Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰς ἐπιστολὰς τοῦ Παύλου

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνεία στην Προς Εβραίους Επιστολή

Εκτενής ερμηνεία της Προς Εβραίους επιστολής, αναδεικνύοντας την υπεροχή του Χριστού ως Μεγάλου Αρχιερέως, την αξία της τέλειας θυσίας Του και τα παραδείγματα της πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 10 από 14

Πρὸς Θεσσαλονικεῖς βʹ ἐγράφη ἀπὸ Ἀθηνῶν. στίχων ρϛʹ. ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἐν Υἱῷ.» Ὅρα πῶς οὐδὲν ἐν προοιμίοις, ὥσπερ εἴωθεν, εἰπὼν, ἐξ ἀρχῆς εὐθὺς ἐπὶ τὰ βάθη τῶν μυστηρίων ὁρμᾷ, δεικνὺς τῆς εὐαγγελικῆς πολιτείας πρὸς τὴν νομικὴν πολὺ τὸ μέσον τυγχάνον. καὶ πῶς τοῦτο ποιεῖ; Πάλαι, φησὶν, ὁ Θεὸς διὰ προφητῶν ἐλάλει, καὶ ταῦτα συνεσκιασμένως· τοῦτο γὰρ σημαίνει τὸ, πολυμερῶς καὶ πολυτρόπως· νυνὶ δὲ δι᾽ αὐτοῦ τοῦ Υἱοῦ· ὥστε τοσοῦτον δείκνυται τὸ μέσον, ὅσον δεσπότου καὶ δούλων. Εἰκότως δὲ τοῦτο πεποίηκεν ἐξ ἀρχῆς, ἅτε μὴ χρῃζόντων τῶν Ἰουδαίων, ὥσπερ τῶν ἄλλων ἐθνῶν, εἰσαγωγῆς πνευματικῆς, ἥτις ἐν προοιμίοις ᾠκονόμητο πάσης ἐπιστολῆς, διὸ ὡς ἐπιστήμοσι τοῦ νόμου ἐξ αὐτοῦ τοῦ βάθους τῶν μυστηρίων ἅπτεται. «Ὃν ἔθηκεν κληρονόμον πάντων, δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.» Εἰπὼν περὶ τοῦ Υἱοῦ, εὐθὺς ἐκτίθεται τὸ μυστήριον, τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον ἐπιδεικνύς. Πῶς δὲ τοῦτο ποιεῖ; Ἔθηκεν αὐτὸν, φησὶ, κληρονόμον πάντων· δηλῶν δὲ ὅτι τῶν ἐθνῶν, κατὰ τό· Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Πότε δὲ τίθεται, ἢ ὅτε εἴρηται πρὸς αὐτόν· Ἐγὼ σήμερον γεγέννηκά σε; Τοῦτο δὲ εἰς τὸν καιρὸν τῆς οἰκονομίας ἀπετείνετο.

Ἀλλ᾽ οὗτος, ὁ τὰ ἔθνη εἰς κλῆρον δεξάμενος, αὐτός ἐστιν, δι᾽ οὗ τοὺς αἰῶνας ἐποίησεν ὁ Πατήρ. Ὧν γὰρ εἶχε τὴν δεσποτείαν καθὸ Θεὸς Λόγος, τούτων λέγεται τὸν κλῆρον λαβεῖν, καθὸ γεγονὼς ἄνθρωπος· ὑπέταξεν τῇ εἰς αὐτὸν πίστει πάντα τὰ ἔθνη. «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι᾽ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.» Ὅρα πῶς πάλιν ἡμῖν τὸν Θεὸν ὁμοῦ δείκνυσι καὶ ἄνθρωπον. Ὅμοιον γὰρ ὡς εἰ λέγοι· Φῶς ὢν ἐκ φωτὸς (τοῦτο γὰρ τὸ, ἀπαύγασμα, δηλοῖ), καὶ ἐν ἑαυτῷ τὸν Πατέρα δείκνυσι, κατὰ τὸ, Ὁ ἑωρακώς με, ἑώρακε τὸν Πατέρα· τοῦτο γάρ ἐστι, χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Οὗτος, φησὶ, γεγονὼς ἄνθρωπος, καὶ τὰς ἁμαρτίας ἡμῶν βαστάσας· τὸ γὰρ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, τοῦτο δηλοῖ. Πάλιν πληρώσας τὸ τῆς οἰκονομίας μυστήριον, ἀνελήφθη ἐν δόξῃ, ἐκάθισέ τε ἐν δεξιᾷ τοῦ Πατρός. Τὸ δὲ ἐν δεξιᾷ, καὶ, ἐν ὑψηλοῖς, ἀκούων, μὴ τόπον αὐτὰς σημασίας λάμβανε· ἀπερίγραπτον γὰρ τὸ Θεῖον· ἀλλὰ θεοπρεποῦς δόξης δηλωτικάς. Τὸ δὲ φέρων τὰ πάντα, ἀντὶ τοῦ, διοικῶν καὶ κυβερνῶν, κεῖται. Δι᾽ αὐτοῦ γὰρ πάντα ἐγένετο, καὶ συνέστηκεν, ὡς ἐν δημηγορίαις ὁ Παῦλος ἔφη.

Εὖ δὲ τὸ, φέρων ἐν τῷ ῥήματι, ἵνα δείξῃ, ὡς τὴν σύμπασαν κτίσιν, τὴν ἄνω, τὴν κάτω, ὥσπερ οἱ τὰ πάνυ μικρὰ καὶ εὐπαράφορα μᾶλλον δακτύλου κινοῦντες, οὕτως αὐτὸς ῥήματι τὰ ἐπίγεια, τὰ οὐράνια, τὰ ἐπουράνια φέρει. «Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς ἐκληρονόμησεν ὄνομα.

Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.» Ἐπειδὴ τὸ τῆς οἰκονομίας κηρύσσων μυστήριον, τεταπεινωκέναι ἑαυτὸν ἔφη, λαβόντα δούλου μορφήν· τούτου χάριν ἀγγέλοις αὐτὸν συγκρίνει, δεικνὺς, ὡς ὅτι καὶ γεγονὼς ἄνθρωπος, οὐδὲν ἧττόν ἐστι Θεὸς καὶ Δεσπότης, καὶ τὸν ἀγῶνα τοῦτον ἄνωθεν ἐκ προφητῶν ἰσχυροποιεῖ, ὅπως ἂν μηδεὶς ἀντιλέγειν ἔχῃ τοῖς λεγομένοις.

Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν.» Μὴ θορυβείτω σε, φησὶ, τὸ ἀκοῦσαι βραχύ τι παρ᾽ ἀγγέλους αὐτὸν ἐλαττοῦσθαι. Ὅρα γὰρ πῶς πάλιν ἐστὶ Θεὸς, ὅπου γε καὶ ἄγγελοι προσκυνοῦσιν αὐτῷ. Τὸ δὲ, εἰς τὴν οἰκουμένην, οἱ μὲν τὴν ὧδε λέγουσιν, οἱ δὲ τὴν μέλλουσαν. Ἀμφότερα δὲ ἔχει καλῶς. Καὶ τὸ τῆς οἰκονομίας μυστήριον τελοῦντι αὐτῷ, διηκόνουν ὡς Δεσπότῃ οἱ ἄγγελοι· καὶ ἐπορεύθη ἐν οὐρανοῖς, ὑποταγέντων αὐτῷ ἀγγέλων, κατὰ τὴν τοῦ Πέτρου φωνήν. Πάλιν δὲ τὸ ὑποταγέντων, διὰ τὴν οἰκονομίαν λαμβάνει.» «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως.

Σκόπει πάλιν πῶς τὸν αὐτὸν, Θεὸν καὶ ἄνθρωπον δείκνυσι, διὰ μὲν τοῦ θρόνου καὶ τῆς ῥάβδου τὴν βασιλείαν αὐτοῦ, καὶ τὴν θεότητα δεικνύς· διὰ δὲ τοῦ, ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, τὸ τῆς οἰκονομίας μυστήριον. »Παρὰ τοὺς μετόχους σου.» «Ὥστε πάντας τοὺς μετέχοντας τῆς αὐτοῦ συναφείας, τὸ ἔλαιον ἔχειν τῆς ἀγαλλιάσεως, καθὸ ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν, κατὰ τὴν τοῦ Εὐαγγελίου φωνήν.

Τουτέστι, τὸ πνεῦμα οὐκ ἐκ μέτρου ἔλαβεν ὁ Υἱός. »Καί· Σὺ κατ᾽ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.» Πάλιν ἐπὶ τὴν θεότητα ἀνατρέχει τοῦ μονογενοῦς, δεικνὺς αὐτὸν καὶ τῶν οὐρανῶν ποιητήν. «Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται. Καὶ ὡς περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ, ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Ὅμοιον ὡς εἰ λέγοι· Μὴ θορυβείτω σε, φησὶν, ὁ κατὰ σάρκα θάνατος· ἀνέστη γὰρ, καὶ τὰ ἔτη αὐτοῦ οὐκ ἐκλείψουσι. Καὶ οὐρανοὶ μὲν, ἅτε ὄντες κτιστοὶ, παλαιωθήσονται, ἵνα καὶ τοῦ καινισμοῦ τύχωσιν· αὐτὸς δὲ τοῦτο αὐτοῖς χαριεῖται, ὅτι δὴ καὶ μένει ὃ ἦν, τουτέστι Θεός. Καὶ τοῦτο δηλοῖ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. «Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;» Πάλιν τὸ, κάθου, διὰ τὸ τῆς οἰκονομίας μυστήριον λέλεκται, ἵνα μάθωμεν, ὡς καὶ ταπεινώσας ἑαυτὸν, καὶ γενόμενος ἄνθρωπος, πάλιν ἐστὶ Θεὸς, καὶ ἐν τοῖς οἰκείοις ὑψώμασιν. «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;» Ὅρα πόσον πρὸς αὐτὸν τῶν ἀγγέλων τὸ μέσον, ὅπου γε, ὁ μὲν κάθηται ἄνω, οἱ δὲ λειτουργοῦσιν αὐτῷ κάτω.

Ἅμα δὲ εἰς διακονίαν ἀποστέλλεσθαι τοὺς ἀγγέλους εἰπὼν, ἀνεκτήσατο τοὺς ἀπειρηκότας ἐν τοῖς πειρασμοῖς, εἴ γε ἄγγελοι αὐτῶν ἐπὶ σωτηρίᾳ ἀποστέλλονται. Ὅτι δὲ βαρηθέντες ἦσαν σφόδρα τοῖς πειρασμοῖς, αὐτὸς ἐν τοῖς ἑξῆς τῆς ἐπιστολῆς ἐδήλωσεν, εἰπών· Οὕτω μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀντικατέστητε καὶ ἤδη ἐκλέλυσθε.

