Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Διαλεκτικά κεφάλαια

Ἰωάννης ὁ Δαμασκηνός

Ουσία, φύση, μορφή και υπόσταση

Εμβάθυνση στις έννοιες της ουσίας, της φύσης, της μορφής και της σύνθετης υπόστασης, καθώς και στη δομική διαίρεση του όντος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 12 από 19

Περὶ οὐσίας. Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν· καὶ πάλιν οὐσία ἐστὶ πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι ἤγουν τὸ μὴ δι᾽ ἄλλο ὂν μηδὲ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν μηδὲ δεόμενον ἑτέρου πρὸς σύστασιν, ἀλλ᾽ ἐν αὑτῷ ὄν, ἐν ᾧ καὶ τὸ συμβεβηκὸς ἔχει τὴν ὕπαρξιν· τὸ γὰρ χρῶμα διὰ τὸ σῶμα γέγονεν, ἵνα χρῴζῃ αὐτό, καὶ οὐ τὸ σῶμα διὰ τὸ χρῶμα. Καὶ τὸ χρῶμα ἐν τῷ σώματι ὑπάρχει καὶ οὐ τὸ σῶμα ἐν τῷ χρώματι· ὅθεν καὶ τὸ χρῶμα τοῦ σώματος λέγεται καὶ οὐ τὸ σῶμα τοῦ χρώματος. Πολλάκις τοιγαροῦν ἀλλασσομένου τοῦ χρώματος καὶ μεταβαλλομένου ἡ οὐσία οὐ μεταβάλλεται ἤγουν τὸ σῶμα, ἀλλὰ μένει τὸ αὐτό. Λέγεται δὲ οὐσία παρὰ τὸ εἶναι.

Περὶ φύσεως. Φύσις ἐστὶν ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρεμίας, οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν, ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν· οὐ γὰρ κινεῖται ἀπὸ τόπου εἰς τόπον. Ἡ οὖν ἀρχὴ καὶ ἡ αἰτία τῆς κινήσεώς τε καὶ τῆς ἠρεμίας αὐτῆς, καθ᾽ ἣν πέφυκεν οὕτω κινεῖσθαι καὶ ἠρεμεῖν οὐσιωδῶς ἤγουν φυσικῶς καὶ οὐ κατὰ συμβεβηκός, φύσις λέγεται παρὰ τὸ τοιῶσδε πεφυκέναι τε καὶ ὑπάρχειν.

Αὕτη δὲ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ οὐσία· ἐκ γὰρ τῆς οὐσίας ἔχει τὴν τοιαύτην δύναμιν ἤγουν τὴν κίνησιν καὶ ἠρεμίαν. Καὶ ἡ οὐσία ἐστὶν ἡ αἰτία τῆς κινήσεως αὐτῆς καὶ ἠρεμίας. Λέγεται δὲ φύσις παρὰ τὸ πεφυκέναι.

Περὶ μορφῆς. Μορφή ἐστιν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν οἱονεὶ μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει τὸ εἰδικώτατον εἶδος· οἷον ἡ οὐσία μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα ὑπὸ τοῦ σώματος τοῦ ἐμψύχου καὶ αἰσθητικοῦ καὶ ἀποτελέσασα τὸ ζῷον, πάλιν τε προσλαβοῦσα τὸ λογικὸν καὶ τὸ θνητὸν ἀποτελεῖ τὸ τοῦ ἀνθρώπου εἶδος. Ὅπερ εἰδικώτατον εἶδος μορφὴ λέγεται οἷον οὐσία μεμορφωμένη.

