Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Διαλεκτικά κεφάλαια
Οι κατηγορίες των συμβεβηκότων
Εκτενής ανάλυση των κατηγοριών του ποσού, των προς τι, του ποιού, του ποιείν και πάσχειν, του κείσθαι, της θέσης, του πού, του πότε και του έχειν.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι κατηγορίες των συμβεβηκότων
Εκτενής ανάλυση των κατηγοριών του ποσού, των προς τι, του ποιού, του ποιείν και πάσχειν, του κείσθαι, της θέσης, του πού, του πότε και του έχειν.
Περὶ ποσοῦ καὶ ποσότητος. Ποσότης ἐστὶ σωρεία μονάδων· τὴν μὲν γὰρ μονάδα οὔ φασι ποσότητα ἀλλ᾽ ἀρχὴν ποσότητος. Μονάδος οὖν καὶ μονάδος συνερχομένων γίνονται δύο, ὥστε οὐ διαίρεσίς ἐστιν ἡ ποσότης ἀλλὰ σωρεία καὶ συνάφεια μονάδων· τὸ μὲν γὰρ τὰ δύο διελεῖν εἰς ἓν καὶ ἓν ἀνὰ μέρος, τοῦτο διαίρεσίς ἐστι, τὸ δὲ τὸ ἓν καὶ ἓν δύο εἰπεῖν, τοῦτο μᾶλλον συνάφειά ἐστιν.
Ἰστέον δέ, ὅτι ποσότης μέν ἐστιν αὐτὸ τὸ μέτρον καὶ ὁ ἀριθμὸς ὁ μετρῶν καὶ ἀριθμῶν, ποσὰ δὲ τὰ τῷ ἀριθμῷ καὶ τῷ μέτρῳ ὑποκείμενα ἤγουν τὰ μετρούμενα καὶ ἀριθμούμενα. Τῶν δὲ ποσῶν τὰ μέν εἰσι διωρισμένα, τὰ δὲ συνεχῆ. Συνεχὲς μὲν οὖν ἐστιν, ὅτε ἕν ἐστι τὸ μετρούμενον, ὥσπερ ἓν ξύλον εὑρίσκεται δίπηχυ, τρίπηχυ, ἢ λίθος ἤ τι τῶν τοιούτων, καὶ ἓν ὑπάρχον μετρεῖται καὶ λέγεται συνεχές. Διωρισμένα δέ εἰσι τὰ ἀπ᾽ ἀλλήλων κεχωρισμένα ὡς ἐπὶ δέκα λίθων ἢ δέκα φοινίκων· ταῦτα γὰρ κεχωρισμένα εἰσὶν ἀπ᾽ ἀλλήλων. Ταῦτα οὖν ἀριθμεῖσθαι λέγονται, εἰ μὴ διὰ σμικρότητα καὶ πλῆθος μετρηθῶσι μοδίῳ ἤ τινι τῶν τοιούτων ὥσπερ σῖτος ἤ τι τοιοῦτον.
Ὁρίζονται δὲ τὰ μὲν συνεχῆ, ὧν τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτουσιν· ἑνὸς γὰρ ὄντος τοῦ ξύλου τοῦ διπήχεος ἤγουν δύο πήχεις ἔχοντος τὸ τέλος τοῦ ἑνὸς πήχεος καὶ ἡ ἀρχὴ τοῦ ἄλλου πήχεος μία ἐστί, κεκολλημέναι γάρ εἰσι καὶ συνημμέναι καὶ οὔκ εἰσιν ἀπ᾽ ἀλλήλων διῃρημέναι· τὰ δὲ διωρισμένα, ὧν τὰ μόρια πρός τινα κοινὸν ὅρον οὐ συνάπτουσιν ὡς ἐπὶ δέκα λίθων. Ἐὰν γὰρ ἀριθμήσῃς πέντε καὶ πέντε, οὐκ ἔχουσι κοινὸν ὅρον τὸν συνάπτοντα αὐτούς· εἰ γὰρ δώσεις τι μεταξὺ τῶν πέντε καὶ τῶν πέντε, γίνονται ἕνδεκα καὶ οὐ δέκα· καὶ αὐτὸ δὲ τὸ ὄνομα δηλοῖ τοῦ συνεχοῦς καὶ τοῦ διωρισμένου. Ὑπὸ μὲν οὖν τὸ διωρισμένον ποσὸν ἀνάγεται ὁ ἀριθμὸς καὶ ὁ λόγος. Ἀριθμὸν δὲ λέγομεν ἐνταῦθα τὰ ἀριθμούμενα· τὰ γὰρ ἀριθμούμενα πάντα διωρισμένα εἰσίν, ὡς δέδεικται. Καὶ ὁ λόγος δὲ διωρισμένος ἐστίν· ὁ γὰρ λόγος ἀριθμούμενος ταῖς λέξεσιν οὐκ ἔχει κοινὸν ὅρον τὸν συνάπτοντα τὰ μόρια αὐτοῦ. Ἐὰν γὰρ ἔχῃ δέκα λέξεις ὁ λόγος καὶ διέλῃς αὐτὰς εἰς πέντε καὶ πέντε, οὐκ ἔχουσι κοινὸν ὅρον τὸν συνάπτοντα αὐτάς· ἐὰν γὰρ παρεντεθῇ τι ἐν τῷ μέσῳ, γίνονται ἕνδεκα καὶ οὐ δέκα. Ὁμοίως καὶ ἡ λέξις ἀριθμουμένη συλλαβαῖς οὐκ ἔχει κοινὸν ὅρον τὸν συνάπτοντα τὰς συλλαβάς, οἷον Σωκράτης· μεταξὺ τῆς 〈Σω〉 συλλαβῆς καὶ τῆς 〈κρα〉 οὐκ ἔστι κοινὸς ὅρος συνάπτων αὐτάς.
