Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰς ἐπιστολὰς τοῦ Παύλου

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνεία στην Προς Γαλάτας Επιστολή

Ανάλυση της Προς Γαλάτας επιστολής, υπογραμμίζοντας τη δικαίωση του ανθρώπου μέσω της πίστης στον Χριστό έναντι των νομικών διατάξεων και της πνευματικής δουλείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 14

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΓΑΛΑΤΑΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. »Παῦλος ἀπόστολος, οὐκ ἀπ᾽ ἀνθρώπων, οὐδὲ δι᾽ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ, καὶ Θεοῦ Πατρός.» Οἱ ἐξ Ἰουδαίων πιστεύσαντες, ὁμοῦ μὲν τῇ προλήψει τοῦ Ἰουδαϊσμοῦ κατεχόμενοι, ὁμοῦ δὲ κενοδοξίᾳ μεθύοντες, καὶ βουλόμενοι διδασκάλων ἀξιώματα ἑαυτοῖς περιθεῖναι, ἐλθόντες εἰς τὸ Γαλατῶν ἔθνος, ἐδίδασκον ὅτι δεῖ περιτέμνεσθαι, καὶ Σάββατα, καὶ Νεομηνίας τηρεῖν, καὶ μὴ ἀνέχεσθαι Παύλου ταῦτα ἀναιροῦντος. Οἱ γὰρ περὶ Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην, φησὶν, ταῦτα οὐ κωλύουσιν, οἱ πρῶτοι τῶν ἀποστόλων. Οὗτος μὲν γὰρ χθὲς καὶ σήμερον ἐφάνη, ἐκεῖνοι δὲ πρῶτοι, οἱ περὶ Πέτρον· καὶ οὗτος μὲν μαθητὴς τῶν ἀποστόλων, ἐκεῖνοι δὲ τοῦ Χριστοῦ· καὶ οὗτος μόνος, ἐκεῖνοι δὲ πολλοὶ, καὶ στύλοι τῆς Ἐκκλησίας. Ἐπεὶ οὖν ἔμπροσθεν εἶδεν ἔθνος ὁλόκληρον, καὶ πυρὰν ἐκ τῆς Γαλατῶν ἀναφθεῖσαν Ἐκκλησίας, γράφει τὴν ἐπιστολὴν πρὸς ἅπαντα ταῦτα ἀπολογούμενος, καὶ ἐκ προοιμίων εὐθέως πρὸς ἐκεῖνο ἀνατείνεται, ὃ διορύττοντες αὐτοῦ τὴν ὑπόληψιν ἔλεγον, ὅτι οἱ μὲν ἄλλοι τοῦ Χριστοῦ, οὗτος δὲ τῶν ἀποστόλων γέγονεν μαθητής.

Τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.» Διὰ τί οὐκ ἀπὸ τῶν θεοπρεπῶν ἤρξατο, ἀλλ᾽ ἀπ᾽ αὐτοῦ τοῦ πάθους; Ὅτι ἐπειδὴ ὡς μέλλοντες τιμωρεῖσθαι, εἰ ἀποσταῖεν τοῦ νόμου, ἐστασίαζον πρὸς αὐτὸν, διὰ τοῦτο πράγματος μέμνηται δι᾽ οὗ πᾶσαν ἐκβάλλει τοῦ νόμου τὴν χρείαν. Λέγω δὴ τὴν ἐκ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως αἰτίαν γενομένην ἅπασι σωτηρίας. «Καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί.» Πρὸς ἐκεῖνο πάλιν ἀποτείνεται, τὸ λέγειν ἐκείνους, ὅτι ὁ μὲν Παῦλος εἷς, οἱ δὲ ἀπόστολοι, πολλοί· διὸ πλῆθος ἐπεισήγαγε σὺν αὐτῷ, καὶ οὐχ ὥσπερ ἐν ἑτέραις, ἢ Παῦλος μόνον, ἢ Παῦλος καὶ Τιμόθεος, ἢ καὶ Σιλουανός. «Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας.» Δείκνυσι τὸ ἀναγκαῖον τῆς ἐπιστολῆς, ὅτι οὐ μία κινδυνεύουσα Ἐκκλησία ἤγειρεν αὐτοῦ τὴν τοσαύτην σπουδὴν, ἀλλὰ πλῆθος Ἐκκλησιῶν. «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς κα Κυρίου Ἰησοῦ Χριστοῦ.» Πανταχοῦ μὲν τοῦτο τίθησι, μάλιστα δὲ Γαλάταις ἐπιστέλλων νῦν, ἐπειδὴ τῆς χάριτος ἐκινδύνευον ἐκπεσεῖν, τὸ πάλιν ἐλθεῖν περιτέμνεσθαι. «Τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν.» Μυρίοις, φησὶν, περιεπάρημεν κακοῖς, καὶ τῆς ἐσχάτης ἦμεν ὑπεύθυνοι κολάσεως· καὶ ὁ μὲν νόμος οὐ μόνον οὐ κατήλλαξεν, ἀλλὰ καὶ κατεδίκασεν, τὸ μὲν ἁμάρτημα φανερὸν καθιστὰς, ἐλευθερῶσαι δὲ οὐκ ἰσχύων, οὐδὲ παῦσαι τοῦ Θεοῦ τὴν ὀργήν.

Ὁ δὲ Υἱὸς τοῦ Θεοῦ, καὶ τὸ ἀδύνατον δυνατὸν ἐποίησε, τὰς ἁμαρτίας λύσας, καὶ τοὺς ἐχθροὺς ἐν τάξει φίλων καταστήσας. «Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος πονηροῦ.» Οὐ τὸν χρόνον εἶπεν, ἀλλὰ τὴν παροῦσαν ζωὴν πονηρὰν ἐκάλεσε. «Τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.» Γὰς πράξεις λέγει τὰς πονηρὰς, τὴν προαίρεσιν τὴν διεστραμμένην. «Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ.» Τοῦτό μοι, φησὶ, τὴν πολλὴν ἔκπληξιν ἤγειρεν, ὅτι οἱ οὕτως τὸ τῆς χάριτος διδαχθέντες μυστήριον, ὡς δύνασθαι καὶ ἑτέρων διδάσκαλοι γίνεσθαι, οὗτοι εὐχερῶς οὕτως τοῖς ἀπατῶσι πείθονται. «Εἰς ἕτερον Εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο.» Ὡς γὰρ ὁ Πέτρος φησὶν, ὅτι Οὐκ ἔστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. «Εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέλοντες μεταστρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ.» Εὖ τὸ, ταράσσοντες, οὐ διδάσκοντες, οὐδὲ πείθοντες· ἵνα δείξῃ ἀπάτης μόνης τὸ πρᾶγμα ὄν. «Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.»

Ὅρα σύνεσιν ἀποστολικήν· Ἵνα γὰρ μή τις λέγῃ, ὅτι κενοδοξίας ἕνεκεν τὰ ἴδια συγκροτεῖ δόγματα, καὶ αὐτὸν ἀνεθεμάτισεν· ἐπειδὴ δὲ εἰς ἀξιώματα κατέφυγον, Ἰάκωβον καὶ Ἰωάννην, διὰ τοῦτο καὶ ἀγγέλων ἐμνήσθη. Μὴ γάρ μοι Ἰάκωβον εἴπῃς καὶ Ἰωάννην. Κἂν γὰρ τῶν πρώτων ἀγγέλων ᾖ τις, φησὶν, διαφθείρων τὸ κήρυγμα, ἀνάθεμα ἔστω. «Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν;» Εἰ καὶ ὑμᾶς ἠπάτων, φησὶ, ταῦτα λέγων, μὴ καὶ τὸν Θεὸν παραλογίσασθαι δύναμαι, τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδότα, καὶ ᾧ πᾶσά μοι σπουδὴ καὶ διὰ πάντων ἀρέσκειν; «Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος ἂν ἤμην. Γνωρίζω γὰρ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον.» Εἰ ἤθελον ἀνθρώποις ἀρέσαι, φησὶν, ἔτι μετὰ Ἰουδαίων ἤμην, καὶ τὴν Ἐκκλησίαν ἐπόρθουν. Εἰ δὲ ἔθνους ὁλοκλήρου καὶ συγγενῶν καὶ δόξης κατεφρόνησα, καὶ ἀντηλλαξάμην διωγμοὺς, καὶ πολέμους, καὶ θανάτους καθημερινοὺς, εὔδηλον ὅτι καὶ ταῦτα ἃ λέγω νῦν, οὐ τῆς τῶν ἀνθρώπων ἐφιέμενος δόξης λέγω. Τοῦτο δὲ εἴρηκεν, ἐπειδὴ μέλλει καὶ τὸν πρότερον αὐτοῦ διηγεῖσθαι βίον. Ἵνα οὖν μὴ νομίσωσιν, ὅτι αὐτοῖς ἀπολογούμενος τοῦτο ποιεῖ, καὶ ἐπαρθῶσιν, διὰ τοῦτο φησιν· Ἄρτι γὰρ ἀνθρώπους πείθω. «Οὐδὲ γὰρ ἐγὼ παρ᾽ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην· ἀλλὰ δι᾽ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.»

Ὅρα πῶς ἄνω καὶ κάτω διισχυρίζεται, ὡς τοῦ Θεοῦ γέγονε μαθητὴς, διὰ τὸ τοὺς ἀναγκάζοντας περιτέμνεσθαι Γαλάτας, λέγειν· ὡς ἐκεῖνοι οἱ τοῦ Χριστοῦ γεγονότες μαθηταὶ, Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, ἐῶσι τὴν περιτομὴν, οὗτος δὲ μαθητῶν ἐστι μαθητὴς, καὶ οὐ δεῖ ἐκείνοις μᾶλλον ἢ τούτῳ προσέχειν; «Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτὴν, καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεός.» Ἔστι μὲν τὸ κατασκευαζόμενον ὅλον ἀπόδειξις τοῦ μὴ παρ᾽ ἀνθρώπου, παραλαβεῖν αὐτὸν τὸ μυστήριον.

Ἡ γὰρ τοσαύτη ἀθρόως γενομένη μεταβολὴ οὐκ ἂν δι᾽ ἀνθρώπου ᾖ δυνατὸν γίνεσθαι. Ἡ γὰρ ἐξ ἀνθρώπων διδασκαλία κατ᾽ ὀλίγον ἐστὶ προκόπτουσα. Ἔχει δὲ καὶ ἄλλην τινὰ λανθάνουσαν κατασκευήν. Ἠρέμα γὰρ αὐτοὺς διδάσκει μὴ πράσσειν τὰ νομικά· εἰ γὰρ ὁ τοσαύτην, φησὶ, σπουδὴν ἐν τῷ νόμῳ ἐνδειξάμενος, τὰ τοῦ νόμου ἀφεὶς, ἐπὶ τὴν ἐκ πίστεως ἦλθε σωτηρίαν, εὔδηλον ὡς τελειῶσαι τὸν νόμον μὴ δυνηθέντα καταλέλοιπε. Πολλῷ οὖν μᾶλλον οἱ τῇ πίστει προσδεδραμηκότες, οὐκ ὀφείλουσι διώκειν τὸν μὴ δυνάμενον τελειοῦν. «Ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν.» Εἰ ἐκ κοιλίας ἐκλήθη μητρὸς, εἰς τὴν ἀποστολὴν δηλονότι, πῶς διώκτης ἐγένετο; Τοῦτο δὲ τὸ ἄπορον αὐτὸς ἐν ἑτέρῳ ἔλυσεν τόπῳ, εἰπών· «Ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξηται Χριστὸς τὴν ἅπασαν μακροθυμίαν αὐτοῦ, εἰς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον. »Εὐθέως οὐ προανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς Ἱερουσαλὴμ πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ἐπέστρεψα εἰς Δαμασκόν.» Πάλιν κατασκευαστικὸν, τὸ μὴ παρ᾽ ἀνθρώπων αὐτὸν τὴν περὶ Χριστοῦ διδασκαλίαν δέξασθαι. Πῶς γὰρ καὶ ἔμελλεν ἀνθρώποις ἀναθέσθαι, ὁ τῆς ἄνωθεν διδασκαλίας ἠξιωμένος; «

Ἔπειτα μετὰ τρία ἔτη ἀνῆλθον εἰς Ἱεροσόλυμα, ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δέκα καὶ πέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.

Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ, ὅτι οὐ ψεύδομαι. Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ· μόνον δὲ ἀκούσαντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει· καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν.» ΚΕΦΑΛ. Βʹ. «Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.» Οὐκ ἦλθον διδαχθῆναι, φησὶν, ἀλλ᾽ ἱστορῆσαι· ὅπερ ἐστὶ μόνον τιμῶντος αὐτόν. «Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον, ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι· κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσι μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον.» Κατ᾽ ἀρχὰς μὲν τοῦ δέξασθαι τὸ Εὐαγγέλιον οὐκ ἀνῆλθεν, οὐδὲ ἀνέθετο αὐτὸ τοῖς ἀποστόλοις. Οὐδὲ γὰρ ἐδεῖτο παρὰ Χριστοῦ μαθὼν τῆς ἐκείνων διδασκαλίας.

Προϊόντος δὲ τοῦ χρόνου, καὶ κηρύττοντος αὐτοῦ τοῖς ἔθνεσιν ἄνευ περιτομῆς τὸ Εὐαγγέλιον, ἐσκανδαλίζοντό τινες, τῶν μὲν περὶ Πέτρον μὴ ἀναιρούντων τὴν περιτομὴν, τούτου δὲ μόνου ἀναιροῦντος. Διὸ τοῦτο τὸ σκάνδαλον τῶν ἄλλων τὸ Πνεῦμα τὸ ἅγιον ἐκκόψαι βουλόμενον, προσέταξεν αὐτῷ μετὰ μαρτύρων ἀνελθεῖν, καὶ ἀναθέσθαι τοῖς ἀποστόλοις τὸ ἄνευ περιτομῆς κηρύσσειν, ἵνα καὶ ἐκείνων συνθεμένων αὐτῷ, τοῦτο λυθῇ τῶν ἀνθρώπων τὸ σκάνδαλον. «Ἀλλ᾽ οὐδὲ Τίτος ὁ σὺν ἐμοὶ, Ἕλλην ὢν, ἠναγκάσθη περιτμηθῆναι.» Ὑπὸ τῶν ἀποστόλων δηλονότι· ὅπερ ἀπόδειξις ἦν μεγίστη τοῦ μὴ καταγινώσκειν αὐτοὺς τοῦ Ἀποστόλου, τὰ ἔθνη μὴ περιτέμνοντος. «Διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ.» Τὸ διὰ, ἀντὶ τοῦ, κατὰ, κεῖται. Ὁ δὲ νοῦς οὗτος.

Οἱ ἀπόστολοι, φησὶν, οὐκ ἠνάγκασαν ἀκρόβυστον ὄντα τὸν Τίτον περιτμηθῆναι, καίτοι τῶν παρεισάκτων ψευδαδέλφων αὐτὸ τοῦτο παρατηρούντων, καὶ ἀναγκαζόντων περιτέμνειν· τὸ ξένον περὶ τὴν ἀλήθειαν ἐν τάξει κατασκόπων προσαγορεύσας αὐτούς. «Ἵνα ἡμᾶς καταδουλώσωσιν.» Εἰς τὴν δουλείαν, φησὶ, πάλιν εἰσαγάγωσι τοῦ νόμου. Διὸ καὶ ἀλλαχοῦ φησι· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου. «Οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.» Οὐδὲ πρὸς βραχὺ, φησὶν, ὑπετάγημεν αὐτοῖς, παρεισάκτοις δηλονότι, ἵνα μὴ ἄλλα εἰπόντες περὶ τοῦ Εὐαγγελίου, ἄλλα πράττοντες εὑρεθῶμεν. Τί δὲ εἶπε, περὶ τοῦ Εὐαγγελίου; Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Καὶ, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Καὶ, τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν. «Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν, οὐδέν μοι διαφέρει· πρόσωπον Θεὸς ἀνθρώπου οὐ λαμβάνει. Ἐμοὶ γὰρ οἱ δοκοῦντες, οὐδὲν προσανέθεντο.» Τὸ μὲν, δοκούντων, ἀντὶ τοῦ, ὄντων· ὡς καὶ περὶ ἑαυτοῦ εἶπε· Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Ὁ δὲ νοῦς οὗτος· Οἱ περὶ Πέτρον, φησὶ, τί ποτε σκοποῦντες συγκατέβαινον τῇ περιτομῇ, οὐκ οἶδα, οὐδὲ φιλονεικῶ περὶ τούτου· οὗτοι δὲ ἴσασι, ὡς λόγον δώσοντες τῷ Θεῷ. Ἓν δὲ οἶδα, ὅτι ἐλθόντι οὐδὲν πλέον εἶπον περὶ τοῦ κηρύγματος.

Εὖ εἶπε καὶ τὸ ὁποῖοι ἦσαν, ἀλλ᾽ οὐκ εἰσὶν, ἵνα τῇ ἀρχῇ τοῦ κηρύγματος δῷ κἀκείνων τὴν συγκατάβασιν.

Ἀντὶ τοῦ, ἐναντιώθησαν. Ἀλλὰ τοὐναντίον ἰδόντες, ὅτι πεπίστευμαι τὸ Εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς (ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς περιτομὴν, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη)· καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος, καὶ Κηφᾶς, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν.» Τῷ, ἀλλὰ τοὐναντίον ἰδόντες, συναπτέον τὸ, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ. Λέγει δὲ τὰ διὰ μέσου, πάλιν δεικνὺς, ὡς οὐ παρὰ ἀνθρώπων εἰς τὸ κηρύσσειν τοῖς ἔθνεσι κεχειροτόνηται, ὅπερ οἱ ἐχθροὶ ἔλεγον περὶ αὐτοῦ. «Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.» Αἱ συνθῆκαι, φησὶ, τοιαῦται γεγόνασι, ὥστε καὶ ἐκείνους μὲν τοῖς Ἰουδαίοις, ἡμᾶς δὲ κηρύσσειν τοῖς ἔθνεσι. Κοινὴ δὲ γέγονεν ἀμφοτέροις ἡ τῶν πενήτων φροντίς. Οὗτοι δὲ ἦσαν οἱ πένητες, οἱ ἐξ Ἰουδαίων πιστεύσαντες εἰς Χριστὸν, οἳ καὶ τῶν ἰδίων οἴκων ὑπὸ τῶν Ἰουδαίων ἀπεστερήθησαν· καὶ οὗτοί εἰσιν οἷς ἔγραφεν, Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ἡμῶν μετὰ χαρᾶς προσεδέξασθε. «Ὅτε δὲ ἦλθε Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην.» Ἐν Ἱεροσολύμοις ὑπάρχων ὁ Πέτρος, συγκατέβαινε τῷ Ἰουδαϊσμῷ, μὴ κωλύων τὴν περιτομὴν τέως, μήτε τὰ Σάββατα.

Κατελθὼν δὲ εἰς τὴν Ἀντιόχειαν, ἀδιαφόρως συνήσθιε τοῖς πιστεύσασιν ἐξ ἐθνῶν εἰς τὸν Κύριον. Εἶτα κατελθόντων τινῶν ἀπὸ Ἱεροσολύμων, ἐφοβήθη σκανδαλίσαι αὐτοὺς, καὶ ἐχώρισεν ἑαυτὸν ἀπ᾽ ἐκείνων, μεθ᾽ ὧν συνδιῃτᾶτο πρώην. Ἀλλὰ πεποίηκέ τινα οἰκονομίαν μετ᾽ αὐτοῦ ὁ Παῦλος, ἔμπροσθεν πάντων ἐπιτιμήσας αὐτῷ, διὰ τὸ ἀναγκάζειν Ἰουδαΐζειν τὰ ἔθνη, ὅπως ἂν τοῦ διδασκάλου ταῦτα ἀκούοντος καὶ σιωπῶντος, ἐκεῖνοι διὰ τῆς ἐπιτιμήσεως αὐτοῦ τοῦ διδασκάλου μάθωσιν ὡς οὐ δεῖ φυλάττειν τὰ Ἰουδαϊκὰ ἔθη. Οἰκονομία δὲ ὅλον τὸ πρᾶγμα ἦν, ἐκ συνέσεως ἀμφοτέρων διὰ τὴν ὠφέλειαν τῶν μαθητῶν, ὥστε κἂν ὑποκρίνεσθαι λέγῃ τὸν Πέτρον, κἂν μὴ ὀρθοποδεῖν πρὸς ὠφέλειαν, τῇ οἰκονομίᾳ τῆς χρείας, τὰς φωνὰς λογισώμεθα. «Ὅτι κατεγνωσμένος ἦν. Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνικῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε, καὶ ἀφώριζεν ἑαυτόν.» Ὑπὸ τῶν κατελθόντων δηλονότι ἀπὸ Ἱεροσολύμων. «Φοβούμενος τοὺς ἐκ περιτομῆς.» Μὴ σκανδαλίσῃ αὐτοὺς, δηλονότι, μή τι πάθῃ δεινὸν παρ᾽ αὐτῶν. «Καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβα συναναχθῆναι αὐτῶν τῇ ὑποκρίσει.» Ὑπόκρισιν, τὴν φυλακὴν τοῦ νόμου καλεῖ, διδάσκων ταύτης χωρίζεσθαι. «Ἀλλ᾽ ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων.» Τουτέστι, παντελῶς οὐ παύεσθαι τῆς τοῦ νόμου παραδόσεως.

Ὡς δὲ εἴπομεν ἤδη, τῇ χρείᾳ τῆς οἰκονομίας πλάττει τὰς φωνάς· οἰκονομία γὰρ ὅλον τὸ γινόμενον ἦν, καὶ ἡ ἐπίπληξις τοῦ Παύλου, καὶ ἡ σιωπὴ καὶ συγκατάθεσις τοῦ Πέτρου. Ἓν γὰρ ἐζήτουν ἀμφότεροι, τὸ παῦσαι τοὺς πιστεύοντας εἰς Χριστὸν τοῦ τὸν νόμον ἐπιτηρεῖν. «Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς ζῇς, καὶ οὐχὶ Ἰουδαϊκῶς.» Τουτέστιν, Οὐ τηρεῖς τὴν τοῦ νόμου φυλακὴν, ἀλλ᾽ ὥσπερ οἱ πιστεύσαντες τῶν ἐθνῶν, οὔτε Νουμηνίας, οὔτε Σάββατα φυλάττεις ἔτι. «Πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;» Καὶ ἐκ τούτου ἡ οἰκονομία τοῦ πράγματος δείκνυται.

