Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Διαλεκτικά

Ἰωάννης ὁ Δαμασκηνός

Διαίρεση του όντος και ορισμοί της ουσίας και της φύσης

Παρουσίαση της ιεραρχικής διαίρεσης της ουσίας από το γενικότατο γένος έως τις ατομικές υποστάσεις και προσδιορισμός των εννοιών της ουσίας, της φύσης και της μορφής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 3

νʹ Τὸ ὂν (οὐκ ἔστι γένος· ἡ οὐσία πρῶτον καὶ γενικώτατον γένος) διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός, εἰς σῶμα καὶ ἀσώματον, εἰς ἔμψυχον καὶ ἄψυχον, εἰς αἰσθητικὸν καὶ ἀναίσθητον, (ὅπερ ἐστὶ τὸ ζῷον ζῳόφυτον καὶ φυτόν,) εἰς λογικὸν καὶ ἄλογον, εἰς θνητὸν καὶ ἀθάνατον, (ὅπερ ἐστὶν ἄνθρωπος,) εἰς Πέτρον, Παῦλον, Ἰωάννην καὶ τοὺς λοιποὺς ἀνθρώπους.

Ὁ Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης καὶ οἱ λοιποὶ ἄνθρωποι ὑποστάσεις καὶ πρόσωπα καὶ ἄτομα λέγονται. Καὶ τὰ μεταξὺ τῆς οὐσίας καὶ τοῦ ἀνθρώπου λέγονται γένη καὶ εἴδη ὑπάλληλα. Καὶ ταῦτά εἰσιν οὐσιώδεις καὶ φυσικαὶ διαιρέσεις καὶ συστατικαὶ καὶ εἰδοποιοὶ καὶ διαφοραὶ καὶ ποιότητες, διαιρετικαὶ μὲν τῶν ἐπάνω συστατικαὶ δὲ τῶν ὑποκάτω, εἴδη μὲν τῶν ἐπάνω γένη δὲ τῶν ὑποκάτω, εἰδοποιοὶ δὲ ὅτι αὗται συνιστῶσι τὰ εἰδικώτατα εἴδη. Ὁ ἄνθρωπος εἰδικώτατον εἶδός ἐστιν.

Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν. Οὐσία ἐστὶ πᾶν, ὅπερ αὐθυπόστατόν ἐστιν καὶ μὴ ἐν ἑτέρῳ ἔχει τὴν ὕπαρξιν. Ἐν τῇ οὐσίᾳ ἐστὶ τὸ συμβεβηκός. Οὐσία λέγεται παρὰ τὸ κυρίως εἶναι, συμβεβηκὸς λέγεται παρὰ τὸ συμβαίνειν καὶ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι καὶ παρὰ τὸ ἐνδέχεσθαι ἐν τῷ αὐτῷ πράγματι καὶ εἶναι τὸ αὐτὸ συμβεβηκὸς καὶ μὴ εἶναι ἀλλὰ τὸ ἐναντίον αὐτοῦ.

Φύσις ἐστὶν ἡ ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρεμίας, οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν, ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν· οὐ γὰρ κινεῖται ἀπὸ τόπου εἰς τόπον. Ἡ οὖν ἀρχὴ καὶ αἰτία τῆς κινήσεως καὶ τῆς ἠρεμίας αὐτῆς, καθ᾽ ἣν οὐσιωδῶς καὶ φυσικῶς πέφυκεν κινεῖσθαι καὶ ἠρεμεῖν. Φύσις λέγεται παρὰ τὸ πεφυκέναι, ὅπερ δηλοῖ τὴν οὐσίαν· ἡ γὰρ οὐσία ἐστὶν ἡ αἰτία τῆς κινήσεως αὐτῆς καὶ τῆς ἠρεμίας· ταὐτὸν οὖν ἐστι φύσις καὶ οὐσία. Λέγεται δὲ φύσις παρὰ τὸ πεφυκέναι.

Μορφή ἐστιν ἡ ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει τὸ εἰδικώτατον εἶδος, οἷον ἡ οὐσία μορφωθεῖσα ὑπὸ τοῦ σώματος τοῦ ἐμψύχου καὶ αἰσθητικοῦ καὶ ἀποτελέσασα τὸ ζῷον, πάλιν τε προσλαβοῦσα τὸ λογικὸν καὶ τὸ θνητὸν ἀποτελεῖ τὸ τοῦ ἀνθρώπου εἶδος, ὅπερ εἰδικώτατον εἶδος μορφὴ λέγεται οἷον οὐσία μεμορφωμένη. Ταὐτὸν οὖν ἐστιν οὐσία καὶ φύσις καὶ μορφή. Ὁμοούσια οὖν καὶ ὁμοφυῆ καὶ ὁμοειδῆ καὶ τῆς αὐτῆς μορφῆς τὰ ὑπὸ τὸ αὐτὸ εἰδικώτατον εἶδος ἄτομά εἰσιν. Ἑτεροούσια δὲ καὶ ἑτεροφυῆ καὶ ἑτεροειδῆ καὶ ἑτερόμορφα τὰ εἰδικώτατα εἴδη λέγονται καὶ τὰ ὑπὸ ἄλλο καὶ ἄλλο εἶδος ἄτομα. Ὁμογενῆ εἰσιν τὰ ὑπὸ τὸ αὐτὸ γένος, ἑτερογενῆ δὲ τὰ ὑπ᾽ ἄλλο καὶ ἄλλο γένος. Ἀδύνατόν ἐστιν ἐκ δύο φύσεων μίαν φύσιν σύνθετον γενέσθαι.