Συνεχῆ δὲ ποσὰ πέντε· σῶμα, ἐπιφάνεια, γραμμή, τόπος, χρόνος. Χρὴ δὲ γινώσκειν, ὅτι ἡ στιγμὴ ἄποσός ἐστιν· οὐ γὰρ μετρεῖται οὐδὲ ἀριθμεῖται, ἐπειδὴ οὐκ ἔχει οὐδεμίαν διάστασιν. Ἡ δὲ γραμμὴ ἔχει μίαν διάστασιν, ἔστι γὰρ μῆκος ἀπλατὲς οἷον· αὕτη οὖν ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγεται. Μία γὰρ οὖσα μετρεῖται καὶ τὰ μόρια αὐτῆς ἔχουσι κοινὸν ὅρον συνάπτοντα αὐτὰ τὴν μεταξὺ στιγμήν. Ἐπιφάνεια δέ ἐστι τὸ ἔξω μέρος τοῦ σώματος, παρὰ τὸ φαίνεσθαι. Ἔχει δὲ δύο διαστάσεις, μῆκος καὶ πλάτος. Καὶ αὕτη δὲ μία οὖσα μετρεῖται, καὶ τὰ μόρια αὐτῆς ἔχουσι κοινὸν ὅρον συνάπτοντα αὐτὰ τὴν μεταξὺ γραμμήν.
Χρὴ δὲ γινώσκειν, ὅτι ἡ μὲν ὁμαλὴ καὶ ἴση ἐπιφάνεια ἐπίπεδος λέγεται, ἡ δὲ ἀνώμαλος καὶ σκολιὰ ἁπλῶς ἐπιφάνεια. Τὸ δὲ σῶμα ἔχει τρεῖς διαστάσεις· μῆκος, πλάτος, βάθος ἤγουν πάχος· καὶ ἓν ὑπάρχον μετρεῖται, καὶ τὰ μόρια αὐτοῦ ἔχουσι κοινὸν ὅρον συνάπτοντα αὐτὰ τὴν ἐπιφάνειαν.
Καὶ ὁ τόπος δὲ ἐπιφάνειά ἐστι τοῦ ἀέρος· ὁ γὰρ τόπος σου ἐπιφάνεια ἤγουν τὸ τέλος τοῦ περιέχοντός σε ἀέρος ἐστὶ καὶ ὡς ἐπιφάνεια ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγεται. Καὶ ὁ χρόνος δὲ μετρεῖται εἰς τὸν παρεληλυθότα καὶ εἰς τὸν μέλλοντα, καὶ ἔχουσι τὰ μόρια αὐτοῦ κοινὸν ὅρον συνάπτοντα αὐτὰ τὸ νῦν· τὸ δὲ νῦν ἄποσόν ἐστιν. Ἰδοὺ οὖν τρία εἰσὶν ἄποσα· ἡ μονὰς καὶ ἡ στιγμὴ καὶ τὸ νῦν. Καὶ κυρίως μὲν ταῦτα τὰ ἑπτὰ λέγονται ποσά· ἀριθμός, λόγος, χρόνος, τόπος, γραμμή, ἐπιφάνεια, σῶμα.
Κατὰ συμβεβηκὸς δὲ λέγομεν ποσὰ καὶ τὰ ἐν αὐτοῖς θεωρούμενα, πρᾶξιν, κίνησιν, χρῶμα καὶ τὰ τοιαῦτα· οἷον, εἰ ἐν πολλῷ χρόνῳ γένηται ἡ πρᾶξις καὶ ἡ κίνησις, φαμὲν πολλὴν πρᾶξιν καὶ πολλὴν κίνησιν, εἰ δὲ ἐν ὀλίγῳ, ὀλίγην. Ὁμοίως καί, εἰ ἐν πολλῷ σώματι λευκότης εἴη, φαμὲν πολὺ λευκὸν, εἰ δὲ ἐν ὀλίγῳ, ὀλίγον.
Ἔτι τοῦ ποσοῦ τὸ μέν ἐστιν ὡρισμένον, τὸ δὲ ἀόριστον. Ὡρισμένον μὲν οὖν ἐστι τὸ δυνάμενον μετρεῖσθαι ἢ ἀριθμεῖσθαι, τὸ δὲ ἀόριστον τὸ ὑπεροχῇ τινι ὑπερβάλλον πᾶν μέτρον καὶ πάντα ἀριθμόν· καὶ λέγεται μέγα καὶ πολὺ ἀορίστως, ὡς λέγομεν· Πολλὴ ἡ εὐσπλαγχνία τοῦ θεοῦ, μέγα τὸ μυστήριον τῆς τοῦ θεοῦ λόγου οἰκονομίας.
Χρὴ δὲ γινώσκειν, ὅτι ὁ Ἀριστοτέλης τὸ μέγα καὶ μικρὸν πολύ τε καὶ ὀλίγον καὶ τὸ μεῖζον καὶ τὸ μικρότερον καὶ ὀλιγώτερον καὶ πλείω καὶ διπλάσιον καὶ ἥμισυ καὶ τὰ τοιαῦτα ὑπὸ τὰ πρός τι τίθησι. Λέγομεν οὖν, ὅτι δυνατὸν τὸ αὐτὸ πρᾶγμα κατ᾽ ἄλλον καὶ ἄλλον σκοπὸν ὑπὸ ἄλλην καὶ ἄλλην κατηγορίαν ἀνάγεσθαι. Ὡς μὲν γὰρ ἀριθμὸν καὶ μέτρον δηλοῦντα τὰ προειρημένα ὑπὸ τὸ ποσὸν ἀνάγονται, ὡς δὲ σχέσιν ἔχοντα πρὸς ἄλληλα καὶ ὡς πρὸς ἄλληλα λεγόμενα ὑπὸ τὰ πρός τι· τὸ γὰρ μέγα πρὸς τὸ μικρὸν λέγεται μέγα καὶ τὸ διπλάσιον πρὸς τὸ ἥμισυ, ὁμοίως καὶ τὰ λοιπά. Τὸ δὲ σῶμα, καθὸ μὲν φυσικόν ἐστιν, ὑπὸ τὴν οὐσίαν ἀνάγεται, καθὸ δὲ μαθηματικὸν ἤγουν μετρούμενον, ὑπὸ τὸ ποσόν. Ἔτι τοῦ ποσοῦ τὸ μὲν μέγεθος, τὸ δὲ πλῆθος.