Καίτοι γε μὴ ἀναγκάζοντος αὐτοῦ, μήτε πείθοντος Ἰουδαΐζειν τὰ ἔθνη, τοῦτό φησιν ὁ Παῦλος ποιεῖν, ἵνα εὐάφορμος αὐτῷ ὡς ὑπὲρ ἰδίων μαθητῶν ἡ πρὸς τὸν Πέτρον ἐπιτίμησις εὑρεθῇ. Λεληθότως δὲ διὰ παντὸς τοῦ διηγήματος, παιδεύει Γαλάτας τὸ βαρὺ τῆς ἐπιπλήξεως ῥᾳδίως φέρειν. Εἰ γὰρ ὁ Πέτρος ἐξ Ἰουδαίων ὢν, καὶ Ἰουδαΐζειν πείθων ἐπετιμήθη, καὶ ἤνεγκεν τὴν ἐπιτίμησιν, ὡς καλῶς γινομένην, πολλῷ πλέον Γαλάται ἐξ ἐθνῶν ὄντες, καὶ πιστεύσαντες εἰς Χριστὸν, καὶ πάλιν ὑποθέντες ἑαυτοὺς τῇ δουλείᾳ τοῦ νόμου, ἐπιπληττόμενοι δέχεσθαι ὀφείλουσι τὴν ἐπίπληξιν. «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί.

Εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου, δίοτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα ἡ σάρξ.» Κατασκευάσας ἐκ τῶν περὶ Πέτρον τὸ μὴ δεῖν περιτέμνεσθαι, καθολικώτερον τοῦτο κατασκευάζει.

Εἰ γὰρ οἱ ἐκ παιδὸς Ἰουδαῖοι, καὶ οὐ προσήλυτοι, ἀλλ᾽ ἐντραφέντες τῷ νόμῳ, τὴν ἀσθένειαν ἑωρακότες τοῦ νόμου εἰς τὸ δικαιῶσαι τὸν ἄνθρωπον, εἰς τὴν διὰ πίστεως μετέστησαν χάριν, πόσῳ μᾶλλον οἱ ἐξ ἀρχῆς μὴ ὄντες τοῦ νόμου, ἀλλ᾽ ἐκ τῶν ἐθνῶν, εἶτα πιστεύσαντες εἰς Χριστὸν, οὐκ ὀφείλουσι προσκλῖναι τῷ ἀσθενοῦντι πρὸς διόρθωσιν νόμῳ. «Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ, εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοὶ, ἆρα Χριστὸς ἁμαρτίας διάκονος;» Ὅρα εἰς ὅσην ἀτοπίαν ἐξάγει τοὺς προσκειμένους τῷ νόμῳ. Εἰ οὐκ ἰσχύει, φησὶν, ἡ εἰς Χριστὸν πίστις δικαιῶσαι, ἀλλὰ ἀνάγκη πάλιν τῷ νόμῳ ἔχεσθαι, τὸν νόμον ἀφέντες διὰ Χριστὸν, καὶ οὐ δικαιούμενοι ἐκ τῆς ἀφέσεως, ἀλλὰ κατακρινόμενοι, τῆς κατακρίσεως εὑρήσομεν αὐτὸν ἡμῖν γινόμενον αἴτιον, δι᾽ ὂν τὸν νόμον ἀφέντες πρὸς τὴν πίστιν ἐδράμομεν. «Μὴ γένοιτο.» Ἑωρακὼς τὴν συμβαίνουσαν ἐκ τοῦ δόγματος ἀτοπίαν, ταχέως ἀποπηδᾷ, τῷ, Μὴ γένοιτο, χρώμενος. «Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι.» Ἐκείνων λεγόντων, ὡς ὁ μὴ φυλάττων τὸν νόμον παραβάτης ἐστὶν, οὕτως ἐκ τοῦ ἐναντίου παραβάτην ἑαυτὸν καλεῖ φυλάττοντα τὸν νόμον. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Πέπαυται ὁ νόμος, καὶ τοῦτο ὡμολογήσαμεν, δι᾽ ὧν ἀφέντες αὐτὸν ἐπὶ τὴν ἐκ πίστεως κατεφύγομεν σωτηρίαν.

Ἂν τοίνυν φιλονεικήσωμεν στῆσαι τὸν νόμον, αὐτῷ τούτῳ παραβάται γινόμεθα, τὰ παρὰ Θεοῦ λυθέντα φιλονεικοῦντες τηρεῖν. «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι.» Διπλῆν ἔχει τοῦτο θεωρίαν. Ἢ γὰρ νόμον τὸν τῆς χάριτός φησιν, ἢ μόνον τὸν παλαιὸν λέγει, δεικνὺς ὅτι δι᾽ αὐτοῦ τοῦ νόμου νόμῳ ἀπέθανεν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Αὐτὸς ὁ νόμος με ἐξήγαγεν εἰς τὸ προσέχειν αὐτῷ. Εἰ τοίνυν μέλλοιμι αὐτῷ προσέχειν, καὶ αὐτὸν παραβαίνω· πῶς, καὶ τίνι τρόπῳ Μωϋσῆς εἶπεν· Ὅτι προφήτην ἀναστήσει ὑμῖν Κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε, περὶ Χριστοῦ λέγων; Ὥστε οἱ μὴ τούτῳ πειθόμενοι, παραβαίνουσι τὸν νόμον. Τί δέ ἐστι, τῷ νόμῳ ἀπέθανον; Ὥσπερ τὸν νεκρὸν οὐκ ἔστιν ὑπαγαγεῖν ταῖς ἐντολαῖς τοῦ νόμου, οὕτως οὐδὲ ἐμὲ τὸν ἐκ τῆς κατάρας τοῦ νόμου τῆς ἐκείνου τελευτήσαντα. Ὁ γὰρ νόμος ἐπικατάρατον ἐποίει πάντα τὸν μὴ πληροῦντα τὰ ἐν τῷ νόμῳ. Οὐδεὶς δὲ δυνατὸς πληρῶσαι ἦν. «Ζῶ δὲ, οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.» Τῷ νόμῳ, φησὶν, ἢ ὅσον κατὰ τὸν νόμον. «Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ.» Διὰ τῆς χάριτος ἠλευθέρωμαι, φησίν. Οὐκοῦν οὐχ ὑποστρέφων πάλιν εἰς τὸν νόμον, ὑβρίζω τὴν χάριν, ὡς μὴ δυναμένην ζωοποιεῖν. «

Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.» Ἀπέθανε, φησὶν, ὑπὲρ ἡμῶν ὁ Χριστὸς, ἵνα ἡμᾶς ἀναστήσῃ, δικαιώσας, καὶ τὴν ἁμαρτίαν ποιήσῃ ἐκ μέσου. Εἰ δὲ ὅσοι περιτέμνειν πείθοντες, λέγουσιν ἐν νόμῳ δικαιοῦσθαι τὸν ἄνθρωπον, περιττὸς ὁ Χριστοῦ θάνατος γέγονεν.

ΚΕΦΑΛ. Γʹ. «Ὦ ἀνόητοι Γαλάται.» Δείξας τὸ ἄτοπον καὶ τὸ βλάσφημον, θαῤῥῶν ἐπήγαγε τὴν ἐπίπληξιν. «Τίς ὑμᾶς ἐβάσκανεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι;» Ἔδειξεν καλῶς πράττοντας πειθομένους τῇ πίστει. Εἰ μὴ γὰρ τῶν πραττόντων καλῶς ἡ βασκανία οὐ λέγεται. Τοῦτο δὲ λέγων, ἐκκαλεῖται πάλιν εἰς τὴν διὰ πίστεως χάριν. «Οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος. Τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν.» Συνεχῶς ἀναμιμνήσκει αὐτοὺς τοῦ θανάτου καὶ τοῦ σταυροῦ, δι᾽ οὗ τῆς ἁμαρτίας ἀπαλλαγέντες ἐζήσαμεν. Τὸ δὲ, Προεγράφη πρὸ ὀφθαλμῶν, εἴρηκε, δεικνὺς τὸν ἄπληστον αὐτῶν πρότερον περὶ τὸν Χριστὸν πόθον, ὡς διὰ παντὸς ἐν ὀφθαλμοῖς ὁρᾷν τὸ μυστήριον. «Ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Οὕτως ἀνόητοί ἐστε.» Πολλοὶ τῶν βαπτισθέντων εἰς Χριστὸν, καὶ λαβόντων Πνεῦμα ἅγιον πολλὰς ἐνεργείας ἐποίουν δι᾽ αὐτοῦ καὶ σημεῖα μεγάλα. Αὐτῶν οὖν ἐκείνων αὐτοὺς ἀναμιμνήσκει. Εἰ τὰς θεοσημείας, φησὶν, οὐχ ὁ νόμος παρέσχε ποιεῖν, ἀλλ᾽ ἡ τοῦ Πνεύματος χάρις, πῶς τὸν τὰ τηλικαῦτα παρεσχηκότα ἀφέντες, ἐπὶ τὸν ἀσθενοῦντα κατατρέχετε νόμον; «Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε;» Ἔδειξεν αὐτοὺς τὴν τάξιν ἀντι[σ]τρέψαντας. Ἀπὸ γὰρ τῶν σωματικῶν ἐπὶ τὰ πνευματικώτερα ἔρχεται· οἱ δὲ τοὐναντίον, πρῶτον λαβόντες τὰ πνευματικὰ, μετέστησαν εἰς τὰ σαρκικὰ, τὴν περιτομήν φημι.

Εὖ δὲ καὶ τὸ, ἐπιτελεῖσθε, ὡς ἐπὶ ἀλόγων, αὐτοῖς παρέθηκεν, ὡς εἰ ἔλεγε σαφέστερον· Ὥσπερ ἄλογα θρέμματα παρέχετε ἑαυτοὺς εἰς τὸ κατατέμνεσθαι. «Τοσαῦτα ἐπάθετε εἰκῆ; Εἴ γε καὶ εἰκῆ.» Τῶν ἀγώνων ἐκείνων καὶ τῶν ἄθλων αὐτοὺς ἀναμιμνήσκει, ὧν ἔπαθον διὰ τὸ κήρυγμα. Λέγει οὖν· Μὴ τὸν πρότερον ὑμῶν ἐκεῖνον πάντα κόπον ἀργὸν ἐργάσησθε. Τοῦτο γὰρ δηλοῖ τὸ, Εἴ γε καὶ εἰκῆ, ἀντὶ τοῦ, Εἰ μὴ μετανοήσαντες αὐτὸν φυλάξητε. «Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως;» Ὃ εἶπεν ἀνωτέρω, καὶ νυνὶ ἐπιλαμβάνει, ἐκδυσωπῶν αὐτοὺς τῇ δωρεᾷ ὧν εἰλήφεσαν χαρισμάτων. «Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Ἐπειδὴ οἱ Ἰουδαΐζειν ἀναγκάζοντες, πρεσβύτερον ἔλεγον τὸν νόμον τῆς πίστεως, ἐκ τοῦ ἐναντίου δείκνυσιν ὁ Παῦλος πρεσβυτέραν τὴν πίστιν ἐκ τῆς περιτομῆς.