ΚΕΦΑΛ. Βʹ. «Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μήποτε παραῤῥυῶμεν.» Διὰ τοῦτο. Ποῖον, ἢ τὸ πολὺ εἶναι τὸ μέσον τῆς τε νομικῆς καὶ εὐαγγελικῆς πολιτείας; Καὶ τοῦτο ἐκ τῆς κατασκευῆς δῆλον τῆς ἐπιφερομένης. «Εἰ γὰρ ὁ δι᾽ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας;» Σύγκρισις μὲν τὸ ὅλον, κατασκευὴ δὲ τοῦ μᾶλλον τιμωρεῖσθαι τοὺς τὸν εὐαγγελικὸν παραβαίνοντας νόμον. Εἰ γὰρ τὸ ἧττον, φησὶ, παραβαινόμενον, οὐκ ἀτιμωρήτους ἐᾷ τοὺς παραβαίνοντας, πόσῳ μᾶλλον εἰ τὸ κρεῖσσον παραβαθείη, οὐχ ὑπεύθυνον κολάσει πικρᾷ ποιήσει τὸν παραβαίνοντα; Τὸ δὲ δι᾽ ἀγγέλων λαληθεὶς, σημαίνει, ὡς ὑπηρέτουν Θεῷ ἄγγελοι διδόντι τὸν νόμον. «Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ὑμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις, καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι,» Ἔτι τῆς συγκρίσεως ὁ λόγος ἐστί. Λέγει δὲ, ὡς τῆς εὐαγγελικῆς διδασκαλίας ὁ Κύριος αὐτὸς ἤρξατο· εἶτα οἱ αὐτοὶ τοῦ Κυρίου ἀκούσαντες, ἡμᾶς εἰς ταύτην ἐβεβαίωσαν, συνεπιμαρτυροῦντος αὐτοῖς τοῦ Θεοῦ δι᾽ ἐκείνων τῶν θαυμάτων, ὧν κηρύττοντες ἐπετέλουν. «Καὶ Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.»

Ἄλλῳ, φησὶ, δέδωκε χάρισμα τὸ Πνεῦμα τὸ ἅγιον, τῷ μὲν προφητείαν, τῷ δὲ γλῶσσαν, τῷ δ᾽ χαρίσματα ἰαμάτων, ἄλλῳ ἄλλο τι τῶν χαρισμάτων. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Διὰ τοῦτο προσέθηκε, περὶ ἧς λαλοῦμεν, ἵνα μὴ ἑτέραν τινὰ οἰκουμένην ζητεῖν δῷ τῷ ἀκροατῇ.

Πῶς οὖν αὐτὴν μέλλουσαν καλεῖ; ὅτι τοῦτο ἔθος τῇ θείᾳ Γραφῇ ὥσπερ καὶ ἑτέρωθί φησι, Ὅς ἐστι τύπος τοῦ μέλλοντος, περὶ τοῦ Ἀδὰμ, καὶ τοῦ Χριστοῦ λέγων. Ταύτην οὖν οὐκ ἀγγέλοις ὑπέταξεν, ἀλλὰ τῷ Χριστῷ. «Διεμαρτύρατο δέ πού τις λέγων· Τίς ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον.» Ἀόριστον τὴν μαρτυρίαν εἰσάγει, τῷ, τὶς, εἰπεῖν, λέγων. Ὡς πρὸς εἰδότας γὰρ διαλέγεται. «Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.» Ἵνα μὴ λέγωσι, Πῶς τοὺς ἐχθροὺς ἔθηκεν ὑπὸ τοὺς πόδας αὐτοῦ, τοσαῦτα πασχόντων ἡμῶν; φησί· Μὴ γὰρ ἐπειδὴ οὐδέπω ὑπέταξεν, νομίσῃς μὴ ὑποτάττεσθαι· ὅτι γὰρ δεῖ ὑποταγῆναι. Καὶ γὰρ ἡ προφητεία διὰ τοῦτο εἴρηται. «Τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου.» Διὰ τὸν τριήμερον, φησὶ, θάνατον. Πείθει δὲ αὐτοὺς πάντα γενναίως ὑποφέρειν, μονονουχὶ λέγων· Εἰ ὁ προσκυνούμενος ὑπ᾽ ἀγγέλων ἠνέσχετο βραχύ τι παρ᾽ ἀγγέλους σχεῖν διὰ σὲ, πολὺ μᾶλλον σὺ ὁ τῶν ἀγγέλων ἥττων, πάντα φέρειν ὀφείλεις διὰ σεαυτόν. «Δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ.»

Δείκνυσιν, ὅτι δόξα καὶ τιμὴ ὁ σταυρός ἐστιν, ὥσπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς, αὐτὸν οὕτω καλεῖ λέγων· Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου· καὶ, Ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου. «Ὑπὲρ παντὸς γεύσηται θανάτου.» Ὥσπερ γὰρ ὄντως γευσάμενος, οὕτω μικρὸν ἐν αὐτῷ ποιήσας διάστημα, εὐθέως ἀνέστη. Τῷ μὲν οὖν εἰπεῖν, διὰ τὸ πάθημα τοῦ θανάτου, τὸν ὄντως θάνατον ἐσήμανε· τῷ δὲ εἰπεῖν, ἀγγέλων κρείσσων, τὴν ἀνάστασιν ἐδήλωσεν. «Ἔπρεπε γὰρ αὐτῷ, δι᾽ ὂν τὰ πάντα, καὶ δι᾽ οὗ τὰ πάντα.» Ἔπρεπεν αὐτῷ, φησὶν, τῷ κηδεμόνι, καὶ πάντα εἰς τὸ εἶναι παράγοντι, ἐκδοῦναι τὸν Υἱὸν ὑπὲρ τῆς τῶν λοιπῶν σωτηρίας, τὸν ἕνα ὑπὲρ πολλῶν. «Πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα.» Καὶ αὐτὸς καὶ ἡμεῖς υἱοὶ, ἀλλ᾽ ὁ μὲν σώζει, ἡμεῖς δὲ σωζόμεθα. «Τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν.» Τουτέστι, τὸν αἴτιον τῆς σωτηρίας. «Διὰ παθημάτων τελειῶσαι.» Ἄρα τὰ παθήματα τελείωσις καὶ αἰτία τῆς σωτηρίας.