Τὸ μὲν οὖν μέγεθος μετρεῖται, τὸ δὲ πλῆθος ἀριθμεῖται. Ἀκολουθεῖ δὲ τὸ πηλίκον τῷ μεγέθει, τὸ δὲ ποσὸν τῷ πλήθει. Ἴδια δέ εἰσι τοῦ ποσοῦ τρία, ἅτινα λέγονται παρακολουθήματα· πρῶτον τὸ μὴ ἔχειν τι ἐναντίον καθ᾽ αὑτό· τὸ γὰρ σῶμα αὐτὸ καθ᾽ αὑτὸ οὐκ ἔχει τι ἐναντίον, καθὸ δέ ἐστι τυχὸν λευκόν, ἔχει τι ἐναντίον, τὸ μέλαν. Χρὴ δὲ γινώσκειν, ὅτι τῷ δύο ἀριθμῷ οὐκ ἔστιν ἐναντίος ἄλλος ἀριθμός· εἰ γὰρ ἔσται, πολλοὶ ἔσονται. Πάντες γὰρ οἱ ἄλλοι ἀριθμοὶ ἐναντίοι ἔσονται, καὶ εὑρίσκεται ἡ φύσις ἄδικος ἑνὶ πολλὰ ἀντιτάξασα· οὐ γὰρ ἐνδέχεται ἑνὶ πολλὰ εἶναι ἐναντία. Δεύτερον τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον. Οὐδὲ γὰρ οἱ δύο φοίνικές εἰσι μᾶλλον δύο ἤπερ οἱ δύο ἄνθρωποι. Τὸ δὲ μὴ ἔχον ἐναντίον οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον. Τρίτον δέ, ὃ μόνῳ καὶ παντὶ τῷ ποσῷ, τὸ ἴσον καὶ ἄνισον. Γραμμὴ γὰρ γραμμῆς ἴση ἐστὶ καὶ ἄνισος.
Περὶ τῶν πρός τι. Πρός τι ταῦτά εἰσιν, ὅσα αὐτά, ἅπερ ἐστίν, ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον. Καὶ ἑτέρων μὲν εἶναι λέγεται ὡς πατὴρ υἱοῦ· ὁ γὰρ πατὴρ πάντως υἱοῦ λέγεται πατήρ. Πρὸς ἕτερον δὲ ὡς μέγα πρὸς μικρὸν καὶ πολὺ πρὸς ὀλίγον· οὐ γὰρ λέγεται ὀλίγου πολὺ ἀλλὰ πρὸς ὀλίγον.
Χρὴ δὲ γινώσκειν, ὅτι, ὅταν τι καθ᾽ ἑαυτὸ θεωρῆται, οὐκ ἔστι πρός τι, ἡνίκα δὲ σχῇ σχέσιν πρὸς ἕτερον, τότε λέγεται πρός τι. Ὥστε τοῦτό ἐστι τὸ εἶναι τῶν πρός τι καὶ αὕτη αὐτῶν ἐστιν ἡ ὑπόστασις, ἐν τῷ πρὸς ἕτερον λέγεσθαι ἤγουν ἐν τῷ ἔχειν σχέσιν πρὸς ἕτερον· ἡ γὰρ πρὸς ἄλληλα σχέσις τὰ πρός τι ποιεῖ.
Τῶν δὲ πρός τι τὰ μὲν ἐν τῷ αὐτῷ ὀνόματι ὀνομάζονται, ὡς φίλος φίλου φίλος, ἐχθρὸς ἐχθροῦ ἐχθρός, τὰ δὲ ἑτέρῳ ὀνόματι, ὡς πατὴρ υἱοῦ πατήρ, διδάσκαλος μαθητοῦ διδάσκαλος. Πάλιν τῶν πρός τι τὰ μὲν καθ᾽ ὑπεροχήν, ὡς τὸ μεῖζον ἐλάττονος μεῖζον, —τὰ δὲ κατὰ τὸ κρῖνον καὶ κρινόμενον, ὡς ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη· ἡ γὰρ ἐπιστήμη κρίνει τὸ ἐπιστητὸν ἤγουν ἡ γνῶσις κρίνει τὸ γνωστόν, καὶ αἴσθησις αἰσθητοῦ αἴσθησις καὶ θέσις θετοῦ θέσις καὶ στάσις στατοῦ στάσις καὶ ἀνάκλισις ἀνακλιτοῦ ἀνάκλισις καὶ τὰ τοιαῦτα· —τὰ δὲ κατὰ δύναμιν καὶ ἀδυναμίαν, δύναμιν μὲν ὡς τὸ θερμὸν καὶ τὸ θερμαινόμενον, ἀδυναμίαν δὲ τὸ κατὰ στέρησιν τῆς δυνάμεως, ὡς λέγομεν ἀδυναμίαν ἔχειν τὴν ὄψιν ὁρᾶν τὴν ἄναστρον σφαῖραν· — τὰ δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατόν, ὡς πατὴρ υἱοῦ πατήρ.