Καὶ ἐπειδὴ μέγα ἐφρόνουν τῷ προπάτορι Ἀβραὰμ, καὶ ἐκ τούτου πάλιν αὐτοὺς ἐκδυσωπεῖ. Εἰ γὰρ Ἀβραὰμ ἐφ᾽ ᾧ φρονοῦσι μέγα, φαίνεται πρῶτος τὴν πίστιν δεξάμενος, καὶ δι᾽ αὐτῆς φίλος προσηγορευόμενος Θεοῦ, πόσῳ μᾶλλον οὗτοι προσδραμοῦνται αὐτῇ, εἴ γε τὴν ἐκείνου αὐχοῦσι συγγένειαν; «Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ.» Δείκνυσιν τὰ ἔθνη μᾶλλον διὰ τῆς πίστεως αὐχοῦντα πατέρα τὸν Ἀβραὰμ, ἢ τοὺς ἐκ περιτομῆς. Τὸν γὰρ Ἀβραὰμ φίλον ἐποίησε Θεοῦ ἡ πίστις, οὐχ ἡ περιτομὴ, εἴ γε σφραγὶς καὶ σημεῖον τῆς πίστεως γέγονεν ἡ περιτομή· τὸ δὲ σημεῖον ἐκείνου οὗ ἐστι σημεῖον, ἔλασσόν ἐστιν, ὥστε οἱ ἐκ πίστεως, μᾶλλον κληθεῖεν εἰκότως τοῦ Ἀβραὰμ υἱοὶ, ἢ οἱ ἐκ τῆς περιτομῆς, καὶ τοσούτῳ ὅσῳ χρυσὸς τῆς σφραγίδος αὐτοῦ. «Προϊδοῦσα ἡ Γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός.» Ἵνα μὴ δόξῃ ἐνθυμηματικῶς τοῦτο κατασκευάζειν, καὶ τὴν Γραφὴν περὶ τούτου μαρτυροῦσαν φέρει. «Προευηγγελίσατο τῷ Ἀβραάμ.» Ὅρα πῶς τὴν περὶ τῶν ἐθνῶν συγγένειαν γινομένην πρὸς Ἀβραὰμ, Εὐαγγέλιον ἐκάλεσεν ἡ Γραφή. «Ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.

Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.» Διὰ τῆς ὁμοίας πίστεως. «Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν. Γέγραπται γὰρ, ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.» Δείξας ὡς ἡ πίστις τὰ ἔθνη δικαιοῖ, καὶ τούτου μαρτυρίαν ἐκ τῆς θείας Γραφῆς δεδωκὼς, δείκνυσιν ὡς καὶ κατάρατοι γίνονται οἱ ἐμμένοντες τῷ νόμῳ. «Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλὰ ὁ ποιήσας αὐτὰ, ζήσεται ἐν αὐτοῖς.» Ὡς ὁμολογούμενον ἐδέξατο τὸ μὴ δικαιοῦσθαι ἐν νόμῳ τινά. Ἐπειδὴ γὰρ προεῖπεν, ἐπικατάρατον ὄντα τὸν μὴ πληροῦντα πάντα τὸν νόμον, ἀδύνατον δὲ ἦν ἄνθρωπον πληρῶσαι αὐτὸν, τούτου χάριν θαῤῥῶν ἀπεφήνατο. «Χριστὸς ὑμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ὅτι γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Ὁ μὲν λαὸς κατάρᾳ ὑπεύθυνος ἦν τῇ καταδικαζούσῃ τὸν μὴ ἐμμένοντα πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου. Ὁ δὲ Χριστὸς ἑτέραν κατάραν ταύτης ἀντηλλάξατο τὴν λέγουσαν· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.

Ἐπεὶ οὖν καὶ ὁ κρεμάμενος ἐπικατάρατος, καὶ ὁ τὸν νόμον παραβαίνων ἐπικατάρατος, τὸν μέλλοντα δὲ ἐκείνην λύειν τὴν κατάραν, ὑπεύθυνον οὐκ ἔδει γενέσθαι αὐτῇ, ἔδει δὲ δέξασθαι κατάραν ἀντ᾽ ἐκείνης, τῆς καταδικαζούσης λέγω, τὸν μὴ ἐμμένοντα πᾶσι τοῖς γεγραμμένοις, τούτου χάριν, τῆς μὲν ἐλεύθερος γέγονεν· Οὐχ εὑρέθη γὰρ δόλος ἐν τῷ στόματι αὐτοῦ· ταύτην δὲ ἔλαβεν, τὴν ὑπεύθυνον ἑαυτῇ ποιοῦσαν τὸν κρεμάμενον ἐπὶ ξύλου, καὶ δι᾽ αὐτῆς ἐκείνην ἔλυσεν· καὶ καθάπερ τινὸς καταδικασθέντος ἀποθανεῖν, ἕτερος ἀνεύθυνος ἑλόμενος ὑπὲρ ἐκείνου ἀποθανεῖν ἐξαρπάζει τῆς τιμωρίας αὐτὸν, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ὥσπερ οὖν ὁ ἀποθανὼν ἀνεύθυνος τοὺς ἀποθανεῖν μέλλοντας ἐξείλετο θανάτου τῷ ἑαυτοῦ θανάτῳ, οὕτω καὶ κατάραν δεξάμενος ὁ Χριστὸς, τῆς κατάρας ἀπήλλαξεν. «Ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ.» Πῶς εἰς τὰ ἔθνη; Ἐν τῷ σπέρματί σου, φησὶν, εὐλογηθήσονται τὰ ἔθνη, τουτέστι Κυρίου. Ὡς γὰρ αὐτός πού φησιν· Οὐκ εἶπε, Καὶ τοῖς σπέρμασί σου, ὡς ἐπὶ πολλῶν, ἀλλὰ, Τῷ σπερματί σου, ὡς ἐφ᾽ ἑνὸς, τουτέστι Χριστῷ. Οὐδὲ γὰρ δυνατὸν ἦν διὰ τῶν Ἰουδαίων εὐλογεῖσθαι τὰ ἔθνη. Πῶς γὰρ οἱ ἐκ τοῦ νόμου ὄντες ἐπικατάρατοι, ἑτέροις εὐλογίας γίνονται πρόξενοι; «Ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.»

Ἐπειδὴ γὰρ οὐκ ἦν τὴν χάριν τοῦ Πνεύματος εἰς ἀκάθαρτον καὶ προσκεκρουκότα ἐλθεῖν, εὐλογοῦνται πρῶτον, τῆς κατάρας ἀφαιρεθείσης· εἶτα διὰ τῆς πίστεως δικαιωθέντες ἐπισπῶνται τοῦ Πνεύματος τὴν χάριν. Ὥστε ὁ μὲν σταυρὸς τὴν κατάραν ἔλυσεν, ἡ δὲ πίστις τὴν δικαιοσύνην εἰσήγαγεν, ἡ δὲ δικαιοσύνη τὴν χάριν τοῦ Πνεύματος ἐπεσπάσατο. «Κατὰ ἄνθρωπον λέγω, ἀδελφοί· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται.

Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ, ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας. Τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ Θεός.» Ἐξ ἀνθρωπίνων μὲν παραδειγμάτων ὁ λόγος, φησί· τοῦτο γάρ ἐστι τὸ, κατὰ ἄνθρωπον λέγω.

Ὁ δὲ νοῦς οὗτος· Ἐπηγγείλατο τῷ Ἀβραὰμ διὰ σπέρματος αὐτοῦ εὐλογῆσαι τὰ ἔθνη· σπέρμα δὲ αὐτοῦ ἐστι κατὰ σάρκα ὁ Χριστός. Ἦλθε μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη νόμος. Εἰ τοίνυν ὁ νόμος χαρίζεται τὰς εὐλογίας καὶ τὴν ζωὴν καὶ τὴν δικαιοσύνην, ἡ ἐπαγγελία ἐκείνη ἄκυρός ἐστιν. Εἶτα ἀνθρώπου μὲν οὐδεὶς ἀθετεῖ διαθήκην· τοῦ δὲ Θεοῦ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ἀκυροῦται ἡ διαθήκη.

Εἰ γὰρ ἃ ἐπηγγείλατο ἐκείνη, οὐκ ἐκείνη δίδωσιν, ἀλλ᾽ ἕτερος ἀντ᾽ ἐκείνης, τουτέστιν ὁ νόμος, ἐκβέβληται ἡ διαθήκη· καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Ἀντὶ τοῦ, ἢ προστίθησιν. «Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη.» Ἵνα μή τις νομίσῃ περιττὸν τὸν νόμον, καὶ τοῦτο διορθοῦται τὸ μέρος, δεικνὺς ὅτι οὐκ εἰκῆ, ἀλλὰ πάνυ χρησίμως ἐδόθη, ἵνα μὴ ἐξῇ Ἰουδαίους ἀδεῶς ζῇν, καὶ εἰς ἔσχατον ἐξολισθαίνειν κακίας, ἀλλὰ ἀντὶ χαλινοῦ ὁ νόμος αὐτοῖς ἐπικείμενος ᾖ, παιδεύων, ῥυθμίζων, κωλύων παραβαίνειν, εἰ καὶ μὴ πάσας, ἀλλ᾽ ὅμως κἂν ἐνίας τῶν ἐντολῶν. Ὥστε οὐ μικρὸν τὸ κέρδος τοῦ νόμου. Ἀλλ᾽ ἄχρι τίνος; Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπηγγείλατο. «Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ὃ ἐπήγγελται διὰ διαταγῆς δι᾽ ἀγγέλων.» Σπέρμα μὲν τὸν Χριστόν φησι. Λέγει δέ· Μέχρι τῆς Χριστοῦ παρουσίας δέδοται· τί περαιτέρω καὶ καρὰ καιρὸν αὐτὸν ἕλκεις; «Ἐν χειρὶ Μεσίτου. Ὁ δὲ Μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστιν.» Τὸν Χριστὸν ἐνταῦθά φησι, τὸν καὶ πάλαι δεδωκότα τὸν νόμον. Εἰ δὲ τὸν νόμον αὐτὸς ἔδωκε, κύριος ἂν εἴη καὶ λῦσαι πάλιν. «Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἐκ νόμου ἦν ἡ δικαιοσύνη.» Εἰ γὰρ τῷ σπέρματι τοῦ Ἀβραὰμ αἱ εὐλογίαι δέδονται, ὁ δὲ νόμος κατάραν εἰσάγει, ἄρα κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ ὁ νόμος. Πῶς οὖν λύει αὐτὸν, σκόπει.

Πρῶτον μὲν τῇ ἀπαγορεύσει τὸ, Μὴ γένοιτο, λέγων· ὅπερ [ἦν] σφόδρα ἀτοπώτατον, τίθεται ἔπειτα λογισμῷ βεβαίῳ. Ἔστι δὲ οὗτος· Εἰ μὲν ἐν αὐτῷ, φησὶ, τῷ νόμῳ τὴν ἐλπίδα τῆς ζωῆς εἴχομεν, ἴσως καλῶς ταῦτα ἔλεγον. Εἰ δὲ ἀπὸ τῆς πίστεως ἡ σωτηρία ἡμῖν καὶ ἡ ζωὴ, κἂν ἐπικαταράτους ἐκείνους ποιήσῃ, οὐδὲν ἐβλάβημεν ἐρχομένης ἐκείνης, καὶ πάντα λυούσης. «Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ ἅπαντα ὑφ᾽ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι. Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.» Ἐπειδὴ μεγάλα ἐφρόνουν Ἰουδαῖοι, καὶ τοῦτο ἦν αὐτοὺς τὸ ταλαιπώρους ἐργασάμενον, τούτου χάριν ὁ νόμος ἐδόθη, ἐλέγχων αὐτῶν τὴν ἁμαρτίαν, καὶ ὑπὸ κατάραν ποιῶν, ἵνα εἰδότες ὡς ἐν ἐσχάτοις εἰσὶ, τὴν πίστιν ποθήσωσι τὴν διὰ Χριστοῦ, τὴν καὶ λύουσαν τὴν ἁμαρτίαν. «Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.» Ὁ δὲ παιδαγωγὸς οὐκ ἐναντίος τῷ διδασκάλῳ, ἀλλὰ προοδοποιῶν αὐτῷ. Εἰ δέ τις ἐν ἕξει γένηται μαθημάτων παρὰ τοῦ διδασκάλου, αἰσχύνεται λοιπὸν ἐμμένειν ἔτι τῷ παιδαγωγῷ. «Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.» Ἀλλ᾽ οὐ διὰ τοῦ νόμου φησίν. «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.»