Ὁρᾷς ὅτι τὸ κακῶς παθεῖν οὐκ ἔστιν ἐγκαταλείψεως. Τούτῳ γὰρ καὶ πρώτῳ τετίμηκε τὸν Υἱὸν ὁ Θεὸς, τῷ διὰ παθημάτων αὐτὸν ἀγαγεῖν. Καὶ γὰρ ὄντως τοῦ τὸν κόσμον ποιῆσαι, καὶ ἐκ μὴ ὄντων παραγαγεῖν, τὸ σῶμα λαβόντα παθεῖν ἅπερ ἔπαθεν, πολλῷ μεῖζόν ἐστι. Καὶ τοῦτο ἐδήλωσεν αὐτὸς ἐν ἑτέροις, εἰρηκώς· Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ. «Ὅ τε γὰρ ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες. Δι᾽ ἣν αἰτίαν.» Ὅρα πῶς συνάγει αὐτοὺς πρὸς αὐτὸν, τιμῶν αὐτοὺς, καὶ παραμυθούμενος, καὶ ἀδελφοὺς ποιῶν τοῦ Χριστοῦ, κατὰ τοῦτο, τὸ ἐξ ἑνὸς εἶναι· καὶ αὐτὸς γὰρ, τὸ κατὰ σάρκα, ἐκ τοῦ Ἀβραάμ. «Οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν.» Ὅρα πῶς δείκνυσι πάλιν τὴν ὑπεροχήν. Τῷ γὰρ εἰπεῖν, οὐκ ἐπαισχύνεται, δείκνυσιν, οὐ τῆς τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς φιλοστοργίας αὐτοῦ τὸ ταπεινόν. Εἰ γὰρ καὶ ἐξ ἑνὸς, ἀλλ᾽ ὁ μὲν ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα. «Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾽ αὐτῷ· καὶ πάλιν ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μου ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν.

Δείκνυσιν, ὡς ἄνθρωπος γεγονὼς, πάντα τὰ ἀνθρώπινα ἔλαβεν πλὴν ἁμαρτίας. Καίτοι γὰρ σύνθρονος ὢν τῷ ἰδίῳ Πατρὶ, καὶ συμβασιλεύων, καὶ συνάρχων τῶν ὅλων, πεποιθέναι λέγεται ἐπ᾽ αὐτόν. Τοῦτο δὲ λέγει, πρέποντα λέγων τῇ τοῦ δούλου μορφῇ, ὥσπερ ἀμέλει καὶ τὰ τῆς θεότητος δεικνὺς, φησίν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. »Ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.» Ἐνταῦθα τὸ θαυμαστὸν δείκνυσιν, ὅτι δι᾽ οὗ ἐκράτησεν ὁ διάβολος, διὰ τούτου ἡττήθη· καὶ ὅπερ ἰσχυρὸν αὐτῷ ἦν ὅπλον κατὰ τῆς οἰκουμένης, ὁ θάνατος, τούτῳ αὐτὸν ἔπληξεν ὁ Κύριος. Δείκνυται δὲ διὰ τούτου τὸ πολὺ τῆς δυνάμεως τοῦ νικήσαντος. «Καὶ ἀπαλλάξῃ τούτοις, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.» Δοῦλοι πάντες ἦσαν τοῦ θανάτου, φησὶ, καὶ τῷ μηδέπω αὐτὸν λελύσθαι ἐκρατοῦντο, καὶ φόβῳ διηνεκεῖ συνέζων οἱ ἄνθρωποι, ἀεὶ προσδοκῶντες ἀποτεθνήξεσθαι, καὶ οὐδεμιᾶς ἡδονῆς αἴσθησιν εἶχον, τοῦ φόβου αὐτοῖς παρόντος ἀεί· τοῦτο γὰρ ᾐνίξατο. εἰπὼν διὰ παντὸς τοῦ ζῇν· ἀλλὰ ἀπήλλαξεν τὸν φόβον, καὶ γελῶμεν ἤδη αὐτόν. «Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.» Οὐκ ἐκείνης, φησὶν, ἐδράξατο τῆς φύσεως, τῆς τῶν ἀγγέλων φημὶ, ἀλλὰ τῆς ἡμετέρας.

Διὰ τοῦτο δὲ εἶπεν, ἐπελάβετο, ἵνα δείξῃ διώκοντα αὐτὸν τοὺς ἀποστρεφομένους· ὡς πόῤῥω γὰρ ἡμᾶς φεύγοντας ἐπεσπάσατο.

Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.» Τί ἐστι κατὰ πάντα; Ἐτέχθη, φησὶν, ἐτράφη, ηὐξήθη, ἔπαθε, πάντα ἅπερ ἐχρῆν τελειώσας ἀπέθανεν.

Τοῦτό ἐστι κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Ἐπειδὴ γὰρ πολλὰ διαλεχθεὶς περὶ τῆς μεγαλειότητος αὐτοῦ, καὶ τῆς ἄνω δόξης, λοιπὸν τὸν περὶ τῆς οἰκονομίας λόγον κινεῖ, μονονουχὶ λέγων· Ὁ οὕτω μέγας, ὁ ὢν ἀπαύγασμα τοῦ Πατρὸς, ὁ ὢν χαρακτὴρ τῆς ὑποστάσεως, δι᾽ οὗ τοὺς αἰῶνας πεποίηκεν, ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος, οὗτος ἠθέλησε, καὶ ἐσπούδακεν ἀδελφὸς ἡμῶν ἐν πᾶσι γενέσθαι· Ἐθέλησε, καὶ διὰ τοῦτο καὶ πρὸς ἡμᾶς κατῆλθεν, καὶ ἡμῶν ἐπελάβετο, καὶ μυρία εἰργάσατο ἀγαθά. Θάνατον ἔλυσεν, τὸν διάβολον τῆς τυραννίδος ἐξέβαλε, δουλείας ἀπήλλαξεν, Ἀρχιερεὺς γενέσθαι ἠθέλησε πρὸς τὸν Πατέρα. Διὸ καὶ ἐπήγαγεν. Ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν.

