Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰς ἐπιστολὰς τοῦ Παύλου

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνεία στη Β΄ Προς Κορινθίους Επιστολή

Υπόμνημα στη δεύτερη επιστολή Προς Κορινθίους, επικεντρωμένο στην υπεράσπιση του αποστολικού αξιώματος, τη διακονία της καταλλαγής και τη σημασία των θλίψεων υπέρ του Ευαγγελίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 14

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ. ΚΕΦΑΛ. ΠΡΩΤΟΝ. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ τοῦ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός.» Αἰτία δευτέρας ἐπιστολῆς Ἐγένετο τῷ Ἀποστόλῳ, τὸ ὑποσχέσθαι ἐν τῇ προτέρᾳ αὐτὸν ταχέως ἥξειν πρὸς αὐτοὺς, καὶ μὴ ἐκγενέσθαι τοῦτο ποιῆσαι. Καὶ ἑτέρα αἰτία, τὸ βελτιωθῆναι αὐτοὺς ἐκ τῆς Ἐπιστολῆς τῆς πρώτης. Προγράφει οὖν καὶ περὶ τοῦ βραδῦναι ἀπολογούμενος, καὶ τὴν ἐκ τῆς προτέρας Ἐπιστολῆς γενομένην διόρθωσιν ἀποδεχόμενος. «Τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» Πάλιν αὐτοὺς Ἐκκλησίαν καλεῖ, συνάγων εἰς ἕν. «Τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀπὸ τοῦ ἔθνους προσαγορεύει, καὶ τούτων τιμῶν τοὺς Κορινθίους. «Ὁ πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.» Τὴν αἰτίαν λέγει τῆς ἀπολείψεως. Φησὶν οὖν· Οἶδα μὲν ὑποσχόμενος ἥξειν· ἐπειδὴ δὲ διὰ τὰς θλίψεις ἐνεποδίσθην, σύγγνωτε. καὶ μὴ καταγνῶτέ τινα ὑπεροψίαν ἢ ῥᾳθυμίαν ἡμῶν. «Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω καὶ διὰ τοῦ Χριστοῦ περισσεύει ἡ παράκλησις ἡμῶν· εἴτε δὲ θλιβόμεθα ὑπὲρ τῆς ἡμῶν παρακλήσεως καὶ σωτηρίας,» Ἵνα μὴ καταβάλῃ τοὺς μαθητὰς τὸ σφόδρα ἐπαίρειν τὰς συμφορὰς, δείκνυσι πάλιν πολλὴν τὴν περιουσίαν καὶ τῆς παρακλήσεως οὖσαν, καὶ ἀνίστησιν αὐτῶν τὴν διάνοιαν· οὐ μόνον τοῦτο, ἀλλὰ τῷ ἀναμνῆσαι τοῦ Χριστοῦ, καὶ αὐτοῦ εἰπεῖν εἶναι τὰ παθήματα. Εἰπὼν δὲ μίαν καὶ πρώτην παρακλήσεως παραμυθίαν, τὸ κοινωνῆσαι Χριστῷ, λέγει καὶ δευτέραν, τὸ τὴν τῶν μαθητευομένων ἐντεῦθεν κατασκευάζεσθαι σωτηρίαν. Κατασκευάζει δὲ τοῦτο οὕτως· Εἰ μὴ ἐκηρύξαμεν, φησὶν, ὑμῖν, φοβούμενοι τὰ δεινὰ, ἐν ἐσχάτοις ἦν τὰ ὑμέτερα· νῦν δὲ ὅσῳ ἂν ἐπιτείνηται τὰ τῶν διωγμῶν τῶν ἡμετέρων, τοσούτῳ μᾶλλον ἐπιδιδόναι τὰ τῆς χρηστῆς ἐλπίδος προσδοκᾷν δεῖ. «

Τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν. Καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὸ ὑμῶν· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας,» Δείκνυσιν ὅτι μετὰ τῆς αὐτῶν ὠφελείας καὶ ἡ χάρις πολλὰ ἐνίσχυσεν ἐνεργοῦσα ἐν αὐτοῖς. «Ὅτι ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως. Οὐ γὰρ θέλω μὲν ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὑπὲρ τῆς θλίψεως ἡμῶν, τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ᾽ ὑπερβολὴν ἐβαρύνθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν.» Ὥσπερ διωκομένων ἡμῶν ἀλγεῖτε, φησὶν, ὡς αὐτοὶ τοῦτο πάσχοντες, οὕτως ἴσμεν ὅτι καὶ παρακαλουμένων, αὐτοὶ τούτων ἀπολαύετε. «Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾽ ἑαυτοῖς, ἀλλ᾽ ἐπὶ τῷ Θεῷ.» Τουτέστι, τὴν κρίσιν καὶ τὴν προσδοκίαν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τοιαύτην προσδοκίαν εἶχε τὰ πράγματα, ὅτι ἀποθανούμεθα πάντες, ἀλλ᾽ οὐ προέβη τοῦτο, ἀλλὰ μέχρι τῆς ἡμετέρας ἐννοίας ἔστη. Τὸ δὲ, ἵνα μὴ πεποιθότες ὦμεν, οὐκ ἐπειδὴ αὐτὸς οὕτω διέκειτο λέγει, ἀλλὰ τοὺς ἄλλους ἐν τοῖς ὡς περὶ αὐτοῦ λεγομένοις ῥυθμίζων. «Τῷ ἐγείροντι τοὺς νεκροὺς, ὃς ἐκ τηλικούτου θανάτου ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύσεται· εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει.» Πάλιν τοὺς περὶ ἀναστάσεως αὐτοῖς κινεῖ λόγους. «

Ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ὑμῶν.» Ἵνα τὰ πολλὰ πρόσωπα, φησὶν, αὐτῷ εὐχαριστήσῃ, ἐπειδὴ καὶ τὰ πολλὰ τὴν χάριν ἔλαβεν. Ταῦτα δὲ λέγει, ὁμοῦ μὲν καὶ εἰς τὰς ὑπὲρ ἑτέρων εὐχὰς αὐτοὺς διεγείρων, ὁμοῦ δὲ καὶ ταπεινοφροσύνην αὐτοὺς διδάσκων, καὶ εἰς ἀγάπην ἄγων. Πρὸς δὲ τούτοις κἀκεῖνο, ὅτι κἂν ἀπὸ οἰκτιρμῶν ποιήσῃ Θεὸς μέγα, ἐνταῦθα καὶ εὐχὴ συμβάλλεται. «Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι,» Τρίτην αἰτίαν παρακλήσεως τίθησιν. Αὕτη δέ ἐστιν, ἡ ἐν καθαρῷ συνειδότι πανταχοῦ τῆς οἰκουμένης ἀναστρέφεσθαι. Ταῦτα δὲ λέγει, παιδεύων αὐτοὺς καὶ ἐν ταῖς θλίψεσι μὴ καταπίπτειν, ὅταν τὸ συνειδὸς καθαρὸν ἔχωσιν. Ὁ δὲ νοῦς οὕτως· Ἡ καύχησις ἡμῶν αὕτη ἐστὶ, φησὶν, ἡ συνείδησις ἡμῶν, οὐκ ἔχουσα ἡμᾶς καταδικάζειν ὡς ἐπὶ πονηροῖς πράγμασιν ἐλαυνομένους. «Καὶ εἰλικρινείᾳ τοῦ Θεοῦ.» Τουτέστιν, οὐδὲν δολερόν. «Οὐκ ἐν σοφίᾳ σαρκικῇ.» Τουτέστιν, οὐκ ἐν κακουργίᾳ, οὐδὲ δεινότητι λόγων, ἢ συμπλοκῇ σοφοῖς χαρισμάτων. «Ἀλλ᾽ ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.» Τὴν παρ᾽ αὐτοῦ δύναμιν δεδομένην ὑμῖν διὰ τῶν σημείων ἐνδεικνύμενοι. «Οὐ γὰρ ἄλλα γράφομεν ἡμῖν, ἀλλ᾽ ἢ ἃ ἀναγινώσκετε, ἢ καὶ ἐπιγινώσκετε.»

Ἐπειδὴ μεγάλα ἐφθέγξατο περὶ ἑαυτοῦ, ὅπερ ἦν φορτικὸν, αὐτοὺς παράγει μάρτυρας τῶν λεγομένων. «Ἐλπίζω δὲ κἀγὼ, ὅτι ἕως τέλους ἐπιγνώσεσθε, καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους.

Ἀπὸ τῶν παρελθόντων πιστοῦται τὰ μέλλοντα. Εἶτα, καὶ οὐχ ἁπλῶς τοῦτο ἀπεφήνατο, ἀλλὰ τὸ πᾶν ἐπιῤῥίπτων τῷ Θεῷ, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι. »Ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ.» Ἐνταῦθα τὸν ἐκ τῶν εἰρημένων ὑποτέμνεται φθόνον ἢ ἔριδας, αὐτοὺς καὶ κοινωνοὺς ποιῶν τῆς δόξης τῶν αὐτοῦ κατορθωμάτων. Οὐ γὰρ μέχρις ἡμῶν κατήντησε, φησὶ, ἀλλὰ καὶ εἰς ἡμᾶς διαβαίνει. «Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν χάριν σχῆτε, καὶ δι᾽ ὑμῶν ἀπελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ᾽ ἡμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. Τοῦτο οὖν βουλόμενος,» Τὸ σφόδρα θαῤῥεῖν ὑμῖν, τὸ καυχᾶσθαι ἐφ᾽ ὑμῖν, καὶ καύχημα ἡμῶν ὑμᾶς εἶναι. «Μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾽ ἐμοὶ τὸ Ναὶ, ναὶ, καὶ τὸ, Οὒ, οὔ;» Τίνος ἕνεκεν οὐκ ἦλθον, φησίν; ἆρα ὡς κοῦφος καὶ εὐριπιστής; οὐδαμῶς. Ἀλλὰ διὰ τί; Ὅτι ἃ βουλεύομαι, οὐ κατὰ σάρκα βουλεύομαι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὁ σαρκικὸς ἄνθρωπος, τουτέστιν, ὁ τοῖς παροῦσι πράγμασι προσηλωμένος, καὶ τῆς τοῦ Πνεύματος ἐνεργείας ἐκτὸς τυγχάνων, πανταχοῦ ἀπιέναι δύναται, καὶ πλανᾶσθαι ὅπου βούλεται.

Ὁ δὲ ὑπὸ τοῦ Πνεύματος ἀγόμενος, οὐ τῆς ἑαυτοῦ γνώμης πανταχοῦ δύναται κύριος εἶναι, τῆς ἐκεῖθεν ἐξουσίας ἐξαρτήσας αὐτὴν, ἀλλ᾽ ὅπου ἂν ἐκεῖνο βούληται, ἄγεται, δεσποτικοῖς παλαίσμασι χρώμενος.

Τοῦτο οὖν φησιν, ὅτι Οὐκ εἰμὶ τῆς τοῦ Πνεύματος ἐκτὸς κυβερνήσεως, οὐδὲ ἐξουσίαν ἔχω βαδίζειν ὅπου βούλομαι. Καὶ γὰρ ὑπόκειμαι τῷ ἐπιτάγματι τοῦ Παρακλήτου, καὶ ἐπιτάττομαι. Διὰ τοῦτο οὐκ ἠδυνήθην ἐλθεῖν, οὐ γὰρ ἔδοξε τῷ Πνεύματι.

Τοῦτο δὲ καὶ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων γέγραπται. Ἀλλαχοῦ γὰρ Προαιρούμενον ἐλθεῖν, τὸ Πνεῦμα ἀλλαχοῦ βαδίζειν ἐκέλευσεν. Ὥστε οὐ τῆς ἐμῆς ἐλαφρίας, τουτέστιν, οὔτε τῆς κουφότητος τὸ μὴ ἐλθεῖν, ἀλλὰ τὸ, τῷ Πνεύματι ὑποκείμενον, ἐκείνῳ πείθεσθαι. «Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ, καὶ, Οὔ.» Ἀντίθεσιν ἀνακύπτουσαν λύει. Εἰ οὐκ ἔστι, φησὶ, παρὰ σοὶ τὸ Ναὶ, καὶ, Οὒ, ἀλλὰ ἃ νῦν λέγεις, ἀνατρέπεις μετὰ ταῦτα, ὥσπερ ἐπὶ τῆς ἐπιδημίας τῆς σῆς ἐποίησας, οὐαὶ ἡμῖν μή ποτε καὶ ἐν τῷ κηρύγματι τοῦτο γέγονεν. Ἵνα οὖν μὴ ταῦτα ἐννοοῦντες πράττωνται, φησὶν ὅτι οὐκ ἐπὶ τοῦ κηρύγματος οὕτως ἐγένετο. Τὰ μὲν γὰρ ἀνθρώπινα οἴονται διαψευσθῆναι, τὰ δὲ τοῦ Θεοῦ οὐχ οὕτως. Διό φησι· Πιστὸς ὁ Θεὸς, τουτέστιν ἀληθής. Μὴ τοίνυν ὑπόπτευε τὰ ἐκείνου οὕτως· οὐδὲν γὰρ ἐν αὐτοῖς ἀνθρώπινον. «Ὁ γὰρ τοῦ Θεοῦ Υἱὸς Ἰησοῦς Χριστὸς, ὁ ἐν ὑμῖν δι᾽ ἡμῶν κηρυχθεὶς, δι᾽ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναὶ, καὶ, οὔ.» Ἐπειδὴ εἶπε λόγον, ἐπάγει λοιπὸν ποῖον λόγον φησί. Τὸ δὲ, ναὶ, καὶ, οὐ, τοῦτο σημαίνει. Οὐκ ἀνέτρεψα, φησὶν, ἃ πρότερον εἶπον ἐν τῷ κηρύγματι.

Οὐδὲ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο διελέχθην ὑμῖν· τοῦτο γὰρ οὐκέτι πίστεως, ἀλλὰ πεπλανημένης διανοίας ἐστίν. «Ἀλλὰ, ναὶ, ἐν αὐτῷ γέγονε.» Τουτέστιν ὅπερ εἶπον, ἀπαρασάλευτος καὶ βέβαιος ὁ λόγος μένει. «Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τῷ ναί· διὸ καὶ δι᾽ αὐτοῦ τὸ, ἀμὴν, τῷ Θεῷ πρὸς δόξαν δι᾽ ἡμῶν.» Τοῦτό φησι, διὰ τὸ πολλὰ τὸ κήρυγμα ὑπισχνεῖσθαι, καὶ αὐτοὺς τὰ πολλὰ ταῦτα ἐπαγγέλλεσθαι, καὶ κηρύττειν. Καὶ γὰρ περὶ ἀναστάσεως διελέχθησαν, καὶ ἀναλήψεως, καὶ περὶ ἀφθαρσίας, καὶ περὶ τῶν μεγάλων ἄθλων, καὶ περὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν. Ταύτας οὖν τὰς ἐπαγγελίας μένειν φησὶν ἀκινήτους. Οὐ γὰρ ἐγένετο ἐν αὐτοῖς ναὶ καὶ οὐ, τουτέστιν, οὐ ποτὲ μὲν ἀληθῆ τὰ εἰρημένα, ποτὲ δὲ ψευδῆ, καθάπερ ἡ ἐπιδημία ἡ ἐμὴ, ἀλλ᾽ ἀεὶ ἀληθῆ.

Εἰ δὲ ἃ ὑπέσχετο, βέβαια, πολλῷ μᾶλλον αὐτὸς, καὶ ὁ περὶ αὐτοῦ λόγος. «Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν, καὶ χρίσας ἡμᾶς Θεὸς, καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.

Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν.» Τουτέστιν, ὁ μὴ ἐῶν ἡμᾶς παρασαλεύεσθαι ἐκ τῆς πίστεως τῆς εἰς Χριστὸν, καὶ αὐτὸς ὁ χρίσας ἡμᾶς, καὶ δοὺς τὸ Πνεῦμα ἐν ταῖς καρδίαις ἡμῶν, πῶς τὰ μέλλοντα οὐ δίδωσι; Τὸ δὲ χρίσας ἡμᾶς καὶ σφραγισάμενος, τὴν τοῦ Πνεύματος δωρεὰν σημαίνει. «Ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον· οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλ᾽ ὅτι συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν. Τῇ γὰρ πίστει ἑστήκατε.» ΚΕΦΑΛ. Βʹ. «Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς.» Βέλτιον γὰρ ἐνόμισα ἐνδοῦναι εἰς τὸ μετανοῆσαι, φησὶν, ἢ παρὼν ἐπεξελθεῖν καὶ παροξυνθῆναι μειζόνως. «Καὶ τίς ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;» Εἰ καὶ ἐν λύπῃ, φησὶν, ἔμελλον εἶναι, ἀναγκαζόμενος ὑμῖν ἐπιτιμᾷν καὶ ὁρᾷν λυπουμένους, ἀλλ᾽ ὅμως καὶ δι᾽ αὐτὸ τοῦτο εὐφραίνομαι. Μεγίστης γὰρ τοῦτο ἀγάπης τεκμήριον, τὸ τοσούτου παρ᾽ ὑμῖν ἄξιον εἶναί με, ὡς δύνασθαι δάκνειν ὑμᾶς ἀποστρεφόμενον. «Καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτὸ, ἵνα μὴ ἐλθὼν λύπην ἔχω, ἀφ᾽ ὧν ἔδει με χαίρειν· πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.» Τοῦτο λέγει, τὸ εἰπεῖν, ὅτι Διὰ τοῦτο οὐκ ἦλθον, φειδόμενος ὑμῶν. «Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην, ἵνα γνῶτε, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.»

Φιλοστοργίαν πολλὴν ἐνδείκνυται, εἴ γε αὐτὸς πολλῷ πλέον τῶν ἡμαρτηκότων ἀλγεῖ. «Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς.» Οἶδα, φησὶν, ὅτι συνελυπήθητέ μοι, καὶ συνηγανακτήσατε ἐπὶ τῷ πεπορνευκότι, καὶ ἐκ μέρους πάντας ὑμᾶς ἐλύπησε τὸ συμβάν. Διὰ τοῦτο δὲ εἶπον, ἐκ μέρους, οὐχ ὡς ὑμῶν ἐλάττονα ἀλγησάντων ἢ ἐγὼ, ἀλλ᾽ ἵνα μὴ βαρήσω τὸν πορνεύσαντα. «Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ὑπὸ τῶν πλειόνων.» Οὐ λέγει, τῷ πεπορνευκότι, ἀλλὰ, τῷ τοιούτῳ, κουφίζων τὸ βάρος. «Ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην· εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῷ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε.» Οὐ μόνον κελεύει λύσαι τὴν ἐπιτίμησιν, ἀλλὰ καὶ παραμυθίαν εἰσενεγκεῖν εἰς πάντα. Ἐγκωμιάζει δὲ, τῆς προτέρας ὑπακοῆς ἀναμνήσας, καὶ εἰς μέσον αὐτὴν ἄγων. «ᾯ δέ τι χαρίζεσθε, κἀγώ.» Ὅρα πῶς τὰ δευτερεῖα ἑαυτῷ δίδωσιν, ἐκείνους μὲν ἄρχοντας, ἑαυτὸν δὲ ἑπόμενον δεικνύς· ὅπερ δύναται μάλιστα μαλάξαι θρασυνομένην γνώμην. «Καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι δι᾽ ὑμᾶς.» Ἵνα μὴ ὑπτίους ποιήσῃ ὡς κυρίους ὄντας, πάλιν αὐτοὺς ἄγχει πρὸς τὸ ὑπακούειν, λέγων· Καὶ τοῦτο γὰρ αὐτὸ δι᾽ ὑμᾶς ἐποίησα. «Ἐν προσώπῳ Χριστοῦ.»

Εἰς δόξαν Χριστοῦ λέγει, ἢ ὡς τοῦ Χριστοῦ καὶ τοῦτο κελεύοντος· ὃ μαλίστα αὐτοὺς ἔπειθεν. «Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾷ.» Καλῶς πλεονεξίαν ὠνόμασεν· οὐδὲ γὰρ τὰ ἐν αὐτῷ λαμβάνει λοιπὸν, ἀλλὰ τὰ ἡμῶν ἁρπάζει. Γέγονε γὰρ ὁ μετανοήσας ἀμείνων. «Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.» Ὅτι καὶ προσχήματι εὐλαβείας ἀπόλλυσιν, οὐ μόνον τῷ εἰς πορνείαν ἀγαγεῖν, ἀλλὰ καὶ ἀπὸ τοὐναντίου δύναται διαφθεῖραι, ἐκ τῆς ἀμέτρου λύπης τῆς ἐπὶ τῇ μετανοίᾳ. «Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα διὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς, ἐξῆλθον εἰς Μακεδονίαν.» Εἰπὼν ἐν ἀρχαῖς ὅτι ἐν τῇ Ἀσίᾳ ἐβαρήθη ὑπὲρ δύναμιν, καὶ δείξας πῶς ἀπηλλάγη, καὶ τὰ ἐν μέσῳ παρελθὼν ἀναγκαίως, διδάσκει πάλιν, ὅτι καὶ ἑτέρως ἐθλίβη. Πῶς οὖν καὶ τίνι τρόπῳ; τῷ μὴ εὑρεῖν Τίτον. Οὗτος δὲ ἐν Κορίνθῳ διέτριβεν. «Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ.» Ἵνα μὴ δόξῃ ὡς θρηνῶν ταῦτα ἀποδύρεσθαι, χάριν ἀναπέμπει τῷ Θεῷ· ὃ δὲ λέγει τοιοῦτόν ἐστι.

Πανταχοῦ θλίψις, πανταχοῦ στενοχωρία. Ἦλθον εἰς τὴν Ἀσίαν, ἐβαρήθην ὑπὲρ δύναμιν. Ἦλθον εἰς Τρωάδα, οὐχ εὗρον τὸν ἀδελφόν· οὐκ ἦλθον πρὸς ἡμᾶς, οὐ μικράν μοι καὶ τοῦτο ἀθυμίαν ἐποίησεν· ἀλλ᾽ ἐν τούτοις πᾶσι, φησὶν, οὐκ ἀλγοῦμεν, ἀλλὰ καὶ χαίρομεν, οὐ μόνον διὰ τὰ μέλλοντα, ἀλλὰ καὶ διὰ τὰ παρόντα, ὅτι ἐν αὐτοῖς λαμπροί ἐσμεν καὶ προσφανεῖς. Διὸ τοῦτο καὶ θρίαμβον τὸ πρᾶγμα καλεῖ.

Ὁ γὰρ θρίαμβος τοῦτό ἐστι, τὸ πᾶσι γενέσθαι περιφανή. Καὶ οὐχ ἁπλῶς θριαμβεύοντι, εἶπεν, ἀλλὰ καὶ ἐν Χριστῷ, τουτέστι διὰ τὸν Χριστὸν καὶ τὸ κήρυγμα. «Καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν.» Δείκνυσιν ὅτι καὶ τόπος καὶ καιρὸς πᾶς τῶν ἄθλων ἐμπέπλησται τῶν ἀποστολικῶν· καὶ ἑτέρᾳ δὲ πάλιν κέχρηται μεταφορᾷ τῇ τῆς εὐωδίας. Εἶτα ἐπειδὴ εἶπε, Καὶ ἐν τοῖς ἀπολλυμένοις εὐωδία ἐσμὲν, ἵνα μή τις νομίσῃ ὅτι κἀκεῖνοι εὐπαράδεκτοί εἰσι, παρήγαγεν· Οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· τὴν εὐωδίαν ταύτην, φησὶν, οἱ μὲν οὕτως προσίενται ὥστε σωθῆναι, οἱ δὲ οὕτως ὥστε ἀπολέσθαι· ὥστε κἂν ἀπόλλυταί τις, παρ᾽ αὐτοῦ ἡ αἰτία. Ἐπεὶ πολλάκις λέγεται τὸ μύρον πνίγειν τοὺς χοίρους, καὶ τοὺς ἀσθενεῖς τῶν ὀφθαλμῶν τὸ φῶς σκοτίζει. «Καὶ πρὸς ταῦτα τίς ἱκανός;» Ἐπειδὴ μεγάλα ἐφθέγξατο, ὅτι θυσία ἐσμὲν τοῦ Χριστοῦ, καὶ εὐωδία, καὶ ἐθριαμβευόμεθα πανταχοῦ, πάλιν τῷ Θεῷ ἀνατίθησι ταῦτα· διὸ καί φησι, Καὶ πρὸς ταῦτα τίς ἱκανός; τὸ γὰρ πᾶν τοῦ Χριστοῦ, φησὶ, καὶ οὐδὲν ἡμέτερον. «Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλ᾽ ὡς ἐξ εἰλικρινείας, ἀλλ᾽ ὡς ἐκ Θεοῦ.»

Εἰ μεγάλα ἐφθεγξάμεθα, ἀλλ᾽ οὐδὲν τὸ ἡμέτερον ἔφανεν εἶναι κατόρθωμα, ἀλλὰ πάντα τοῦ Χριστοῦ.

Οὐ γὰρ μιμούμεθα τοὺς ψευδαποστόλους, τοὺς τὰ πολλὰ αὐτῶν λέγοντας εἶναι. Τοῦτο γάρ ἐστι τὸ καπηλεῦσαι, ὅταν τις νοθεύῃ τὸν οἶνον, καὶ ὅταν τις χρημάτων πωλῇ, ὃ ἐκελεύσθη δωρεὰν δοῦναι. «Καὶ ἐνώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν.» Οὐκ ἀπατῶντες ὑμᾶς αὐτὸ κηρύττομεν, οὐδὲ ἐν τῇ ἡμετέρᾳ σοφίᾳ, ἀλλὰ τῇ παρ᾽ ἐκείνου δυνάμει χορηγούμενοι.

ΚΕΦΑΛ. Γʹ. «Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν, εἰ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν συστατικῶν. Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν· γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων.» Ὅπερ ἔμελλεν αὐτῷ παρ᾽ ἐκείνων ἀνθυποφέρεσθαι, ὅτι Ἐπαίρεις σαυτὸν, τοῦτο προλαβὼν αὐτὸς λύει. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τοσοῦτον ἀπέχομεν τοῦ δεηθῆναι πρὸς ὑμᾶς συστατικῶν ἐπιστολῶν, ὡς ὑμᾶς ἀντ᾽ ἐπιστολῆς ἔχειν. Λέγει δὲ, ὡς Εἰ ἔδει πρὸς ἑτέρους συστῆναι, ὑμᾶς ἂν παρηγάγομεν εἰς μέσον ἀντὶ ἐπιστολῆς. «Φανερούμενοι, ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ᾽ ὑμῶν.» Ἐνταῦθα οὐ μόνον αὐτοῖς ἀγάπην, ἀλλὰ καὶ κατορθώματα μαρτυρεῖ. «Ἐγγεγραμμένη, οὐ μελάνι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· οὐκ ἐν πλαξὶν λιθίναις, ἀλλ᾽ ἐν πλαξὶ καρδίας σαρκίναις.» Τουτέστιν, ἣν πάντες ἴσασιν· οὕτως ὑμᾶς πανταχοῦ περιφέρομεν, καὶ ἐν νῷ ἔχομεν. «Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν.» Πάλιν τὸ ὅλον ἀνατίθησι τῷ Θεῷ. Τούτων γὰρ ἡμῖν ὁ Χριστὸς αἴτιος, φησίν. «Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν.» Ὅρα πάλιν ἑτέραν διόρθωσιν. Λέγει δέ· οὐχ οὕτως εἶπον, πεποίθησιν ἔχομεν, ὡς τὸ μὲν ἡμέτερον εἶναι, τὸ δὲ τοῦ Θεοῦ· ἀλλὰ τὸ πᾶν αὐτῷ ἀνατίθησι καὶ λογίζεται. «

Ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος.» Τὸ δὲ, ἱκάνωσεν, τουτέστι, δυνατοὺς ἐποίησε καὶ ἐπιτηδείους. Οὐ μικρὸν γὰρ προκομίσαι τῇ οἰκουμένῃ τοιαύτας νίκας, καὶ ἐντολὰς πολλῷ μείζους τῶν προτέρων. Διὸ καὶ ἐπήγαγεν, οὐ γράμματος, ἀλλὰ πνεύματος. «Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.» Ταῦτά φησιν, ἐκείνους καθαιρῶν τοὺς μεγαλοφρονοῦντας ἐπὶ τῷ Ἰουδαϊσμῷ. Οὐ γὰρ πνεῦμα, φησὶν, ἐκόμιζεν Μωϋσῆς, ἀλλὰ γράμματα· ἡμεῖς δὲ ἐπιστεύθημεν πνεῦμα διδόναι. Γράμμα δὲ ἐνταῦθα, τὸν νόμον φησὶ, τὸν κολάζοντα τοὺς πλημμελοῦντας· πνεῦμα δὲ, τὴν χάριν τὴν διὰ τοῦ Πνεύματος, τοὺς ὑπὸ τῶν ἁμαρτιῶν νεκρωθέντας ζωοποιοῦσαν. «Εἰ δὲ ἡ διακονία τοῦ θανάτου.» Ἔτι τὴν σύγκρισιν ἐξεργάζεται. Ὃ δὲ νοῦς οὗτος.

Εἰ ἐκείνη μὲν θανάτου, αὕτη δὲ δόξης διακονία, ἀναμφίβολον ὅτι ἡ δόξα αὕτη ἐκείνης μείζων ἐστί· διακονίαν δὲ θανάτου, τὸν νόμον λέγει. Διακονεῖ γὰρ εἰς θάνατον, ἐλέγχων τὰ ἁμαρτήματα. «Ἐν γράμμασιν, ἐντετυπωμένη ἐν λίθοις, ἐγεννήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ Πνεύματος ἔσται ἐν δόξῃ;

Εἰ γὰρ ἡ διακονία κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ.» Καθαιρεῖ πάλιν τὸ Ἰουδαϊκὸν φρόνημα. «Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης.

Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ.» Ἂν συγκρίνωμεν, φησὶ, ταύτην δόξαν ἐκείνῃ, οὐδὲ δόξα ἐστὶν ἡ δόξα τῆς παλαιᾶς. Οὐχ ἁπλῶς δὲ τὸ μὴ εἶναι δόξαν κατασκευάζει. Διὸ ἐπάγει, ἐν τούτῳ τῷ μέρει, τουτέστιν κατὰ τὸν τῆς συγκρίσεως λόγον. «Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παῤῥησίᾳ χρώμεθα, καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ.» Ἐπεὶ τοσαῦτα καὶ τηλικαῦτα ἀκούσας ὁ ἀκροατὴς περὶ τῆς καινῆς ἐζήτει, καὶ ὀφθαλμοφανῶς τὴν δόξαν ταύτην ἰδεῖν, ὅρα ποῦ αὐτὸν ἐξακοντίζει πρὸς τὸν μέλλοντα αἰῶνα. «Πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ, εἰς τὸ τέλος τοῦ καταργουμένου.» Οὐ χρεία καλύπτεσθαι ἡμᾶς, φησὶ, καθάπερ Μωϋσῆς.