Οἱ οὖν ἅγιοι πατέρες ἐπὶ τοῦ εἰδικωτάτου εἴδους τάσσουσι τὸ τῆς οὐσίας καὶ φύσεως καὶ μορφῆς ὄνομα καὶ ταὐτὸν λέγουσιν οὐσίαν καὶ φύσιν καὶ μορφὴν τὸ εἰδικώτατον εἶδος· καὶ ὁμοούσια καὶ ὁμοφυῆ καὶ ὁμογενῆ καὶ σύμμορφα λέγουσι τὰ ὑπὸ τὸ αὐτὸ εἰδικώτατον εἶδος ἄτομα. Ἑτεροούσια δὲ καὶ ἑτεροφυῆ καὶ ἑτεροειδῆ καὶ ἑτερογενῆ καὶ ἑτερόμορφα τὰ εἰδικώτατα εἴδη λέγουσιν. Οὐ δυνατὸν γὰρ εἶδος ἄλλῳ εἴδει ἢ φύσιν ἄλλῃ φύσει ἢ οὐσίαν ἄλλῃ οὐσίᾳ μὴ εἶναι ἑτεροούσιον καὶ ἑτεροφυῆ καὶ ἑτερόμορφον.

Χρὴ γινώσκειν, ὡς ἀδύνατόν ἐστιν ἐκ δύο οὐσιῶν ἤγουν φύσεων μίαν φύσιν σύνθετον γενέσθαι· ἀδύνατον γὰρ ἐν τῷ αὐτῷ ἅμα τὰς ἀντιδιῃρημένας συστατικῶς ὑπάρξαι διαφοράς. Ὑπόστασιν δὲ μίαν σύνθετον ἐκ διαφόρων φύσεων δυνατὸν γενέσθαι, ὡς ὁ ἄνθρωπος ἐκ ψυχῆς ἐστι συντεθειμένος καὶ σώματος· εἰ γὰρ καὶ λέγεται μία φύσις τῶν ἀνθρώπων, ἀλλ᾽ οὐ μιᾶς φύσεως ὁ ἄνθρωπος λέγεται ὁ καθέκαστα. Μία μὲν γὰρ φύσις τῶν ἀνθρώπων σύνθετος λέγεται, διότι ὑφ᾽ ἓν εἶδος πᾶσαι αἱ τῶν ἀνθρώπων τελοῦσι σύνθετοι ὑποστάσεις. Μιᾶς δὲ φύσεως ὁ καθέκαστα ἄνθρωπος οὐ λέγεται, διότι ἑκάστη τῶν ἀνθρώπων ὑπόστασις ἐκ δύο συνέστηκε φύσεων, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ ἀσυγχύτους ταύτας ἐν ἑαυτῇ φυλάττει· καὶ μάρτυς ἡ ἐκ τοῦ θανάτου γινομένη διαίρεσις.

Περὶ ὑποστάσεως. Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει· ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν, καθὸ σημαινόμενον ταὐτόν ἐστιν οὐσία καὶ ὑπόστασις, ὅθεν τινὲς τῶν ἁγίων πατέρων εἶπον αὐτὰς φύσεις ἤγουν τὰς ὑποστάσεις· ποτὲ δὲ τὴν καθ᾽ αὑτὸ καὶ ἰδιοσύστατον ὕπαρξιν, καθ᾽ ὃ σημαινόμενον τὸ ἄτομον δηλοῖ τῷ ἀριθμῷ διαφέρον ἤγουν τὸν Πέτρον, τὸν Παῦλον, τὸν τινὰ ἵππον.

Χρὴ γὰρ γινώσκειν, ὡς οὔτε οὐσία ἀνείδεος ὑφέστηκε καθ᾽ ἑαυτὴν οὐδὲ διαφορὰ οὐσιώδης οὔτε εἶδος οὔτε συμβεβηκός, ἀλλὰ μόναι αἱ ὑποστάσεις ἤτοι τὰ ἄτομα καὶ ἐν αὐτοῖς αἵ τε οὐσίαι καὶ αἱ οὐσιώδεις διαφοραί, τά τε εἴδη καὶ τὰ συμβεβηκότα θεωροῦνται. Καὶ ἡ μὲν ἁπλῆ οὐσία ἐν πάσαις ταῖς ὑποστάσεσιν ὡσαύτως θεωρεῖται, ἔν τε ταῖς ἀψύχοις καὶ ἐμψύχοις, λογικαῖς τε καὶ ἀλόγοις, θνηταῖς τε καὶ ἀθανάτοις.