Ἴδιον δὲ τῶν πρός τι τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι· φίλος γὰρ φίλου φίλος καὶ φίλος φίλου φίλος, διδάσκαλος μαθητοῦ διδάσκαλος καὶ μαθητὴς διδασκάλου μαθητής· —καὶ τὸ ἅμα τῇ φύσει εἶναι. Τὸ δὲ ἅμα τῇ φύσει ἐστὶ τὸ συνεισφέρειν καὶ συνεισφέρεσθαι καὶ συναναιρεῖν καὶ συναναιρεῖσθαι· πατρὸς γὰρ ὄντος πάντως καὶ υἱὸς ἔσται, καὶ υἱοῦ ὄντος πάντως καὶ πατὴρ ἔσται καὶ πατρὸς μὴ ὄντος οὐδὲ υἱὸς ἔσται, — τίνος γὰρ ἔσται υἱὸς μὴ ὄντος πατρός; —καὶ υἱοῦ μὴ ὄντος οὐδὲ πατὴρ ἔσται· ὁ γὰρ μὴ ἔχων υἱὸν οὐκ ἔσται πατήρ. Ὥστε συναναιρεῖται ὁ υἱὸς τῷ πατρὶ καὶ ὁ πατὴρ τῷ υἱῷ, συναναιρεῖται δὲ οὐχ ἡ ὑπόστασις αὐτοῦ ἀλλ᾽ ἡ σχέσις. Εἰ γὰρ καὶ μένει ὁ υἱός, ἀλλ᾽ οὐχ υἱὸς μένει· μὴ ἔχων γὰρ πατέρα πῶς ἔσται υἱός; Εἰ δὲ καὶ λέγομεν υἱὸν τοῦ τετελευτηκότος, ἢ οὐ κυρίως λέγομεν ἀλλὰ καταχρηστικῶς, ἢ ὡς μὴ ἀπολομένου τοῦ πατρὸς καὶ εἰς τὸ μὴ εἶναι χωρήσαντος διὰ τὸ τῆς ψυχῆς ἀθάνατον.
Χρὴ δὲ εἰδέναι, ὅτι ἑκάστη κατηγορία γενικώτατον γένος ἐστὶ καὶ ἔχει καὶ γένη καὶ εἴδη ὑπάλληλα καὶ διαιρετικὰς τῶν γενῶν καὶ συστατικὰς τῶν εἰδῶν διαφορὰς καὶ εἰδικώτατα εἴδη καὶ ἄτομα· οὔτε δὲ αἱ συστατικαὶ διαφοραὶ λέγονται οὐσιώδεις, εἰ μὴ μόνης τῆς οὐσίας, οὐδὲ τὰ ἄτομα λέγονται ὑποστάσεις, εἰ μὴ τῆς οὐσίας μόνης.
Χρὴ δὲ εἰδέναι, ὅτι καὶ αὐτὴ ἡ οὐσία ὡς γένος καὶ σχέσιν ἔχον πρὸς ἕτερον ὑπὸ τὰ πρός τι ἀνάγεται· τὸ γὰρ γένος εἰδῶν ἐστι γένος καὶ τὰ εἴδη γένους εἰσὶν εἴδη καὶ τῶν πρός τί εἰσιν. Ἔτι τὰ πρός τι καὶ πρὸς ἀντιστρέφοντα λεγόμενα ἢ ἐν τοῖς αὐθεδράστοις ἔχουσι τὴν σχέσιν ἤγουν οὐσίαις, ἢ οὐκ ἐν τοῖς αὐθεδράστοις ἤγουν συμβεβηκόσι. Καὶ εἰ ἐν τοῖς αὐθεδράστοις, ἢ φυσικὴ αὐτῶν ἐστιν ἡ σχέσις ὡς πατρὸς καὶ υἱοῦ, ἢ οὐ φυσική. Εἰ δὲ οὐ φυσική, ἢ τυχικὴ ὡς δοῦλος καὶ δεσπότης ἢ τεχνικὴ ὡς μαθητὴς καὶ διδάσκαλος ἢ προαιρετικὴ ὡς φίλος καὶ φίλος, ἐχθρὸς καὶ ἐχθρός. Εἰ δὲ οὐκ ἐν τοῖς αὐθεδράστοις ἀλλ᾽ ἐν τοῖς συμβεβηκόσιν, ἢ φυσικὴ ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ, ἢ οὐ φυσική.
Χρὴ δὲ τὰ πρός τι πρότερον ὑπ᾽ ἄλλην κατηγορίαν ἀνάγεσθαι ὡς καθ᾽ ἑαυτὸ θεωρούμενον καὶ τότε ὡς σχέσιν ἔχον πρὸς ἕτερον ὑπὸ τὰ πρός τι· δεῖ γὰρ πρότερον εἶναί τι ἀσχέτως καὶ τότε θεωρεῖσθαι ἐν αὐτῷ σχέσιν.
Περὶ ποιοῦ καὶ ποιότητος. Ποιότης ἐστί, καθ᾽ ἣν ποιοί τινες ὀνομάζονται. Καὶ πάλιν ποιότης ἐστί, καθ᾽ ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγεται· ἐκ τῆς φρονήσεως φρόνιμος λέγεται ὁ ἔχων τὴν φρόνησιν καὶ θερμὸς ὁ μετέχων θερμότητος.
Χρὴ δὲ εἰδέναι, ὅτι τὸ ποιὸν καθολικώτερόν ἐστι τῆς ποιότητος· τὸ γὰρ ποιὸν σημαίνει τὴν ποιότητα καὶ τὸ μετέχον αὐτῆς ἤγουν τὴν θερμότητα καὶ τὸ θερμόν, τὸ ἔχον τὴν θερμότητα· ποιοὶ μὲν γάρ εἰσιν οἱ ἔχοντες τὴν ποιότητα, οἷον οἱ ἔχοντες θερμότητα θερμοὶ λέγονται.
Οἱ μὲν θερμοὶ ποιοί εἰσιν, ἡ δὲ θερμότης ποιότης. Λέγεται δὲ πολλάκις καὶ αὐτὴ ἡ ποιότης ποιόν, ὁμοίως καὶ ἐπὶ τοῦ ποσοῦ καὶ τῆς ποσότητος. Τῶν δὲ ποιοτήτων αἱ μὲν τοῖς ἐμψύχοις {καὶ λογικοῖς} ἐνυπάρχουσι σώμασιν ὡς ἐπιστῆμαι καὶ ἀρεταί, νόσοι καὶ ὑγίεια, καὶ λέγονται ἕξεις καὶ διαθέσεις, αἱ δὲ καὶ τοῖς ἐμψύχοις καὶ τοῖς ἀψύχοις ὡς θερμότης, ψύξις, μορφή, σχῆμα, δύναμις καὶ ἀδυναμία. Τούτων δὲ αἱ μέν εἰσι δυνάμει, αἱ δὲ ἐνεργείᾳ· καὶ εἰ μὲν δυνάμει, ποιοῦσι δύναμιν καὶ ἀδυναμίαν· εἰ δὲ ἐνεργείᾳ, ἢ διὰ βάθους κεχωρήκασιν, ὡς ἡ θερμότης δι᾽ ὅλου τοῦ πυρὸς καὶ ἡ λευκότης δι᾽ ὅλου τοῦ γάλακτος καὶ τῆς χιόνος καὶ ποιεῖ πάθος καὶ παθητικὴν ποιότητα, ἢ ἐπιπολῆς καὶ ποιοῦσι σχῆμα καὶ μορφήν.
