον τὸν ὁρισμὸν αὐτοῦ ἀλλὰ τὸ ἥμισυ. Συμβεβηκὸς γάρ ἐστι πρᾶγμα τὸ μὴ καθ᾽ ἑαυτὸ δυνάμενον εἶναι ἀλλ᾽ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν μόνον.

Ἰδοὺ οὔτε ἡ οὐσία δέχεται ὅλον τὸν ὁρισμὸν τοῦ ὄντος οὔτε τὸ συμβεβηκός, ἀλλ᾽ ἡ μὲν οὐσία τὸ ἥμισυ καὶ τὸ συμβεβηκὸς τὸ ἄλλο ἥμισυ. Ὥστε εἰ καὶ τέμνεται τὸ ὂν εἰς οὐσίαν καὶ συμβεβηκός, ἀλλ᾽ οὐκ ἔστι γένος αὐτῶν.

Ἡ οὐσία δὲ τέμνεται εἰς σῶμα καὶ ἀσώματον. Ἰδοὺ τὸ σῶμα καὶ τὸ ἀσώματον εἴδη εἰσὶ τῆς οὐσίας· ἕκαστον γὰρ αὐτῶν καὶ τὸ ὄνομα καὶ τέλειον τὸν ὅρον τῆς οὐσίας ἐπιδέχεται. Ὥστε ἡ οὐσία οὐκ ἔστιν εἶδος μὴ ἔχουσα ἐπάνω αὐτῆς γένος, ἀλλ᾽ αὐτή ἐστι πρῶτον καὶ γενικώτατον γένος. (v. s. 128—131) Πάλιν τὸ σῶμα τέμνεται εἰς ἔμψυχον καὶ ἄψυχον· ἰδοὺ πάλιν τὸ σῶμα εἶδος ὂν τῆς οὐσίας γένος ἐστὶ τοῦ ἐμψύχου καὶ τοῦ ἀψύχου. Τὸ ἔμψυχον πάλιν διαιρεῖται εἰς αἰσθητικὸν καὶ ἀναίσθητον. Αἰσθητικὸν μὲν οὖν ἐστι τὸ ζῷον τὸ ζωὴν καὶ αἴσθησιν ἔχον, ἀναίσθητον δὲ τὸ φυτόν· οὐ γὰρ ἔχει αἴσθησιν. Ἔμψυχον δὲ λέγεται τὸ φυτὸν διὰ τὸ ἔχειν θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν. Τὸ ζῷον πάλιν τέμνεται εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, τὸ θνητὸν εἰς ἄνθρωπον, ἵππον, βοῦν καὶ τὰ τοιαῦτα, ἅτινα οὐκέτι τέμνεται εἰς ἄλλα εἴδη ἀλλ᾽ εἰς ἄτομα ἤγουν ὑποστάσεις· διαιρεῖται γὰρ ὁ ἄνθρωπος εἰς Πέτρον, Παῦλον, Ἰωάννην καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, οἵτινες οὔκ εἰσιν εἴδη ἀλλ᾽ ὑποστάσεις.

Τὰ γὰρ εἴδη, ὡς εἴπομεν, οὐ δέχονται τὸν ὁρισμὸν ἀλλήλων, οἷον τὸ σῶμα οὐ δέχεται τὸν ὁρισμὸν τοῦ ἀσωμάτου, ὁ ἄνθρωπος οὐ δέχεται τὸν ὁρισμὸν τοῦ ἵππου· ὁ δὲ Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης ἕνα ὅρον δέχονται, τὸν τοῦ ἀνθρώπου, ὁμοίως καὶ οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι, ὥστε οὔκ εἰσιν εἴδη τοῦ ἀνθρώπου ἀλλ᾽ ἄτομα ἤγουν ὑποστάσεις.

Πάλιν τὸ εἶδος τεμνόμενον μεταδίδωσι τοῖς ὑποκάτω αὐτοῦ καὶ τοῦ ὀνόματος καὶ τοῦ ὅρου. Ὁ δὲ Πέτρος τεμνόμενος εἰς ψυχὴν καὶ σῶμα οὔτε τῇ ψυχῇ οὔτε τῷ σώματι μεταδίδωσι τοῦ ὀνόματος καὶ τοῦ ὅρου· οὔτε γὰρ μόνη ἡ ψυχὴ Πέτρος οὔτε μόνον τὸ σῶμα ἀλλὰ τὸ συναμφότερον.