Ἐπειδὴ μέγα εἶπε, καὶ θαυμαστὸν, τοὺς ὑπὸ κατάραν ἐκ τοῦ νόμου γεγενημένους, διὰ τῆς πίστεως υἱοὺς προσαγορευθῆναι Θεοῦ, κατασκευάζει αὐτὸ, πρῶτον μὲν τῷ ἐνδύσασθαι τὸν Χριστόν. Εἰ δὲ ὁ Χριστὸς Υἱὸς Θεοῦ, σὺ δὲ αὐτὸν ἐνεδύσω, φησὶ, τὸν Υἱὸν ἔχων ἐν σαυτῷ, καὶ πρὸς αὐτὸν ἀφομοιωθεὶς, εἰς μίαν συγγένειαν ἤχθης. «Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐν Χριστῷ Ἰησοῦ.» Ἐπὶ πλεῖον διηγεῖται τὴν ἀγαθότητα τοῦ Θεοῦ, ὅπου γε πᾶσι τὴν ἴσην δέδωκε δωρεάν. «Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ, κατ᾽ ἐπαγγελίαν κληρονόμοι.» Εἰ ὁ Χριστὸς σπέρμα τοῦ Ἀβραὰμ, ὑμεῖς δὲ Χριστὸν ἐνεδύσασθε, καὶ σῶμα αὐτοῦ γεγόνατε, δῆλον ὅτι σπέρμα τοῦ Ἀβραάμ ἐστε. Οὐκοῦν καὶ κληρονόμοι.

Τῷ σπέρματι γὰρ αὐτῷ ἡ ἐπαγγελία. ΚΕΦΑΛ. Δʹ «Λέγω δὲ ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιος ἐστιν, οὐδὲν διαφέρει δούλου, Κύριος πάντων ὣν, ἀλλ᾽ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ Πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.

Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου. ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γεννώμενον ἐκ γυναικὸς, γεννώμενον ὑπὸ νόμου, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ.» Νήπιος, οὐ τὴν ἡλικίαν, ἀλλὰ τὴν γνώμην φησί· δεικνὺς ὅτι καὶ ἐξ ἀρχῆς μὲν ἐβούλετο ὁ Θεὸς ταῦτα χαρίσασθαι. Ἐπειδὴ δὲ ἔτι νηπιωδέστερον διεκείμεθα, ἀφῆκεν ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου εἶναι, τουτέστι Νουμηνίας καὶ Σάββατα. Αἱ γὰρ ἡμέραι ἀπὸ δρόμου σελήνης καὶ ἡλίου γίνονται. Εἰ δὲ καὶ νῦν ἡμᾶς ὑπὸ νόμον ἄγουσιν, οὐδὲν ἕτερον ποιοῦσιν, ἀλλ᾽ ἢ καὶ ἐν τῷ χρόνῳ τῆς τελείας ἡλικίας, εἰς τοὐπίσω πάλιν ἀπάγουσι, καὶ δούλων οὐδὲν διαφέρειν ποιοῦσιν. «Ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.» Καλῶς εἶπεν, ἀπολάβωμεν, δεικνὺς ὀφειλομένην.

Ἄνωθεν γὰρ ἐπηγγείλατο ἐπὶ τοῦ Ἀβραάμ. «Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλε τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον, Ἀββᾶ, ὁ Πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός. Εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστόν.» Ἄνω καὶ κάτω τὸν περὶ τῆς υἱοθεσίας αὐτοῖς προφέρει λόγον. Καὶ ἤδη μὲν ἔδειξεν ἐν τοῖς ἀνωτέρω διὰ τοῦ εἰπεῖν, Χριστὸν ἐνεδύσασθε· νῦν δὲ καὶ ἑτέρου τοῦ εἰπεῖν, ὅτι οὐκ ἂν ἐδυνάμεθα Πατέρα καλεῖν τὸν Θεὸν, καὶ τὸ Πνεῦμα αὐτοῦ λαβεῖν, εἰ μὴ υἱοὶ αὐτοῦ ἐγεγόνειμεν. «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς. Νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέψετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;» Ἐνταῦθα πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ἀποτείνεται· ὅτι καὶ εἰδωλολατρεία τὸ τοιοῦτόν ἐστιν, ἡ τῆς τῶν ἡμερῶν παρατηρήσεως φυλακή. «Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτούς.» Ἐκ τούτων δῆλον, ὅτι οὐ μόνον περιτομὴν αὐτοὶ ἐκήρυττον ἐκείνην μόνην, ἀλλὰ καὶ τὰς ἑορτὰς, καὶ τὰς Νουμηνίας τηρεῖν. «Φοβοῦμαι ὑμᾶς, μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς.» Δέδοικα, φησὶν, οὐ μὴν ἀπέγνωκα. Κύριοι γὰρ ὑμεῖς τὸ πᾶν διορθῶσαι. «Γίνεσθε ὡς ἐγὼ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοὶ, δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε.» Ταῦτα πρὸς τοὺς ἐξ Ἰουδαίων λέγει.

Διὸ καὶ ἑαυτὸν εἰς μέσον ἄγει, πείθων αὐτοὺς ἀποστῆναι τῶν παλαιῶν, μιμουμένους αὐτόν. «Οἴδατε, ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, καὶ τὸν πειρασμόν μου, τὸν ἐπὶ τῇ σαρκί μου οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύσατε, ἀλλ᾽ ὡς ἄγγελον Θεοῦ ἐδέξασθε ἐμὲ, ὡς Χριστὸν Ἰησοῦν.» Κηρύσσων ὑμῖν, φησὶν, ἠλαυνόμην, ἐμαστιγούμην, θανάτους ὑπέμενον, καὶ οὐδὲ οὕτω κατεφρονήσατέ μου. Τοῦτο γάρ ἐστι, Τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύσατε.

Πῶς οὖν οὐκ ἄτοπον, διωκόμενον ὡς ἄγγελον δέχεσθαι, παραινοῦντα δὲ τὰ δέοντα, μὴ δέχεσθαι. «Ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν, ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι. Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;» Ἐνταῦθα διαπορεῖ καὶ ἐκπλήττεται, καὶ παρ᾽ αὐτῶν ζητεῖ τὴν αἰτίαν τῆς μεταβολῆς μαθεῖν. Οὐχ ὑμεῖς ἦτε, φησὶν, οἵ με μεθέποντες καὶ θεραπεύοντες, καὶ τῶν ὀφθαλμῶν ἡγούμενοι τιμιώτερον. Πόθεν οὖν ἡ ἔχθρα; πόθεν ἡ ὑποψία; ὅτι τὰ ἀληθῆ πρὸς ὑμᾶς εἶπον· ἐγὼ γὰρ, φησὶν, οὐκ οἶδα ἄλλην αἰτίαν, ἢ τὸ τἀληθῆ λέγειν ὑμῖν. «Ζηλοῦσιν ὑμᾶς, οὐ καλῶς.» Ζῆλον ὑμᾶς, φησὶν, ἐρεθίζουσιν ἔχειν, οὐ καλόν.

Πῶς γὰρ ἐκεῖνος καλὸς, ὁ πάλιν εἰς τὸν ζυγὸν αὐτοὺς καταφέρων τῆς δουλείας; «Ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλῶτε.» Ἐκκλεῖσαι μὲν τῆς εὐαγγελικῆς χάριτος. Τοῦτο γὰρ ἐποίουν, τοὺς μὲν [γὰρ] τελείας γνώσεως ἐκβαλεῖν θέλοντες, εἰς δὲ τὴν νόθον πάλιν ἀνάγοντες, δι᾽ οὐδὲν ἕτερον, ἀλλ᾽ ἵνα αὐτοὶ μὲν ἐν τάξει διδασκάλων γένωνται, Γαλάτας δὲ ἐν τάξει καταστήσωσι μαθητῶν. «Καλῶς δὲ ζηλοῦσθε ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.» Ἐνταῦθα αἰνίττεται, ὅτι ἡ ἀπουσία αὐτοῦ ταῦτα εἰργάσατο, καὶ ὅτι τοῦτο μακάριον, τὸ καὶ ἀπόντος τοῦ διδασκάλου τὴν δέουσαν τάξιν σώζειν τοὺς μαθητάς. «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ἐφθείρατε, φησὶ, τὴν εἰκόνα, ἀπωλέσατε τὴν μορφὴν, ἀναγεννήσεως ἑτέρας ὑμῖν δεῖ καὶ ἀναπλάσεως, διδαχῆς δηλονότι· πάλιν γεννῶ διὰ κατηχήσεως. «Ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου.» Τίνος ἕνεκεν ζητεῖ τὴν παρουσίαν λέγει, καὶ τίνος ἢ τοῦ ἀλλάξαι τὴν φωνὴν, ἀντὶ τοῦ δακρῦσαι καὶ θρηνῆσαι, καὶ ὀλοφύρασθαι, καὶ πάντας εἰς θρῆνον ἐπισπᾶσθαι; Διὰ γὰρ ἐπιστολῆς οὐκ ἦν δάκρυα δεῖξαι, οὐδὲ ὀλοφυρμόν. «Ὅτι ἀποροῦμαι ἐν ὑμῖν.»

Οὐκ ἔχω γὰρ, φησὶ, τί εἴπω· πόθεν οἱ πρὸς αὐτὴν ἀναβάντες τοῦ οὐρανοῦ τὴν κορυφὴν διὰ τῶν κινδύνων ὧν ὑπεμείνατε ὑπὲρ τῆς πίστεως, καὶ διὰ τῶν σημείων ὧν ὑπεδείξατε διὰ τῆς πίστεως, νῦν ἀθρόον οὕτως εἰς τοσαύτην εὐτέλειαν κατηνέχθητε, ὡς εἰς περιτομὴν καὶ Σάββατα κατασύρεσθαι. «Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης, κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δι᾽ ἐπαγγελίας.» Ἐπειδὴ ἔλεγεν, ὅτι ἡ πίστις ὑμᾶς συνάπτει τῷ Ἀβραὰμ, καὶ ἐδόκει τοῖς ἀκούουσιν ἀπίθανον εἶναι εἰς τοὺς μὴ γεννωμένους ἐξ ἐκείνου, τούτους υἱούς φησιν εἶναι ἐκείνου, δείκνυσιν ὅτι τὸ παράδοξον τοῦτο ἄνωθεν γέγονεν. Ὁ γὰρ Ἰσαὰκ οὐ κατὰ φύσεως ἀκολουθίαν, οὐδὲ κατὰ γάμου νόμον, οὐδὲ κατὰ σαρκὸς δύναμιν γεννώμενος, καὶ υἱὸς, καὶ γνήσιος ἦν, ἀπὸ νεκρῶν σωμάτων φῦναι κελευσθείς. Μὴ θορυβείτω τοίνυν ὑμᾶς, φησὶ, τὸ μὴ κατὰ σάρκα γεγεννῆσθαι.