Αἱ δὲ οὐσιώδεις διαφοραὶ ἄλλαι ἐν ταῖς ἀψύχοις καὶ ἐν ταῖς ἐμψύχοις ἕτεραι, ἐν ταῖς λογικαῖς ἄλλαι καὶ ἐν ταῖς ἀλόγοις ἕτεραι, ὁμοίως ἐν ταῖς θνηταῖς ἄλλαι καὶ ἐν ταῖς ἀθανάτοις ἕτεραι, καὶ ἁπλῶς εἰπεῖν, ἐν ταῖς ἑκάστου εἰδικωτάτου εἴδους ὑποστάσεσιν αἱ αὐταὶ συνάπτουσαι μὲν αὐτὰς ἀλλήλαις τῷ λόγῳ τῆς οὐσίας, χωρίζουσαι δὲ αὐτὰς ἐκ τῶν ἑτεροειδῶν ὑποστάσεων. Ὁμοίως καὶ τὰ συμβεβηκότα ἐν αὐταῖς ἤτοι ταῖς ὑποστάσεσι θεωροῦνται χωρίζοντα ἑκάστην ὑπόστασιν ἐκ τῶν ὁμοειδῶν ὑποστάσεων. Διὸ καὶ τὸ ἄτομον κυρίως τὸ τῆς ὑποστάσεως ἐκληρώσατο ὄνομα· ἐν αὐτῇ γὰρ ἡ οὐσία ἐνεργείᾳ ὑφίσταται προσλαβοῦσα τὰ συμβεβηκότα.

Περὶ προσώπου. Πρόσωπόν ἐστιν, ὅπερ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρέχεται ἡμῖν τὴν ἐμφάνειαν, οἷον ὁ Γαβριὴλ τῇ ἁγίᾳ θεοτόκῳ διαλεγόμενος, εἷς τῶν ἀγγέλων ὑπάρχων, μόνος ἐκεῖσε παρὼν διελέγετο, κεχωρισμένος τῶν ὁμοουσίων ἀγγέλων διὰ τῆς ἐν τῷ τόπῳ παρουσίας καὶ διαλέξεως, καὶ ὁ Παῦλος ἐπὶ τῶν ἀναβαθμῶν δημηγορῶν, εἷς τῶν ἀνθρώπων ὤν, διὰ τῶν ἰδιωμάτων καὶ ἐνεργημάτων αὐτοῦ τῶν λοιπῶν ἀνθρώπων διεστέλλετο.

Χρὴ δὲ γινώσκειν, ὡς οἱ ἅγιοι πατέρες ὑπόστασιν καὶ πρόσωπον καὶ ἄτομον τὸ αὐτὸ ἐκάλεσαν, τὸ καθ᾽ ἑαυτὸ ἰδιοσυστάτως ἐξ οὐσίας καὶ συμβεβηκότων ὑφιστάμενον καὶ ἀριθμῷ διαφέρον καὶ τὸν τινὰ δηλοῦν οἷον Πέτρον, Παῦλον, τόνδε τὸν ἵππον. Εἴρηται δὲ ὑπόστασις παρὰ τὸ ὑφεστάναι.

Περὶ ἐνυποστάτου. Καὶ τὸ ἐνυπόστατον δὲ ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν σημαίνει, καθ᾽ ὃ σημαινόμενον οὐ μόνον τὴν ἁπλῶς οὐσίαν ἐνυπόστατον λέγομεν ἀλλὰ καὶ τὸ συμβεβηκός, ὅπερ κυρίως οὐκ ἐνυπόστατόν ἐστιν ἀλλ᾽ ἑτεροϋπόστατον, ποτὲ δὲ καὶ τὴν καθ᾽ αὑτὸ ὑπόστασιν ἤγουν τὸ ἄτομον δηλοῖ, ὅπερ κυρίως οὐκ ἐνυπόστατον ἀλλ᾽ ὑπόστασίς ἐστί τε καὶ λέγεται.