Εἰσὶν οὖν τῆς ποιότητος εἴδη τέσσαρα· ἕξις καὶ διάθεσις, δύναμις καὶ ἀδυναμία, πάθος καὶ παθητικὴ ποιότης, σχῆμα καὶ μορφή. Διαφέρει δὲ ἕξις διαθέσεως, ὅτι ἡ μὲν ἕξις δυσμετάβλητός ἐστι καὶ χρονιωτέρα οἷον ἡ φρόνησις· οὐ γὰρ ταχὺ μεταβάλλεταί τις τῆς φρονήσεως εἰς ἀφροσύνην. Ὁμοίως καὶ ἡ ἐπιστήμη, ὅτε ἀκριβῶς τις ἐπίσταται, δυσμετάβλητός ἐστιν ἐν αὐτῷ ἡ γνῶσις, ἕξις ἐστί, καὶ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη καὶ ἡ δικαιοσύνη ὁμοίως. Διαθέσεις δέ εἰσι τὰ εὐκίνητα καὶ ταχέως μεταβάλλοντα οἷον θερμότης, ψύξις, νόσος, ὑγίεια καὶ τὰ τοιαῦτα· διάκειται μὲν γὰρ κατὰ ταῦτα ὁ ἄνθρωπος, ταχέως δὲ μεταβάλλεται ἐκ θερμοῦ ψυχρὸς γινόμενος καὶ ἐκ νόσου ὑγιής. Καὶ αὐτὰ δὲ ταῦτα οἷον ἡ νόσος καὶ ἡ ὑγίεια καὶ τὰ τοιαῦτα, ἐὰν ὦσι μόνιμα καὶ δυσμετάβλητα, ἕξεις εἰσί. Καθολικωτέρα δέ ἐστιν ἡ διάθεσις· ἀμφότεραι μὲν γὰρ διαθέσεις λέγονται, διάκειται γάρ πως κατὰ ταύτας ὁ ἄνθρωπος, ἀλλ᾽ ἡ μὲν δυσμετάβλητος διάθεσις ἕξις λέγεται, ἡ δὲ εὐμετάβλητος διάθεσις μόνον.
Δεύτερον εἶδος ποιότητος δύναμις καὶ ἀδυναμία, ἅτινα οὔκ εἰσιν ἐνεργείᾳ, ἔχουσι δὲ ἐπιτηδειότητα καὶ δύναμιν φυσικὴν ἢ ἀνεπιτηδειότητα, ὥς φαμεν τὸν μὲν παῖδα δυνάμει μουσικόν, εἰ γὰρ καὶ μὴ ἔχει ἐνεργείᾳ τὴν μουσικήν, ἀλλ᾽ ἔχει ἐπιτηδειότητα πρὸς τὸ δέξασθαι τὴν μουσικήν, τὸ δὲ ἄλογον ἄμουσον ὡς μήτε ἐνεργείᾳ ἔχον τὴν μουσικὴν μήτε δυνάμενον αὐτὴν δέξασθαι· καὶ τὸ σκληρὸν δὲ δύναμιν ἔχει τοῦ μὴ ταχέως διαιρεῖσθαι.
Τρίτον εἶδος παθητικὴ ποιότης καὶ πάθος οἷον θερμότης, λευκότης, ψύξις, μελανία καὶ τὰ τοιαῦτα. Τὸ μὲν οὖν πάθος εὐαπόβλητόν ἐστιν ὡς ἡ διάθεσις, ὡς ἄν τις ἢ διὰ αἰδὼ ἢ διὰ φόβον ὠχριάσῃ ἢ ἐρυθριάσῃ, ἡ δὲ παθητικὴ ποιότης δυσκίνητος καὶ δυσμετάβλητός ἐστι. Τῶν δὲ παθητικῶν ποιοτήτων τινὲς μὲν ἀπὸ πάθους οὐ γεγένηνται ἤγουν οὐκ ἀλλαχόθεν, ἀλλὰ κατ᾽ οὐσίαν ὑπάρχουσιν ὡς τῷ πυρὶ ἡ θερμότης καὶ τῷ μέλιτι ἡ γλυκύτης· οὔτε γὰρ τῷ πυρὶ ἐπίκτητος ἡ θερμότης οὐδὲ τῷ μέλιτι ἡ γλυκύτης, οὔτε πρότερον μὴ ὄντα τοιαῦτα ὕστερον προσελάβοντο τὴν θερμότητα καὶ τὴν γλυκύτητα, ὅμως δὲ τὸ αὐτὸ πάθος ποιοῦσι κατὰ τὴν ἡμετέραν αἴσθησιν· τὸ μὲν γὰρ πῦρ θερμὸν ὂν θερμαίνει ἡμᾶς καὶ τὸ μέλι γλυκὺ ὂν γλυκαίνει ἡμᾶς· —τινὲς δὲ ἀπό τινος πάθους ἤγουν κράσεως γεγόνασι καὶ ποιοῦσιν ἐνίοτε πάθος κατὰ τὴν ἡμετέραν αἴσθησιν ἀλλ᾽ οὐ τὸ αὐτὸ πάθος καὶ τὴν αὐτὴν ποιότητα, ἣν ἔχουσιν, οἷά εἰσι τὰ χρώματα· τὸ γὰρ λευκὸν ἔκ τινος πάθους καὶ κράσεως γινόμενον πάθος μὲν ποιεῖ περὶ τὴν ὅρασιν ἤγουν τὴν διάκρισιν καὶ ἐξάπλωσιν καὶ φωτισμόν, οὐ λευκαίνει δὲ ἡμᾶς. Ἡ οὖν παθητικὴ ἡ μὴ οὖσα ἐπίκτητος ἢ παντὶ τῷ εἴδει ἐνυπάρχει ὡς ἡ θερμότης ὅλῳ τῷ πυρί, ἢ οὐ παντὶ ὡς ἡ μελανία τοῖς Αἰθίοψιν· οὐ γὰρ πάντες οἱ ἄνθρωποι μέλανες. Ταῦτα δὲ οὐ μόνον περὶ σῶμα θεωρεῖται ἀλλὰ καὶ περὶ ψυχήν.
