Χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Δοκῶ γὰρ, ὁ Θεὸς ἡμᾶς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους.» Βουλόμενος αὐτῶν καθελεῖν τὸν τῦφον, καὶ δεῖξαι ὅτι ἐπὶ τούτοις οὐ μόνον οὐ καλλωπίζεσθαι, ἀλλὰ καὶ αἰσχύνεσθαι χρὴ, πρῶτον μὲν αὐτοὺς καταιδεῖ τῷ, Ἤδη κεκορεσμένοι ἐστέ. Νυνὶ δὲ λέγων πάλιν, Χωρὶς ἡμῶν ἐβασιλεύσατε, τοιοῦτόν τι σημαίνει· Λέγω, φησὶν, ὅτι ὁ παρὼν καιρὸς, οὐ τιμῆς, οὐ δόξης, ὧν ὑμεῖς ἀπολαύετε, ἀλλὰ καὶ ὑβρίζεσθαι καὶ διώκεσθαι, ἅπερ ἡμεῖς πάσχομεν. Εἰ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τῶν ἀμοιβῶν ὁ καιρὸς οὗτος, ὑμεῖς μὲν οἱ μαθηταὶ, καὶ ἐβασιλεύσατε λοιπόν· ἡμεῖς δὲ οἱ διδάσκαλοι, καὶ πρὸ πάντων ὀφείλοντες λαβεῖν τὸν μισθὸν, οὐ μόνον ὑμῶν ἔσχατοι γεγόναμεν, ἀλλὰ καὶ ὡς ἐπιθανάτιοι, τουτέστι κατάδικοι, διόλου ἐν ἀτιμίαις καὶ κινδύνοις καὶ λιμῷ διάγομεν. Ὑβριζόμενοί τε, ὡς μωροὶ κατελαυνόμενοι, καὶ τὰ ἀνήκεστα ὑπομένοντες. Ταῦτα δὲ ἔλεγεν, ἵνα αὐτοὺς ἐκ τούτων ποιήσῃ συνιδεῖν, ὅτι τὰ τῶν ἀποστόλων ὀφείλουσι ζηλοῦν, τοὺς κινδύνους, καὶ τὰς ὕβρεις, οὐ τὰς τιμὰς καὶ τὰς δόξας. Οὐ γὰρ ἐκεῖνα, ἀλλὰ ταῦτα ἀπαιτεῖ τὸ κήρυγμα. «Ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις.» Οὐκ ἐν μιᾷ πόλει, φησὶν, ἢ ἐν μέρει τῆς οἰκουμένης ταῦτα πάσχομεν, ἀλλὰ πανταχοῦ καὶ ἐπὶ πάντων.