Δυνατοὶ γὰρ ἡμεῖς ἰδεῖν εἰς τὴν δόξαν ταύτην, ἣν περικείμεθα, καίτοι πολλῷ μείζονα οὖσαν ἐκείνης. «Ἀλλ᾽ ἐπωρώθη τὰ νοήματα αὐτῶν.» Τὰ μέλλοντα, φησὶ, προέγραψεν ὁ νόμος. Οὐ γὰρ μόνον τότε οὐκ εἶδον, ἀλλ᾽ οὐδὲ νῦν ὁρῶσι τὸν νόμον· καὶ ἡ αἰτία παρ᾽ αὐτοῖς. Ἡ γὰρ πώρωσις, γνώμης ἐστὶν ἀναισθήτου καὶ ἀγνωμοσύνης. «Ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον.» Τί θαυμάζετε, φησὶν, εἰ τὴν δόξαν ταύτην ἰδεῖν οὐ δύνανται, ὅπου γε καὶ τὴν ἐλάττω τὴν Μωϋσέως οὐκ εἶδον, οὔτε εἰς τὸ πρόσωπον ἀτενίσαι ἰσχύσαντο ἐκείνου; Τί δὲ ταράττεσθε εἰ οὐ πιστεύουσιν Ἰουδαιοῖ Χριστῷ, ὅπου γε οὐδὲ τῷ νόμῳ νομίμως; Διὰ γὰρ τοῦτο καὶ τὴν χάριν ἠγνόησαν, ἐπειδὴ οὐδὲ τὴν Παλαιὰν Διαθήκην εἶδον, οὐδὲ τὴν ἐν αὐτῇ δόξαν. Δόξα γὰρ νόμου, τὸ πρὸς Χριστὸν ἐπιστρέψαι. «Ὅτι ἐν Χριστῷ καταργεῖται· ἀλλ᾽ ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» Τοῦτο, φησὶν, οὐ δύνανται εἰδεῖν, ὅτι πέπαυται, ἐπειδὴ τῷ Χριστῷ οὐ πιστεύουσιν. Εἰ γὰρ διὰ Χριστοῦ πέπαυται, πῶς οἱ μὴ δεχόμενοι τὸν Χριστὸν δυνήσονται εἰδεῖν, ὅτι οὐ κατήργηται ὁ νόμος; «Ἡνίκα δὲ ἀνεπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Δείκνυσι τὸν τρόπον τῆς διορθώσεως. «

Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι,» Ἡμεῖς, φησὶν, οὐκ ἐδεήθημεν καλύμματος ὥσπερ ἐκεῖνοι. «Τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Ἅμα τε γὰρ βαπτιζόμεθα, καὶ ὑπὲρ τὸν ἥλιον ἦ ψυχὴ λάμπει τῶν καθαιρομένων· καὶ οὐ μόνον ὁρῶμεν εἰς δόξαν τοῦ Θεοῦ, ἀλλὰ κἀκεῖθεν δεχόμεθά τινα τὴν ἀστραπὴν, ὥσπερ εἰ ἄργυρος καθαρὸς πρὸς τὰς ἀκτῖνας κείμενος, καὶ αὐτὸς ἀκτῖνας ἐκπέμψειεν.

ΚΕΦΑΛ. Δʹ. «Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν.» Αἰσθόμενος τῆς ὑπερβολῆς καὶ τοῦ μεγέθους τῶν εἰρημένων, μετριάζει πάλιν, καὶ ταῦτα ἀπὸ ἐλέους ἔχειν λέγων, καὶ φιλανθρωπίας Θεοῦ. «Ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες.» Οὐκ ἐπαγγελλόμεθα, φησὶ, καὶ ὑπισχνούμεθα μεγάλα, ἕτερα δὲ ἐπὶ τῶν ἔργων φέρομεν, καθάπερ ἐκεῖνοι· ἀλλὰ τοιοῦτοί ἐσμεν, οἷον ὁρώμεθα. «Ἐν πανουργίᾳ.» Δόξαν γὰρ εἶχον μὴ λαμβανόντων ἐκεῖνοι, καὶ ἐλάμβανον, καὶ ἔκρυπτον· δόξαν εἶχον ἁγίων καὶ ἀποστόλων δοκίμων. Ἦσαν δὲ μυρίων γέμοντες κακῶν, ἀλλ᾽ ἡμεῖς τούτοις ἀπειπάμεθα, φησίν. Ταῦτα γὰρ καὶ κρυπτὰ αἰσχύνης καλεῖ. «Μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων, ἐνώπιον τοῦ Θεοῦ.» Καὶ οὐκ ἐν τῷ βίῳ, φησὶ, μόνον τούτῳ, ἀλλὰ καὶ ἐν τῷ κηρύγματι. «Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον.» Ἐπειδὴ οἱ ἄπιστοι ἠγνόουν αὐτοῦ τὴν ἰσχὺν, ἐπήγαγεν, ὅτι οὐχ ἡμῶν τοῦτο ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων ἀναισθησίας. «Ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου, ἐτύφλωσε τὸ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.» Τουτέστιν, ὁ νομισθεὶς ἐν τῷ αἰῶνι τούτῳ Θεός.

Λέγει δὲ τὸν Σατανᾶν. «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους διὰ Ἰησοῦν.» Εἰς ἐκείνους αἰνίττεται, ὡς ἐπαίροντας ἑαυτοὺς, καὶ πείθοντας τοὺς μαθητὰς ἀπ᾽ αὐτῶν αὐτοὺς ὀνομάζειν, ὅπερ καὶ ἐν τῇ προτέρᾳ ἔλεγε. Ἐγὼ μὲν εἰμὶ Παύλου, ἐγὼ δὲ, Ἀπολλῶ. «Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἐκάλυψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν.» Διὰ τοῦτο δουλεύω, φησὶν, ἐπειδὴ κατηξίωσε λάμψαι εἰς τὰς καρδίας ὑμῶν.

Σκότος γὰρ ἦν ἐπάνω τῆς ἀβύσσου, φησὶ, καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς. «Ἐν παντὶ θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾽ οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι.» Ἔτι μένει δεικνὺς ὅτι τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον τὸ πᾶν ἐστι, καταστέλλων ἐκείνων τὰ φρονήματα.

Τί δέ ἐστι τὸ ἐν παντί; Ἐν τοῖς ἐχθροῖς, ἐν τοῖς φίλοις, ἐν τοῖς ἀναγκαίοις, ἐν ταῖς τῶν ἄλλων χρείαις. «Καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι. Πάντοτε.» Οἱ μὲν πειρασμοὶ συμβαίνουσι, φησὶν, τὰ δὲ ἀπὸ τῶν πειρασμῶν, οὐκέτι· καὶ τοῦτο δὲ διὰ τὴν τοῦ Θεοῦ δύναμιν καὶ χάριν. «Τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ, ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.» Τοὺς θανάτους λέγει τοὺς καθημερινοὺς, δι᾽ ὧν καὶ ἡ ἀνάστασις ἐδείκνυτο. Εἰ γάρ τις ἀπιστεῖ, φησὶν, ὅτι ἀποθανὼν Ἰησοῦς ἀνέστη, ἡμᾶς ὁρῶν τοὺς καθ᾽ ἑκάστην ἡμέραν ἀποθνήσκοντας καὶ ἀνισταμένους, πιστευέτω λοιπὸν τῇ ἀναστάσει. «Ἀεὶ γὰρ ὑμεῖς οἱ ζῶντες, εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν Χριστὸν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ ἡμῶν σαρκί.» Διὰ τοῦτο παραδιδόμεθα, φησὶν, ἵνα ἡ δύναμις αὐτοῦ τῆς ζωῆς φανερωθῇ, μὴ συγχωροῦντος σάρκα ἀνθρωπίνην τοσαῦτα πάσχουσαν ὑπὸ τῆς νιφάδος τῶν κακῶν νικηθῆναι. «Ὥστε θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.» Οὐκέτι περὶ τοῦ Ἰησοῦ θανάτου λέγει, ἀλλὰ περὶ πειρασμῶν καὶ ἀνέσεως. Ἡμεῖς μὲν γὰρ ἐν κινδύνοις· καὶ πειρασμοῖς, φησίν· ὑμεῖς δὲ ἐν ἀδείᾳ τὴν ἐκ τούτων τῶν κινδύνων καρπούμενοι ζωὴν, καὶ τὰ μὲν ἐπικίνδυνα ἡμεῖς ὑπομένομεν, τῶν δὲ χρηστῶν ὑμεῖς ἀπολαύετε. «

Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν.» Ἀνέμνησεν αὐτοὺς ψαλμοῦ ἱκανοῦ μάλιστα ἐν κινδύνοις ἀλείφειν. Τὴν γὰρ ᾠδὴν ταύτην ἐν τοῖς αὐτοῖς κινδύνοις ὢν ὁ δίκαιος ἐκεῖνος ἐφθέγξατο.

Τὸ δὲ, αὐτὸ Πνεῦμα συμμαχίας, τουτέστιν ἀπὸ τῆς αὐτῆς δημιουργίας, ἀφ᾽ ἧς ἐκεῖνος ἐσώθη, καὶ ἡμεῖς σωζόμεθα. «Εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ἡμῖν.

Τὰ γὰρ πάντα δι᾽ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. Διὸ οὐκ ἐκκακοῦμεν, ἀλλὰ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.» Εἰπὼν, ὅτι καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, τί πιστεύομεν ἐπιφέρει; Ὅτι καὶ ἐγείρας Ἰησοῦν, καὶ ἡμᾶς ἐγερεῖ διὰ Ἰησοῦ· Πάλιν δὲ πληροῖ αὐτοὺς φρονήματος, ἵνα μὴ ἀνθρώποις χάριν εἴδωσι, τοῖς ψευδαποστόλοις. «Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν, αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν.» Ὅρα πόσον τῶν κινδύνων ἐκούφισε, καὶ τοῦ χρόνου ὑφελὼν, καὶ τοῦ μεγέθους. Παραυτίκα γὰρ, φησὶ, καὶ ἐλαφρὸν, ἅμα δὲ καὶ ἀντιπαρατίθησι Τὸ μὲν γὰρ, παραυτίκα, πρὸς τὸ αἰώνιον, τὸ δὲ, ἐλαφρὸν, πρὸς τὸ βαρὺ, τὴν θλίψιν πρὸς τὴν δόξαν.

Καὶ οὐδὲ τούτοις ἀρκεῖται, ἀλλὰ προϋποφέρει, καὶ τὸ καθ᾽ ὑπερβολήν. «Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια.» Τὸν τρόπον λέγει, πῶς ἐλαφρὸν τὸ τοσοῦτο τῶν θλίψεων. Καὶ πῶς, ἢ ἀπὸ τῆς μελλούσης ἐλπίδος;

ΚΕΦΑΛ. Εʹ. «Οἶδα μὲν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς.» Οὐ δεῖ, φησὶ, θορυβεῖσθαι εἰ κακῶς πάσχομεν. Καὶ γὰρ πολλὰ ἐντεῦθεν καρπούμεθα. Ὅρα δὲ πῶς δείκνυσι τὴν ὑπερβολὴν τῶν μελλόντων πρὸς τὰ παρόντα.

Εἰπὼν γὰρ ἐπίγειον, ἀντέθηκε τὴν οὐράνιον· εἰπὼν, οἰκείαν σκήνους, καὶ τὸ εὐδιάλυτον δείξας, ἀντέθηκε, τὴν αἰώνιον. «Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν, τὸ ἐξ οὐρανοῦ, ἐπενδύσασθαι ἐπιποθοῦντες.» Καὶ ποῖον οἰκητήριον; Τὸ σῶμα τὸ ἄφθαρτον.

Καὶ διὰ τί, ἐν τούτῳ στενάζομεν; Ἐπεὶ πολλῷ βέλτιον ἐκεῖνο. Ἐξ οὐρανοῦ δὲ τοῦτο, φησὶ, διὰ τὸ ἄφθαρτον. Οὐ γὰρ δὴ ἄνωθεν ἡμῖν κάτεισι τὸ σῶμα, ἀλλὰ τὴν ἐκεῖθεν χάριν πεμπομένην δηλοῖ τῷ ὀνόματι τούτῳ. Ὡς ἂν εἰ λέγοι· Στένεις, ὅτι φθείρεταί σου ὁ ἔξω ἄνθρωπος; οὕτως στενάζων, ὅτι μὴ μεθ᾽ ὑπερβολῆς τοῦτο γίνεται, μηδὲ ὁλόκληρος φθείρεται. «Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα.

Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν βαρούμενοι, ἐφ᾽ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾽ ἐπενδύσασθαι.» Τουτέστι, καὶ εἰ ἐκεῖ τὴν ἀφθαρσίαν λαβόντες μὴ γυμνοὶ τῆς δόξης καὶ τῆς ἀσφαλείας ὀφθῶμεν. Τοῦτο δέ φησιν, ἵνα μὴ ἀπὸ τῆς ἀναστάσεως μόνον πάντες θαῤῥῶμεν, ἀλλὰ ἐπιτηδεύσωμεν καὶ ἔργα λαμπρά. Ἡ μὲν γὰρ ἀνάστασις κοινὴ πάντων, ἡ δὲ δόξα οὐκέτι κοινὴ, ἀλλ᾽ οἱ μὲν ἐν τιμῇ, οἱ δὲ ἐν ἀτιμίᾳ· καὶ οἱ μὲν εἰς βασιλείαν, οἱ δὲ εἰς κόλασιν. «Ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.» Οὐ λέγω, φησὶν, ὅτι στενάζομεν, ἵνα τὸ σῶμα ἀποθώμεθα, ἀλλ᾽ ἵνα ἐπενδυσώμεθα αὐτῷ τὴν ἀφθαρσίαν.

Καὶ γὰρ βαρυνόμεθα, οὐχ ὅτι σῶμα ἔχομεν, ἀλλ᾽ ὅτι φθαρτὸν περικείμεθα. «Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός.» Δείκνυσιν ἄνωθεν ταῦτα προτυπωθέντα. Οὐ γὰρ νῦν, φησὶ, τοῦτο ἔδοξεν, ἀλλ᾽ ὅτε ἐξ ἀρχῆς ἔπλαττεν ἡμᾶς ἀπὸ γῆς. Πῶς δὲ γίνεται, τοῦτο μὴ ζήτει, φησίν· ἃ γὰρ ὁ Θεὸς ποιεῖ, μὴ περιεργάζου.

Διὸ φησὶν, Ὁ δὲ κατεργασάμενος. «Καὶ διδοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος.» Συνεχῶς ἀῤῥαβῶνα καλεῖ, ὀφειλετὴν ἑαυτὸν δείξαι βουλόμενος τοῦ παντός. «Θαῤῥοῦντες οὖν πάντοτε, καὶ εἰδότες, ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου.

Διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους.» Τὸ θαῤῥοῦντες, πρὸς τοὺς διωγμοὺς, πρὸς τὰς ἐπιβουλὰς, πρὸς τοὺς θανάτους. Ὡς εἰ ἔλεγεν· ἐλαύνει τις, καὶ διώκει, καὶ ἀναιρεῖ; μὴ καταπέσῃς. Ὑπὲρ γάρ σου γίνεται. «Θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον.

Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες.» Τὸ μεῖζον πάντων, ὕστερον τέθεικεν. Τοῦ γὰρ οἰκίαν ἄφθαρτον λαβεῖν, τὸ μετὰ Χριστοῦ εἶναι βέλτιον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· οὐ σβέννυσιν ἡμῶν τὴν ζωὴν, ὁ διώκων καὶ ἀναιρῶν. Οὐ γὰρ μόνον φθορᾶς σε ἀπαλλάττει καὶ βάρους, ἀλλὰ καὶ τῷ Θεῷ παραπέμπει ταχέως. Ὅρα δὲ πῶς ἔκρυψεν τὰ λυπηρὰ καὶ τὸ ὄνομα τοῦ θανάτου καὶ τῆς τελευτῆς, καὶ τὰ σφόδρα ποθεινὰ ἀντέθηκεν, ἐπιδημίαν αὐτὰ καλῶν πρὸς τὸν Κύριον, καὶ τὰ δοκοῦντα γλυκέα, ἀφεὶς τὰ τῆς ζωῆς, ἀπὸ τῶν λυπηρῶν αὐτὰ ὠνόμασεν, ἐκδημίαν ἀπὸ τοῦ Κυρίου τὴν ἐνταῦθα καλέσας ζωήν. Τοῦτο δὲ ἔλεγεν, ἵνα μηδεὶς μήτε τοῖς παροῦσι ἐμφιλοχωρῇ, ἀλλὰ καὶ βαρύνηται, μήτε μέλλων τελευτᾷν λυπῆται, καὶ χαίρῃ ὡς εἰς μείζονα ἀπιὼν ἀγαθά. Εἶτα ἵνα μή τις εἴπῃ, ἀκούων ὅτι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου, Τί ταῦτα λέγεις; ἀλλοτριούμεθα οὖν ἐνταῦθα ὄντες; προδιώρθωσεν τοῦτο, εἰπών· Διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους. Ὡς εἰ ἔλεγε· Καὶ ἐνταῦθα μὲν αὐτοῦ ἐσμεν, ἀλλ᾽ οὐχ οὕτω σαφῶς. Καὶ τοῦτό ἐστιν ὃ ἀλλαχοῦ ἔλεγεν, ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι. «Εὐάρεστοι αὐτῷ εἶναι.» Τὸ γὰρ ζητούμενον, τοῦτό ἐστι, φησίν· ἄν τε ἐκεῖ ὦμεν, ἄν τε ἐνταῦθα, κατὰ γνώμην αὐτοῦ ζῇν, καὶ ἵνα πάλιν μὴ εἰς τοσαύτην ἐλθόντες ἐπιθυμίαν, λυπῶνται πρὸς τὴν μέλλησιν τῆς ἐκδημίας. Ἐντεῦθεν ἤδη δίδωσιν αὐτοῖς τὸ κεφάλαιον τῶν καλῶν.