Κυρίως δὲ ἐνυπόστατόν ἐστιν ἢ τὸ καθ᾽ ἑαυτὸ μὲν μὴ ὑφιστάμενον ἀλλ᾽ ἐν ταῖς ὑποστάσεσι θεωρούμενον, ὥσπερ τὸ εἶδος ἤγουν ἡ φύσις τῶν ἀνθρώπων ἐν ἰδίᾳ ὑποστάσει οὐ θεωρεῖται ἀλλ᾽ ἐν Πέτρῳ καὶ Παύλῳ καὶ ταῖς λοιπαῖς τῶν ἀνθρώπων ὑποστάσεσιν, ἢ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γένεσιν συντιθέμενον καὶ μίαν ἀποτελοῦν ὑπόστασιν σύνθετον, οἷον ὁ ἄνθρωπος ἐκ ψυχῆς ἐστι καὶ σώματος συντεθειμένος· οὔτε ἡ ψυχὴ μόνη λέγεται ὑπόστασις οὔτε τὸ σῶμα ἀλλ᾽ ἐνυπόστατα, τὸ δὲ ἐξ ἀμφοτέρων ἀποτελούμενον ὑπόστασις ἀμφοτέρων. Ὑπόστασις γὰρ κυρίως τὸ καθ᾽ ἑαυτὸ ἰδιοσυστάτως ὑφιστάμενόν ἐστί τε καὶ λέγεται.

Λέγεται πάλιν ἐνυπόστατον ἡ ὑφ᾽ ἑτέρας ὑποστάσεως προσληφθεῖσα φύσις καὶ ἐν αὐτῇ ἐσχηκυῖα τὴν ὕπαρξιν. Ὅθεν καὶ ἡ σὰρξ τοῦ κυρίου μὴ ὑποστᾶσα καθ᾽ ἑαυτὴν μηδὲ πρὸς καιροῦ ῥοπὴν οὐχ ὑπόστασις ἀλλὰ μᾶλλον ἐνυπόστατόν ἐστιν· ἐν γὰρ τῇ ὑποστάσει τοῦ θεοῦ λόγου ὑπέστη προσληφθεῖσα ὑπ᾽ αὐτῆς καὶ ταύτην καὶ ἔσχε καὶ ἔχει ὑπόστασιν.

Περὶ ἀνυποστάτου. Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται· ποτὲ μὲν γὰρ τὸ μηδαμῇ μηδαμῶς ὂν σημαίνει ἤγουν τὸ ἀνύπαρκτον, ποτὲ δὲ τὸ μὴ ἐν ἑαυτῷ ἔχον τὸ εἶναι ἀλλ᾽ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν ἤγουν τὸ συμβεβηκός.

Διαίρεσις τοῦ ὄντος καὶ τῆς οὐσίας. Τὸ ὂν διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός, οὐχ ὡς γένος εἰς εἴδη ἀλλ᾽ ὡς ὁμώνυμος φωνὴ ἢ ὡς τὰ ἀφ᾽ ἑνὸς καὶ πρὸς ἕν. Ἡ οὐσία γενικώτατον γένος ἐστίν· αὕτη διαιρεῖται

αʹ Τὸ σῶμα εἶδος τῆς οὐσίας καὶ γένους τοῦ ἐμψύχου, βʹ τὸ ἔμψυχον εἶδος τοῦ σώματος καὶ γένος τοῦ αἰσθητικοῦ, γʹ τὸ αἰσθητικὸν ζῷον εἶδος τοῦ ἐμψύχου καὶ γένος τοῦ λογικοῦ, δʹ τὸ λογικὸν εἶδος τοῦ ζῴου καὶ γένος τοῦ θνητοῦ,

εʹ τὸ θνητὸν εἶδος τοῦ λογικοῦ καὶ γένος τοῦ ἀνθρώπου, ὁ ἄνθρωπος εἰδικώτατον εἶδος· εἶδος γάρ ἐστι τοῦ θνητοῦ καὶ εἶδος Πέτρου καὶ Παύλου, ὅπερ ἐστὶ φύσις καὶ μορφὴ καὶ οὐσία κατὰ τοὺς ἁγίους πατέρας.