Τέταρτον εἶδος ποιότητος σχῆμα καὶ μορφή. Τὸ μὲν οὖν σχῆμα ἐπὶ τῶν ἐμψύχων καὶ ἐπὶ τῶν ἀψύχων φέρεται, ἡ δὲ μορφὴ ἐπὶ τῶν ἐμψύχων μόνον. Εἰ δὲ ῥηθῇ ἐπὶ τῶν ἀψύχων μορφὴ ἢ εὔμορφον, οὐ κυρίως ἀλλὰ καταχρηστικῶς λέγεται. Καθολικώτερον οὖν ἐστι τὸ σχῆμα· καὶ ἡ μορφὴ γὰρ καλεῖται σχῆμα. Τὸ δὲ τῶν ἀψύχων σχῆμα οὐ καλεῖται μορφή. Ἡ δὲ εὐθύτης ἤγουν ὀρθότης καὶ ἡ καμπυλότης ἤγουν στρεβλότης τῆς ποιότητός εἰσιν.
Χρὴ γινώσκειν, ὅτι τὰ ποιὰ ὡς ἐπὶ τὸ πλεῖστον παρωνύμως ἀπὸ τῶν ποιοτήτων λέγονται ὡς ἀπὸ τῆς θερμότητος θερμόν, τινὰ δὲ καὶ ὁμωνύμως ὡς μουσικὴ ἐπιστήμη καὶ μουσικὴ γυνὴ ἡ ἔχουσα τὴν μουσικὴν ἐπιστήμην, τινὰ δέ, εἰ καὶ σπανίως, ἑτερωνύμως ὡς ἀπὸ τῆς ἀρετῆς σπουδαῖος· ὁ γὰρ ἐνάρετος σπουδαῖος λέγεται.
Χρὴ γινώσκειν, ὅτι τὸ πάθος διττόν· ἢ γὰρ ἐν τῷ ἤδη πεπονθέναι λέγεται, καὶ ἀνάγεται ὑπὸ τὴν ποιότητα, ὡς τὸ ἤδη λελευκασμένον ἱμάτιον λέγεται λευκόν, ἢ ἐν τῷ νῦν πάσχειν, καὶ ἀνάγεται ὑπὸ τὴν τοῦ πάσχειν κατηγορίαν, ὡς τὸ μήπω λευκανθὲν ἀλλὰ νῦν λευκαινόμενον.
Χρὴ γινώσκειν, ὡς οὔκ εἰσιν αἱ ποιότητες σώματα ἀλλὰ ἀσώματοι. Εἰ γὰρ ἦσαν σώματα, ὑπὸ τὴν οὐσίαν ἦσαν· καὶ πάντα δὲ τὰ συμβεβηκότα ἀσώματά εἰσι καὶ καθ᾽ ἑαυτὰ ἀνύπαρκτα, εἰ μὴ ἐν τῇ οὐσίᾳ θεωρηθῶσι.
Χρὴ γινώσκειν, ὅτι αἱ οὐσιώδεις ποιότητες ὑπὸ τὴν οὐσίαν ἀνάγονται· μέρη γὰρ αὐτῆς εἰσιν ὡς διαιροῦντα αὐτὴν καὶ εἰς τὸν ὁρισμὸν τῶν εἰδῶν αὐτῆς λαμβανόμενα, ὑφ᾽ ἣν δὲ κατηγορίαν τὸ ὅλον, ὑπὸ ταύτην καὶ τὰ μέρη αὐτοῦ ἀναχθήσονται. Τὸ βαρὺ καὶ κοῦφον ἢ ἐν ὄγκοις θεωρεῖται ὡς ἐπὶ τῶν σταθμιζομένων καὶ ἀνάγεται ὑπὸ τὸ ποσόν, ἢ ἐν οὐσίᾳ ὡς ἐν τοῖς στοιχείοις ἤγουν πυρὶ καὶ γῇ καὶ ἀνάγονται ὑπὸ τὴν οὐσίαν ὡς οὐσιώδεις διαφοραί, ὁμοίως καὶ τὸ πυκνὸν καὶ μανὸν ἤγουν ἀραιόν· ἢ γὰρ οὐσιωδῶς ἐν τοῖς στοιχείοις καὶ ἀνάγονται ὑπὸ τὴν οὐσίαν, ἢ ἐπεισάκτως ἐν ἱματίοις καὶ ἀνάγονται ὑπὸ τὴν κεῖσθαι κατηγορίαν, θέσει γάρ εἰσι.
Τρία δέ εἰσιν ἴδια τῆς ποιότητος ἤγουν παρακολουθήματα· πρῶτον τὸ ἐναντιότητα ἐπιδέχεσθαι· τὸ γὰρ θερμὸν ἐναντίον τῷ ψυχρῷ καὶ τὸ λευκὸν τῷ μέλανι· δεύτερον τὸ μᾶλλον καὶ ἧττον· ἔνθα γὰρ ἐναντιότης ἐστί, καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον εὑρίσκεται. Τὸ δὲ μᾶλλόν ἐστιν ἐπίτασις, καὶ τὸ ἧττον ὕφεσις. Ἐνδέχεται οὖν εἰπεῖν τόδε τὸ εἶδος μᾶλλον τοῦδε λευκὸν καὶ ἧττον ψυχρόν. Τρίτον παρακολούθημα, τὸ καὶ ἰδιώτατον τοῦ ποιοῦ, τὸ ὅμοιον καὶ ἀνόμοιον. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ σχῆμα οὐκ ἔχει ἐναντίον.