Ἔτι πᾶσα διαίρεσις ἀπὸ γένους εἰς εἴδη γινομένη μέχρι δύο ἢ τριῶν σπανίως δὲ τεσσάρων φθάνει· ἀδύνατον γὰρ διαιρεθῆναι γένος εἰς πέντε εἴδη καὶ ἐπάνω. Ὁ δὲ ἄνθρωπος εἰς πάντας τοὺς κατὰ μέρος ἀνθρώπους διαιρεῖται, οἵτινες ἄπειροί εἰσι τῷ ἀριθμῷ. Διό τινες οὐδέ φασι λέγεσθαι διαίρεσιν τὴν ἀπὸ εἴδους εἰς ἄτομα ἀλλ᾽ ἀπαρίθμησιν.

Ὅθεν δῆλον, ὅτι οὐκ ἔστιν ὁ Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης εἴδη ἀλλ᾽ ἄτομα ἤγουν ὑποστάσεις. Οὔτε ὁ ἄνθρωπος γένος τοῦ Πέτρου καὶ Παύλου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ὑποστάσεων ἀλλ᾽ εἶδος. Διὸ εἰδικώτατον εἶδός ἐστιν ὁ ἄνθρωπος· εἶδος γάρ ἐστι τοῦ ἐπάνω ὡς ὑπ᾽ αὐτοῦ περιεχόμενον καὶ εἶδος τῶν ὑποκάτω ὡς περιέχον αὐτά. Τό τε γὰρ ὑπὸ γένους περιεχόμενον εἶδός ἐστι, καὶ τὸ περιέχον τὰ ἄτομα τουτέστιν ὑποστάσεις εἶδός ἐστι. Τοῦτο οὖν ἐστι τὸ εἰδικώτατον εἶδος τὸ προσεχῶς ἐπάνω τῶν ἀτόμων ὑπάρχον· ὃ καὶ ὁριζόμενοί φασι· Εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον.

Ὁμοίως καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ τὰ τοιαῦτα εἴδη εἰσὶν εἰδικώτατα. Τὰ δὲ μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τῶν εἰδικωτάτων εἰδῶν γένη εἰσὶν ὑπάλληλα καὶ εἴδη, εἴδη μὲν τῶν ἐπάνω γένη δὲ τῶν ὑποκάτω.

Καὶ αὗταί εἰσιν αἱ οὐσιώδεις καὶ φυσικαὶ διαφοραὶ καὶ ποιότητες, αἵτινες λέγονται διαιρετικαὶ καὶ συστατικαί, διαιρετικαὶ μὲν τῶν ἐπάνω συστατικαὶ δὲ τῶν ὑποκάτω· τὸ γὰρ σῶμα καὶ τὸ ἀσώματον διαιροῦσι τὴν οὐσίαν, ὁμοίως τὸ ἔμψυχον καὶ τὸ ἄψυχον διαιροῦσι τὸ σῶμα, ὁμοίως τὸ αἰσθητικὸν καὶ τὸ ἀναίσθητον διαιροῦσι τὸ ἔμψυχον. Αὗται οὖν συνιστῶσι τὸ ζῷον. Λαμβάνω γὰρ οὐσίαν ἔμψυχον αἰσθητικὴν καὶ ποιῶ τὸ ζῷον· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Λαμβάνω πάλιν οὐσίαν ἄψυχον ἀναίσθητον καὶ ποιῶ τὸν λίθον. Πάλιν λαμβάνω οὐσίαν ἔμψυχον ἀναίσθητον καὶ ποιῶ φυτόν.

Πάλιν τὸ λογικὸν καὶ τὸ ἄλογον τὸ ζῷον διαιροῦσι, τὸ θνητὸν καὶ ἀθάνατον διαιροῦσι τὸ λογικόν, τὸ χερσαῖον καὶ τὸ ἔνυδρον διαιροῦσι τὸ ἄλογον. Λαμβάνω τὸ ζῷον γένος ὂν τούτων καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν καὶ συνιστῶ τὸν ἄνθρωπον· ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν θνητόν. Καὶ λαμβάνω τὸ ζῷον καὶ τὸ ἄλογον καὶ τὸ θνητὸν καὶ τὸ χερσαῖον καὶ συνιστῶ ἵππον, κύνα καὶ τὰ τοιαῦτα. Καὶ λαμβάνω τὸ ζῷον καὶ τὸ ἄλογον καὶ τὸ θνητὸν καὶ τὸ ἔνυδρον καὶ συνιστῶ ἰχθύν. Διαφοραὶ δὲ λέγονται οὐσιώδεις καὶ φυσικαί, ὅτι αὗται ποιοῦσι διαφέρειν εἶδος ἄλλου εἴδους καὶ φύσιν καὶ οὐσίαν ἑτέρας οὐσίας καὶ φύσεως.