Περὶ τοῦ τί ὑπάρχει ἴδιον τῆς οὐσίας. Τί μὲν οὖν ἐστιν οὐσία καὶ φύσις καὶ μορφή, εἴρηται καὶ τί ὑπόστασις καὶ ἄτομον καὶ πρόσωπον ἐνυπόστατόν τε καὶ ἀνυπόστατον καὶ τίς ἡ διαφορὰ οὐσίας καὶ συμβεβηκότων, καὶ ὡς κυριωτέρα ἐστὶν ἡ οὐσία τῶν συμβεβηκότων ὡς ἐν αὐτῇ ἐχόντων τῶν συμβεβηκότων τὴν ὕπαρξιν.

Εἴρηται δὲ καὶ περὶ τῆς διαιρέσεως αὐτῆς καὶ τί διαφέρει οὐσία τῶν οὐσιωδῶν διαφορῶν, ὅτι δι᾽ αὐτῶν ἡ οὐσία εἰδοποιουμένη τοῖον εἶδος ἀποτελεῖ καὶ τοιάδε γίνεται. Εἴρηται δὲ καὶ τί φύσις καὶ τί μορφὴ καὶ ὑπόστασις καὶ πρόσωπον καὶ ἄτομον, πῶς τε οἱ ἔξω περὶ τούτων ἐδόξασαν, καὶ πῶς οἱ ἅγιοι πατέρες, οἱ τῆς ἀληθείας καὶ τῆς ὄντως φιλοσοφίας μαθηταὶ καὶ διδάσκαλοι, ὠρθοτόμησαν.

Φέρε δὲ νῦν τὰ ἴδια τῆς οὐσίας εἴπωμεν. Ἴδιον τῆς οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι· αὕτη γὰρ μᾶλλον ὑπόκειται τῷ συμβεβηκότι εἰς τὸ εἶναι καὶ οὐχὶ αὐτὴ ἐν ἑτέρῳ ἔχει τὴν ὕπαρξιν. Τοῦτο δὲ τὸ ἴδιον καὶ τῶν οὐσιωδῶν διαφορῶν ἐστι· τὸ γὰρ ἐν ὑποκειμένῳ οὔτε παρὸν σῴζει οὔτε ἀπὸν φθείρει· διὸ οὐδὲ ἐν τῷ ὁρισμῷ λαμβάνεται, καὶ συμβεβηκὸς γὰρ πάντως ἐστίν. Αἱ δὲ οὐσιώδεις διαφοραὶ οὔκ εἰσι συμβεβηκότα καὶ παρόντα σῴζουσι καὶ ἀπόντα φθείρουσι· διὸ καὶ ἐν τῷ ὁρισμῷ λαμβάνονται.

Ἴδιον δὲ καὶ τὸ συνωνύμως κατηγορεῖσθαι ἤγουν μεταδιδόναι καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ· καὶ τὸ μὴ ἔχειν τι ἐναντίον, τῷ γὰρ λίθῳ ἤγουν αὐτῇ τῇ οὐσίᾳ τοῦ λίθου οὐδέν ἐστιν ἐναντίον· καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον· τοῦτο δὲ καὶ τῶν οὐσιωδῶν διαφορῶν ἐστιν ἴδιον, οὐδὲ γάρ ἐστιν ὁ ἄνθρωπος μᾶλλον τοῦ ἵππου οὐσία ἢ ζῷον οὐδὲ ὁ ἵππος μᾶλλον τοῦ ἀνθρώπου· καὶ τὸ τῶν ἐναντίων εἶναι δεκτικὸν ἀνὰ μέρος καὶ οὐ κατ᾽ αὐτὸν ἀλλὰ κατὰ τὴν ἑαυτῆς μεταβολήν.

Ἐναντίων δὲ λέγω συμβεβηκότων ἐπουσιωδῶν· τὸ γὰρ λογικὸν οὐκ ἐπιδέχεται τὸ ἄλογον, τὸ δὲ σῶμα θερμαίνεται καὶ μεταβαλλόμενον ψύχεται, καὶ ἡ ψυχὴ ποτὲ μὲν δέχεται ἀρετὴν ποτὲ δὲ κακίαν.

