Οὐ δέον οὖν, φησὶ, καὶ τοὺς πιστοὺς τοὺς καὶ τὴν ὀργὴν ἀποφευξαμένους, ἐν τούτοις τοῖς ἔργοις διατρίβειν, ἐν οἷς τὸ παλαιὸν διετρίβετε, ὅτε τὴν ζωὴν εἴχετε ταύτην, ἣν ἀποθέσθαι συμβουλεύομεν. «Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ.» Καθόλου λέγει συνελὼν μεταβολὴν τῶν παλαιῶν τρόπων δεῖν γενέσθαι. Ἄνθρωπον γὰρ λέγει παλαιὸν, τὸν τρόπον τὸν πάλαι, τὸν ἀπὸ τῆς πτώσεως ἐπιγεγενημένον. «Καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν, κατ᾽ εἰκόνα τοῦ Κτίσαντος αὐτὸν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός. Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφὴν, καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς. Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος.» Ὥσπερ παλαιὸν ἄνθρωπον, τὴν πονηρίαν ἐπεισελθοῦσαν ἡμῖν ἐκ τῆς πτώσεως λέγει, οὕτω καινὸν, τὴν κατὰ Χριστὸν πολιτείαν, ὡς πάντας εἶναι μιμητὰς Χριστοῦ, καθὸ καὶ ἐν Ἰουδαίῳ, καὶ ἐν Ἕλληνι καὶ Βαρβάρῳ, καὶ ἐν δούλῳ, οὓς ὁμοιώματα αὐτοῦ πάντας θέλει γενέσθαι. «