Περὶ ἀτόμου. Τὸ ἄτομον τετραχῶς λέγεται. Ἄτομον γάρ ἐστι τὸ μὴ τεμνόμενον μηδὲ μεριζόμενον, ὡς ἡ στιγμὴ καὶ τὸ νῦν καὶ ἡ μονάς, ἅτινα καὶ ἄποσα λέγονται. Ἄτομον λέγεται καὶ τὸ δύστμητον τουτέστι τὸ δυσχερῶς τεμνόμενον ὡς ὁ ἀδάμας λίθος καὶ τὰ τοιαῦτα. Ἄτομον λέγεται καὶ τὸ εἶδος, ὅπερ οὐκέτι εἰς ἕτερα εἴδη τέμνεται ἤτοι τὸ εἰδικώτατον εἶδος ὡς ἄνθρωπος, ἵππος καὶ τὰ τοιαῦτα. Ἄτομον δὲ κυρίως λέγεται, ὅπερ τέμνεται μέν, οὐ σῴζει δὲ μετὰ τὴν τομὴν τὸ πρῶτον εἶδος, ὥσπερ Πέτρος τέμνεται εἰς ψυχὴν καὶ σῶμα, ἀλλ᾽ οὔτε ἡ ψυχὴ καθ᾽ αὑτήν ἐστι τέλειος ἄνθρωπος ἢ Πέτρος τέλειος οὔτε τὸ σῶμα. Περὶ τούτου τοῦ ἀτόμου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος, ὅπερ ἐπὶ τῆς οὐσίας δηλοῖ τὴν ὑπόστασιν.

Περὶ διαφορᾶς. Διαφορὰ καὶ ποιότης καὶ ἰδίωμα κατὰ μὲν τὸ ὑποκείμενον ἕν εἰσιν, κατὰ δὲ τὴν ἐνέργειαν ἕτερον καὶ ἕτερον· ἡ γὰρ λογικότης λέγεται καὶ ποιότης τοῦ ἀνθρώπου καὶ ἰδίωμα καὶ διαφορά, ἀλλὰ καθ᾽ ἕτερον καὶ ἕτερον τρόπον. Ὡς μὲν γὰρ ποιοῦσα καὶ οἱονεὶ μορφοῦσα τὴν οὐσίαν λέγεται ποιότης, εἶτα ὡς ἰδία γενομένη ταύτης τῆς οὐσίας λέγεται ἰδίωμα. Ἐν δὲ τῇ πρὸς τὸ ἄλογον συγκρίσει, βοῦν τυχὸν ἢ ἡμίονον ἢ κύνα, λέγεται διαφορά· ἐν αὐτῇ γὰρ ἄνθρωπος τῶν ἀλόγων διαφέρει.