Τί δέ ἐστι, πιστός; Ἀληθὴς καὶ δυνάμενος. Τὰ δὲ πρὸς τὸν Θεὸν, ἐπήγαγε, τοῦτο δηλῶν, ὡς ἐκ πολεμουμένων τῷ Θεῷ, καὶ κατεγνωσμένων, καὶ τετιμωρημένων, οὐδεὶς ἦν ὁ προσοίσων ὑπὲρ ἡμῶν θυσίαν, ἀλλ᾽ εἶδεν ἡμᾶς ἐν τούτοις ὄντας, καὶ ἠλέησεν, οὐ καταστήσας ἡμῖν ἀρχιερέα, ἀλλ᾽ αὐτὸς γεγονὼς Ἀρχιερεὺς πιστὸς, ἵνα ἱλάσηται τὰς ἁμαρτίας τοῦ λαοῦ. «Ἐν ᾧ γὰρ πέπονθεν, αὐτὸς πειρασθείς.» Ὅμοιον ὡς εἰ λέγοι· Οὐκ ἀγνοεῖ τὰ πάθη τὰ ἡμέτερα· οὐχ ὡς Θεὸς μόνον οἶδεν αὐτὰ, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἔγνω διὰ τῆς πείρας, ἧς ἐπειράθη.

Ἔπαθε πολλά· οἶδε συμπάσχειν, καίτοι γε ἀπαθὴς ὢν ὡς Θεός. «Δύναται τοῖς πειραζομένοις βοηθῆσαι.» Ὡς ἂν εἴποι τις· Μετὰ πολλῆς προθυμίας ὀρέξει χεῖρα, καὶ συμπαθήσεται. ΚΕΦΑΛ. Γʹ «Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Ἀπόστολον, καὶ Ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν τὸν Ἰησοῦν Χριστόν.» Μέλλων αὐτὸν προθεῖναι τοῦ Μωϋσέως, καὶ σύγκρισιν ποιεῖσθαι, εἰς τὸν τῆς ἱερωσύνης νόμον τὸν λόγον ἤγαγεν. Ὁ δὲ τῆς ἱερωσύνης λόγος, εἰς τὴν οἰκονομίαν ἐκληφθείη ἄν.

Τουτέστι τῆς πίστεως. «Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.» Ἀπόστολον καὶ Ἀρχιερέα. Οὐδὲν γὰρ περὶ οὐσίας φησὶν, ἀλλ᾽ οὐδὲ περὶ θεότητος, ἀλλὰ τέως περὶ ἀξιωμάτων ἀνθρωπίνων. «Ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου, ὁ κατασκευάσας αὐτόν.

Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος.» Τουτέστιν, ἐν τῷ λαῷ. Ὅτι καθάπερ τις ἐπίτροπος, καὶ οἰκονόμος ἦν ὁ Μωϋσῆς. «Ὁ δὲ τὰ πάντα κατασκευάσας, Θεός. Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων.» Οὗτος ἂν ᾖ ὁ Χριστός. «Εἰς μαρτύριον τῶν λαληθησομένων.» Εἰ οὐρανὸν καὶ γῆν, καὶ βουνοὺς μαρτυρεῖται Θεὸς, πολλῷ μᾶλλον ἀνθρώπους. «Χριστὸς δὲ ἐπὶ τὸν οἶκον αὑτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παῤῥησίαν, καὶ τὸ καύχημα ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.» Ὅρα πῶς ποιήματα καὶ ποιητὴν διίστησι· πῶς δοῦλον καὶ υἱὸν, καὶ ὃς μὲν εἰς τὰ πατρῷα ὡς δεσπότης εἰσέρχεται, ἐκεῖνος δὲ ὡς δοῦλος τὸν οἶκον ἐπετρόπευεν.

Ἐπειδὴ ἐν ἐλπίσιν ἦν τὰ ἀγαθὰ, οὕτω δὴ αὐτὴν κατέχειν φησὶν, ὡς ἤδη καυχᾶσθαι, ὡς ἐπὶ γεγενημένοις. «Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη, διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τὰς καρδίας.

Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.» Περὶ ἐλπίδος αὐτῷ ἐστιν ὁ λόγος τῆς μελλούσης, ὅτι πάντως ἔσται τοῖς ἐνταῦθα πονέσασι μισθός τις, καὶ καρπὸς, καὶ ἀνάπαυσις. Τοῦτο οὖν αὐτὸ ἀπὸ τοῦ προφήτου δείκνυσι, λέγων· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. Ἰστέον δὲ ὡς τρεῖς φησι καταπαύσεις εἶναι· μίαν τὴν τοῦ Σαββάτου, ἐν ᾗ ὁ Θεὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ· δευτέραν τὴν τῆς Παλαιστίνης, εἰς ἣν οἱ Ἰουδαῖοι εἰσελθόντες ἔμελλον ἀναπαύεσθαι ἀπὸ τῆς ταλαιπωρίας τῆς πολλῆς καὶ τῶν πόνων· τρίτην, τὴν ὄντως ἀνάπαυσιν, τὴν βασιλείαν τῶν οὐρανῶν, ἧς οἱ τυχόντες ἀνεπαύοντο ὄντως τῶν πόνων καὶ τῶν ὀδυνῶν. Τῶν τριῶν τοίνυν ἐνταῦθα μέμνηται. Καὶ τίνος ἕνεκα περὶ μιᾶς διαλεγόμενος τῶν τριῶν ἐμνημόνευσεν;

Ἵνα δείξῃ τὸν προφήτην περὶ ταύτης λέγοντα τῆς τρίτης φῆσαι. Περὶ γὰρ τῆς πρώτης οὐκ εἶπε, φησί. Πῶς γὰρ ἔλεγε περὶ τῆς πάλαι γεγενημένης· ἀλλ᾽ οὐδὲ περὶ τῆς δευτέρας τῆς ἐν Παλαιστίνῃ· Πῶς γάρ; ὅπου γε λέγει, οὐκ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Λείπεται δὲ ταύτην εἶναι λοιπὸν τὴν τρίτην, ἥτις ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Ὅλος δὲ ὁ νοῦς τοῦ ῥητοῦ οὗτός ἐστιν· Δαβὶδ εἶπε, φησὶν, ὕστερον μετὰ τὴν γενεὰν τὴν ἐκείνων διαλεγόμενος, ὅτι Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ἵνα μὴ τὰ αὐτὰ πάθητε, ἅπερ οἱ πρόγονοι οἱ ἡμέτεροι, καὶ ἀποστερηθῆτε τῆς καταπαύσεως, ὡς οὔσης δηλονότι τινὸς καταπαύσεως. Ἐπεὶ εἰ ἀπειληφότες ἦσαν τὴν κατάπαυσιν, τίνος ἕνεκα αὐτοῖς ἔλεγε τὸ, Σήμερον μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς οἱ πατέρες ὑμῶν, ἵνα μὴ τὰ ἴσα παθόντες ἀποστερηθῆτε τῆς καταπαύσεως; Τίς οὖν ἐστιν ἡ κατάπαυσις, ἀλλ᾽ ἢ ἡ βασιλεία τῶν οὐρανῶν, ἧς εἰκὼν καὶ τύπος τὸ Σάββατον;