Διὰ γὰρ τοῦτο μάλιστα συγγενεῖς ὑμεῖς αὐτοῦ, ὅτι οὐ κατὰ σάρκα ἐγεννήθητε. Οὐ γὰρ τιμιωτέρους τοῦτο τὸ κατὰ σάρκα, ἀλλὰ καὶ ἀτιμωτέρους ἐργάζεται. Θαυμαστότερος γὰρ ὁ τόκος, ὁ μὴ κατὰ σάρκα, καὶ πνευματικώτερος. Καὶ δῆλον ἐκ τῶν ἄνωθεν τεχθέντων.

Ἐτέχθη κατὰ σάρκα ὁ Ἰσμαὴλ, ἀλλὰ δοῦλος ἦν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξεβάλλετο τῆς πατρῴας οἰκίας. Ὁ δὲ κατ᾽ ἐπαγγελίαν τεχθεὶς Ἰσαὰκ, ἅτε υἱὸς ὢν γνήσιος καὶ ἐλεύθερος, κύριος ἁπάντων ἦν. «Ἅτινά ἐστιν ἀλληγορούμενα.» Ἡ μὲν ἱστορία αὐτὴ, φησὶν, οὐ τοῦτο δὲ μόνον παραδηλοῖ ὅπερ φαίνεται, ἀλλὰ καὶ ἄλλα τινὰ ἀγορεύει· διὸ καὶ ἀλληγορία καλεῖται. «Αὗται γάρ εἰσι δύο διαθῆκαι.» Οἱ δύο νόμοι, ὁ νομικὸς καὶ ὁ εὐαγγελικός. «Μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. Τὸ γὰρ Σινᾶ ὄρος ἐστὶν ἐν Ἀραβίᾳ.» Ἄγαρ ἐλέγετο ἡ δούλη. Τὸ δὲ Σινᾶ ὄρος, οὕτω μεθερμηνεύεται τῇ ἐπιχωρίῳ αὐτῶν διαλέκτῳ· ὥστε τοὺς ἐκ τῆς παλαιᾶς τικτομένους, πάντας ἀνάγκη δούλους εἶναι. «Συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ· δουλεύει δὲ μετὰ τῶν τέκνων αὑτῆς.» Οὐ μόνον, φησὶν, ἐκείνη δούλη ἦν, ἀλλὰ καὶ δούλους ἔτεκεν. Ἀλλὰ καὶ αὐτὴ ἡ διαθήκη, τουτέστιν ἧς τύπος ἡ δούλη. Καὶ γὰρ Ἱερουσαλὴμ ἐκ γειτόνων κεῖται τῷ ὄρει τῷ ὁμωνύμῳ τῇ δούλῃ· ἐν τούτῳ δὲ τῷ ὄρει καὶ ἡ διαθήκη δέδοται. «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. Γέγραπται γάρ· Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα.» Τῆς μὲν Ἱερουσαλὴμ τῆς κάτω τύπος ἡ Ἄγαρ· καὶ δῆλον ἐκ τοῦ ὄρους τοῦ οὕτω καλουμένου· τῆς δὲ ἄνω ἡ Σάῤῥα. Ἄνω δὲ Ἱερουσαλὴμ καλή· καὶ αὕτη γὰρ ἦν πάλαι στεῖρα, ὥσπερ καὶ ἡ Σάῤῥα.

Ὅτι δὲ περὶ τῆς Ἐκκλησίας ὁ λόγος, καὶ τὸν προφήτην παρήγαγεν μάρτυρα λέγοντα· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα. «Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Ἔρημον, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν λέγει, τὴν πάλαι ἐν ἐρημίᾳ καὶ ἀγνωσίᾳ ὑπάρχουσαν τοῦ Θεοῦ.

Ἔχουσαν δὲ τὸν ἄνδρα, τὴν συναγωγὴν, διὰ τὸ δεδόσθαι αὐτῇ τὸν νόμον. Ἀλλ᾽ ὅμως πολυπλάσια γέγονε τῆς στείρας τὰ τέκνα· καθὸ ἡ μὲν ἔχουσα τὸν ἄνδρα, ἓν μόνον ἔτεκεν ἔθνος, ἡ δὲ στεῖρα, πάντα ἐποίησε τὰ ἔθνη. «Ἡμεῖς δὲ, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν.» Οὐ γὰρ μόνον ὅτι στεῖρα ἡ Ἐκκλησία, ὥσπερ ἡ Σάῤῥα, ἀλλὰ καθάπερ ἐκείνῃ οὐχ ἡ φύσις, ἀλλὰ ἡ ἐπαγγελία τοῦ Θεοῦ πεποίηκε τὴν γονὴν, οὕτω καὶ ἐπὶ τῆς ἀναγεννήσεως τῆς ἡμετέρας, φύσις μὲν οὐδεμία, τὰ δὲ ῥήματα τοῦ Θεοῦ, ἃ ἴσασιν οἱ πιστοὶ, ἐν τῇ κολυμβήθρᾳ τῶν ὑδάτων, καθάπερ ἐν νηδύϊ τινὶ διαπλάττει, καὶ ἀναγεννᾷ τὸν βαπτιζόμενον.

Οὐκοῦν εἰ τῆς στείρας ἐσμὲν, ἐλεύθεροί ἐσμεν. «Ἀλλ᾽ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν.» Ἵνα μὴ λέγωσι· Καὶ ποία αὕτη ἡ ἐλευθερία, ὅπου Ἰουδαῖοι κατέχουσι καὶ μαστίζουσι τοὺς πιστούς; δείκνυσιν καὶ τούτου τὸν τύπον ἄνωθεν ὄντα Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἔκβαλε τὴν παιδίσκην, καὶ τὸν υἱὸν αὐτῆς. Οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Ἡμεῖς δὲ, ἀδελφοὶ οὐκ ἐσμέν.» Δείξας ἄνωθεν τὸν τύπον τοῦ διωγμοῦ, οὐκ ἐᾷ καταπίπτειν εἰς ἀκηδίαν αὐτοὺς, διδάσκων ἐκ τῆς ἱστορίας πάλιν καὶ ποῖον ἔσται τῶν διωκτῶν τέλος, τὸ μὴ μόνον ἐκβληθῆναι τῆς οἰκίας, ἀλλὰ καὶ τῆς οὐσίας ἔκπτωσιν ὑπομεῖναι. Εὖ δὲ καὶ υἱὸν παιδίσκης εἶπεν, καὶ μὴ Ἀβραάμ· ἵνα ἀπὸ τοῦ φαυλοτέρου αὐτοὺς προσαγορεύσῃ.

Παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας. Τῇ ἐλευθερίᾳ οὖν Χριστὸς ἡμᾶς ἠλευθέρωσε.» ΚΕΦΑΛ. Εʹ. «Στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.» Ἑτέραν αἰτίαν τίθησι, τὴν πείθουσαν αὐτοὺς μένειν ἐπὶ τῶν δογμάτων. Λέγει δέ· Μὴ γὰρ ἑαυτοὺς ἠλευθερώσατε; Ἄλλος ἐστὶν ὑμᾶς ὁ ἠγορακώς· ἄλλος ὁ τιμὴν δοὺς ὑπὲρ ὑμῶν. Τὸ δὲ στήκετε, εἰπὼν, τὸν σάλον τὸν γεγενημένον ἔδειξε· τῷ δὲ, ζυγοῦ, ὀνόματι τὸ βαρὺ τοῦ πράγματος αὐτοῖς κατασημαίνει.

Τὸ δὲ πάλιν, εἰπὼν, πολλὴν αὐτῶν δείκνυσιν ἀναισθησίαν. Εἰ μὲν γὰρ ἄπειροι τοῦ πάθους ἦτε ἐκείνου, φησὶν, οὐ τοσούτων ἦτε ἐγκλημάτων ἄξιοι. «Ἰδοὺ ἐγὼ Παῦλος λέγω ὑμῖν.» Θαῤῥοῦντος ἡ φωνή. «Ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.» Πῶς οὐδὲν ὠφελήσει τὸν περιτεμνόμενον ὁ Χριστός; ἄκουε. Ὁ περιτεμνόμενος, ὡς νόμον δεδοικὼς περιτέμνεται. Ὁ δὲ δεδοικὼς, ἀπιστεῖ τῇ δυνάμει τῆς χάριτος· ὁ δὲ ἀπιστῶν, οὐδὲν κερδαίνει παρὰ τῆς ἀπιστουμένης. «Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.

Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ.» Ἵνα γὰρ μὴ νομίσῃς κατ᾽ ἔχθραν ταῦτα λέγεσθαι, οὐχ ὑμῖν μόνον λέγω, φησὶν, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Ἀλλήλων γὰρ ἔχεται τὰ νόμιμα.

Καὶ πῶς, ἄκουε. Ἡ περιτομὴ θυσίαν ἔχει συνεζευγμένην, ἡμέρας παρατήρησιν· ἡ θυσία πάλιν, καὶ ἡμέρας καὶ τόπου φυλακήν· ὁ τόπος, μυρίων καθαρμῶν τρόπους. Οἱ καθαρμοὶ, πλῆθος παρατηρήσεων εἰσάγουσιν. Οὐκ ἐᾶται γὰρ ἀκάθαρτος θύειν, οὐχ ἱερῶν ἐπιβαίνειν ἀδύτων, οὐκ ἄλλο τι τῶν τοιούτων ποιεῖν θέμις. Διὸ καὶ πολλὰ ἐφέλκεται διὰ μιᾶς ἐντολῆς ὁ νόμος. Ἂν τοίνυν περιτ[ε]μ[ν]ηθείης μὲν, μὴ ἐν τῇ ὀγδόη ἡμέρᾳ, ἢ ἐν τῇ ὀγδόῃ μὲν, μὴ θύσῃς δὲ ἢ θύσῃς μὲν, μὴ ἐν τῷ ὡρισμένῳ δὲ τόπῳ· ἢ ἐν τῷ ὡρισμένῳ τόπῳ, μὴ τὰ νενομισμένα δέ· ἢ τὰ νενομισμένα μὲν, μὴ καθαρὸς δέ· ἢ καθαρὸς μὲν ὢν, οὐ τοῖς προσήκουσι δὲ θεσμοῖς καθαρθεὶς, πάντα οἴχεται ἐκεῖνα. Διὰ τοῦτό φησιν, ὅτι Ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. «Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε.» Καὶ διὰ τῆς κολάσεως ἐκφοβεῖ. Τί γὰρ τὸ λειπόμενον τῆς χάριτος ἐκπίπτουσιν, ἀλλ᾽ ἢ κόλασις ἀπαραίτητος; «Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως, ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» Πτοήσας διὰ τῆς κολάσεως, πάλιν ἐπὶ λιμένα παραμυθίας αὐτοὺς ἄγει, λέγων· Οὐδὲν ἐκείνων δεόμεθα τῶν νομίμων, φησίν. Ἀρκεῖ γὰρ ἡ πίστις ἡμῖν Πνεῦμα παρασχεῖν, καὶ δι᾽ αὐτῆς δικαιοσύνην, καὶ πολλὰ μεγάλα ἀγαθὰ. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.

Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι;» Ὁ γὰρ τὸν Χριστὸν ἐνδυσάμενος, μηκέτι ταῦτα περιεργαζέσθω, φησίν. «Ἡ πεισμονὴ, οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.» Οὐ διὰ τοῦτο ἐκάλεσεν ὑμᾶς ὁ καλῶν, ὥστε οὕτω σαλεύεσθαι· οὔτε ἐνομοθέτησεν, ὥστε Ἰουδαΐζειν. «Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.» Ἵνα μή τις λέγῃ, Τί τὸ πρᾶγμα ἐπαίρεις τῷ λόγῳ; μίαν ἐντολὴν μόνην ἐφυλάξαμεν τοῦ νόμου, καὶ τοσαῦτα θορυβεῖς; ἄκουσον πῶς ἐκφοβεῖ διὰ τοῦ παραδείγματος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ ἡ ζύμη μικρά τις οὖσα ὅλον τὸ φύραμα εἰς ἑαυτὴν μετατίθησιν, οὕτω καὶ ὑμᾶς δύναται, φησὶν, τὸ μικρὸν τοῦτο κακὸν μὴ διορθωθὲν, καὶ εἰς τέλειον Ἰουδαϊσμὸν ἀγαγεῖν. «Ἐγὼ δὲ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε.» Οὐκ εἶπεν, ὅτι Οὐ φρονεῖτε, ἀλλ᾽ ὅτι Οὐ φρονήσετε· τουτέστιν, ὅτι Διορθωθήσεσθε. «Ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ.» Εὖ τὸ μηδαμοῦ ὄνομα τῶν ταρασσόντων θεῖναι, ἵνα μὴ ἀναισχυντότεροι γένωνται. «Ἐγὼ δὲ, ἀδελφοὶ, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι;» Ἐπειδὴ διέβαλλον αὐτὸν ὡς πανταχοῦ Ἰουδαΐζοντα, καὶ ὑποκρινόμενον τὸ κήρυγμα, ὅρα πῶς καθαρῶ ὃ ἀπεδύσατο, μάρτυρας αὐτοὺς καλῶν. Οἴδατε, φησὶν, καὶ ὑμεῖς, ὅτι διωγμοῦ μοι πρόφασις τοῦτό ἐστιν, ὅτι κελεύω ἀπέχεσθαι τοῦ νόμου. Εἰ δὲ περιτομὴν κηρύσσω, τί διώκομαι;

οὐδὲν γὰρ ἕτερον ἐγκαλεῖν μοι ἔχουσιν οἱ ἐξ Ἰουδαίων, ἢ τοῦτο. «Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.» Οὕτως ἀνόητός εἰμι, φησὶν, ὡς ὑπὲρ τοῦ μηδενὸς θλίβεσθαι, καὶ σκανδαλίζειν ἑτέρους. Οὔτε γὰρ οὕτως ὁ σταυρὸς ἦν ὁ σκανδαλίζων τοὺς Ἰουδαίους, ὡς τὸ μὴ δεῖν πείθεσθαι τοῖς πατρῴοις νόμοις. Καὶ γὰρ Στέφανον προσενεγκόντες, οὐκ εἶπον ὅτι Οὗτος τὸν ἐσταυρωμένον προσεκύνει, ἀλλ᾽ ὅτι Κατὰ τοῦ νόμου καὶ τοῦ τόπου λέγει τοῦ ἁγίου. «Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί.» Ὃ λέγει, τοιοῦτόν ἐστιν· Οὐδέν μοι μέλει ἐκείνων.

Εἰ βούλονται, μὴ περιτεμνέσθωσαν μόνον, ἀλλὰ καὶ ἀποτεμνέσθωσαν. «Μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί.» Ἀπήλλαξεν ὑμᾶς, φησὶν, ὁ Χριστὸς τοῦ ζυγοῦ τῆς δουλείας, κυρίους ἀφῆκεν πράττειν ὅ τι βούλεσθε, οὐχ ἵνα τῇ ἐξουσίᾳ εἰς κακίαν χρησώμεθα, ἀλλ᾽ ἵνα μείζονος μισθοῦ λάβωμεν πρόφασιν, ἐπὶ φιλοσοφίαν μείζονα ἰόντες. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ζυγὸν δουλείας καλεῖ τὸν νόμον, καὶ οὐ τῆς κατάρας ἀπαλλαγὴν, ἵνα μή τις ὑποπτεύσῃ, ὅτι διὰ τοῦτο κελεύει τοῦ νόμου ἀποστῆναι, ἵνα ἐξῇ παρανόμως ζῇν, διορθοῦται τὴν ὑπόνοιαν, λέγων· Οὐχ ἵνα παρανόμως γένηται ἡ πολιτεία, ἀλλ᾽ ἵνα ὑπὲρ νόμον ἡ φιλοσοφία. Ἐλύθη γὰρ τοῦ νόμου τὰ δεσμά· καὶ ἐγὼ ταῦτα λέγω, οὐχ ἵνα ταπεινότεροι, ἀλλ᾽ ἵνα ὑψηλότεροι γενώμεθα. «Ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησιόν σου ὡς σεαυτόν. Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. Λέγω δὲ, Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» Δείκνυσι τὸν τρόπον δι᾽ οὗ ῥᾳδίως τὸν εὐαγγελικὸν πληρώσωσι νόμον, ἅμα δὲ καὶ πόθεν γέγονεν τῆς περιτομῆς ἡ ἀρχή. Ἐπειδὴ γὰρ ἀλλήλων ἄρχειν βουλόμενοι, ἐσχίσθητε, φησὶ, δουλεύσατε ἀλλήλοις. Οὕτω γὰρ συναχθήσεσθε πάλιν. Λεληθότως δὲ τοῦτο λέγει, καὶ οὐ φανερῶς. «Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος.

τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· Ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε.» Σάρκα φησὶ, τὴν προαίρεσιν τὴν πονηρὰν, πνεῦμα δὲ, τὴν προαίρεσιν τὴν ἀγαθὴν, τὴν ἄνω τρέχειν σπουδάζουσαν.

Ἡ μὲν κακία ἀντίκειται τῇ ἀρετῇ· ἡ δὲ ἀρετὴ πάλιν ἐναντιοῦται τῇ κακίᾳ, παιδαγωγοῦ τινος τάξιν ἀναπληροῦσα, καὶ μὴ ἐῶσα ὑμᾶς κατὰ τὰς ἐπιθυμίας τὰς φαύλας πορεύεσθαι. «Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.

Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ ταῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστι, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοσύνη, πίστις, πραότης, ἐγκράτεια. Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.» Ὁ Πνεῦμα ἔχων ὡς χρὴ, διὰ τούτου σβέννυσι πονηρὰν ἐπιθυμίαν ἅπασαν. Ὁ δὲ τούτων ἀπαλλαγεὶς, οὐ δεῖται τῆς ἀπὸ τοῦ νόμου βοηθείας, ὑψηλότερος πολλῷ τῆς ἐκείνου εὐαγγελίας γενόμενος. Ὁ γὰρ μὴ ὀργιζόμενος, πῶς δεῖται ἀκούειν, Οὐ φονεύσεις; ὁ μὴ βλέπων ἀκολάστοις ὀφθαλμοῖς, πῶς χρῄζει τοῦ παιδεύοντος μὴ μοιχεύειν; Τίς γὰρ διαλέξεται περὶ τοῦ καρποῦ τῆς κακίας, τῷ τὴν ῥίζαν αὐτῆς ἀνασπάσαντι;

Ὁρᾷς ὅτι οὐ τὴν σάρκα φησὶν ἐνταῦθα, ἀλλὰ τὸν γεώδη λογισμόν. Αἱ γὰρ ἔχθραι, καὶ οἱ ζῆλοι, καὶ αἱ αἱρέσεις, πῶς ἂν εἶεν σαρκός; «Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ἐπιθυμίαις.» Σάρκα πάλιν ἐνταῦθα, τὰς πονηρὰς πράξεις καλῶν. «Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.» Κατὰ τοὺς ἐκείνου νόμους πολιτευώμεθα. Τοῦτο γάρ ἐστι τὸ, στοιχῶμεν. Λέγει δέ· Ἀρκεσθῶμεν τῇ τοῦ Πνεύματος δυνάμει, καὶ μὴ ἐπιζητῶμεν τὴν ἀπὸ τοῦ νόμου προσθήκην «Μὴ γινώμεθα κενόδοξοι.» Δείκνυσιν ἐκείνους τοὺς εἰσάγοντας τὴν περιτομὴν, διὰ φιλοδοξίαν τοῦτο ποιοῦντας. «Ἀλλήλους προκαλούμενοι.» Εἰς φιλονεικίας δηλονότι καὶ ἔρεις. «Ἀλλήλοις φθονοῦντες.» Ἀπὸ γὰρ τῆς κενοδοξίας ὁ φθόνος.

ΚΕΦΑΛ. ϛʹ. «Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι.» Οὐκ εἶπεν, ἐὰν πράξῃ, ἀλλ᾽ ἐὰν προληφθῇ, τουτέστιν, ἐὰν συναρπαγῇ. Ὅρα δὲ πῶς εὐφυῶς κἀκείνους τοὺς κηρύσσοντας περιτομὴν εἰς τὴν πίστιν εἰσάγει, ἐν προλήψει καὶ συναρπαγῇ λέγων αὐτῶν τὸ ἁμάρτημα, καὶ τοὺς ἄλλους πείθει μὴ συνάπτεσθαι αὐτοῖς. Πῶς γὰρ συναπαχθεῖεν, οἱ καὶ διορθοῦσθαι ἐκείνους κελευόμενοι; «Ὑμεῖς οἱ πνευματικοὶ, καταρτίζετε τὸν τοιοῦτον.» Οὐκ εἶπεν, κολάζετε, οὐδὲ καταδικάζετε, ἀλλὰ διορθοῦτε. «Ἐν πνεύματι πραότητος.» Τοιοῦτον νόμον τοῖς διδασκάλοις εἰσφέρει τὸ πάντα μετὰ πραΰτητος λέγειν. Εὖ δὲ, τὸ μὴ μόνον ἐν πραΰτητι, ἀλλὰ, ἐν πνεύματι πραΰτητος εἰπεῖν· ἵνα δείξῃ, ὅτι καὶ τῷ Πνεύματι αὐτὰ δοκεῖ, καὶ τὸ μετ᾽ ἐπιεικείας διορθοῦσθαι, χαρίσματός ἐστι πνευματικοῦ. «Σκοπῶν ἑαυτὸν, μὴ σὺ πειρασθῇς.» Λεληθότως καθαιρεῖ τὸ φρόνημα, τὸ ἐκ τῆς διδασκαλίας γινόμενον. Ἵνα γὰρ μὴ δι᾽ αὐτὸ τὸ διδάσκειν ἐπαιρώμεθα καὶ ἡμεῖς, ἐν φόβῳ καὶ ἀγωνίᾳ καθίστησιν. «Ἀλλήλων τὰ βάρη βαστάζετε.» Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον ὄντα χωρὶς ἐλαττώματος εἶναι· παραινεῖ μὴ ἀκριβεῖς εἶναι ἐξεταστὰς τῶν ἑτέροις πεπλημμελημένων. «Καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὢν, ἑαυτὸν φρεναπατᾷ.» Δι᾽ ὃν ἀλλήλους φέρετε. Οἷον, Ὁ δεῖνά ἐστιν ὀργίλος, σὺ δὲ ὑπνηλός; φέρε αὐτοῦ τὴν ὁρμὴν τὴν σφοδρὰν, ἵνα καὶ αὐτός σου τὴν νωθείαν· καὶ οὕτως οὔτε ἐκεῖνος ἁμαρτήσεται ὑπὸ σοῦ βασταζόμενος, οὔτε σὺ πλημμελήσεις ἐν οἷς εἶ βαρὺς, ἀνεχομένου σου τοῦ ἀδελφοῦ. «Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος.» Οἷον εἰ ἐποίησας ἀγαθὸν, σκόπει σὺ μήποτε διὰ κενοδοξίαν, ἢ δι᾽ ἀνάγκην, ἢ ὑποκρίσει τοῦτο ἐποίησας, ἢ δι᾽ ἄλλην τινὰ ἀνθρωπίνην αἰτίαν. «Καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.» Ταῦτα οὐ νομοθετῶν λέγει, ἀλλὰ συγκαταβαίνων, ὡς ἂν εἰ ἔλεγε· Τὸ καυχᾶσθαι μὲν οὐ καλόν. Εἰ δὲ ἄρα βούλῃ, μὴ κατὰ τοῦ πλησίον, ὡς ὁ Φαρισαῖος.