Τί δὲ τοῦτό ἐστι τὸ, εὐαρέστους εἶναι; Οὐδὲ γὰρ τὸ ἐξελθεῖν ἁπλῶς καλὸν, ἀλλὰ καὶ τὸ εὐδοκιμοῦντας ἀπελθεῖν. «Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ ἴδια τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν.» Ἐπειδὴ οὐχ οὕτω διεγείρει τὸν ἀκροατὴν ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν κολάσεων ἀπειλὴ, ἀναγκαίως ἐνταῦθα καταπαύει τὸν λόγον. Καὶ πάλιν ἐνταῦθα φοβῶν, οὐ χωρὶς τὸν Χριστὸν τέθεικε. Ταῦτα δὲ λέγων, καὶ τοὺς κεκμηκότας καὶ ἐλαυνομένους ἀνίστησι ταῖς ἐλπίσι, καὶ τοὺς ἀναπεπτωκότας σπουδαιοτέρους τῷ φόβῳ ποιεῖ. «Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα. Ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.» Τὸ δικαστήριον ἐκεῖνο τὸ φοβερὸν γινώσκοντες, φησὶ, πάντα πράττωμεν ὥστε μὴ δοῦναι λαβὴν, οὔτε πρόσκομμα. «Οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὸ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχετε πρὸς τούς.» Ὅρα πῶς συνεχῶς διορθοῦται τὴν τοῦ δοκεῖν ἐγκωμιάζειν ἑαυτὸν ὑπόνοιαν. «Ἐν προσώπῳ καυχωμένους, καὶ οὐ καρδίᾳ.» Τουτέστιν, ἐν τοῖς ὁρωμένοις, καὶ πρὸς ἐπίδειξιν. «Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν.» Εἴτε τι, φησὶν, μέγα φθεγξώμεθα, διὰ τὸν Θεὸν τοῦτο ποιοῦμεν, ἵνα μὴ ὑμεῖς νομίζοντες ἡμᾶς εὐτελεῖς καταφρονήσητε, καὶ ἀπόλησθε.

Εἴτε μέτριον καὶ ταπεινὸν, δι᾽ ὑμᾶς, ἵνα μάθητε ταπεινοφρονεῖν. «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο,» Οὐ γὰρ ὁ τῶν μελλόντων μόνον φόβος, φησὶν, ἀλλὰ καὶ τὰ ἤδη γενόμενα, οὐκ ἀφίησιν ἡμᾶς ῥᾳθυμῆσαι, οὐδὲ ὑπνῶσαι, ἀλλὰ διανίστησιν εἰς τοὺς ὑπὲρ ἡμῶν πόνους. «Ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν.» Τίνα ἐστὶ τὰ ἤδη γεγενημένα λέγει. Ταῦτα δέ ἐστιν ὁ θάνατος τοῦ Χριστοῦ. Σπουδάσωμεν οὖν, φησὶν, ἕως ἐσμὲν ἐν τῷ παρόντι βίῳ, πάντας εἰσαγαγεῖν ὑπὲρ ὧν ἐκεῖνος ἀπέθανεν. Ἐνταῦθα γάρ εἰσιν αἱ τῆς σωτηρίας ἀφορμαὶ, ἐκεῖ δὲ οὐκέτι. «Ἵνα οἱ ζῶντες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι.» Εἰ τοίνυν, φησὶν, οὐκέτι δεῖ ἡμᾶς ἑαυτοῖς ζῇν, μὴ ταράττεσθε, φησὶν, μηδὲ θορυβεῖσθε ὑπὲρ αὐτῶν.

Ὅρα δὲ τὴν ὑπερβολὴν, φησὶν, ὅτι ἡμεῖς μὲν δι᾽ αὐτῶν ζῶμεν, αὐτὸς δὲ δι᾽ ἡμᾶς ἀπέθανεν. «Ὥστε ὑμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα.» Ἀνέστησαν γὰρ διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου. Οὐδένα οὖν, φησὶν, οἴδαμεν κατὰ σάρκα τῶν πιστῶν. Εἰ γὰρ καὶ ἐν σαρκί εἰσιν, ἀλλ᾽ ἡ ζωὴ ἐκείνη ἡ σαρκικὴ ἀπώλετο, καὶ ἄνωθεν ἐγεννήθημεν πνεύματι. «Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» Πάλιν αὐτοῦ τούτου, τοῦ ἀναγεννηθῆναι ὑμᾶς ἀρχηγὸν ὄντα τὸν Χριστὸν δείκνυσιν. Ἡμῶν γὰρ τὸ κατὰ σάρκα, τὸ ἐν ἁμαρτίαις· Χριστοῦ δὲ τὸ κατὰ σάρκα, τὸ ἐν πάθεσι γίνεσθαι τῆς φύσεως.

Οἷον ἐν τῷ πεινῇν καὶ διψῇν, ἐν τῷ κοπιᾷν, ἐν τῷ καθεύδειν, ἐν οἷς ἦν τὰ ἡμέτερα. Ἁμαρτίαν γὰρ οὐκ ἐποίησε. Τὸ δὲ μὴ κατὰ σάρκα αὐτὸν εἶναι, οὐ τοῦτο λέγει, τὸ ἐκτὸς σαρκὸς αὐτὸν εἶναι. Καὶ γὰρ μετ᾽ αὐτῆς ἀνέβη, κατὰ τὸ εἰρημένον· Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται. Καὶ οὕτω πῶς; ἐν σαρκὶ, καὶ μετὰ τοῦ σώματος, ἀλλὰ τὸ μηκέτι εἶναι αὐτὸν παθητὸν, ὡς εἰρήκαμεν. «Ὥστε εἴ τις ἐν Χριστῷ κοινὴ κτίσις.» Εἴ τις ἐπίστευσεν αὐτῷ, φησὶν, εἰς ἑτέραν ἀνῆλθεν δημιουργίαν· καὶ γὰρ ἄνωθεν ἐγεννήθη διὰ Πνεύματος, ὥστε καὶ διὰ τοῦτο, φησὶν, ὀφείλομεν αὐτῷ ζῇν, οὐχ ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν μόνον, οὐδ᾽ ὅτι ἀνέστησεν ἡμῶν τὴν ἀπαρχὴν μόνον· ἀλλ᾽ ὅτι καὶ εἰς ἄλλην ἤλθομεν ζωήν. «Τὰ ἀρχαῖα παρῆλθεν. Ἰδοὺ γέγονε καινὰ τὰ πάντα.» Ἢ τὰ ἁμαρτήματά φησιν, ἢ τὰ Ἰουδαϊκὰ πάντα, μᾶλλον δὲ καὶ ταῦτα κἀκεῖνα λέγει. «Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ.» Καὶ γὰρ αὕτη ἡ ἄφεσις τῶν ἁμαρτημάτων, καὶ ἡ ἐλευθερία, καὶ ἡ δόξα ἡ ἄφθαρτος, δι᾽ αὐτοῦ ἡμῖν δεδώρηται. «Τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.» Ἀπὸ γὰρ τῆς καταλλαγῆς πάντα ὑμῖν ὑπῆρξε τὰ ἀγαθά· καταλλαγὴ δέ ἐστιν ἡ φιλία.

Οὐκοῦν φίλους ἡμᾶς ποιήσας αὐτὸς, καὶ τῶν ἄλλων ἐνέπλησεν ἀγαθῶν.

Δείκνυται δὲ καὶ τὸ τῶν ἀποστόλων ἀξίωμα, ἡλίκον πρᾶγμα ἐγχειρίσθησαν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ ἡ ὑπερβολή. «Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ.» Ἔπεμψεν τὸν Υἱὸν, φησὶν, ὁ Πατὴρ παρακαλέσαι καὶ πρεσβεύσασθαι πρὸς τὴν τῶν ἀνθρώπων φύσιν ὑπὲρ αὐτοῦ. Ἐπεὶ οὖν σφαγεὶς ἐκεῖνος ἀπῆλθεν, ἡμεῖς δὲ ἐδεξάμεθα τὴν πρεσβείαν, καὶ ἀντ᾽ αὐτοῦ καὶ ὑπὲρ τοῦ Πατρὸς παρακαλοῦμεν ὑμᾶς. Τοσοῦτο τιμᾶται τὸ τῶν ἀνθρώπων γένος, ὅτι καὶ τὸν Υἱὸν ἐπέδωκε, καὶ ταῦτα, εἰδὼς ὅτι σφαγήσεται, καὶ ἀποστόλους ἡμᾶς δι᾽ ὑμᾶς πεπρίηκεν. Ὥστε εἰκότως καὶ ἔλεγε, Πάντα δι᾽ ὑμᾶς. Τὸ οὖν, Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, τουτέστιν, ἀντὶ τοῦ Χριστοῦ ἡμεῖς διεδεξάμεθα τὰ ἐκείνου. Εἰ δὲ μέγα σοι τοῦτο δοκεῖ, ἄκουε καὶ ὅτι ἀντὶ τοῦ Πατρὸς τοῦτο ποιοῦσιν. Διὰ γὰρ τοῦτο καὶ ἐπήγαγεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν. Οὐ γὰρ διὰ τοῦ Υἱοῦ αὐτοῦ παρεκάλεσε μόνον, ἀλλὰ καὶ δι᾽ ἡμῶν τῶν τοῦ Υἱοῦ αὐτοῦ ἀναδεξαμένων ἔργον. Ταῦτα δὲ λέγων, τὴν ὑπερβολὴν ἐπιδείκνυται τῆς φιλανθρωπίας τοῦ Θεοῦ. «Καταλλάγητε τῷ Θεῷ.» Οὐκ εἶπε, καταλλάξατε τὸν Θεὸν ἐν ἑαυτοῖς. Οὐ γὰρ ἐκεῖνός ἐστιν ὁ ἐχθραίνων, ἀλλ᾽ ὑμεῖς. «Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν.»

Οὐ λέγω, φησὶ, τὰ πρότερα, ὅτι ὑβρίσατε οὐδὲν ἠδικηκότα, ἀλλὰ καὶ εὐεργετήσαντα, καὶ ὅτι δίκας οὐκ ἀπῄτησεν ὑμᾶς, οὐδὲ ὅτι παρακαλεῖ πρῶτος ὑβρισθεὶς, ἀλλὰ διὰ ταῦτα ἃ ἐποίησε νῦν. Τί δὲ ἐποίησε;

Τὸν Υἱὸν ὑπὲρ τῶν ὑβρικότων ἔδωκε, τὸν μηδὲν ἠδικηκότα ὑπὲρ τῶν ἠδικηκότων ἀποθανεῖν εἴασε. Καὶ οὐχ ἁπλῶς οὕτως εἴρηται, ἀλλὰ ὃ πολλῷ τούτου μεῖζόν ἐστιν, τοῦτο ἔθηκε. Τί δέ ἐστι τοῦτο; Τὸν μὴ γνόντα ἁμαρτίαν, φησὶν, τουτέστι τὸν αὐτὸν δικαιοσύνην ὄντα, ἁμαρτίαν ἐποίησεν, τουτέστιν ὡς ἁμαρτωλὸν κατακριθῆναι ἀφῆκεν. «Ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.» Διὰ τοῦτο, φησὶν, ἔδωκε πρὸς αἰσχύνην τὸν Υἱὸν, ἵνα τὰ μεγάλα ἡμῖν χαρίσηται ἀγαθὰ, ἃ οὐδέποτε προσεδοκήσαμεν.

ΚΕΦΑΛ. ϛʹ. «Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.» Ἐπειδὴ μεγάλα εἶπεν, ὅτι Θεὸς παρεκάλει, καὶ ἡμεῖς πρεσβεύομεν, ἵνα μὴ ἀναπέσωσιν ἐντεῦθεν, πάλιν αὐτοὺς φοβεῖ, λέγων· Μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Μὴ γὰρ, ἐπειδὴ παρακαλεῖ, φησὶ, καὶ ἔπεμψε πρεσβεύοντας, διὰ τοῦτο ῥᾳθυμήσωμεν, ἀλλὰ μᾶλλον ἐπειγώμεθα πρὸς τὸ ἀρέσαι αὐτῷ, ἵνα μὴ τῶν τοιούτων ἐκπέσητε ἀγαθῶν. «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος· ἰδοὺ νῦν ἡμέρα σωτηρίας.» Τὸν τῆς δωρεᾶς, φησὶν, τὸν τῆς χάριτος, ὅτε οὐκ ἔστιν εὐθύνας ἀπαιτηθῆναι τῶν ἁμαρτημάτων, οὐδὲ δίκην δοῦναι, ἀλλὰ μετὰ τῆς ἀπαλλαγῆς, καὶ μυρίων ἀπολαύομεν καλῶν. Μὴ τοίνυν προδῶμεν τὸ εὔκαιρον, ἀλλ᾽ ἐπιδειξώμεθα ἄξιον τῆς χάριτος τὴν σπουδήν. «Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία· ἀλλ᾽ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι.

Τουτέστι, μέμψιν, κατάγνωσιν μηδενὶ παρέχοντες καθ᾽ ἡμῶν. »Ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας.» Ἐν αὐτῷ γὰρ, φησὶ, ταῦτα πάντα κατορθοῦμεν· ἢ ἐκεῖνο λέγει, ὅτι καὶ Πνεύματος ἁγίου πεπληρώμεθα. «Ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης.» Τοῦτο ἀεὶ λέγει, τὸ πᾶν ἀνατιθεὶς τῷ Θεῷ. «Τῶν δεξιῶν καὶ ἀριστερῶν· διὰ δόξης καὶ ἀτιμίας· διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς· ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι.» Ἀριστερὰ καλεῖ τὰ δοκοῦντα εἶναι λυπηρὰ, καίτοι ταῦτά ἐστι τὰ τὸν μισθὸν ἔχοντα, ἀλλὰ κατὰ τὴν ὑπόληψιν τῶν πολλῶν καλεῖ. Δεξιὰ δὲ, τὰς δυνάμεις τὰς ἐνεργουμένας. «Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν.» Τοῦτο λέγει, δεικνὺς τὴν ἄφατον τοῦ Θεοῦ δύναμιν. «Ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι.» Καὶ τοῦτο λέγει, δεικνύων καὶ τίνος ἕνεκεν ταῦτα συγχωρεῖ ὁ Θεός· ὃν γὰρ ἀγαπᾷ Κύριος, καὶ παιδεύει. «Ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες.» Παρὰ μὲν γὰρ τοῖς ἔξω ὑποπτευόμεθα ἐν ἀθυμίᾳ εἶναι, ἡμεῖς δὲ τὴν ἡδονὴν ἀκμάζουσαν ἔχομεν. Ταῦτα δὲ πάντα λέγει, κελεύων μὴ ταράττεσθαι ταῖς τῶν πολλῶν δόξαις, κἂν πλάνους λέγωσι, κἂν καταδίκους νομίσωσι, κἂν ἐπιθανατίους, κἂν λυπεῖσθαι, κἂν ἐν πτωχείᾳ εἶναι, κἂν μηδὲν ἔχειν. «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι.»