Εἰ ἐκεῖ κέκλησθε, μηδὲν ἐνταῦθα ζητεῖτε. «Βλέπετε, ἀδελφοὶ, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.» Ὅθεν, ἀντὶ τοῦ, διὰ τοῦτο. Ἀπὸ γὰρ τῆς σκληρότητος ἀπιστία γίνεται.

Ἐπειδὴ γὰρ ὁ τῶν μελλόντων λόγος, οὐκ ἔστιν οὕτως πιθανὸς, ὡς τῶν παρελθόντων, ἀναμιμνήσκει αὐτοὺς παλαιᾶς ἱστορίας, ἐν ᾗ πίστεως ἐδεήθησαν. Εἰ γὰρ οἱ πατέρες ὑμῶν, ἐπειδὴ οὐκ ἤλπισαν, ὥσπερ ἐχρῆν ἐλπίσαι, ταῦτα ἔπαθον, πολλῷ μᾶλλον ὑμεῖς. «Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν.» Τουτέστιν, οἰκοδομεῖτε ἀλλήλους. Διορθώσατε ἑαυτοὺς, ἵνα μὴ τὰ αὐτὰ πάθητε. «Ἄχρις οὗ τὸ σήμερον καλεῖται.» Τὸ σήμερον, φησὶ, τί ἐστιν; Ἕως οὗ συστῇ ὁ κόσμος. «Ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας.» Ὁρᾷς, ὅτι ἡ ἀπιστία τὴν ἁμαρτίαν ποιεῖ.

Μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν.» Ἐγενόμεθα, φησὶν, ἡμεῖς, ἃ καὶ αὐτός. Καὶ αὐτὸς μὲν κεφαλὴ, σῶμα δὲ ἡμεῖς. «Ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν, ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.» Τί ἐστιν, ἀρχὴν ὑποστάσεως; Τὴν πίστιν, δι᾽ ἧς ὑπέστημεν, καὶ ἐγενόμεθα, καὶ ἐσώθημεν, ὡς ἂν εἴποι τις. «Τίνες γὰρ ἀκούσαντες παρεπίκραναν;» Εἰπὼν τὴν μαρτυρίαν, καὶ ἐρώτησιν ἐπάγει, ὅπερ ποιεῖ τὸν λόγον σαφῆ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἤκουσαν κἀκεῖνοι, φησὶν, ὥσπερ ἡμεῖς ἀκούομεν, ἀλλ᾽ οὐδὲν ὄφελος αὐτοῖς γέγονεν. Μὴ τοίνυν νομίσητε, ὅτι ἀπὸ τοῦ ἀκούειν τοῦ κηρύγματος ὠφεληθήσεσθε, ἐπεὶ κἀκεῖνοι ἤκουσαν, ἀλλ᾽ οὐδὲν ὠφελήθησαν, ἐπεὶ μὴ ἐπίστευσαν. «Ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως.» Τοὺς περὶ Χαλὲβ καὶ Ἰησοῦν φησι. «Τίσι δὲ προσώχθισεν τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;

Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν, διὰ ἀπιστίαν.» ΚΕΦΑΛ. Δʹ. «Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι. Καὶ γὰρ ἐσμὲν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι, ἀλλ᾽ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν.» «Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. Εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτω· Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ ἐν τούτῳ πάλιν· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ἐπεὶ οὖν ἀπολείπεταί τινας εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι᾽ ἀπείθειαν, πάλιν τινὰ ὁρίζει ἡμέραν, Σήμερον, ἐν Δαβὶδ λέγων μετὰ τοσοῦτον χρόνον, καθὼς εἴρηται· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.» Πόθεν τοῦτο δῆλον; ἐπειδὴ ὀφείλουσί τινες, φησὶν, εἰσελθεῖν, πάντες δὲ ἐκεῖνοι οὐκ εἰσῆλθον. Ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινας εἰσελθεῖν, ἀκούσωμεν πόθεν τοῦτο δῆλον. Μετὰ τοσαῦτα ἔτη, φησὶ, λέγει πάλιν ὁ Δαβὶδ, Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. «

Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας.» Δηλονότι, ὡς μελλόντων τινῶν τεύξασθαί τινος ἀμοιβῆς, ταῦτά φησιν.

Οὐ γὰρ εἰσῆλθον εἰς τὴν κατάπαυσιν αὐτοῦ, τὴν πίστιν οὐ προσηκάμενοι. «Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.» Καὶ πόθεν δῆλον; Ἐκ τοῦ παραγγέλλειν, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Οὐ γὰρ, εἰ μὴ ἦν σαββατισμὸς, ταῦτα οὐ παρηγγέλλοντο. Εὖ δὲ καὶ τὸ μὴ κατάπαυσιν εἰπεῖν, ἀλλὰ σαββατισμὸν, τὸ οἰκεῖον ὄνομα, καὶ ᾧ ἐπέτρεχον. Σαββατισμὸν δὲ, τὴν βασιλείαν καλεῖ.

Σαββατισμὸς οὖν ἄρα νοητὸς καὶ ἀληθὴς, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρός. «Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.» Ὥσπερ ὁ Θεὸς, φησὶ, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, οὕτως ὁ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ.