Ἔτι περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ὁμοϋποστάτων καὶ ἀριθμῷ διαφερόντων. Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσονται, οἷον ὅσα εἰσὶν ὑπὸ τὴν οὐσίαν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἐννέα κατηγοριῶν· δεῖ γὰρ γινώσκειν, ὡς δέκα εἰσὶν αἱ πᾶσαι κατηγορίαι ἤτοι τὰ γενικώτατα γένη, ὑφ᾽ ἃς ἀναφέρεται πᾶσα φωνὴ ἁπλῶς λεγομένη. Εἰσὶ δὲ αὗται· αʹ οὐσία οἷον λίθος· βʹ ποσὸν οἷον δύο, τρία· γʹ πρός τι οἷον πατήρ, υἱός· δʹ ποιὸν οἷον λευκόν, μέλαν· εʹ ποῦ οἷον ἐν Δαμασκῷ, τοῦτο δὲ τόπου ἐστὶ δηλωτικόν· ϛʹ ποτέ, χθές, αὔριον· τοῦτο δὲ χρόνου ἐστὶ δηλωτικόν· ζʹ ἔχειν οἷον ἱμάτιον φορεῖν· ηʹ κεῖσθαι οἷον ἵστασθαι, καθέζεσθαι· θʹ ποιεῖν οἷον καίειν· ιʹ πάσχειν οἷον καίεσθαι.

Ἑτερογενῆ δέ εἰσιν, ὅσα ὑπ᾽ ἄλλην καὶ ἄλλην κατηγορίαν εἰσί· καὶ ὁμογενῆ μὲν οἷον ὁ ἄνθρωπος καὶ ὁ ἵππος, ὑπὸ τὴν οὐσίαν γάρ εἰσιν ἀμφότερα, ἑτερογενῆ δὲ ὡς ἄνθρωπος καὶ ἐπιστήμη· ὁ μὲν γὰρ ἄνθρωπος ὑπὸ τὴν οὐσίαν ἐστίν, ἡ δὲ ἐπιστήμη ὑπὸ τὴν ποιότητα.

Ὁμοειδῆ εἰσιν, ὅσα ὑπὸ τὸ αὐτὸ εἶδος τάσσονται καὶ κοινωνοῦσι τῷ λόγῳ τῆς οὐσίας οἷον Πέτρος, Παῦλος· ἀμφότεροι γὰρ ὑφ᾽ ἓν εἶδός εἰσι, τὸ τοῦ ἀνθρώπου. Ἑτεροειδῆ δέ εἰσιν, ὅσα τῷ εἴδει διαφέρουσιν ἤγουν τῷ λόγῳ τῆς οὐσίας οἷον ἄνθρωπος καὶ ἵππος. Οἱ δὲ ἅγιοι πατέρες ὁμογενῆ καὶ ὁμοειδῆ ταὐτὸν λέγουσι τὰ ὁμοούσια ἤγουν τὰς ὑπὸ τὸ αὐτὸ εἶδος ὑποστάσεις.

Ὁμοϋπόστατά εἰσιν, ὅτε δύο φύσεις ἐν μιᾷ ὑποστάσει ἑνωθῶσι καὶ μίαν σχῶσιν ὑπόστασιν σύνθετον καὶ ἓν πρόσωπον ὡς ψυχὴ καὶ σῶμα. Ἑτεροϋπόστατα δὲ καὶ ἀριθμῷ διαφέροντα, ὅσα τῇ συμπλοκῇ τῶν συμβεβηκότων τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως ἀφωρίσαντο ἤγουν ὅσα τοῖς συμβεβηκόσι διαφέρουσιν ἀλλήλων καὶ τὴν ἀνὰ μέρος καὶ καθ᾽ ἑαυτὸ ἔχουσιν ὕπαρξιν οἷον τὰ ἄτομα Πέτρος καὶ Παῦλος· ἄλλος γάρ ἐστιν οὗτος καὶ ἄλλος ἐκεῖνος.