Καὶ τοῦτο δὲ συνεχώρησεν, ἵνα τὸ ὅλον κατὰ μικρὸν ἐξέλῃ. Ὁ γὰρ συνεθισθεὶς εἰς ἑαυτὸν μόνον, καὶ μὴ καθ᾽ ἑτέρων, καὶ τοῦτο ταχέως διορθώσεται τὸ ἐλάττωμα. «Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.» Δοκεῖ μὲν τιθέναι λογισμὸν κωλύοντα καθ᾽ ἑτέρου καυχᾶσθαι. Διορθοῦται δὲ τὸν καυχώμενον, ὥστε μηδὲ ἐφ᾽ ἑαυτῷ μέγα φρονεῖν, εἰς ἔννοιαν ἀγαγὼν αὐτὸν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τοῖς ὀνόμασι τοῦ φορτίου πιέζων αὐτοῦ τὸ συνειδός. «Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν. Ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον, τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐκκακῶμεν.» Ἐνταῦθα περὶ τῶν διδασκάλων πάλιν ὁ λόγος αὐτῷ, ὥστε πολλῆς ἀπολαύειν παρὰ τῶν μαθητευομένων θεραπείας. Τοῦτο καὶ ὁ Χριστὸς ἐνομοθέτησε.

Καὶ διὰ τί; ἄκουε. Ἐπειδὴ τὸ διδασκαλικὸν ἀξίωμα πολλάκις κατεφύσα τοὺς ἔχοντας, καταπαίων αὐτῶν τὸ φρόνημα, εἰς ἀνάγκην αὐτοὺς κατέστησε τοῦ δεῖσθαι τῶν μαθητευομένων, κἀκείνους πάλιν εἰς ἀφορμὴν ἤγαγεν τοῦ πρὸς εὐποιίαν εὐκολωτέρους γίνεσθαι, γυμνάζων αὐτοὺς ἡμέρους εἶναι. Φησὶ δὲ, ἐν πᾶσιν ἀγαθοῖς, ὥστε πᾶσαν ἐπιδείκνυσθαι εἰς αὐτοὺς δαψίλειαν. «Καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι.» Οὐχ ὥσπερ ὁ σαρκικὸς ἄπορος, φησὶ, καὶ ἐν τῷ ἀμητῷ πολὺν ἔχει κόπον, οὕτω καὶ ὁ πνευματικὸς, ἀλλ᾽ ἐν ἀναπαύσει γίνεται πολλῇ. «Ἀλλὰ οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως.» Τάχος καὶ σπουδὴν περὶ τὴν ἐλεημοσύνην εἰσφέρειν παρακελεύεται. Οὔτε γὰρ πάντοτε τοῦ ἐλεεῖν ἐσμεν κύριοι. Ὅταν γὰρ ἐντεῦθεν ἀπενεχθῶμεν, κἂν μυριάκις βουληθῶμεν, οὐδὲν περαίνομεν πλέον. Τὸ δὲ, πρὸς πάντας, πρὸς ἀντιδιαστολὴν τῆς Ἰουδαϊκῆς ταπεινότητος. Ἐκείνοις μὲν γὰρ τὰ τῆς φιλανθρωπίας ἅπαντα πρὸς τοὺς ὁμοφύλους ἦν. Ἡ δὲ τῆς χάριτος φιλανθρωπία, γῆν ὁμοῦ καὶ θάλατταν ἐπὶ τὴν τῆς ἐλεημοσύνης μετάληψιν καλεῖ, καὶ πλείονα πρὸς τοὺς οἰκείους τὴν σπουδὴν ἐπιδείκνυται. «Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.»

Πάντα δέχεσθαι τὸν λόγον αὐτοῦ παραινεῖ, καὶ τὸ μέγεθος τῶν δογμάτων, διὰ τὸ, πηλίκοις, εἰπεῖν, κατασημάνας, καὶ τὸ, τῇ ἐμῇ χειρί· καὶ ἄλλο καὶ διὰ τούτου δηλοῦται. Ποῖον; Ἐπειδὴ συκοφαντοῦντες αὐτὸν ἔλεγον περιτομὴν αὐτὸν καταγγέλλειν, καὶ ὑποκρίνεσθαι, ὡς οὐ καταγγέλλει, διὰ τοῦτο ἠναγκάσθη ἰδιόγραφον ποιήσασθαι τὴν ἐπιστολὴν, μαρτυρίαν ἔγγραφον ἀποθέμενος. «Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι.» Δείκνυσι κἀκείνους διὰ φιλοδοξίαν μόνον ποιουμένους τὸ κήρυγμα, οὐ δι᾽ αὐτὸ τὸ οὕτως ὀφεῖλον γενέσθαι. «Μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται.» Ἑτέρα πάλιν αἰτία τοῦ μὴ ἀπὸ γνώμης κηρύττειν αὐτοὺς, τὸ μὴ διώκεσθαι παρὰ τῶν Ἰουδαίων αὐτούς· τὸ δὲ κατὰ φόβον, ἢ κατὰ κενοδοξίαν γινόμενον, τοῦτο οὐχ ὡς ὀφειλόμενον πράττεται. Οὐκοῦν εἰ καὶ κηρύσσεται περιτομὴ παρ᾽ αὐτῶν, οὐχ ὡς ἀναγκαία κηρύσσεται. «Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι, αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι.» Ἀπόδειξις τοῦ μὴ κατὰ γνώμην κηρύσσειν αὐτοὺς, τὸ μὴ φυλάττειν αὐτοὺς ταῦτα ἃ κηρύσσουσιν. «Ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.» Μαθητὰς ἔχοντες, καὶ ὄντες διδάσκαλοι. «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Τί ἐστι τὸ καύχημα τοῦ σταυροῦ;

ὅτι ὁ Χριστὸς δούλου μορφὴν ἔλαβεν, καὶ ἔπαθεν, ἅπερ ἔπαθεν δι᾽ ἐμὲ τὸν δοῦλον, τὸν ἐχθρὸν, τὸν ἄφρονα· οὕτω με ἠγάπησεν, ὡς ἑαυτὸν ἐκδοῦναι. «Δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται.» Κόσμον, τὰ βιωτικὰ πράγματά φησιν· τὸν ἔπαινον τὸν παρὰ ἀνθρώπων, τὴν δορυφορίαν, τὴν δόξαν.

Ταῦτα, φησὶν, ἐμοὶ νεκρὰ γέγονε, τὰ οὕτω λαμπρὰ καὶ μεγάλα. «Κἀγὼ τῷ κόσμῳ.» Διπλῆν τὴν νέκρωσιν λέγει, ὅτι καὶ ἐκεῖνα ἐμοὶ νεκρὰ, καὶ ἐγὼ ἐκείνοις, καὶ οὔτε αὐτὰ ἀνελεῖν με δύνανται, καὶ χειρώσασθαι· νεκρὰ γάρ ἐστιν ἅπαξ· οὔτε ἐγὼ ἐπιθυμῆσαι αὐτῶν· νεκρὸς γὰρ αὐτοῖς εἰμι κἀγώ. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.» Βλέπε πόσην κηρύττει τὴν δύναμιν τοῦ σταυροῦ· οὐ γὰρ δὴ μόνον τὰ τοῦ κόσμου πράγματα ἐνέκρωσεν ἐν ἑαυτῷ πάντα, ἀλλὰ καὶ τῆς πολιτείας τῆς παλαιᾶς ἀνωτέρω πολλῷ κατέστησεν. Λέγει δὲ τὴν καινὴν κτίσιν, τὴν δεδομένην διὰ πίστεως. «Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ.» Οἱ ταῦτα διώκοντες, φησὶν, οὗτοι καὶ εἰρήνης, καὶ φιλανθρωπίας ἀπολαύοντες, καὶ τῷ τοῦ Ἰσραὴλ ὀνόματι κυρίως ἂν καλοῖντο. «Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω.» Ἐνταῦθα οὐχ ὡς καμὼν, οὐδὲ ὡς περικακήσας ταῦτα φθέγγεται, ἀλλὰ ἀναστέλλων αὐτῶν τὴν ῥᾴθυμον γνώμην, καὶ εἰς φόβον πλείονα ἐμβαλὼν, καὶ πηγνὺς τοὺς παρ᾽ αὐτοῦ τεθέντας νόμους, καὶ οὐ συγχωρῶν αὐτοὺς ἀεὶ κινεῖν. «Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.» Παντὸς λόγου καὶ πάσης φωνῆς, φησὶ, λαμπρότερον διὰ τῶν στιγμάτων ἀπολογοῦμαι πρὸς τοὺς λέγοντας ὑποκρίνεσθαί με τὸ δόγμα, καὶ πρὸς ἀνθρωπαρεσκίαν λέγειν.

Στίγματα τὰς πληγὰς λέγει, τὰ τραύματα, τὰ διὰ τὸν Χριστόν. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν.» Τῷ τελευταίῳ ῥήματι τούτῳ πάντα τὰ ἔμπροσθεν ἐπεσφράγισεν. Οὐδὲ γὰρ εἶπεν ἁπλῶς, μεθ᾽ ὑμῶν, ὡς ἐπὶ τῶν ἄλλων, ἀλλὰ, μετὰ τοῦ πνεύματος ὑμῶν, ἀπάγων αὐτοὺς τῶν σαρκικῶν, καὶ πανταχοῦ δεικνὺς τοῦ Θεοῦ τὴν εὐεργεσίαν, καὶ ἀναμιμνήσκων τῆς χάριτος ἧς ἀπήλαυσαν, δι᾽ ἧς πάσης αὐτοὺς ἱκανὸς ἦν Ἰουδαϊκῆς ἀπαγαγεῖν πλάνης. Τὸ γὰρ Πνεῦμα λαβεῖν, οὐ διὰ νομικῆς ἦν περιφανείας, ἀλλὰ διὰ τῆς κατὰ τὴν πίστιν δικαιοσύνης.

Πρὸς Γαλάτας ἐγράφη ἀπὸ Ῥώμης, στίχων σϟγʹ.