Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Διαλεκτικά

Ἰωάννης ὁ Δαμασκηνός

Η έννοια της υπόστασης και του ενυποστάτου

Εννοιολογική αποσαφήνιση των όρων της υπόστασης και του ενυποστάτου, με ιδιαίτερη έμφαση στη θεολογική και χριστολογική τους εφαρμογή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 3

Τὸ τῆς ὑποστάσεως ὄνομα σημαίνει ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν ἤγουν τὴν οὐσίαν, ποτὲ δὲ τὴν καθ᾽ αὑτὸ καὶ ἰδιοσύστατον ὕπαρξιν ἤγουν τὸ ἄτομον οἷον Πέτρον, Παῦλον. Οἱ δὲ ἅγιοι πατέρες ὑπόστασιν καὶ ἄτομον καὶ πρόσωπον τὸ αὐτὸ ἐκάλεσαν. Ὑπόστασίς ἐστιν τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων καθ᾽ ἑαυτὸ ἰδιοσυστάτως ὑφιστάμενον καὶ ἀριθμῷ διαφέρον· οὐ γάρ ἐστιν ὁ Πέτρος καὶ ὁ Παῦλος εἷς ἀλλὰ δύο. Εἴρηται δὲ ὑπόστασις παρὰ τὸ ὑφεστάναι. Ἓν λέγεται ἐπὶ τῆς μιᾶς φύσεως εἷς δὲ ἐπὶ τῆς μιᾶς ὑποστάσεως, οἷον Πέτρος καὶ Παῦλος εἷς οὐ λέγονται, ἐπειδὴ ἄλλη καὶ ἄλλη ὑπόστασίς εἰσιν, ἓν δὲ λέγονται, ἐπειδὴ μιᾶς φύσεώς εἰσιν. Ἄλλο λέγεται ἐπὶ τῆς διαφορᾶς τῆς φύσεως, ἄλλος δὲ ἐπὶ τῆς ὑποστάσεως, οἷον οὐ δυνάμεθα εἰπεῖν ‘ἄλλο ἐστὶν ὁ Πέτρος καὶ ἄλλο ἐστὶν ὁ Παῦλος’, ἐπειδὴ ἕν εἰσιν κατὰ φύσιν· λέγομεν δὲ ‘ἄλλος ἐστὶν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος’, ἐπειδὴ οὔκ εἰσιν εἷς ἄνθρωπος ἀλλὰ δύο.

Τὸ ἐνυπόστατον ποτὲ μὲν τὸ ὂν σημαίνει, ποτὲ δὲ τὸ ἄτομον. Κυρίως δὲ ἐνυπόστατόν ἐστιν ἢ τὸ εἰδικώτατον εἶδος διὰ τὸ μὴ καθ᾽ ἑαυτὸ θεωρεῖσθαι ἀλλ᾽ ἐν ταῖς ὑποστάσεσιν, ἢ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γένεσιν συντιθέμενον, οἷον ὁ ἄνθρωπος ἐκ ψυχῆς ἐστι καὶ σώματος. Οὔτε ἡ ψυχὴ λέγεται ὑπόστασις οὔτε τὸ σῶμα ἀλλ᾽ ἐνυπόστατα, ὅτι οὐδέποτε ὑπέστη τὸ ἓν πρὸ τοῦ ἑτέρου οὐδὲ ἐκτὸς τοῦ ἑτέρου, τὸ δὲ ἐξ ἀμφοτέρων ἀποτελούμενον ὑπόστασις ἀμφοτέρων ἐστίν. Ὅθεν καὶ ἡ τοῦ κυρίου σὰρξ οὐχ ὑπόστασις λέγεται ἀλλ᾽ ἐνυπόστατον, ἐπειδὴ οὐδέποτε καθ᾽ ἑαυτὴν ὑπέστη ἀλλ᾽ ἐν τῇ τοῦ λόγου ὑποστάσει, καὶ αὐτὴν ἔσχεν καὶ ἔχει ὑπόστασιν. Καὶ τὸ ἀνυπόστατον ποτὲ μὲν τὸ ἀνύπαρκτον δηλοῖ, ποτὲ δὲ τὸ συμβεβηκός.