Ἐπειδὴ γὰρ περὶ ἀναστάσεως ὁ λόγος, καὶ τοῦτο ἐπεθύμουν ἀκοῦσαι, πότε ἔσται, εἰς τοῦτο τὸν λόγον κατέκλεισε. «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.» Ἵνα μὴ νομίσῃ τις, ὅτι ἁπλῶς τῆς καταπαύσεως ἀποστερηθήσεται μόνον, ἐπάγει καὶ κόλασιν. «Πρὸς ὃν ἡμῖν ὁ λόγος. Ἔχοντες οὖν Ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ.» Οὕτω, φησὶν, ἔχομεν δοῦναι τὰς εὐθύνας τῶν πεπραγμένων. «Κρατῶμεν τῆς ὁμολογίας.» Καὶ ποίαν ὁμολογίαν λέγει; Ὅτι ἀνάστασις καὶ ἀνταπόδοσις, καὶ ὅτι Θεὸς ὁ Χριστός ἐστιν. «Οὐ γὰρ ἔχομεν Ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθ᾽ ὁμοιότητα, χωρὶς ἁμαρτίας.» Οὐ γάρ ἐστι, φησὶν, ἀγνοῶν τὰ ἡμέτερα, ὡς πολλοὶ τῶν ἀρχιερέων, οἳ τοὺς ἐν ταῖς θλίψεσιν οὐκ ἴσασιν.

Ἐπὶ γὰρ ἀνθρώπων ἀδύνατον εἰδέναι τὴν κάκωσιν τοῦ κακουμένου, τὸν μὴ πεῖραν λαβόντα, καὶ διὰ τῶν αἰσθητῶν ἐλθόντα. Πάντα δὲ ὑπέστη, φησὶν, ὁ Ἀρχιερεὺς ὁ ἡμέτερος. Διὰ γὰρ τοῦτο πρῶτον ὑπέστη, καὶ τότε ἀνέβη, ἵνα δύνηται συμπαθεῖν. «Προσερχόμεθα οὖν μετὰ παῤῥησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον.» Θρόνος χάριτός ἐστιν, οὐ θρόνος κρίσεως. Ὅλον γὰρ τὸ πρᾶγμα φιλοτιμία ἐστὶ, καὶ δωρεὰ βασιλικὴ, τὰς ἁμαρτίας ἀφιεῖσα. «Καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.» Νῦν ἐὰν προσέλθῃς, φησὶν, λήψῃ καὶ χάριν, καὶ ἔλεον. Εὐκαίρως γὰρ προσέρχῃ· ἂν δὲ τότε προσέλθῃς, οὐκέτι. Ἄκαιρος γὰρ τότε ἡ προσδοκία. Οὐκ ἔστι γὰρ τότε θρόνος χάριτος, ἀλλὰ θρόνος κρίσεως· Ἀνάστα γὰρ, ὁ Θεὸς, φησὶ, κρῖνον τὴν γῆν. Τὸ δὲ, μετὰ παῤῥησίας, ἀντὶ τοῦ, μὴ ἔχοντες συνειδὸς πονηρὸν, μηδὲ διστάζοντες. Οὐ δύναται γὰρ μετὰ παῤῥησίας ὁ τοιοῦτος προσελθεῖν. Ἵνα μὴ ἀκούσας Ἀρχιερέα, νομίσῃς ἑστάναι αὐτὸν, εὐθέως ἐπὶ τὸν θρόνον ἀνάγει τὸν βασιλικόν. Ὁρᾷς ὅτι τὸ γενέσθαι Ἀρχιερέα, οὐ φύσεώς ἐστιν, ἀλλὰ συγκαταβάσεως καὶ κενώσεως.

ΚΕΦΑΛ. Εʹ. «Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων ἀναλαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεὸν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις· ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ.» Σύγκρισιν ποιούμενος τῶν διαθηκῶν, ἀπὸ ἱερέων ἄρχεται. Ἐργάζεται δὲ αὐτὴν οὕτως· ὅτι οἱ μὲν τῆς παλαιᾶς, ἐξ ἀνθρώπων ἦσαν, ὁ δὲ τῆς καινῆς, ἐκ Πνεύματος ἁγίου, εἰ καὶ ἄνθρωπος γέγονεν. Καὶ ὁ μὲν περίκειται ἀσθένειαν, ὁ δὲ ἀναμάρτητος ἔμεινεν· Οὐ γὰρ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.

Ὥσπερ ἐκδέρων τις τὰ ἱερεῖα, πάντα τὰ ἔνδον δῆλα ποιεῖ, οὕτως τῷ Θεῷ δῆλα πρόκειται πάντα. «Καθάπερ καὶ Ἀαρών· οὕτω δὲ καὶ ὁ Χριστὸς, οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ᾽ ὁ λαλήσας πρὸς αὐτὸν, Υἱός μου εἶ σύ.» Ἐνταῦθα ἕτερον πάλιν θεραπεύει, ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται. Ὃ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος ἔλεγεν ὁ Χριστὸς, Ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα. «Ἐγὼ σήμερον γεγέννηκά σε· καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.» Τοῦτο προκατασκευή ἐστι τοῦ ὑπὸ Θεοῦ χειροτονηθῆναι. «Κατὰ τὴν τάξιν Μελχισεδέκ· ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας.» Ὅτι τῶν ἐθνῶν ἱερεὺς ἦν, ὅτι διὰ ἄρτου, καὶ οἴνου τὴν θυσίαν ἀνέφερεν. «Καίπερ ὢν υἱὸς, ἔμαθεν ἀφ᾽ ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ· περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς.

Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.» Τοῦτο κηδεμονικὸν παρίστησι, καὶ τῆς ἀγάπης τὴν ὑπερβολήν· ἱκέτευεν γὰρ ὑπὲρ τῶν δύο λαῶν. Ταῦτα δὲ τῆς οἰκονομίας ἐστίν.