Διηγησάμενος τὰ περὶ τῶν ἑαυτοῦ πειρασμῶν καὶ θλίψεων, εἰς τὸν περὶ τῆς ἀγάπης μεταβαίνει λόγον· ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐκ ἀνεχόμεθα σιωπᾷν πρὸς ὑμᾶς, ἀλλὰ καὶ ἐπιθυμοῦμεν φθέγξασθαι καὶ διαλέγεσθαι ὑμῖν, ὅπερ ἔθος τῶν ἀγαπώντων ἐστίν. «Ἡ καρδία ἡμῶν πεπλάτυται.» Θερμὴ γὰρ οὖσα ἡ ἀγάπη, καὶ τὸ στόμα ἀνεπτέρωσε Παύλου, καὶ τὴν καρδίαν ἐπλάτυνεν. Οὐδὲ γὰρ τῷ στόματι φιλῶ, φησὶν, ἀλλὰ καὶ τὴν καρδίαν συνᾴδουσαν ἔχω. «Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν.» Πάντας ἔνδον ἔχομεν, φησὶ, καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ μετὰ εὐρυχωρίας πολλῆς. «Στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν.» Καὶ ἡ ἐπιτίμησις μετὰ φειδοῦς πολλῆς προσάγεται.

Οὐκ εἶπε γὰρ, οὐ φιλεῖτε ἡμᾶς, ἀλλ᾽ ὅτι οὐ μετὰ τοῦ αὐτοῦ μέτρου. «Ὡς τέκνοις λέγω· πλατύνθητε καὶ ὑμεῖς. Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ» Ἀντὶ τοῦ, οὐδὲν μέγα αἰτῶ, εἰ πατὴρ ὢν, βούλομαι φιλεῖσθαι παρ᾽ ὑμῶν. «Πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστῳ;» Ὁ ἀποστάτης; τῇ Ἑβραίων φωνῇ. «Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεός.» Οὔτε ὁ βασιλεὺς ὑμῶν ἔχει τι κοινὸν πρὸς αὐτόν.

Τίς γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; οὔτε τὰ πράγματα· τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; οὐκοῦν οὐδὲ ὑμᾶς δεῖ. «Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός.» Φεύγων τὴν κολακείαν μαρτυρίᾳ πιστοῦται τὸ εἶναι αὐτοὺς ναοὺς Θεοῦ. «Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς· καὶ ἔσομαι ὑμῖν εἰς Πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι, εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.» ΚΕΦΑΛ. Ζʹ. «Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην.» Οὐ γὰρ τὸ μὴ ἀκαθάρτου ἅπτεσθαι ποιεῖ καθαρὸν, ἀλλὰ καὶ ἄλλων ἡμῖν χρεία πρὸς τὸ γενέσθαι ἁγίους, σπουδῆς, προσοχῆς, εὐσεβείας, καὶ ἁπλῶς εἰπεῖν ἀρετῆς πάσης. «Ἐν φόβῳ Θεοῦ.» Ἔστι γὰρ ἐπιτελεῖν σωφροσύνην οὐκ ἐν φόβῳ Θεοῦ, ἀλλὰ διὰ κενοδοξίαν· ἄλλως τε καὶ τὴν ὁδὸν τῆς σωφροσύνης ἡμᾶς διδάσκει, μονονουχὶ λέγων· εἰ καὶ τυραννικὸν ᾖ ἐπιθυμία, ἀλλ᾽ ἐὰν ἐπιτυχήσῃς τὸν τοῦ Θεοῦ φόβον, καταλύσεις αὐτῆς τὴν μανίαν.

Ἁγιωσύνην δὲ ἐνταῦθα, οὐ τὴν σωφροσύνην λέγει μόνον, ἀλλὰ καὶ πάσης ἁμαρτίας ἀπαλλαγήν. «Χωρήσατε ὑμᾶς.» Πάλιν τὸν περὶ ἀγάπης κινεῖ λόγον, συστέλλων τὸ τραχὺ τῆς ἐπιτιμήσεως. Ὅρα δὲ πῶς καὶ ἐλεεινῶς τὸ, Χωρήσατε. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τίς ἡμᾶς ἀπήλασεν, φησὶ, τίς ἐξέβαλε τῆς διανοίας τῆς ὑμετέρας; πόθεν στενοχωρούμεθα ἐν ὑμῖν; «Οὐδένα ἠδικήσαμεν.» Ὅρα πῶς πάλιν οὐ τίθησι τὰς εὐεργεσίας, ἀλλ᾽ ἐπαχθέστερον καὶ πληκτικώτερον τὸν λόγον ποιεῖ. «Οὐδένα ἐφθείραμεν.» Τουτέστιν, οὐδένα ἠπατήσαμεν, ὥσπερ καὶ ἀλλαχοῦ λέγει· Μήπως ὡς ὁ ὄφις Εὖαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. «Οὐδένα ἐπλεονεκτήσαμεν.» Οὐχ ἡρπάσαμεν, φησὶ, τά τινων χρήματα. «Οὐ πρὸς κατάκρισιν λέγω.» Ἐπειδὴ ᾔσθετο τῆς βαρύτητος, ἐπιδιορθοῦται πάλιν. «Προείρηκα γὰρ, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε, εἰς τὸ συναποθανεῖν καὶ συζῇν.» Αὕτη μεγίστη φιλίας ἀπόδειξις, ὅταν καταφρονούμενος καὶ συναποθανεῖν αὐτοῖς αἱρῆται καὶ συζῆσαι.

Τοῦτο δέ φησιν, ἐπιτείνων τὴν ἀγάπην. Ἔνι γὰρ καὶ φιλεῖν καὶ κινδύνους φεύγειν, ἀλλ᾽ οὐχ ἡμεῖς οὕτω, φησίν. Ὁ δὲ νοῦς οὗτος. Ἂν συμβῇ, φησὶν, ἐπενεχθῆναι κίνδυνον, πάντα ἕτοιμός εἰμι ὑπὲρ ὑμῶν παθεῖν, καὶ οὔτε θάνατος, οὔτε ζωή μοί τι κατὰ τοῦτο φαίνεται· ἀλλ᾽ ἔνθα ἐὰν ζῆτε ὑμεῖς, τοῦτο ἐμοὶ προτιμώτερον, καὶ θάνατος ζωῆς, καὶ ζωὴ θανάτου. «Πολλή μοι παῤῥησία πρὸς ὑμᾶς· πολλή μοι καύχησις ὑπὲρ ὑμῶν.» Διὰ τοῦτο, φησὶ, τοιαῦτα λέγειν τολμῶ, οὐ πρὸς κατάκρισιν, ἀλλὰ διὰ τὴν πολλὴν παῤῥησίαν. «Πεπλήρωμαι τῇ παρακλήσει.» Ποία παρακλήσει, ἢ τῇ παρ᾽ ὑμῶν, ὅτι διορθωθέντες, φησὶν, διὰ τῶν ἔργων παρακαλέσατέ με; «Ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν.» Τουτέστι, πλεῖον οὐ λελύπημαι, τεθεράπευμαι, «Οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν.» Ἐπειδὴ εἶπεν, τὴν θλίψιν, λέγει καὶ ποταπὴ ἡ θλίψις, καὶ ἐπαίρει αὐτὴν τῷ λόγῳ, ἵνα δείξῃ πόσην σπουδὴν ἐκ τούτων, καὶ παραμυθίαν, καὶ χαρὰν ἐποίησεν, εἴ γε τοσαύτην ἀπεκρούσατο ὀδύνην. «Ἀλλ᾽ ἐν παντὶ θλιβόμενοι.» Καὶ πῶς; δηλοῦται διὰ τῶν ἑξῆς. «Ἔξωθεν μάχαι.» Παρὰ τῶν ἀπίστων. «Ἔσωθεν φόβος· ἀλλ᾽ ὁ παρακαλῶν τοὺς ταπεινοὺς ὁ Θεὸς, παρεκάλεσεν ἡμᾶς ἐν τῇ παρουσίᾳ Τίτου.

Οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει· ᾗ παρεκλήθη ἐφ᾽ ὑμῖν, ἀναγγέλλων ἡμῖν.» Διὰ τοὺς ἀσθενεῖς τῶν πιστῶν, μὴ παρασυρῶσιν. Οὐδὲ γὰρ παρὰ Κορινθίοις μόνον τοιαῦτα ἐσήμανεν, ἀλλὰ καὶ ἀλλαχοῦ. «Τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε ἐμὲ μᾶλλον χαρῆναι.» Ἐπειδὴ μεγάλα αὐτοῖς ἐμαρτύρησεν, ἵνα μὴ δόξῃ κολακεύειν, μάρτυρα αὐτοῖς παράγει Τίτον, ὃς παρ᾽ αὐτῶν ἀφίκετο πρὸς Παῦλον μετὰ τὴν προτέραν ἐπιστολήν. «Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην. Βλέπω γὰρ, ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς, νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε,» Ταῦτα ἀπήγγελλεν, ὅτι τοσαύτην μετάνοιαν τὴν Κορινθίων, τὸν ζῆλον. Ζῆλον δέ φησι, τὸν αὐτοῦ.

Λέγει οὖν· Ἐπυρώθητε, καὶ ἐξεκάητε, δεξάμενοί μου τὰ γράμμα, διὰ ταῦτα περισσεύω τῇ χαρᾷ. «Ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν.» Ἀπολογεῖται λοιπὸν ὑπὲρ τῆς ἐπιστολῆς, ὅτι ἀκίνδυνον ἦν αὐτοὺς θεραπεύειν τῆς ἁμαρτίας τῆς διορθωθείσης. Ὅμοιον δὲ ὡς εἰ λέγοι· εἰ καὶ τοιαῦτα ἦν τὰ γραφέντα παρ᾽ ἐμοῦ, ὥστε ὑπερβαίνειν τὸ μέτρον τῆς ἐπιτιμήσεως, καὶ ποιῆσαί με μεταμεληθῆναι, ἀλλὰ τὸ πολὺ, κέρδος τὸ ἐξ αὐτῶν οὐκ εἴασέ με μεταμεληθῆναι. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀμέτρως ἐπιτιμήσας, ἀλλὰ τὰ ἐγκωμία αὐτῶν αὔξων.

Τοιαύτην γὰρ ἐπεδείξασθε τὴν διόρθωσιν, ὥστε εἰ καὶ ἔτυχον σφοδρότερον ἐπιπλήξας, καὶ οὕτως ὡς καὶ καταγνῶναι ἐμαυτοῦ, ἐπαινεῖν νῦν ἐμαυτὸν ἀπὸ τοῦ τέλους. «Ἐλυπήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται. Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ὑμῖν σπουδήν;» Τὴν αἰτίαν εἶπε, τοῦ μηκέτι αὐτὸν λυπεῖσθαι. Τὸ μὲν γὰρ λυπηρὸν βραχὺ, φησὶ, τὸ δὲ ὠφέλιμον, διηνεκές. «Ἀλλὰ ἀπολογίαν.» Πρὸς ἐμέ. «Ἀλλὰ ἀγανάκτησιν.» Πρὸς ἐκεῖνον τὸν ἡμαρτηκότα. «Ἀλλὰ φόβον.» Καὶ γὰρ σφόδρα δεδοικότων ἦν ἡ τοσαύτη σπουδὴ, καὶ ἡ ταχυτάτη διόρθωσις. «Ἀλλὰ ἐπιποθίαν.» Τὴν πρὸς ἐμέ. «Ἀλλὰ ζῆλον.» Τὸν ὑπὲρ τοῦ Θεοῦ. «Ἀλλ᾽ ἐκδίκησιν.» Καὶ γὰρ ἐξεδικήσατε, φησι, τοὺς τοῦ Θεοῦ νόμους ὑβρισθέντας. «Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τὸ πρᾶγμα.» Οὐ τὸ μὴ κοινωνεῖν μόνον· τοῦτο γὰρ φανερὸν ἦν, ἀλλὰ καὶ τὸ μὴ συνήδεσθαι. Ἐπειδὴ γὰρ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ αὐτὸ τοῦτο ἐνεκάλει αὐτοῖς, λέγων· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ· ἐνταῦθά φησι· Καὶ ὑμεῖς ἀπηλλάξατε ἑαυτοὺς τῆς ὑποψίας. «Οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλ᾽ ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ἡμῶν τὴν ὑπὲρ ὑμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ Θεοῦ.

Διὰ τοῦτο παρακεκλήμεθα, ἐπειδὴ τῇ παρακλήσει ὑμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν. Ὅτι εἴ τι αὐτοῦ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλ᾽ ὡς πάντα ἐν ἀληθείᾳ ἐλάλησα ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ἡ πρὸς Τίτον, ἀλήθεια ἐγενήθη, καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς, ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοὴν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. Χαίρω ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν.» Ἵνα μὴ λέγωσι, Τί ἐπιτιμᾷς ἡμῖν, εἰ ἁγνοί ἐσμεν τῷ πράγματι; λέγει· Διὸ οὕτω ἔγραψα ὑμῖν, ἵνα εἰδῆτε πῶς ὑμᾶς φιλῶ.

ΚΕΦΑΛ. Ηʹ. «Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ, τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας, ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν.» Τὸν περὶ ἐλεημοσύνης αὐτοῖς κινεῖ λόγον· ἵνα δὲ μὴ ἐπαίρωνται, χάριν τὸ πρᾶγμα καλεῖ, καὶ τὰ ἑτέρων διηγούμενος, σπουδαιοτέρους αὐτοὺς ἐργάζεται. «Καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν,» Τουτέστι. πολλὴ καὶ ἄφατος ἔδειξεν αὐτῶν τὴν ἁπλότητα. «Εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν· ὅτι κατὰ δύναμιν μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως, δεόμενοι ἡμῶν τὴν χάριν.» Οὐ μόνον οὐκ ἐνεπόδισεν αὐτοῖς πρὸς δαψίλειαν ἡ πτωχεία, φησὶν, ἀλλὰ καὶ ἀφορμὴ γέγονε τῆς περισσεύσεως. ᾯ γὰρ μᾶλλον ἦσαν πένητες, τοσοῦτον μᾶλλον ἐφιλοτιμοῦντο. «Καὶ κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους, καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλ᾽ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ καὶ ἡμῖν διὰ θελήματος Θεοῦ, εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν αὐτήν.» Ὅρα πῶς πάλιν ἐπαίρει τὸ πρᾶγμα σεμνοῖς ὀνόμασιν. «Ἀλλ᾽ ὥσπερ ἐν παντὶ περισσεύετε πίστει, καὶ λόγῳ, καὶ γνώσει, καὶ πάσῃ σπουδῇ, καὶ τῇ ἐξ ὑμῶν ἐν ὑμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ χάριτι περισσεύητε.» Ὅρα δὲ πάλιν μετὰ ἐγκωμίου τὴν προτροπὴν γινομένην.

Πίστιν δὲ τὴν τῶν χαρισμάτων λέγει, καὶ λόγον τὸν τῆς σοφίας, καὶ γνῶσιν τὴν τῶν δογμάτων. Πᾶσαν δὲ σπουδὴν, τὴν περὶ τὴν ἄλλην πᾶσαν ἀρετήν. «Οὐ κατ᾽ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς, καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων.» Ἀνεπαχθῆ πάλιν τὸν λόγον ποιεῖ. «Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι᾽ ἡμᾶς ἐπτώχευσεν πλούσιος ὢν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε, καὶ γνώμην ἐν τούτῳ δίδωμι. Τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι.» Τὸν περὶ τῆς οἰκονομίας κινεῖ λόγον, καὶ ἐκ τούτου ἐπὶ τὴν ἐλεημοσύνην προτρέπων. «Νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν, οὕτω καὶ τοῦ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν. Εἰ γὰρ ἡ προθυμία πρόκειται, καθ᾽ ὃ ἂν ἔχῃ, εὐπρόσδεκτος, οὐ καθ᾽ ὃ οὐκ ἔχει.

Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλίψις, ἀλλ᾽ ἐξ ἰσότητος ἐν τῷ νῦν καιρῷ, τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα· ὅπως γένηται ἰσότης, καθὼς γέγραπται.» Ἡ προθυμία, φησὶν, ἐκ τῆς γνώμης· τὸ δὲ ποιῆσαι, ἐκ τοῦ ἔχειν. «Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησεν.» Ἐκ τούτου κατασκευάζει τὴν προθυμίαν αὐτῶν σφοδροτάτην, δεικνὺς ὅτι εἰ μὴ μεταδοῖεν ἑτέροις, οὐχ ἕξουσί τι πλέον, πάντα ἔνδον συνάγοντες· καὶ παραφέρει ἱστορίαν παλαιάν· οἱ γὰρ πολὺ συνάγοντες, οὐ μεῖζον τῶν ἔλαττον μέτρον συναγόντων εὑρίσκοντο ἔχοντες, τὴν ἀπληστίαν αὐτῶν τοῦ Θεοῦ ταύτην κολάζοντος. Ταῦτα δὲ λέγει, ἅμα καὶ φοβίζων αὐτοὺς ἀπὸ τῶν τότε γενομένων, καὶ πείθων μηδαμοῦ τοῦ πλείονος ἐφίεσθαι. «Χάρις δὲ τῷ Θεῷ τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου· ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων, αὐθαίρετος ἐξῆλθε πρὸς ὑμᾶς.» Ἐπειδὴ περὶ ἐλεημοσύνης διελέχθη, διαλέγεται λοιπὸν καὶ ὑπὲρ τῶν μελλόντων λαμβάνειν τὰ χρήματα, καὶ ἀποκομίζειν αὐτά. Τοῦτο γὰρ προτρέπεται πρὸς τὸ πλείω ποιῆσαι τὴν προθυμίαν τῶν εἰσφερόντων.

Ὁ γὰρ θαῤῥῶν ὑπὲρ τοῦ διακονοῦντος, καὶ μὴ ὑποπτεύων αὐτὸν, μετὰ πλείονος αὐτὰ τῆς δαψιλείας ἐπιδίδωσιν. Ἢ τὴν ὑπὲρ Θεσσαλονικέων ἔσχεν, ἢ τὴν αὐτὴν ἐμοί. «Συνεπέμψαμεν δὲ μετ᾽ αὐτοῦ τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν.» Καὶ τίς οὗτος, ἢ πηλίκος, οὗ καὶ τὴν πρᾶξιν σημαίνει, ἐπαινετὸν αὐτὸν ἐκ τοῦ εὐαγγελίζεσθαι λέγων;

Τινὲς τὸν Λουκᾶν φασι, τινὲς τὸν Βαρνάβαν· καὶ γὰρ τὸ ἄγραφον κήρυγμα τὸ Εὐαγγέλιόν ἐστιν. «Οὐ μόνον δὲ, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἐκκλησιῶν, συνέκδημος ἡμῶν ἐν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ᾽ ἡμῶν πρὸς τὴν αὐτοῦ Κυρίου δόξαν, καὶ προθυμίαν ἡμῶν, στελλόμενοι τοῦτο.» Ἀπὸ τούτου ἐστὶν αἰδέσιμος, ὅτι κηρύττων εὐδοκιμεῖ. «Μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ᾽ ἡμῶν, προνοούμενοι καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.

Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν, ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον, πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς, εἴτε ὑπὲρ Τίτου κοινωνὸς ἐμὸς, καὶ εἰς ὑμᾶς συνεργὸς, εἴτε ἀδελφοὶ ἡμῶν ἀπόστολοι Ἐκκλησιῶν, δόξα Χριστοῦ.» Διὰ τοῦτο τοιούτους ὑμῖν ἐπέμψαμεν, φησὶν, ἵνα μή τις ὑποπτεύῃ τὴν διακονίαν ἡμῶν, ὡς παρακλεπτόντων ἡμῶν μέρος τι τῶν χρημάτων. «Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν, καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν, εἰς αὐτοὺς ἐνδείξασθε εἰς πρόσωπον τῶν Ἐκκλησιῶν.» Τοῦτο γάρ ἐστι, φησὶν, ὁ βίος αὐτοῖς, ὥστε τὸν Χριστὸν δι᾽ αὐτῶν δοξάζεσθαι. Ὅμοιον δὲ τῷ, Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν τοῖς οὐρανοῖς. Ἅμα δὲ καὶ ἄλλο τι δηλοῦν βούλεται· Ὡς ἀδελφοὺς δέξασθε, φησὶν, ὡς ἀποστόλους τῶν Ἐκκλησιῶν, ὡς εἰς δόξαν τοῦ Χριστοῦ, ὡς καὶ ὑμεῖς εἰς δόξαν τοῦ Χριστοῦ ποιοῦντες. Διὸ καὶ ἐπάγει· Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν.

ΚΕΦΑΛ. Θʹ. «Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστι τοῦ γράφειν ὑμῖν. Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Ἔπεμψα δὲ τοὺς ἀδελφοὺς, ἵνα μὴ τὸ καύχημα ὑμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ. Ἵνα καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε· μήπως ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες, καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς (ἵνα μὴ λέγωμεν ὑμεῖς) ἐν τῇ ὑποστάσει ταύτῃ τῆς καυχήσεως.

Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς, ἵνα προέλθωσιν εἰς ὑμᾶς, καὶ προκαταρτίσωσι τὴν προκατηγγελμένην εὐλογίαν ὑμῶν ταύτην, ἑτοίμην εἶναι οὕτως.» Τοσαῦτα περὶ αὐτῆς εἰπόντι, φησὶ, περιττόν μοι γράφειν ὑμῖν. Καὶ οὐ τοῦτο μόνον τὸ συνετὸν αὐτοῦ, ἀλλὰ καὶ ὅ τι πάλιν λέγει περὶ αὐτῆς. «Ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν. Τοῦτο δὲ, ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ᾽ εὐλογίαις, ἐπ᾽ εὐλογίαις καὶ θερίσει.

Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός· δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθὸν, καθὼς γέγραπται· ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.» Μὴ ἄκοντες, φησὶ, μηδὲ ἀναγκαζόμενοι, ἀλλ᾽ ἑκόντες, καὶ προαιρούμενοι. «Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾽ ὑμῶν εὐχαριστίαν τῷ Θεῷ.» Δείκνυσιν ὅτι καὶ αὐτὰ τὰ διδόμενα ἐκ τοῦ Θεοῦ ἐστιν, ἵνα μὴ μεγάλα τις φρονῇ, ὡς οἰκεῖα διδούς.

Σπέρμα γὰρ νῦν τὴν ἐλεημοσύνην καλεῖ. Δείκνυσι δὲ αὐτοῖς καὶ μέγαν ὄντα τὸν μισθὸν τοῦ ἀποτελέσματος, γεννήματα δικαιοσύνης λέγων. «Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης, οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ, διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης, δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς, καὶ εἰς πάντας, καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ᾽ ὑμῖν. Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.» Ἡ διακονία τῆς ἐπιστολῆς, τουτέστιν ἡ φιλοτιμία τῶν χρημάτων, καὶ ἡ λειτουργία ἡμῶν αὕτη ἡ πνευματικὴ, καὶ ἡ δι᾽ ἡμῶν διακονία, οὐ μόνον τοῦτο κατορθοῖ, ὅτι τὰ ὑστερήματα τῶν ἁγίων πληροῖ, καὶ διορθοῦται αὐτῶν τὴν πενίαν, ἀλλ᾽ ὅτι διὰ πολλῶν καὶ ὑπὲρ πολλῶν εὐποιίαν, εὐχαριστίαν ἀναπέμπεσθαι παρασκευάζει. Τοῦτο γάρ ἐστι τὸ, Ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν. Ἐκεῖνοι γὰρ ἀποδεχόμενοι τὰ χρήματα, δοξάζουσι τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον.

Ἵνα δὲ μὴ δείξῃ αὐτοὺς διὰ τοῦτο εὐχαριστοῦντας μόνον διὰ τὸ λαβεῖν, ὅρα πῶς αὐτοὺς ὑψηλοὺς ποιεῖ. Δοξάζουσι, φησὶν, ὅτι οὕτως ὑποτεταγμένοι ἐστὲ τῷ Εὐαγγελίῳ· οὗ σημεῖον τοῦτό ἐστι, τὸ οὕτω δαψιλῶς εἰσφέρειν· τοῦτο γὰρ τὸ Εὐαγγέλιον ἐπιτάττει.

ΚΕΦΑΛ. Ιʹ. Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ. Ἀπαρτίσας τὸν περὶ τῆς ἐλεημοσύνης λόγον, ὡς ἔδει, ἐπιτιμικωτέρων ἅπτεται λόγων, τοὺς ψευδαποστόλους αἰνιττόμενος διὰ τῆς πραότητος καὶ ἐπιεικείας, σφόδρα αὐτοὺς ἐντρέψαι βουλόμενος.

Προβάλλεται οὖν τὴν πραότητα καὶ τὴν ἐπιείκειαν. ταύτῃ μείζονα ποιῶν τὴν κατηγορίαν. «Ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς.» Τοῦτό φησιν, εἰς ἐκείνους αἰνιττόμενος τοὺς ψευδαποστόλους τοὺς λέγοντας, ὅτι Αἱ ἐπιστολαὶ βαρεῖαι, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής. Ἢ οὕτως· Ἢ ὅτι κἂν μεγάλα φθέγξωμαι, οὐκ ἐξ ἀπονοίας, ἀλλ᾽ ἐκ τοῦ θαῤῥεῖν ὑμῶν φθέγγομαι. «Δέομαι δὲ, τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας.» Δέομαι ὑμῶν, φησὶ, μή με ἀναγκάζετε δεῖξαι, ὅτι καὶ παρὼν ἰσχυρός εἰμι, καὶ δύναμιν ἔχω.

Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι Ἀπὼν πάνυ ὑμῖν θαῤῥῶ, τούτοις κέχρηται τοῖς ῥήμασι. «Τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας.» Ἐκεῖνοι γὰρ αὐτὸν διέβαλλον ὡς ὑποκριτὴν, ὡς πονηρὸν, ὡς ἀπατεῶνα. «Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα.» Ἐνταῦθα λοιπὸν καὶ φοβεῖ. Σάρκα γὰρ περικείμεθα, ὁμολογῶ· κατὰ σάρκα οὐδὲ ζῶμεν. Στρατείαν δὲ ὠνόμασεν ταύτην, μάλιστα ἐκφοβῶν. «Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν, οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ.» Ὅπλα σαρκικὰ, πλοῦτός ἐστι, δόξα, δυναστεία, εὐγλωττία, δεινότης, περιδρομαὶ, κολακεῖαι, ὑποκρίσεις, καὶ τὰ ἄλλα ταῦτα τοῖς τοιούτοις ἐοικότα. Τὰ δὲ ἡμέτερα οὐ τοιαῦτα, φησὶν, ἀλλὰ δυνατὰ τῷ Θεῷ.

Καλῶς δὲ πάλιν πᾶσαν τὴν δύναμιν αὐτοῦ ἀνατίθησι τῷ Θεῷ. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐχ ἡμεῖς, φησὶν, αὐτὰ τοιαῦτα κατεσκευάσαμεν, ἀλλὰ αὐτὸς ὁ Θεός. Ἐπειδὴ γὰρ μαστιζόμενοι καὶ ἐλαυνόμενοι ἐκράτουν, λέγει, ὅτι τὸ διὰ τῶν ὅπλων τούτων τοῦ κρατεῖν θαῤῥεῖν, τῆς τοῦ Θεοῦ δυνάμεώς ἐστιν. Αὐτὸς γὰρ ποιεῖ αὐτὰ ἰσχυρὰ, ὥστε εἰ καὶ ἡμεῖς αὐτὰ περικείμεθα, ἀλλ᾽ αὐτός ἐστιν ὁ δι᾽ αὐτῶν πολεμῶν καὶ ἐνεργῶν. «Πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.» Καὶ ἵνα μὴ ἀκούσας ὀχυρώματα, αἰσθητόν τι νομίσῃς, ἐπάγει τὸ, λογισμοὺς καθαιροῦντες. Διὰ μὲν γὰρ τῆς προτάσεως τὴν ἔμφασιν δείκνυσιν. Διὰ δὲ τῆς ἐπαγωγῆς, τὸ νοητὸν τοῦ πολέμου παραδηλοῖ.

Ὀχύρωμα δὲ λέγει τὸν τύφον τὸν Ἑλληνικὸν, καὶ τῶν σοφισμάτων καὶ τῶν συλλογισμάτων τὴν ἰσχύν. «Καὶ αἰχμαλωτεύοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.» Λαμπρὰν καὶ περιφανῆ τὴν νίκην ποιεῖ. Οὐ γὰρ λόγοις πολεμοῦμεν, φησὶν, ἀλλ᾽ ἔργοις πρὸς λόγους. «Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ πρότερον ὑμῶν ἡ ὑπακοή.» Ὑμᾶς μὲν γὰρ, φησὶν, ἀναμένομεν, ἵνα ὅταν διὰ τῆς παραινέσεως καὶ τῆς ἀπειλῆς διορθώσωμεν ὑμᾶς, καὶ ἐξενέγκωμεν, καὶ ἀποστήσωμεν τῆς ἐκείνων κοινωνίας, τότε ἐκείνων ἀπολειφθέντων μόνων τῶν τὰ ἀνίατα νοσούντων, ἐπαγάγωμεν τὴν τιμωρίαν, ὅταν ὁλοκλήρους ἴδωμεν ὑμᾶς ἀποστάντας τούτων.

Ὑπακούετε μὲν γὰρ καὶ νῦν, οὐ τελείως δέ. Διὸ οὐκ εἶπεν, ὅταν ὑπακούσητε, ἀλλ᾽ ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. «Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ᾽ ἑαυτοῦ.» Οὐ μικρὸν τὸ ἔγκλημα, ἀλλὰ καὶ σφόδρα μέγα.

Εὐαπατήτων γὰρ ἀνθρώπων ἡ κατηγορία. Λέγει δὲ, ὅτι ἀπὸ τῶν φαινομένων δοκιμάζεται, ἀπὸ τῶν σαρκικῶν. Τί δέ ἐστιν, ἀπὸ τῶν σαρκικῶν; Εἴ τις πλουτεῖ, εἴ τις φυσιοῦται, εἴ τις πολλοὺς περιβέβληται κόλακας. «Ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς Χριστοῦ. Ἐάν τε γὰρ καὶ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκεν ὁ Κύριος ἡμῖν.» Οὐ βούλεται ἐκ προοιμίων σφόδρα γενέσθαι φορτικὸς, ἀλλὰ κατὰ μικρὸν αὔξεται καὶ κορυφοῦται. «Εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν.

Οὐκ αἰσχυνθήσομαι, ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· ὅτι αἱ μὲν ἐπιστολαὶ, φησὶν, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενούμενος. Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν ἐν τῷ λόγῳ δι᾽ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.

Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων, ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ συνιοῦσιν.» Ὅρα πῶς πάλιν παραμυθεῖται τὸν φθόνον. «Ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος, οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι μέχρι καὶ ὑμῶν. Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς, ὑπερεκτείνομεν ἑαυτούς.

Ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ· οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι, ἀλλ᾽ ἐν ἀλλοτρίοις τόποις.» Καὶ γὰρ οἱ ψευδαπόστολοι τοῦτο ἔλεγον, ὅτι τὴν οἰκουμένην ἐπεστρέψαμεν, πρὸς τὰ πέρατα τῆς γῆς ἀφικόμεθα· ἅμα δὲ ἔνδειξίς ἐστι τῆς ταπεινοφροσύνης αὐτοῦ. «Ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι, εἰς τὰ ἕτοιμα καυχήσασθαι.

Ὁ δὲ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνός ἐστι δόκιμος· ἀλλ᾽ ὃν ὁ Κύριος συνίστησιν.» Ἐλπίζω, φησὶν, ὑμῶν ἐπιγνόντων, ὅτι καὶ περαιτέρω κανὼν ἡμῶν ἐκταθήσεται. Προβησόμεθα γὰρ καὶ περαιτέρω, ὥστε κηρύξαι καὶ καμεῖν, οὐχ ὥστε λόγοις κομπάζειν ὑπὲρ ὧν ἔκαμον ἕτεροι. Καλῶς δὲ καὶ κανόνα ἐκάλεσε, καὶ μέτρον, ὡς ἐπὶ κτῆσιν τῆς οἰκουμένης εἰσελθὼν καὶ κληρονομίαν ἀρίστην, καὶ δεικνὺς τοῦ Θεοῦ τὸ ἔργον ὅλον. Ἔχοντες οὖν τοιαῦτα ἔργα, φησὶ, καὶ μείζονα προσδοκῶντες, οὐ κομπάζομεν ὡς ἐκεῖνοι μηδὲν ἔχοντες, οὐδ᾽ ἑαυτοῖς λογιζόμεθα, ἀλλὰ τῷ Θεῷ τὸ πᾶν. Διὸ καὶ ἐπάγει, ὥστε ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω.