Χρὴ γινώσκειν, ὅτι οὐ πᾶσαι αἱ στερήσεις ἀποφατικῶς λέγονται, ἀλλὰ καὶ στερήσεις εἰσὶ καταφατικῶς λεγόμεναι ὡς τυφλότης καὶ κωφότης. Καὶ πάλιν οὐ πᾶν εἶδος καταφατικῶς ὀνομάζεται ἀλλὰ καὶ ἀποφατικῶς, ὥσπερ ἡ ἀκολασία εἶδος οὖσα οὐ καταφατικῶς ἀλλ᾽ ἀποφατικῶς ὠνομάσθη· ἡ γὰρ κατάθεσις κατάφασις λέγεται οἷον ‘καλός ἐστιν’, ἡ δὲ ἄρνησις ἀπόφασις οἷον ‘οὐκ ἔστι καλός’· ὅτε δὲ λέγομεν ‘ἄνομος εἶ’, τὸ 〈α〉 ἄρνησιν σημαίνει ὡς τὸ οὔ.
Εἰ δὲ λέγεται τόδε τὸ λευκὸν ἴσον εἶναι τῷδε τῷ λευκῷ, οὐ καθὸ ποιότης λέγεται ἴσον εἶναι ἀλλὰ καθὸ ποσότης καὶ τὸ εἶναι τὴν ἐπιφάνειαν ταύτην ἴσην ἐκείνῃ τῇ ἐπιφανείᾳ, ὡς καὶ ἐν τῷ ποσῷ τὸ ὅμοιον καὶ ἀνόμοιον θεωρεῖται οὐ καθὸ ποσόν, ἀλλὰ καθὸ μετέχει ποιότητος.
Περὶ τοῦ ποιεῖν καὶ πάσχειν. Χρὴ γινώσκειν, ὅτι ἡ ποίησις καὶ ἡ πάθησις ἤγουν ἡ ποιητικὴ δύναμις καὶ ἡ παθητικὴ ὑπὸ τὴν ποιότητά εἰσι, τὸ δὲ ποιεῖν καὶ τὸ πάσχειν οὐσία τίς ἐστι τοιῶσδε ἐνεργοῦσα ἢ πάσχουσα. Ποιεῖν οὖν ἐστι τὸ ἐν ἑαυτῷ ἔχειν τὴν αἰτίαν τῆς ἐνεργείας, πάσχειν δὲ τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ ἔχειν τὴν αἰτίαν τοῦ πάσχειν ὡς ὁ δημιουργὸς καὶ τὸ δημιουργούμενον· ὁ μὲν γὰρ δημιουργὸς ἐν ἑαυτῷ ἔχει τὴν αἰτίαν τῆς δημιουργίας, τὸ δὲ δημιουργούμενον ἐν μὲν τῷ δημιουργῷ τὴν ἀρχὴν τῆς δημιουργίας, ἐν ἑαυτῷ δὲ τὴν ἐπιτηδειότητα τῆς παθήσεως. Δημιουργὸν δὲ ἐνταῦθα τὸν τεχνίτην λέγομεν οἷον τέκτονα, δημιουργούμενον δὲ τὴν ὕλην τὴν ὑποκειμένην τῷ τεχνίτῃ οἷον τὴν ξυλήν· αὕτη γὰρ ὑπόκειται τῷ τέκτονι.
Τοῦ δὲ ποιεῖν καὶ τοῦ πάσχειν τὰ μὲν ἁπλῶς λέγονται ποιεῖν ὡς ἐπὶ τῶν ποιητικῶν τεχνῶν οἷον τεκτονικῆς, χαλκευτικῆς καὶ τῶν τοιούτων, ἐφ᾽ ὧν καὶ μετὰ τὸ παύσασθαι τὸν ποιοῦντα διαμένει τὸ ποίημα· τοῦ γὰρ οἰκοδόμου παυσαμένου τοῦ οἰκοδομεῖν διαμένει τὸ οἰκοδομηθέν· —τὸ δὲ λέγεται πράττειν, ἐφ᾽ ὧν οὐ διαμένει τὸ πραττόμενον παυσαμένου τοῦ πράττοντος· παυσαμένου γὰρ τοῦ αὐλητοῦ οὐ διαμένει ἀλλ᾽ ἀπόλλυται ἡ αὔλησις· —τὸ δὲ λέγεται θεωρεῖν ὡς τὸ ἀστρονομεῖν, γεωμετρεῖν, νοεῖν καὶ τὰ τοιαῦτα, ἔτι καὶ τὰ θεωρούμενα εἴδη ἐν τοῖς ἀψύχοις οἷον πυρί, λίθῳ, ξύλῳ καὶ τοῖς τοιούτοις. Τὰ μὲν οὖν πρῶτα ἐπὶ τῶν λογικῶν εἰσι, τὸ δὲ ἔσχατον ἐπὶ τῶν ἀψύχων καὶ ἀλόγων· οὐ καθὸ γὰρ ἔμψυχον ποιεῖ ἀλλὰ καθὸ σῶμα πλησιάζον σώματι.
Δύο δὲ ἔχει ἴδια· πρῶτον τὸ ἐπιδέχεσθαι ἐναντιότητα, τὸ γὰρ θερμαίνειν ἐναντίον ἐστὶ τοῦ ψύχειν· δεύτερον τὸ μᾶλλον καὶ ἧττον· ἐνδέχεται γὰρ μᾶλλον θερμαίνειν καὶ ἧττον ψύχειν, ὁμοίως καὶ θερμαίνεσθαι καὶ ψύχεσθαι.
