Λήψεσθε γὰρ, φησὶν, ἄνεσιν μεθ᾽ ἡμῶν· καὶ ἀληθῆ τὴν ἀνταπόδοσιν κατασκευάζων, ἐκεῖνο αὐτοὺς τὸ κριτήριον ἵστησιν, ἐν ᾧ πάντως δικαία ἡ ἀνταπόδοσις, εἴτε κακῶν, εἴτε τῶν ἐναντίων. «Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾽ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.» Ἡ ἀλήθεια, φησὶν, αὕτη, ἣν μαρτυροῦμεν νῦν τῇ πίστει ὑμῶν καὶ ὑπομονῇ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πιστευθήσεται. «Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ὑμῶν.» Ἐπειδὴ εἶπε πίστιν εἶναι τὴν περὶ αὐτῶν μαρτυρίαν, καὶ ταῦτα οὖσαν περὶ μεγάλων· Ἐν πίστει γὰρ, φησὶν, καὶ ὑπομονῇ, καὶ διωγμοῖς· ἵνα μὴ ἐκ τούτου ὑπτιωθέντες ἀπολέσωσιν ἃ εἰργάσαντο, τούτου χάριν φησὶν, ὅτι Ἀδιαλείπτως περὶ τούτου προσευχόμεθα, ἐναγωνίους αὐτοὺς ποιῶν. Προσευχόμεθα γὰρ, φησὶν, ἵνα ἀξίους ὑμᾶς τῆς κλήσεως ποιήσῃ. Τοῦτο δέ φησιν, οὐχ ὡς ἀναιρῶν τὸ ἐξ ἡμῶν, ἀλλ᾽ ἵνα μὴ μέγα φρονῶμεν ἐφ᾽ ἑαυτοῖς, ἀλλὰ καὶ εἰς αὐτὰ ταῦτα ἃ ἐργαζόμεθα ἐκ συγγνώμης, συλλήπτορα καλῶμεν Θεὸν, ὡς εἰ θαρσήσωμεν ἐφ᾽ ἑαυτοῖς, ἅπας ἡμῶν εὐθὺς ἀναλυθῇ πόνος. «Καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθοσύνης.» Δείκνυσιν οὔπω τελειωθέντας αὐτούς. Τότε γὰρ μόνον ἡ τελείωσις, ὅταν ὁ καιρὸς παρέλθῃ τοῦ ἀγῶνος· ἐν ὅσῳ δέ τις ἀγωνίζεται, φοβείσθω μὴ πέσῃ· διὰ τοῦτο γὰρ καὶ εἴρηται· Μὴ μακάριζε πρὸ τοῦ τέλους. «Καὶ ἔργον πίστεως ἐν δυνάμει.» Ἵνα ἐνδυναμωθῶσιν, ἔργῳ δεῖξαι τὴν πίστιν. «