ΚΕΦΑΛ. ΙΑʹ. «Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, ἀλλὰ καὶ ἀνέχεσθέ μου.» Μέλλων εἰσβαίνειν εἰς τοὺς οἰκείους ἐπαίνους, πολλῇ ἀποκέχρηται τῇ προθεραπείᾳ. «Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.» Οὐκ εἶπεν, Ἀγαπῶ ὑμᾶς, ἀλλ᾽ ὃ πολλῷ τούτου σφοδρότερον ἦν, τοῦτο τίθησι. Ζηλότυποι γάρ εἰσιν αἱ ψυχαὶ σφόδρα τῶν ἐρωμένων περικαιόμεναι. Καὶ οὐκ ἂν ἄλλως τεχθῇ ἡ ζηλοτυπία, εἰ μὴ ἀπὸ σφοδρᾶς φιλίας. «Φοβοῦμαι δὲ μήπως ὡς ὄφις ἐξηπάτησεν Εὖαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν.» Εἰ γὰρ καὶ ἡ ἀπώλεια ὑμετέρα, ἀλλ᾽ ἡ ἀθυμία κοινή· τὸ δὲ, μήποτε, οὔτε καταδικάζοντός ἐστιν, οὔτε σιωπῶντος. Οὐδ᾽ ἕτερον γὰρ ἀσφαλὲς, οὔτε τὸ εἰπεῖν φανερῶς, οὔτε τὸ κρύψαι διηνεκῶς· καὶ τῇ μνήμῃ δὲ τῆς ἱστορίας, εἰς φόβον αὐτοὺς ἐμβάλλει πολύν. «Ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν.» Δείκνυσιν ὡς ἀπλάστου καὶ ἀφελοῦς ψυχῆς δεῖται ἡ πίστις. «Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύττει, ὃν οὐκ ἐκηρύξαμεν.» Δείκνυσιν ἐνταῦθα οὐχὶ Κορινθίους ὄντας τοὺς ἀπατῶντας, ἀλλ᾽ ἔξωθεν προσφερομένους αὐτοῖς.

Τοῦτο δέ, φησιν, ἐπειδὴ ἐκόμπαζον ἐκεῖνοι ὡς ἀτελῶς τῶν ἀποστόλων διδασκόντων, ὡς αὐτοὶ πλεῖόν τι εἰσφέροντες ἐν οἷς ἔλεγον. Ἐπειδὴ οὖν πλείονα εἰρηκὼς αὐτοὺς κομπάζειν τῇ ἔξωθεν σοφίᾳ ἀποχρησαμένους, τοῦτό φησιν, ὅτι εἰ μέν τι τελειότερον ἔλεγον οὗτοι, καὶ ἕτερον ἐκήρυττον Ἰησοῦν, ὃν οὐ κηρυχθῆναι ἔδει, ἡμεῖς δὲ παρελείψαμεν, καλῶς ἂν εἴχεσθε. Διὰ γὰρ τοῦτο προσέθηκεν, ὃν οὐκ ἐκηρύξαμεν.

Εἰ δὲ τὰ αὐτὰ κεφάλαια τῆς πίστεως, τί τὸ πλέον; Ὅσα γὰρ ἂν εἴπωσιν, οὐδὲν πλέον ἐροῦσιν ὧν ἡμεῖς εἰρήκαμεν. «Ἢ Πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε.» Τουτέστι, πλουσιωτέρους ὑμᾶς ποιῆσαι κατὰ τὴν χάριν. «Ἢ Εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε, καλῶς ἂν εἴχεσθε. Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν ἀποστόλων.» Οὐδὲ τοῦτο πάλιν τῆς κομψείας ἐκείνων ἐδεῖτο.

Οὐδὲν οὖν, φησὶ, τελειότερον παρ᾽ αὐτῶν εἰσενήνεκται. Εἴτε γὰρ Ἰησοῦν κηρύσσωσιν, ἐκηρύξαμεν· εἴτε ἕτερον Πνεῦμα, εἰπὼν, προσέθηκεν, ὃ οὐκ ἐλάβετε· Ἢ Εὐαγγέλιον ἕτερον πάλιν, εἰπὼν, προσέθηκεν, ὃ οὐκ ἐδέξασθε, διὰ πάντων δηλῶν, ὅτι οὐχ ἁπλῶς, εἰ πλεῖόν τι λέγουσι, προσέχειν δεῖ· ἀλλ᾽ εἴ τι πλέον ἔλεγον ὃ λεχθῆναι ἔδει, καὶ παρ᾽ ἡμῶν παρελείφθη. Εἰ δὲ οὐκ ἔδει, διὰ τοῦτο οὐδὲ παρ᾽ ἡμῶν εἴρηται· τί τοίνυν τοιαῦτα λέγοντας πρὸς ἐκείνους κεχήνατε; «Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾽ οὐ τῇ γνώσει.» Ἐπειδὴ μεγάλα ἐκόμπαζον ἐκεῖνοι ἐπὶ σοφίᾳ Ἑλληνικῇ, τοῦτο οὕτω τίθησι, δεικνὺς ὅτι οὐκ αἰσχύνεται τοῦτο, ἀλλὰ καὶ ἐγκαλλωπίζεται. Οὐδενὸς γὰρ ἡγεῖται ἀξίαν λόγου τὴν ἔξω σοφίαν, ἀλλὰ καὶ μωρίαν. «Ἀλλ᾽ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς.» Διαβάλλει τοὺς ψευδαποστόλους, ὡς ἐν πανουργίᾳ περιπατοῦντας. «Ἢ ἁμαρτίαν ἐποίησα, ἐμαυτὸν ταπεινῶν, ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ Εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν. Καὶ παρὼν πρὸς ὑμᾶς, καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐθενός. Τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ, ἐλθόντες ἀπὸ Μακεδονίας, καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα, καὶ τηρήσω.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Ἐν στενοχωρίᾳ διῆγον καὶ πενίᾳ ἐσχάτῃ, παρ᾽ ὑμῖν ὢν, καὶ κηρύττων ὑμῖν τὸν λόγον.

Τοῦτο οὖν μοι ἔχετε ἐγκαλεῖν, καὶ τοῦτο ἥμαρτον, ὅτι εἱλόμην ἐμαυτὸν θλίψαι, ἵνα ὑμεῖς ὠφεληθῆτε. Τοῦτο γάρ ἐστι τὸ, ὑψωθῆτε. «Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί.» Μὴ νομίσητε, φησὶν, ὅτι διὰ τοῦτο εἶπον ἵνα λάβω.

Ἔστι γὰρ, φησὶν, ἀλήθεια ἐν ἐμοί. «Ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδεν. Ὃ δὲ ποιῶ, καὶ ποιήσω.» Καύχησιν δὲ τὸ πρᾶγμα καλεῖ. «Ἵνα δὲ ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν· ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς.» Ἐπειδὴ γὰρ τοῦτο ἐσπούδαζον ἐκεῖνοι, λαβήν τινα εὑρεῖν κατ᾽ αὐτοῦ ὡς φιλοχρημάτου, καὶ ταύτην ἀναιρεῖν ἐσπούδαζεν. «Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.» Διὰ τοῦτο, φησὶ, ψευδαποστόλους καλῶ, ὅτι τοιαῦτα ὑποκρίνονται πάντα, ἵνα ἀπατήσωσιν. Ἐπειδὴ γὰρ ἴσασιν, ὅτι ἑτέρως οὐκ ἂν γένοιντο εὐπαράδεκτοι, τὸ πρόσωπον λαμβάνουσι τῆς ἀληθείας, ἵνα τὸ δράμα τῆς πλάνης ὑποκρίνωνται, καὶ χρήματα φάσκουσι μὴ λαμβάνειν, ἵνα πλείονα λάβωσιν. «Οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται.» Ἄγγελον φωτὸς, τὸν παῤῥησίαν ἔχοντα ἄγγελον λέγει. Εἰσὶ γὰρ ἄγγελοι σκότους οὗτοι, οἱ τοῦ διαβόλου. «Ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.» Ὅπερ ἡμεῖς ἐσμεν, φησὶν, οἱ τὸ Εὐαγγέλιον κηρύττοντες. «Πάλιν λέγω (μή τις με δόξῃ ἄφρονα εἶναι).» Καὶ γὰρ ἤδη προδιωρθώσατο. «Εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με.»

Τοῦτο γὰρ ἐκείνων ἦν ἔργον, τὸ αἰτίας μὴ οὔσης καυχᾶσθαι. «Ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι. Ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ.» Πάλιν τῇ προσθήκῃ τοῦ μικροῦ ἐπικουφίζει τὸ βάρος. «Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.» Ὅρα πῶς τὸ καυχᾶσθαι οὐ κατὰ Κύριον. Ὅταν γὰρ πάντα ποιήσητε, φησὶ, λέγετε, ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν. «Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι.

Ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες. Ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει.» Τουτέστιν, ἀπὸ τῶν ἔξωθεν, ἀπὸ εὐγενείας, ἀπὸ πλούτου, ἀπὸ σοφίας, ἀπὸ τοῦ περιτομὴν ἔχειν, καὶ προγόνους Ἰουδαίους. «Κατὰ ἀτιμίαν λέγω.» Οὐχ ὅτι τύπτεσθε, ἀλλ᾽ ὅτι εἰς ὄψιν τῶν τυπτομένων οὐκ ἐλάττονα πάσχετε. «Ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν· ἐν ᾧ δ᾽ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Ἑβραῖοί εἰσι; κἀγώ. Ἰσραηλῖταί εἰσι; κἀγώ. Σπέρμα Ἀβραάμ εἰσι; κἀγώ. Διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις. Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα.» Μὴ γὰρ οὐκ ἐδυνάμεθα, φησὶ, καὶ ἡμεῖς τοιαῦτα ποιεῖν ὑμῖν; Ἀλλ᾽ οὐ ποιοῦμεν. Τίνος οὖν ἕνεκεν αὐτῶν ἀνέχεσθε, ὡς ἡμῶν μὴ δυναμένων τοιαῦτα ποιεῖν; Ἔγκλημα μὲν γὰρ ὑμῖν, καὶ τὸ μωραινόντων ἀνέχεσθαι. Τὸ δὲ καὶ ἁρπαζόντων, καὶ καταφρονούντων, καὶ τυπτόντων, οὐδὲ ἀπολογίαν ἔχει. «Παρὰ μίαν ἔλαβον.» Διὰ τί παρὰ μίαν; Νόμος ἦν παλαιὸς τὸν πλέον τῶν τεσσαράκοντα λαβόντα ἄτιμον εἶναι παρ᾽ αὐτοῖς.

Ἵνα οὖν μὴ ἡ τοῦ τύπτοντος ῥύμη καὶ ὁρμὴ πλέον ἐπενεγκοῦσα τοῦ ἀριθμοῦ, ἄτιμον ποιήσῃ τὸν μαστιγούμενον, ὥρισαν παρὰ μίαν τύπτεσθαι, ἵνα κἂν πλεονάσῃ ὁ τύπτων, μὴ ὑπὲρ τεσσαράκοντα ἐκπέσῃ, ἀλλὰ εἴσω τοῦ ἀριθμοῦ τοῦ σεσοφισμένου μείνας, μὴ ἀτιμάσῃ τὸν τυπτόμενον. «Τρὶς ἐῤῥαβδίσθην· ἅπαξ ἐλιθάσθην.» Καὶ τί τοῦτο πρὸς τὸ Εὐαγγέλιον; ὅτι μακρὰς ὁδοὺς ἐστέλλετο, καὶ διαποντίους ἀποδημίας. «Τρὶς ἐναυάγησα.» Μυστικῶς αἰνιττόμενος λέγει τὴν ἀνθρωπότητα τρίτον ναυαγῆσαι· τί γάρ φησι, Τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα; Τρίτον γὰρ ἐναυάγησεν ἡ ἀνθρωπότης, ἅπαξ ἐν παραδείσῳ διὰ τῆς παραβάσεως· δεύτερον πάλιν ἐν τῷ κατακλυσμῷ Νῶε. Τρίτον, μετὰ τὸ δέξασθαι τὸν νόμον, πρὸς τὴν εἰδωλολατρείαν ἐξέπεσεν ὁ λαὸς, ἕως οὗ ἐλθὼν ὁ τῶν ψυχῶν ἡμῶν κυβερνήτης Χριστὸς, στήσας τὸ ἱστίον τοῦ σταυροῦ ἐμμέσῳ τῇ γῇ, ἀχείμαστον ἡμῖν τὸν εἰς Οὐρανόπολιν πλοῦν ᾠκονόμησε. «Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα.» Νύκτα λέγει, τὴν πρὸ τοῦ Χριστοῦ παρουσίας ἐν τῇ σκοτεινῇ πλάνῃ διατριβήν. Ἡμέραν δὲ λέγει, τὴν μετὰ Χριστοῦ παρουσίαν ἐν τῷ φωτεινῷ βαπτίσματι διαγωγήν. «Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Ὁδοιπορίαις πολλάκις,» Οἱ μὲν γάρ φασιν, ὅτι ἐν μέσῳ πελάγει πλέων· οἱ δὲ, ὅτι νηχόμενος ἐν μέσῳ πελάγει, ἔνθα οὐ γῆν, οὐκ ὄρος ἦν ἰδεῖν, ὅπερ καὶ ἀληθέστερον.

Ἐπεὶ ἐκεῖνό γε οὐδὲ θαύματος ἄξιον, οὐδ᾽ ἂν μετὰ τὰ ναυάγια αὐτὸ τέθεικεν ὡς τῶν ναυαγίων μεῖζον ὄν. «Κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις.» Ἠναγκάζετο γὰρ διαπορθμεύειν ποταμούς. «Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· χωρὶς τῶν παρεκτὸς, ἡ ἐπισύστασίς μου ἡ καθημέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν.

Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Εἰ καυχᾶσθαι δεῖ, τὰς ἀσθενείας μου καυχήσομαι. Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, οἶδεν ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως, ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιάσαι με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους, καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.» ΚΕΦΑΛ. ΙΒʹ. «Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.» Τοῦτό φησιν, οὐχ ὡς οὐδὲν εἰρηκὼς, ἀλλ᾽ ἐπειδὴ μέλλει μεταβαίνειν εἰς ἕτερον καυχήσεως εἶδος, ὃ λαμπρότερον αὐτὸν δείκνυσι καὶ ἐπισημότερον.

Ταῦτα δέ φησιν ἐν ἑαυτῷ, ἐκείνους παιδεύων ταπεινοφρονεῖν. Εἰ γὰρ ὁ τοσαῦτα ἔχων, τοιοῦτος, τί οὐκ ὤφειλον ἐκεῖνοι ποιεῖν; «Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων. Ἀλήθειαν γὰρ ἐρῶ. Φείδομαι δὲ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί.» Πολλῶν οὐσῶν ἀποκαλύψεων, μίαν ταύτην τίθησιν· ὅτι δὲ ἦσαν πολλαὶ, αὐτὸς ἐπεξιὼν εἶπεν, ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ὑπεραίρωμαι. Διὰ τοῦτο δὲ καὶ τὸν χρόνον τίθησι τῶν δεκατεσσάρων ἐτῶν, ἵνα δείξῃ, ὅτι οὐκ ἂν ὁ τοσοῦτον καρτερήσας χρόνον, νῦν ἂν ἐξεῖπεν, εἰ μὴ πολλὴν ᾔδει τὴν ἀνάγκην. «Ἄγγελος Σατὰν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι.» Σατὰν ὁ ἀντικείμενος λέγεται τῇ τῶν Ἑβραίων φωνῇ. Τοῦτο γὰρ ἐπὶ Σολομῶντος διηγουμένη φησὶν ἡ Γραφή· Οὐκ ἦν Σατὰν ἐν ταῖς ἡμέραις αὐτοῦ· τουτέστι πολεμῶν, ἀντικείμενος.

Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Οὐκ εἴασεν ὁ Θεὸς ἀπονητὶ προχωρῆσαι τὸ κήρυγμα, καταστέλλων ἡμῶν τὸ φρόνημα· ἀλλὰ συνεχώρησε τοῖς ἀντικειμένοις ἐπιτίθεσθαι ἡμῖν. Ἄγγελον τοίνυν Σατανᾶ λέγει, Ἀλέξανδρον τὸν χαλκέα, Ὑμέναιον καὶ Φιλητὸν, τοὺς τὴν ἀνάστασιν λέγοντας ἤδη γεγονέναι, καὶ πάντας τοὺς ἀντικειμένους τῷ λόγῳ τοῦ κηρύγματος, καὶ φιλονεικοῦντας αὐτῷ, καὶ πολεμοῦντας, καὶ ἐμβάλλοντας εἰς δεσμωτήρια. Ὥσπερ οὖν υἱοὺς διαβόλου καλεῖ τοὺς Ἰουδαίους, τὰ ἐκείνου ζηλοῦντας, οὕτω καὶ ἀγγέλους Σατανᾶ πάντα τὸν ἀντιπίπτοντα τῷ κηρύγματι.

Τοῦτο οὖν, ἐδόθη μοι σκόλοψ, φησὶν, ἵνα με κολαφίζῃ· οὐχ ὡς τοῦ Θεοῦ τοὺς τοιούτους ὁπλίζοντος· μὴ γένοιτο· οὐδὲ κολάζοντος, οὐδὲ τιμωρουμένου τέως, ἀλλὰ συγχωροῦντος, καὶ ἀφιέντος ἐν ἡμέρᾳ κρίσεως. «Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ.» Καὶ τοῦτο πολλῆς ταπεινοφροσύνης, τὸ μὴ κρύψαι. «Καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου.» Τουτέστιν, ὅτι Νεκροὺς ἐγείρεις, καὶ τυφλοὺς θεραπεύεις, καὶ τὰ ἄλλα τῶν σημείων ποιεῖς. «Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Ἐλαυνόμενοι γὰρ, καὶ διωκόμενοι, πάντων περιεγένοντο. «Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.» Ἵνα μὴ καταπέσωσι, τῶν ψευδαποστόλων ἐπὶ τοῖς ἐναντίοις καυχωμένων, καὶ ὄντων τούτων ἐν διωγμοῖς, δείκνυσιν ὅτι διὰ τούτων λαμπρότεροι γίνονται. «Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις ὑπὲρ Χριστοῦ.» Ἵνα μή τις νομίσῃ σωματικὴν ἀσθένειαν λέγειν αὐτὸν, καὶ κατ᾽ εἶδος τὴν ἀσθένειαν διηγήσατο, λέγων· Ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις. Εἶδες ὅπως αὐτὸν νῦν ἀπεκάλυψεν, ὃν εἶπεν ἄνω Σατανᾶν, καὶ οὐχὶ ἄλγος, ὥς φασιν οἱ ληροῦντες, περὶ τὴν κεφαλὴν εἶχεν. «Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.» Ἔνθα θλίψις, ἐκεῖ καὶ παράκλησις. Καὶ ἔνθα παράκλησις, ἐκεὶ καὶ χάρις.

Ὅτε γοῦν εἰς τὸ δεσμωτήριον ἔπεσε, τότε θαυμαστὰ ἐποίησεν ἐκεῖνα. Ὅτε ἐναυάγησεν, καὶ εἰς τὴν βάρβαρον ἐξηνέχθη χώραν, τότε μάλιστα ἐδοξάσθη. Ὅτε εἰς τὸ δεσμωτήριον εἰσῆλθε, τότε καὶ τοῦ δικαστοῦ περιεγένετο. «Γέγονα ἄφρων καυχώμενος, ὑμεῖς με ἠναγκάσατε.

Ἐγὼ γὰρ ὤφειλον ὑφ᾽ ὑμῶν συνίστασθαι. Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι· τὰ μέντοι σημεῖα τοῦ Ἀποστόλου κατειργάσθη ἐν ὑμῖν, ἐν πάσῃ ὑπομονῇ, σημείοις τε, καὶ τέρασι, καὶ δυνάμεσι. Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν;» Καυχώμενος. Ἀπαρτίσας δὲ τὸν περὶ τῶν οἰκείων ἐγκωμίων λόγον, οὐκ ἔστη μέχρι τούτου ἀλλὰ ἀπολογεῖται πάλιν, καὶ συγγνώμην ὑπὲρ τῶν εἰρημένων αἰτεῖ. Ὑμεῖς γὰρ, φησὶν, ἠναγκάσατε. Εἰ μὲν γὰρ καυχώμενος, καὶ ἐκεῖνοι μὴ μετὰ τῆς ὑμετέρας τοῦτο ἐποίουν ἐκεῖνοι πλάνης, οὐκ ἂν οὕτως προήχθην εἰς τούτους ἐμαυτὸν ἀγαγεῖν λόγους. Ἐπειδὴ δὲ ὁλόκληρον Ἐκκλησίαν διέφθειρον, εἰς τὸ συμφέρον ὑμῖν ὁρῶν, ἠναγκάσθην ἄφρων γενέσθαι. «Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Ἰδοὺ τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω.

Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς· οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ᾽ οἱ γονεῖς τοῖς τέκνοις. Ἐγὼ δὲ ἥδιστα δαπανήσω, καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι.» Ἐγκώμιον ἐκείνων τίθησιν, εἴ γε ἀδικίαν οἰκείαν εἶναι νομίζουσι, τὸ μὴ καταδέξασθαι τὸν Ἀπόστολον λαβεῖν τι παρ᾽ αὐτῶν, μηδὲ ἀνασχεθῆναι τραφῆναι ἐκεῖθεν. «Εἰς τοῦτο δὲ ἐγὼ οὐ κατεβάρησα ὑμᾶς, ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾽ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; Παρεκάλεσα Τίτον, καὶ συναπέσταλκα τὸν ἀδελφόν. Μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσι; Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; Κατέναντι τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. Τὰ δὲ πάντα ἀγαπητοὶ, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. Φοβοῦμαι γὰρ μήπως ἐλθὼν, οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε.» Ἄρα ἔχει τις εἰπεῖν, ὡς Ἐγὼ μὲν οὐκ ᾔτησά τι, οὐδὲ ἔλαβον· πανοῦργος δὲ ὢν, παρεσκεύασα τοὺς ὑπ᾽ ἐμοῦ ἀποσταλέντας εἰς οἰκεῖον πρόσωπον αἰτῆσαί τι παρ᾽ ὑμῶν. Καὶ δι᾽ ἐκείνων αὐτὸς ἐγὼ ἐδεξάμην, τοῦ δοκεῖν εἰληφέναι ἔξω ἐμαυτὸν τιθείς. Ἀλλ᾽ οὐδὲ τοῦτο ἔχοι τις ἂν εἰπεῖν, καὶ μάρτυρες ὑμεῖς. Τῷ δὲ αὐτῷ πνεύματι, ἢ τῇ αὐτῇ προαιρέσει λέγει, ἢ τῇ αὐτῇ διακονίᾳ τῆς χάριτος, ὅτι ὁμοίαν ἡμῖν τὸ Πνεῦμα πολιτείαν ἐχαρίσατο. «

Μήπως ἔρεις, ζῆλος, θυμοὶ, ἐριθεῖαι, καταλαλιαὶ, ψιθυρισμοὶ, φυσιώσεις, ἀκαταστασίαι· μὴ πάλιν παρελθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς.» Ὃ πρῶτον ἔμελλεν θεῖναι, τὸ κατὰ τὴν φυσίωσιν, τοῦτο ὕστερον τίθησι. Κατ᾽ αὐτοῦ γὰρ ἀπενοοῦντο· ἵνα οὖν μὴ δόξῃ προηγουμένως τὸ ἑαυτοῦ ζητεῖν, τὸ κοινὸν λέγει πρῶτον. Ταῦτα γὰρ πάντα ἀπὸ βασκανίας ἐτίκτοντο, αἱ διαβολαὶ, αἱ κατηγορίαι, αἱ διαστάσεις. «Καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ πορνεία, καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.» Οὐκ εἶπε πάντας, ἀλλὰ πολλούς· καὶ οὐδὲ τούτους ποιεῖ φανεροὺς, διδοὺς ῥᾳδίαν αὐτοῖς τὴν πρὸς τὴν μετάνοιαν ἐπάνοδον.

ΚΕΦΑΛ. ΙΓʹ. «Ἰδοὺ τοῦτο τρίτον ἔρχομαι πρὸς ὑμᾶς.» Δείκνυσι πολὺν μὲν ἐν ταῖς παραγγελίαις ἑαυτὸν ὄντα καὶ σφοδρότερον, ὀκνηρὸν δὲ καὶ μελλητὴν ἐν ταῖς τιμωρίαις. «Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν, σταθήσεται πᾶν ῥῆμα. Προείρηκα, καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσι, καὶ τοῖς λοιποῖς πᾶσιν.» Ἀντὶ μαρτύρων τὰς παρουσίας αὐτοῦ τίθησι, καὶ τὰς παραγγελίας. Ἅπαξ, φησὶν, εἶπον, καὶ δεύτερον, ὅτε παρεγενόμην, λέγω καὶ νῦν διὰ γραμμάτων.

Κἂν μὲν ἀκούσητε, ὅπερ ἐπεθύμουν γέγονεν· ἂν δὲ παρακούσητε, ἀνάγκη λοιπὸν στῆσαι τὰ εἰρημένα, καὶ ἐπαγαγεῖν τὴν τιμωρίαν. «Ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι.» Ἵνα μὴ ἡ μέλλησις ῥᾳθυμίαν ἐργάσηται, ὅρα πῶς καὶ τοῦτο διορθοῦται λέγων· Ἐὰν ἔλθω, οὐ φείσομαι. «Ἐπεὶ δοκιμὴν ζητεῖτε, τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν.» Τοῦτο πρὸς τοὺς κωμῳδοῦντας αὐτὸν, καὶ χλευάζοντας, καὶ λέγοντας, Ἡ παρουσία ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενούμενος. Καθαπτόμενος λέγει· Ἐπειδὴ βούλεσθε δοκιμάζειν, εἰ ἐν ἐμοὶ Χριστὸς οἰκεῖ· καὶ διὰ τοῦτό με κωμῳδεῖτε, ὡς εὐτελῆ καὶ εὐκαταφρόνητον, ἅτε ἔρημον ὄντα τῆς δυνάμεως ἐκείνης· εἴσεσθε, ὅτι οὐκ ἐσμὲν ἔρημοι, εἰ παράσχοιτε πρόφασιν· ὃ μὴ γένοιτο· οὐκ εἶπε δὲ, τοῦ ἐνοικοῦντος, ἀλλὰ, τοῦ λαλοῦντος, πνευματικὰ ὄντα δεικνὺς τὰ ῥήματα. «Καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.» Τρία σημαίνει τὸ τῆς ἀσθενείας ὄνομα. Καὶ γὰρ ἀσθένεια λέγεται ἡ τοῦ σώματος ἀῤῥωστία, κατὰ τὸ εἰρημένον ὑπὲρ Λαζάρου· Κύριε, ἴδε ὃν φιλεῖς, ἀσθενεῖ. Καὶ πάλιν ἀσθενεῖ τῷ μὴ πεπηγέναι ἐν τῇ πίστει καλῶς, κατὰ τὸ εἰρημένον ἐν τῷ Παύλῳ· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις λογισμῶν. Καὶ πάλιν κατὰ τρίτον τρόπον ἀσθένειαι οἱ διωγμοὶ καὶ ἐπιβουλαί.

Καὶ τοῦτο πάλιν ἔστιν ἐκ τοῦ Παύλου ἰδεῖν λέγοντος· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Κατὰ τοῦτον δὴ τὸν τρίτον τρόπον τὸ τῆς ἀσθενείας ἐκδέχεται ὄνομα.

Λέγει οὖν, ὅτι Εἰ καὶ ἐσταυρώθη κίνδυνον ὑπομείνας καὶ ἐπιβουλὴν, ἀλλ᾽ ὅμως οὐδὲν παρεβλάβη, ἀλλὰ δυνατός ἐστιν ὁ Θεὸς, εἰ καὶ διὰ τὴν οἰκονομίαν πέπονθεν ἑκών. «Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς. Ἑαυτοὺς πειράζετε, εἰ ἐστὲ ἐν τῇ πίστει· ἑαυτοὺς δοκιμάζετε.

Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς Ἰησοῦς ἐν ὑμῖν ἐστιν; εἰ μή τι ἄρα ἀδόκιμοί ἐστε. Ἐλπίζω δὲ ὅτι γνώσεσθε, ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.» Τουτέστι, Διωκόμεθα, ἐλαυνόμεθα, καὶ τὰ ἔσχατα πάσχομεν.

Τουτέστι, διὰ τὸ κήρυγμα καὶ τὴν εἰς αὐτὸν πίστιν. «Εὐχόμεθα δὲ πρὸς τὸν Θεὸν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν· οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε.» Παρακαλῶ τὸν Θεὸν, φησὶ, μηδὲν εὑρεῖν ἀδιόρθωτον· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἁμαρτεῖν. Εἰ γὰρ μείνητε ἀμετανόητα ἁμαρτάνοντες, ἀνάγκη ὑμᾶς κολάζειν, καὶ δοῦναι δοκιμὴν τῆς δυνάμεως· ὃ καὶ ἐποίησαν ἐπὶ Σαπφείρας, καὶ τοῦ μάγου Ἐλύμα. Ἀλλ᾽ οὐκ εὐχόμεθα τοῦτο, φησὶν, ἀλλὰ τοὐναντίον, ἵνα μήτε ὑμεῖς ἁμάρτητε, μήτε ἡμεῖς ὡς ἀδόκιμοι φανῶμεν. Τουτέστιν, Ἵνα μὴ οὕτω τὴν δοκιμὴν ἐπιδειξώμεθα τῆς δυνάμεως τῆς ἐν ἡμῖν, διὰ τὸ κολάζειν ὑμᾶς. καὶ τιμωρεῖσθαι ἁμαρτάνοντας, καὶ ἀνίατα νοσοῦντας. Ἀλλὰ τί; Ἵνα ὑμεῖς τὸ κακὸν ποιῆτε. Τοῦτο γὰρ εὐχόμεθα, στεφανωθέντας ὁρᾷν. «Ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.» Οὐκ ἐπιδεικνύμενοι ἡμῶν τὴν τιμωρητικὴν δύναμιν. Καὶ οὐκ εἶπεν ἀδόκιμοι, ἀλλ᾽ ὡς ἀδόκιμοι.

Οὐ γὰρ ἔμελλεν εἶναι ἀδόκιμος, εἰ καὶ μὴ ἐκόλαζεν. «Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας.» Ὃ ἡ τοῦ πράγματος, φησὶν, ἀπαιτεῖ φύσις, τοῦτο ποιοῦμεν. Κἂν γὰρ ἴδωμεν ὑμᾶς εὐδοκιμοῦντας διὰ τῆς μετανοίας, οὐ δυνάμεθα κολάσαι λοιπόν. «Ἀλλ᾽ ὑπὲρ τῆς ἀληθείας. Χαίρομεν γάρ.» Ὅταν νομιζώμεθα ἀσθενεῖς, οὐχ ὅταν ἐσμὲν ἀσθενεῖς. «Ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε, Τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. Διὰ τοῦτο ἀπὼν ταῦτα γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν, ἣν ὁ Κύριος ἔδωκέ μοι.» Τουτέστι, δόκιμοι καὶ εὐάρεστοι. «Εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν. Λοιπὸν, ἀδελφοὶ, χαίρετε.» Δείκνυσιν ὅτι οὐκ ἐπεθύμει τῇ ἐξουσίᾳ εἰς τὴν ἐκείνων χρήσασθαι τιμωρίαν. «Καταρτίζεσθε.» Τέλειοι γίνεσθε, φησὶ, πληροῦντες τὰ λείποντα. «Παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ᾽ ὑμῶν. Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι· ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν.

Ἀμήν. Τοῦτό φησιν, ἐπειδὴ πολλοὶ ἦσαν οἱ πειρασμοὶ, καὶ μεγάλοι οἱ κίνδυνοι. Ἐγράφη ἀπὸ Φιλίππων τῆς Μακεδονίας διὰ τοῦ Λουκᾶ καὶ Τίτου. Πρὸς Κορινθίους βʹ, στίχοι χιβʹ.