Ἐν πάσαις οὖν ταῖς κατηγορίαις θεωρεῖται τὸ ποιεῖν καὶ πάσχειν· ἐν μὲν τῇ οὐσίᾳ τὸ γεννᾶν καὶ γεννᾶσθαι, ἐν δὲ τῷ ποσῷ ἀριθμεῖν καὶ ἀριθμεῖσθαι, ἐν δὲ τοῖς πρός τι διπλασιάζειν καὶ διπλασιάζεσθαι, ἐν τῇ ποιότητι λευκαίνειν καὶ λευκαίνεσθαι, ἐν τῷ κεῖσθαι καθίζειν καὶ καθέζεσθαι, ἐν τῷ ἔχειν φορεῖν καὶ φορεῖσθαι, ἐν τῇ ποῦ περιέχειν καὶ περιέχεσθαι, καὶ ἐν τῇ ποτὲ περιέχεσθαι καὶ περιέχειν ἐν τῷ ἐνεστῶτι καὶ παρεληλυθότι καὶ μέλλοντι χρόνῳ.
Περὶ τοῦ κεῖσθαι. Κεῖσθαί ἐστι τὸ ἔχον θέσιν πως πρὸς ἕτερον οἷον τὸ σῶμα τὸ κείμενόν πως πρὸς τὴν τοιαύτην θέσιν ἢ πρὸς ἀνάκλισιν ἢ καθέδραν ἢ στάσιν. Εἴδη δὲ τοῦ κεῖσθαι τρία· τὸ ἵστασθαι, τὸ καθῆσθαι, τὸ ἀνακλίνεσθαι· τὸ μὲν γὰρ ὀρθὸν εἶναι τὸ ἵστασθαι ποιεῖ, τὸ δὲ κατὰ μέρος μὲν κεῖσθαι, κατὰ μέρος δὲ ἵστασθαι ποιεῖ τὸ καθῆσθαι, τὸ δὲ παντελῶς κεῖσθαι ποιεῖ τὸ ἀνακλίνεσθαι. Οὐ δηλοῖ δὲ τὸ κεῖσθαι οὐδὲ τὸ κείμενον οὐδὲ τὸν τόπον ἀλλὰ αὐτὴν τὴν θέσιν τοῦ κειμένου πρὸς τὸν τόπον.
Τῶν δὲ κειμένων τὰ μὲν κατὰ φύσιν κεῖνται ὡς τὰ στοιχεῖα ἐν τοῖς οἰκείοις τόποις οἷον γῆ, ὕδωρ, ἀήρ, πῦρ καὶ τὰ τοιαῦτα, τὰ δὲ κατὰ θέσιν καὶ τέχνην ὡς ἀνδριάς, κίων καὶ τὰ τοιαῦτα. Λοιπὸν ἐπιδιαίρεσις ἡ λέγουσα, ὅτι τῶν κειμένων τὰ μὲν στάσιμα ὡς γῆ, τὰ δὲ κινούμενα ὡς τὰ οὐράνια σώματα. Ἔτι τῶν κειμένων τὰ μὲν δυνάμει κεῖνται ἤγουν τὰ δυνάμενα μετέρχεσθαι, τὰ δὲ ἐνεργείᾳ, ὡς ὅπου κεῖνται.
Περὶ τῆς ποῦ. Τὸ ποῦ τόπον σημαίνει· ἐρωτώμενοι γὰρ ‘ποῦ ἐστιν ὁ δεῖνα’ φαμὲν ‘ἐν τῷ οἴκῳ, ἐν τῇ πόλει’· ταῦτα δὲ τόπον σημαίνουσιν. Εἴδη δὲ τῆς ποῦ κατηγορίας κατὰ τὰς διαφορὰς τῶν τόπων ἄνω, κάτω, δεξιά, ἀριστερά, ἔμπροσθεν, ὄπισθεν.
Περὶ τῆς ποτέ. Τὸ ποτὲ χρόνον δηλοῖ· ἐρωτώμενοι γὰρ ‘πότε ἐγένετο τόδε;’ λέγομεν ‘πέρυσι, προπέρυσι’, ἅτινα χρόνον σημαίνουσιν. Εἴδη δὲ τῆς ποτὲ κατηγορίας εἰσὶ τοσαῦτα, ὅσαι αἱ τοῦ χρόνου διαφοραί. Τρεῖς δέ εἰσιν αὗται· ἐνεστώς, παρῳχημένος, μέλλων.
Περὶ τοῦ ἔχειν. Τὸ ἔχειν ἐστὶν οὐσία περὶ οὐσίαν. Δηλοῖ δὲ τὸ περιέχειν ἢ περιέχεσθαι καὶ μὴ εἶναί τι μέρος τοῦ πράγματος. Καὶ περιέχει μὲν χιτών, ὅπλα καὶ τὰ τοιαῦτα, περιέχεται δὲ δακτύλιος καὶ εἴ τι ἕτερον τοιοῦτον σμικρόν.
Δεῖ δὲ καὶ τὸ περιέχον καὶ τὸ περιεχόμενον οὐσίας εἶναι· εἰ γὰρ τὸ μὲν οὐσία εἴη, τὸ δὲ συμβεβηκός, ὡς ἐπιστήμων καὶ ἐπιστήμη, οὐκέτι ὑπὸ τὸ ἔχειν ἀνάγεται. Διαφοραὶ δὲ τοῦ ἔχειν γίνονται κατὰ τὴν διαφορὰν τῶν ὄντων· ἢ γὰρ ἔμψυχόν ἐστιν ἢ ἄψυχον, καὶ ἔμψυχον μὲν ἔχειν λεγόμεθα ὡς παῖδα, ἵππον καὶ τὰ τοιαῦτα, ἄψυχον δὲ ὡς δακτύλιον, ὑπόδημα καὶ τὰ τοιαῦτα. Λέγεται δὲ τὸ ἔχειν καὶ κατὰ πολλῶν ἑτέρων σημαινομένων ὁμωνύμως, περὶ ὧν ὕστερον ἐροῦμεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.