Αὕτη δὲ τριχῶς λέγεται, κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. Ἀδύνατον γὰρ μὴ διαφέρειν ἀλλήλων δύο τινὰ κατά τι. Ἄλλοις οὖν διαφέρει εἶδος εἴδους, καὶ ἄλλοις ὑπόστασις τῆς ὁμοειδοῦς καὶ ὁμοουσίου ὑποστάσεως καὶ ἄλλοις ὑπόστασις ἑαυτῆς. Διαφέρει μὲν γὰρ τὸ εἶδος τοῦ ἀνθρώπου τοῦ εἴδους τοῦ ἵππου κατὰ τὸ λογικὸν καὶ ἄλογον. Καὶ λέγεται τὸ λογικὸν καὶ ἄλογον οὐσιώδης διαφορά. Ὁμοίως καὶ πάντα, οἷς διαφέρει εἶδος εἴδους, φυσικὴ καὶ οὐσιώδης καὶ συστατικὴ διαφορὰ καὶ ποιότης λέγεται καὶ φυσικὸν ἰδίωμα, ὅπερ παντὶ τῷ εἴδει ἐνυπάρχει ἀπαραλλάκτως, ἥτις καλεῖται παρὰ τοῖς φιλοσόφοις ἰδιαίτατα διαφορὰ ὡς οἰκειοτέρα καὶ τῆς φύσεως παραστατική. Πάλιν διαφέρει ἄνθρωπος ἀνθρώπου ἢ ἵππος ἵππου ἢ κύων κυνός, τουτέστιν ἄτομον ὁμοειδοῦς ἀτόμου, καθὸ ὁ μέν ἐστι μακρὸς ὁ δὲ κολοβός, ὁ μὲν παλαιὸς ὁ δὲ νέος, ὁ μὲν σιμὸς ὁ δὲ γρυπός, ὁ μὲν φρόνιμος ὁ ἕτερος μωρός. Ταῦτα πάντα ἐπουσιώδεις διαφοραὶ καὶ ποιότητες λέγονται, ὅπερ ἐστὶ τὸ συμβεβηκός, περὶ οὗ ἀκολούθως ἐροῦμεν.

Περὶ συμβεβηκότος. Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Καὶ πάλιν, ὃ ἐνδέχεται τῷ αὐτῷ καὶ εἶναι καὶ μὴ εἶναι· καὶ γὰρ ἐνδέχεται ἄνθρωπον καὶ λευκὸν εἶναι καὶ μὴ εἶναι λευκόν, ὁμοίως καὶ μακρὸν καὶ φρόνιμον καὶ σιμόν.

Τοῦτο οὔτε παρὸν σῴζει τὸ εἶδος, οὐ γὰρ λαμβάνεται εἰς τὸν τοῦ εἴδους ὁρισμόν, οὔτε ἀπὸν φθείρει· κἂν γὰρ μὴ ᾖ ὁ Αἰθίοψ λευκός, οὐδὲν παραβλαβήσεται πρὸς τὸ εἶναι ἄνθρωπος. Γίνεται οὖν καὶ ἀπογίνεται καὶ τὴν ὑποκειμένην οὐσίαν οὐ παραβλάπτει. Ἔφημεν γάρ, ὡς ἡ οὐσία ὑποκείμενον καὶ ὕλη τίς ἐστι τῷ συμβεβηκότι.

Τοῦτο τὸ συμβεβηκὸς διαιρεῖται εἰς δύο, εἰς τὴν κοινῶς λεγομένην διαφορὰν καὶ εἰς τὴν ἰδίως διαφοράν. Κοινῶς μὲν οὖν διαφορά ἐστι τὸ χωριστὸν συμβεβηκός, οἷον κάθηταί τις καὶ ἕτερος ἵσταται· ἐνδέχεται ἐν τῷ ἀναστῆναι τὸν καθήμενον καὶ καθίσαι τὸν ἱστάμενον χωρισθῆναι τὴν διαφορὰν αὐτῶν καὶ λαβεῖν ἄλλην ἀντ᾽ ἄλλης. Καὶ ἑαυτοῦ δέ τις λέγεται διαφέρειν κατὰ τὸ χωριστὸν συμβεβηκός· διαφέρει γὰρ ἑαυτοῦ ἐν τῷ καθῆσθαι καὶ ἀνίστασθαι, ἐν τῷ νεάζειν καὶ γηρᾶν, ἐν τῷ νοσεῖν καὶ ὑγιαίνειν καὶ τοῖς τοιούτοις. Ἰδίως δὲ διαφορά ἐστι τὸ ἀχώριστον συμβεβηκός, οἷόν ἐστί τις σιμός· ἀδύνατον χωρισθῆναι αὐτοῦ τὴν σιμότητα, ὁμοίως καὶ τὴν γλαυκότητα καὶ τὰ τοιαῦτα. Κατὰ ταῦτα οὖν τὰ ἀχώριστα συμβεβηκότα ἄτομον ἀτόμου τουτέστιν ὑπόστασις ὑποστάσεως διαφέρει, αὐτὸς δὲ ἑαυτοῦ οὐδέποτε. Ταῦτα δὲ οὐ συντελοῦσιν εἰς τὸν ὁρισμὸν τῆς φύσεως· ἐνδέχεται γὰρ ἄνθρωπον εἶναι σιμὸν καὶ μὴ εἶναι. Καὶ ἀπογινομένης τῆς γλαυκότητος οὐδὲν ἧττον ὁ ἄνθρωπος μένει ἄνθρωπος.

