Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰς ἐπιστολὰς τοῦ Παύλου

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνεία στην Α΄ Προς Θεσσαλονικείς Επιστολή

Υπόμνημα στην πρώτη επιστολή Προς Θεσσαλονικείς, σχετικά με την προσδοκία της αναστάσεως των κεκοιμημένων, την έλευση της ημέρας του Κυρίου και την εγρήγορση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 8 από 14

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. «Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ἀκούσας ὁ Ἀπόστολος θλιβομένους Θεσσαλονικεῖς, καὶ δειλιάσας μήποτε μετατεθῶσιν ἀπὸ τῆς πίστεως, πέμπει Τιμόθεον πρὸς αὐτοὺς ἀπὸ τῶν Ἀθηνῶν.

Ἐκείνου δὲ ἐλθόντος καὶ ἀπαγγείλαντος, ὡς εἰσὶν ἑδραῖοι, χαίρων γράφει πρὸς αὐτούς. Ἅμα δὲ ἀκούσας ὅτι περὶ τὸν βίον ἐλαττώματά τινα εἶχον, καὶ πρὸς ταῦτα γράφει. Καὶ αὕτη μὲν ἡ ὑπόθεσις τῆς Ἐπιστολῆς.

Τὸ δὲ προοίμιον ἐκ ταπεινοφροσύνης, ὅπου γε τοὺς ἑαυτοῦ μαθητὰς ἴσους αὐτοῦ συντάττει. Ἀναμιμνήσκει δὲ αὐτοὺς τῆς χάριτος δι᾽ ἧς ἐλυτρώθησαν, ἠρέμα πλήττων αὐτῶν τὰ περὶ τὸν βίον πταίσματα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τὸν Θεὸν καὶ Πατέρα λέγει, υἱοθεσίας αὐτοὺς εἰς μνήμην ἄγων. «Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως μνημονεύοντες ὑμῶν.» Ὅρα πῶς ἀληθὴς ἡ ὑπὲρ αὐτῶν εὐχαριστία ἀναφερομένη τῷ Θεῷ, ὅτι πίστιν ἔσχον, καὶ οὐχ ἁπλῶς πίστιν, ἀλλ᾽ ἐνέργειαν, καὶ οὐχ ἁπλῶς ἀγάπην, ἀλλ᾽ ἔγκοπον ἀγάπην εἶπον. Ἐκοπίων γὰρ ἐν τοῖς διωγμοῖς διὰ τὸ ἀγαπᾷν τὸν Κύριον. Καὶ οὐχ ἁπλῶς ἐλπίδα εἶχον, ἀλλὰ μεθ᾽ ὑπομονῆς τὴν ἐλπίδα. «Τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.» Εἰ πιστεύεις, πάντα πάσχε. Εἰ δὲ μὴ πάσχεις, οὐ πιστεύεις. «Εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ Εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ Πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε, οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι᾽ ὑμᾶς, καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος ἁγίου.»

