Λέγει οὖν ἤδη πρὸς ὑμᾶς ἐλθοῦσα διδασκαλία, εἴπερ ἦλθεν τῷ ὄντι κατὰ Χριστὸν, οὐ τὴν φιλήδονον, καὶ τὴν ἐν ἀγνοίᾳ ζωὴν ἐπιτρέπει, ἥτις οὐδὲν ἀγαθὸν ἔχει, οὐδὲ ἀληθές. Ὁ γὰρ κατὰ Χριστὸν μαθὼν, τὸ ἀγαθὸν μεμάθηκε καὶ τὸ ἀληθὲς, τὴν ἐν σαρκικῷ βίῳ παλαίωσιν μεταβάλλειν διδασκόμενος εἰς καινότητα τὴν ἐν Πνεύματι. «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. Ὁ κλέπτων, μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Πᾶς λόγος σκληρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ᾽ εἴ τις ἀγαθὸς, πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.» Εἰ καὶ ὀργῇ προσπέσοι, φησὶ, μὴ εἰς τὸ ἁμαρτάνειν ἐπικρατείτω, ἀλλὰ καὶ πρὸ τοῦ ἡμέραν ἐπιστῆναι δευτέραν, παυέσθω. Ἐὰν γὰρ ταῦτα ἐν ὑμῖν κρατῇ, διαβόλου διδάγματα ὄντα, ὁ διδάσκαλος διὰ τῶν ἰδίων αὐτοῦ διδαγμάτων ἐπεισελεύσεται. «Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Τὸ Πνεῦμα ὑμᾶς ἀποστραφήσεται, φησὶ, καθάπερ λυπούμενον, ὅτι ὥσπερ ἐν σφραγισμῷ δοθὲν ὑμῖν εἰς ἕνωσιν, οὐκ ἐπιτηδείους πρὸς ἕνωσιν εὑρίσκει τοὺς δεδεγμένους τὴν χάριν εἰς τὸ διαφυγεῖν τὴν κόλασιν τῆς διαφθορᾶς. «Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν σὺν πάσῃ κακίᾳ.