Περὶ ἰδίου. Τὸ ἴδιον τετραχῶς λέγεται. Πρῶτον, ὃ μόνῳ μὲν ὑπάρχει τῷ εἴδει, οὐ παντὶ δέ, ὥσπερ τὸ γεωμετρεῖν τῷ ἀνθρώπῳ· μόνος γὰρ ὁ ἄνθρωπος γεωμέτρης, ἀλλ᾽ οὐ πᾶς ἄνθρωπος γεωμέτρης. Δεύτερον, ὅπερ παντὶ μὲν τῷ εἴδει ὑπάρχει, οὐ μόνῳ δέ, ὡς τὸ δίπουν· πᾶς γὰρ ἄνθρωπος δίπους, οὐ μόνον δὲ ἄνθρωπος δίπους ἀλλὰ καὶ περιστερὰ καὶ τὰ τοιαῦτα.

Τρίτον, ὅπερ παντὶ μὲν καὶ μόνῳ, οὐκ ἀεὶ δέ, ὥσπερ τὸ πολιοῦσθαι τῷ ἀνθρώπῳ· τοῦτο γὰρ παντὶ μὲν καὶ μόνῳ ἀνθρώπῳ ἁρμόζει, οὐκ ἀεὶ δὲ ἀλλ᾽ ἐν τῷ γήρᾳ. Τέταρτον, ὅπερ γίνεται τῶν τριῶν τῶν πρώτων συνερχομένων, τουτέστι παντὶ καὶ μόνῳ καὶ ἀεί, ὅπερ καὶ ἀντιστρέφει, ὥσπερ τὸ γελαστικὸν τῷ ἀνθρώπῳ καὶ τὸ χρεμετιστικὸν τῷ ἵππῳ καὶ τὰ τοιαῦτα· μόνος γὰρ ἄνθρωπος ἔχει τὸ γελαστικὸν καὶ πᾶς ἄνθρωπος καὶ ἀεί, εἰ καὶ μὴ ἀεὶ κέχρηται αὐτῷ. Εἴ τι γὰρ ἄνθρωπος, πάντως γελαστικόν, καὶ εἴ τι γελαστικόν, πάντως ἄνθρωπος. Τοῦτό ἐστι τὸ ἀντιστρέφειν. Περὶ τούτου τοῦ σημαινομένου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος. Ὃ καὶ ὑπογράφοντές φαμεν· Ἴδιόν ἐστι, ὃ παντὶ καὶ μόνῳ τῷ εἴδει καὶ ἀεὶ ὑπάρχει. Τοῦτο δὲ τριχῶς διαιροῦσιν· ἀπὸ τῆς διοργανώσεως τουτέστι διαπλάσεως, ὡς τὸ πλατυώνυχον καὶ τὸ ὀρθοπεριπατητικὸν τῷ ἀνθρώπῳ· ἀπὸ τῆς ἐνεργείας, ὡς τῷ πυρὶ τὸ ἀνωτάτω φέρεσθαι· ἀπὸ τῆς δυνάμεως, ὡς λέγομεν τῷ πυρὶ ὑπάρχειν τὴν θερμαντικὴν δύναμιν ὑπερβάλλουσαν τὰς τῶν ἄλλων σωμάτων θερμότητας.

Λέγεται δὲ τὸ ἴδιον ἐπουσιῶδες.