Ἀπὸ κοινοῦ τὸ, εὐχαριστοῦμεν, ἵνα ᾖ, Εὐχαριστῶμεν τῷ Θεῷ, γινώσκοντες τὴν ἐκλογὴν ὑμῶν καθ᾽ ἣν ἐξελεξάμεθα ὑμᾶς, καὶ ὅτι παραλαβόντες τὸ Εὐαγγέλιον ἐν ἀποδείξει δυνάμεως πολλῆς, ἧς ἐνήργηκε τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ἁπλῶς παρελάβετε, ἀλλὰ τοσαύτην ἐν ὑμῖν ἔσχε τὴν ἰσχὺν, ὡς μιμητὰς ὑμᾶς ἡμῶν γενέσθαι, καὶ τοῦ Κυρίου. Τοῦτο δὲ λέγει, δι᾽ ἃς ὑπέμεινε θλίψεις παρὰ τῶν Ἰουδαίων. «Ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ τῇ Ἀχαΐᾳ. Ἀφ᾽ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ὑμᾶς ἔχειν λαλεῖν τι. Αὐτοὶ γὰρ περὶ ὑμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔχομεν πρὸς ὑμᾶς. Καὶ πῶς.» Ὅρα πόσην ἔσχον ἐπίδοσιν, ὡς καὶ αὐτοὺς ἑτέροις γίνεσθαι τύπον, καὶ οὐκ ὀλίγοις, ἀλλὰ καὶ χώραις ὅλαις, καὶ ἔθνεσιν· ἐν τῇ Μακεδονίᾳ γὰρ καὶ ἐν τῇ Ἀχαΐᾳ. Εὖ δὲ καὶ τὸ ἐξηχήθη, διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος. «Συνεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, Θεῷ ζῶντι καὶ ἀληθινῷ.» Ἐπειδὴ Θεοῦ ἦσαν, καὶ ἐπλανήθησαν, καὶ πάλιν ἐκλήθησαν, διὰ τοῦτο, ἐπεστρέψατε, εἶπεν· καλῶς δὲ καὶ, τῷ ζῶντι, πρὸς ἀντιδιαστολὴν τοῦ ἀψύχου εἰδώλου· καὶ τῷ ἀληθινῷ, πρὸς ἀντιδιαστολὴν τῶν ψευδωνύμων θεῶν. «

Καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ὑμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.» Πρῶτον τὸ ἔνδοξον τίθησι τὸ ἐκ τῶν οὐρανῶν, εἶτα τὸ ἄδοξον, τὸν θάνατον· καὶ τὴν αἰτίαν εὐθὺς ἐπισυνάπτει τοῦ θανάτου· αὕτη δέ ἐστιν ἡ ἡμετέρα σωτηρία. Ἐῤῥύσατο γὰρ ἡμᾶς ἐκ τῆς ἐπικειμένης ὀργῆς.

ΚΕΦΑΛ. Βʹ. «Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν, ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν, λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι. Ἡ γὰρ παράκλησις ἡμῶν.» Αὐτοὺς καλεῖ μάρτυρας πρὸς οὓς ὁ λόγος, ὅτι δὴ αὐτοὺς εἰδέναι βούλεται, ὅτι οὐκ ὀκνηρότερον αὐτὸν ἐποίησε πρὸς τὸ αὐτῶν κήρυγμα, ἡ ἐν Φιλίπποις γειναμένη θλίψις. Τοῦτο δὲ προτροπὴ λεληθυῖα τοῦ γενναίως ὑποφέρειν τὰς θλίψεις. «Οὐκ ἐκ πλάνης.» Καὶ τούτου σημεῖον, τοὺς ἐν θλίψει κηρύξαι. Ὁ γὰρ πλανῶν ἐν τῷ κηρύγματι, οὐκ ἄν ποτε ὑπὲρ αὐτοῦ τοῦ κηρύγματος θλίψιν ὑπομένοι, εἰδὼς αὐτὸ τοῦτο θλίψιν ὑπάρχον. «Οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ, ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ, πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ, τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας· Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὐδὲ ὑφ᾽ ὑμῶν, οὔτε ἀπὸ ἄλλων.» Ἀντὶ τοῦ, λέγοντες ὑμῖν τὰ πρὸς ἡδονήν· ἀλλ᾽ οὕτως ἐκηρύξαμεν, φησὶν, ὡς ἐδοκίμασεν ἡμᾶς ὁ Θεός.

Οὐ γὰρ ἀνθρώποις ἠρέσαμεν· οὐδὲ γὰρ ἐκολακεύσαμεν ὑμᾶς, ἀλλὰ τὰ ἐπίπονα ἐκηρύξαμεν.» «Δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι, ἀλλ᾽ ἐγεννήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα. Οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε. Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν, καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ὑμεῖς γὰρ μάρτυρες, καὶ ὁ Θεὸς, ὡς ὁσίως, καὶ δικαίως, καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν· καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς, καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ, τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾽ ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε, οὐ λόγον ἀνθρώπων, ἀλλὰ, καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.

Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ἀπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν.» Τουτέστιν, ἀπαιτεῖν παρ᾽ ὑμῶν τιμὰς, ὡς τοσοῦτον ἐγχειρισθέντες ἀξίωμα, ἀλλὰ ταπεινότεροι τῶν μαθητῶν γενόμενοι διδάσκαλοι. «Καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων.» Μέσους τίθησι τοὺς προφήτας τοῦ Κυρίου καὶ τῶν ἀποστόλων, ἵνα καὶ περὶ τούτους δείξῃ γεγονότας κακοὺς, οὓς ὁμολογοῦσιν ἰδίους εἶναι. Καὶ τὸ μέσον, ποιεῖ αὐτοὺς εἰς τὰ ἄκρα κακούς. «Καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε.» Κωλύουσι γὰρ αὐτοὺς σώζεσθαι. «Ἔφθασεν ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ᾽ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.

Διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ, καὶ δίς.» Ἀντὶ τοῦ, ἐπληρώθησαν αὐτῶν αἱ ἁμαρτίαι. «Καὶ ἐνέκοψεν ὑμᾶς ὁ Σατανᾶς.» Ἐπειδὴ αἱ θλίψεις αἱ διὰ τὸ κήρυγμα, ἐνεπόδισαν, τούτου χάριν αὐτὰς τὰς θλίψεις ἀνατίθησι τῷ Σατανᾷ. Ἐκεῖνος γὰρ ἦν ὁ ἐπεγείρων, καὶ παροξύνων κατὰ τῶν ἀποστόλων τοὺς ἀπίστους. «Τίς γὰρ ἡμῶν ἐλπὶς, ἣ χαρὰ, ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.» Ὁ γὰρ τεταγμένος ἐν διδασκάλοις, τοῦτον ἔχει στέφανον καὶ χαρὰν, τὴν τῶν μαθητῶν προκοπήν.

ΚΕΦΑΛ. Γʹ. «Διὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν. Πόθου πολλοῦ τὸ ῥῆμα παραστατικόν. »Καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ὑμῶν, καὶ διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς, καὶ παρακαλέσαι περὶ τῆς πίστεως ὑμῶν, τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις.» Τοῦτο τῆς ταπεινοφροσύνης ἴδιον τοῦ Ἀποστόλου.

Οὔτε γὰρ αὐτὸς μᾶλλον κατελιμπάνετο, ἀλλ᾽ οἱ ἀπολιπόντες αὐτόν. «Αὐτοὶ γὰρ οἴδατε, ὅτι εἰς τοῦτο κείμεθα. Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο, καὶ οἴδατε.

Διὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μήπως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾽ ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς, διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ᾽ ὑμῖν, ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν, διὰ τῆς ὑμῶν πίστεως, ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.

Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ, ᾗ χαίρομεν δι᾽ ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι, τὸ μὲν ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι ὑστερήματα τῆς πίστεως ὑμῶν. Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς. Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους, καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.» Εἰς τὸ θλίβεσθαι.

ΚΕΦΑΛ. Δʹ. «Λοιπὸν οὖν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς, καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ᾽ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν, καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον. Οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ. Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, εἰδέναι ἕκαστον ὑμῶν.» Ἄρχεται ἐντεῦθεν τοῦ συμβουλευτικοῦ. Ἤκουσε γὰρ αὐτῶν τινα πταίσματα, πορνείαν καὶ μοιχείαν, ὧν καὶ ἀποτρέπει. Καὶ οὐχ ἁπλῶς φησι, Τὸ καὶ τὸ μὴ ποιεῖτε, ἀλλὰ τὰς παραγγελίας αὐτοὺς ἐκ πάλαι εἰληφέναι παρ᾽ αὐτοῦ φησι, διὰ τοῦ Κυρίου Ἰησοῦ, ἃς φυλάττειν παρακελεύεται. Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ. «Τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας.» Ἀντὶ τοῦ, τὴν σάρκα. «Καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν.» Ἱκανὸν καὶ τοῦτο τοῦ ἀποτρέψαι τῆς πορνείας, τὸ μετὰ τῶν ἐπεγνωκότων τὸν Θεὸν τὸν πορνεύοντα τάττεσθαι. «Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ.» Ὑπερβαίνειν μὲν τὰς τοῦ Θεοῦ ἐντολάς. Εὐφήμως δὲ σφόδρα, καὶ ἐπικεκαλυμμένως τὴν μοιχείαν ὠνόμασε, τὴν εἰς ἀδελφὸν ἀδικίαν αὐτὴν εἶναι λέγων. «Διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν, καὶ διεμαρτυράμεθα.

Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ᾽ ἐν ἁγιασμῷ.» Ὅρα πῶς παρὰ πόδας ἔθηκε τὴν ὑπὲρ τούτων δίκην. «Τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν, τὸν καὶ δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς. Περὶ δὲ τῆς φιλαδελφίας, οὐ χρείαν ἔχετε γράφειν ὑμῖν. Αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε, εἰς τὸ ἀγαπᾷν ἀλλήλους. Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ.

Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον, καὶ φιλοτιμεῖσθαι, ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν. Ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε.» Ὅταν ἀθετήσῃς, φησὶν, τὸν ἀδελφὸν, τὸν λαβόντα διὰ τοῦ βαπτίσματος τὸ Πνεῦμα τὸ ἅγιον, τότε οὐκ ἄνθρωπον, ἀλλὰ τὸν Θεὸν ἀθετεῖς. «Οὐ θέλωμεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε, καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου.» Μεταβαίνει ἐπὶ τὸν περὶ ἀναστάσεως λόγον. Ὅρα δὲ πῶς θαυμαστῶς κατεσκεύασε τὸ ὁμολογούμενον, λαβὼν τὴν ἀνάστασιν τοῦ Κυρίου εἰς πίστωσιν τῆς ἡμετέρας ἀναστάσεως. Πάντας γὰρ ἀνθρώπους ἀνέστησε διὰ τῆς ἰδίας σαρκός. Διὸ καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν λέγεται. Ἐν λόγῳ δὲ Κυρίου, τὸ ῥῆμα λέγειν, φησὶν, ἵνα θαῤῥῶσι περὶ τῶν ἀποφηναμένων. «Ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου.» Τοῦτό φησιν, οὐχ ὅτι αὐτὸς ἔμεινε μέχρι τοῦ τῆς ἀναστάσεως καιροῦ, ἀλλ᾽ ἐπειδὴ περὶ ζώντων ἔλεγε, καὶ αὐτὸς δὲ ἔζη· ταῦτα λέγων, τῇ κοινῇ συνηθείᾳ τοῦ λόγου ἐχρήσατο, τῷ ἡμεῖς οἱ ζῶντες.

Ὅτι δὲ τοῦτο λέγει, ἐπάγει, οἱ περιλειπόμενοι, ἐπεὶ εἰ τοῦτο λέγει, ὅτι ἐμοῦ ζῶντος, πῶς ἀλλαχοῦ λέγει, ὅτι πάντες μὲν ἀναστησόμεθα; Εἰ γὰρ ζῶν καταλαμβάνεται, πῶς ἐγείρεται; Ἡμεῖς οὖν οἱ ζῶντες, φησὶ, κατὰ τὸν προαποδεδομένον λόγον. «Οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπὸ οὐρανοῦ.» Καὶ πῶς οὐ μὴ φθάσῃ, λέγει· Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι. Ποίῳ; Τῷ τῆς ἀναστάσεως· ἀντὶ τοῦ κελεύων ἀνίστασθαι. Ἐν φωνῇ ἀρχαγγέλου, ἣν καὶ σάλπιγγα Θεοῦ φησι, διὰ τὸ κελεύσματι Θεοῦ γενέσθαι. Τοῦτο δὲ καὶ ἡ ἐν τῷ Εὐαγγελίῳ παραβολὴ ἐδήλωσε. Κραυγὴ γὰρ ἐγένετο μεσονυκτίου, Ἐξέλθατε εἰς ἀπάντησιν τοῦ νυμφίου. «Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον.

Ἔπειτα οἱ ζῶντες ἡμεῖς οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.» ΚΕΦΑΛ. Εʹ. «Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. Ὅταν γὰρ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.

Ὑμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ. Πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε, καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς, οὐδὲ σκότους.» Δείκνυσιν ὡς οὐχ ἁπλῶς ηὕρισκον οἱ νεκροὶ τὴν ἀνάστασιν, εἰ μὴ διὰ Χριστοῦ. Εἰ μὴ γὰρ ἀπέθανε κατὰ σάρκα ὁ Χριστὸς, οὐκ ἂν ἐλύετο θάνατος. Ἢ καὶ νεκροὺς ἐν Χριστῷ, τοὺς ἀποθανόντας λέγει διὰ Χριστὸν, εὐκαίρως διὰ τὸ ἐν θλίψει εἶναι τοὺς ἀκούοντας παραμυθούμενος. Φησὶν οὖν, ὡς οἱ διὰ Χριστὸν πάσχοντες καὶ πρῶτοι τῆς ἀναστάσεως τύχωσιν. «Ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποὶ, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσι· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν.

Ἡμεῖς δὲ ἡμέρας ὄντες, νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας· ὅτι οὐκ ἔθετο ὑμᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ᾽ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν, εἴτε καθεύδωμεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.» Εὐκαίρως τὸν περὶ πόνου ἐνάγει λόγον, παραδεικνὺς αὐτῷ τὸν περὶ τοῦ μυστηρίου λόγον, καὶ διὰ τί ὁ Χριστοῦ γέγονε θάνατος. «Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, καὶ ἡγεῖσθαι ἑαυτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν ἑαυτοῖς.» Τὰ περὶ διδασκάλων διδάσκει, ποίους εἶναι δεῖ περιπαραινῶν. «Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.

Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας. Πάντοτε χαίρετε· ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.

Ποικίλων ἀρετῶν αὐτοῖς ἐξυφαίνει λόγον. »Τὸ Πνεῦμα μὴ σβέννυτε, προφητείαν μὴ ἐξουθενεῖτε· πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς.» Ἀντὶ τοῦ, Μὴ ἐπέχετε τὸν προφητεύοντα· καὶ τοῦτο δηλοῖ τὸ ἑξῆς. «Ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν.» Εἴ τι λείπει ὑμῖν, προσπληρώσει. «Τὸ Πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα, ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Πιστὸς ὁ Θεός.» Πνεῦμα, φησὶ, τὸ χάρισμα ὃ ἔλαβεν ἕκαστος διὰ τοῦ βαπτίσματος. Τότε γὰρ τῶν βαπτιζομένων ἕκαστος ἐλάμβανε χάρισμα, καὶ ἐποίει σημεῖα. Καὶ ὁ μὲν γλώσσαις ἐλάλει, ὁ δὲ προεφήτευεν· ἄλλος ἰᾶτο τοὺς κάμνοντας, ἄλλος δαιμόνια ἐξέβαλλεν, ἄλλος ἀνίστα τοὺς νεκροὺς, ἄλλος ἄλλο τι ἐποίει. Τοῦτο οὖν τὸ χάρισμα, ὃ καὶ Πνεῦμά φησι, μένειν ἐν αὐτοῖς ὁλόκληρον εὔχεται, ἵνα κατὰ μηδὲν στερηθῶσι τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος. «Ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. Ἀδελφοὶ, προσεύχεσθε ὑπὲρ ἡμῶν. Ἀσπάζασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.» Ὁ καλέσας ὑμᾶς, φησὶν, Ἰησοῦς, ποιήσει τὸ ὁλοτελεῖς ὑμᾶς γενέσθαι καὶ ἀμέμπτους. «Ἐνορκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν. Ἀμήν.»

Ἐπειδὴ ἐλέγχους ἡ Ἐπιστολὴ περιέχει, μήποτε οἱ ἄτακτοι λαβόντες τὴν Ἐπιστολὴν κρύψωσιν, ἐνορκίζει αὐτοὺς ἀναγνωσθῆναι τὴν Ἐπιστολήν.

Πρὸς Θεσσαλονικεῖς αʹ ἐγράφη ἀπὸ Ἀθηνῶν. Στίχων ρϟγʹ.