Περὶ τῶν κατηγορουμένων. Πᾶσα κατηγορία ἢ ἐπὶ πλέον γίνεται ἢ ἐπίσης, ἐπ᾽ ἔλαττον δὲ οὐδέποτε. Καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται τῶν μερικωτέρων· καθολικώτερα οὖν εἰσι τὰ ἐπάνω, μερικώτερα δὲ τὰ ὑποκάτω. Καθολικώτερον μὲν οὖν ἐστι πάντων τὸ ὄν, διὸ πάντων κατηγορεῖται· καὶ γὰρ καὶ ἡ οὐσία ὂν λέγεται καὶ τὸ συμβεβηκὸς ὂν λέγεται. Οὐ δυνάμεθα δὲ εἰπεῖν, ὅτι τὸ ὂν οὐσία ἐστίν· οὐ μόνον γὰρ οὐσία ἐστὶ τὸ ὂν ἀλλὰ καὶ συμβεβηκός. Ὁμοίως καὶ τὰ γένη κατηγοροῦνται τῶν εἰδῶν ὡς καθολικώτερα, τὰ δὲ εἴδη οὐ κατηγοροῦνται τῶν γενῶν αὐτῶν· τὰ γὰρ εἴδη μερικώτερα τῶν γενῶν εἰσι. Κατηγορεῖται τοίνυν ἡ οὐσία τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ ἀνθρώπου· καὶ γὰρ τὸ ζῷον οὐσία ἐστὶ καὶ ὁ ἄνθρωπος ζῷόν ἐστιν. Οὐκ ἀντιστρέφει δέ· πᾶς μὲν γὰρ ἄνθρωπος ζῷον, οὐ πᾶν δὲ ζῷον ἄνθρωπος.

Καὶ ὁ ἵππος γὰρ καὶ ὁ κύων ζῷά εἰσιν, ὁμοίως καὶ πᾶν ζῷον οὐσία ἐστίν, οὐ πᾶσα δὲ οὐσία ζῷόν ἐστιν· καὶ ὁ λίθος γὰρ καὶ τὸ ξύλον οὐσία ἐστίν, ἅτινα οὔκ εἰσι ζῷα. Ὁμοίως καὶ τὸ εἶδος κατηγορεῖται τῶν ὑπ᾽ αὐτοῦ περιεχομένων ἀτόμων τουτέστιν ὑποστάσεων ὡς καθολικώτερον.

Τὸ δὲ ἄτομον ἤγουν ἡ ὑπόστασις οὐ κατηγορεῖται τοῦ εἴδους· μερικωτέρα γάρ ἐστι τοῦ εἴδους ἡ ὑπόστασις. Καὶ Πέτρος τοίνυν ἄνθρωπός ἐστι καὶ Παῦλος ἄνθρωπός ἐστιν, οὐ πᾶς δὲ ἄνθρωπος Πέτρος ἢ Παῦλος· εἰσὶ γὰρ καὶ ἄλλαι ὑποστάσεις ὑπὸ τὸ εἶδος τοῦ ἀνθρώπου. Καὶ αἱ διαφοραὶ δὲ κατηγοροῦνται τῶν εἰδῶν, οἷς ἐνυπάρχουσι, καὶ τῶν ἀτόμων αὐτῶν. Καθολικώτεραι γάρ εἰσιν αἱ διαφοραὶ τῶν εἰδῶν· τὸ γὰρ λογικὸν καθολικώτερόν ἐστι τοῦ εἴδους τοῦ ἀνθρώπου. Καὶ γὰρ πᾶς μὲν ἄνθρωπος λογικός, οὐ πᾶς δὲ λογικὸς ἄνθρωπος· καὶ ὁ ἄγγελος γὰρ λογικὸς ὢν οὐκ ἔστιν ἄνθρωπος.

Καὶ αὕτη μέν ἐστιν ἡ ἐπὶ πλέον κατηγορία· ἡ δὲ ἐπίσης κατηγορία, ὅτε ἀντιστρέφει. Κατηγοροῦνται γὰρ τὰ ἴδια τῶν εἰδῶν, ὧν ἐστιν ἴδια, ἀλλὰ καὶ τὰ εἴδη κατηγοροῦνται τῶν ἰδίων αὐτῶν· πᾶς γὰρ ἄνθρωπος γελαστικός, καὶ πᾶς γελαστικὸς ἄνθρωπος. Εἰ γὰρ καὶ γελᾶν λέγεται πίθηκος, οὐ γελᾷ τῇ καρδίᾳ ἀλλὰ τοῖς σχήμασι· μιμητικὸν γὰρ ζῷόν ἐστιν. Ὥστε ἡ μὲν τῶν γενῶν κατὰ τῶν εἰδῶν κατηγορία καὶ ἡ τῶν διαφορῶν κατὰ τῶν εἰδῶν καὶ ἡ τῶν εἰδῶν κατὰ τῶν ἀτόμων ἐπὶ πλέον λέγεται, ἡ δὲ τῶν ἰδίων ἐπίσης. Ταῦτα δὲ τὰ ἐπίσης ἀντιστρέφοντα καὶ ἀντικατηγορούμενα λέγονται.