ΚΕΦΑΛ. ϛʹ. «Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας, ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν διδαχῆς,» Ἀρχήν φησι, τὸν διὰ τῆς πίστεως θεμέλιον· τελειότητα δὲ, τὴν δι᾽ ἔργων ἀγαθῶν ἐποικοδομήν. «Ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. Καὶ τοῦτο ποιήσωμεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός. Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας.» Οὕτω γὰρ τὸ Πνεῦμα ἐλάμβανον. «Γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου.» Τουτέστι, τῆς ἀφέσεως τῶν ἁμαρτημάτων. «Καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου.» Οὗ ἔχομεν διὰ τοῦ χαρίσματος. «Καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα.» Τὴν διδασκαλίαν τῆς ὁμολογίας. «Δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας πάλιν.» Τοῦτό φησι, διὰ τὸ θαύματα τοὺς βαπτιζομένους ἐπιτελεῖν. Τότε γὰρ οἱ βαπτιζόμενοι χαρίσματα ἐλάμβανον, ὥστε ἐνεργεῖν δυνάμεις. «Ἀνακαινίζεσθαι εἰς μετάνοιαν.» Τουτέστι, διὰ μετανοίας. Τοῦτο δὲ λέγει, οὐχ ὡς ἐκβεβλημένης τῆς μετανοίας· μὴ γένοιτο· ἀλλ᾽ ὡς μὴ δυνατοῦ ὄντος τοῦ διὰ τοῦ λουτροῦ ἀνακαινισμοῦ. Διὸ οὐκ εἶπεν, ἀδύνατον ἀνακαινισθῆναι εἰς μετάνοιαν, καὶ ἐσίγησεν, ἀλλὰ πῶς ἀδύνατον ἐπήγαγε, ἀνασταυροῦντας ἀνακαινισθῆναι, τουτέστι καινοὺς γενέσθαι. Τὸ γὰρ καινὸν ποιῆσαι, τοῦ λουτροῦ μόνον ἐστίν. Ἀνακαινισθήσεται γὰρ ὡς ἀετοῦ ἡ νεότης σου. «

Ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας.» Τὸ βάπτισμα σταυρός ἐστι, καὶ συνεσταυρώθη ὁ παλαιὸς ἡμῶν ἄνθρωπος. Σύμμορφοι γὰρ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Καὶ πάλιν· Συνετάφημεν γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον. Ὥσπερ οὖν ἐκεῖ οὐκ ἔνι δεύτερον σταυρωθῆναι τὸν Χριστόν· τοῦτο γὰρ παραδειγματίσαι αὐτόν ἐστι· εἰ γὰρ θάνατος αὐτοῦ οὐκ ἔτι κυριεύει, εἶτα πάλιν σταυροῦται, μῦθος πάντα ἐκεῖνα· ὁ τοίνυν δεύτερον βαπτιζόμενος, πάλιν αὐτὸν σταυροῖ. Ὥσπερ γὰρ ἀπέθανε Χριστὸς ἐν τῷ σταυρῷ, οὕτως ἡμεῖς ἐν τῷ βαπτίσματι· οὐ τῇ σαρκὶ, ἀλλὰ τῇ ἁμαρτίᾳ. «Γῆ γὰρ πιοῦσα τὸν ἐπὶ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι᾽ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει.» Ὑετὸν, τὴν διδασκαλίαν, φησὶν, ὡς καὶ ἑτέρωθι· Ἐντελοῦμαι γὰρ ταῖς νεφέλαις, τὸ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ἐνταῦθα δηλοῖ, ὅτι ἐδέξαντο, καὶ συνέπιον τὸν λόγον, καὶ οὐδὲ οὕτως ἀπώναντο, μικροψυχοῦντες ἐν τοῖς πειρασμοῖς. «Εὐλογίας ἀπὸ Θεοῦ.» Ἐνταῦθα τὸν Θεόν φησιν αἴτιον τῶν ἁπάντων γίνεσθαι, πλήττων ἠρέμα τοὺς Ἕλληνας, τοὺς τῇ δυνάμει τῆς γῆς, τῶν καρπῶν τὴν γένεσιν ἐπιγράφοντας. «Ἐκφέρουσα δὲ ἀκάνθας.» Ἐπεὶ καὶ πάλιν οὐκ εἶπε, τίκτουσα ἀκάνθας, οὐδὲ τῷ χρησίμῳ τούτῳ ὀνόματι ἐχρήσατο. Ἀλλὰ τί· ἐκφέρουσα ἀκάνθας· ὡς ἂν εἴποι τις, ἐκβράσσουσα. «Καὶ τριβόλους, ἀδόκιμος.»

Πανταχοῦ ἡ Γραφὴ ἀκάνθας καλεῖ τὰ ἁμαρτήματα, ὡς καὶ ὁ Δαβίδ φησιν· Ἐστράφην εἰς ταλαιπωρίαν, ἐν τῷ ἐμπαγῆναί μοι ἀκάνθας. Οὐ γὰρ ἁπλῶς ἐπέρχονται, ἀλλ᾽ ἐμπήγνυνται. Κἂν μικρὸν αὐτῆς ἐναπομείνῃ, καὶ μὴ πᾶσαν αὐτὴν ἐξέλωμεν, αὐτὸ τὸ μικρὸν ὀδυνᾷ, ὁμοίως καθάπερ ἐπὶ τῆς ἀκάνθης.

Καὶ τί λέγω αὐτὸ τὸ μικρόν; καὶ γὰρ μετὰ τοῦ ἐξαιρεθῆναι ἐπὶ πολὺ τῆς πληγῆς τὴν ὀδύνην ἐναφίησι, καὶ δεῖ θεραπείας πολλῆς καὶ ἰατρείας, ὥστε τέλειον αὐτῆς ἐλευθερωθῆναι. Οὐδὲ γὰρ ἀρκεῖ τὸ ἐξελεῖν μόνον τὴν ἁμαρτίαν, ἀλλὰ καὶ τοῦτον πληγέντα θεραπεῦσαι τόπον.

Εἰκότως τὴν ἁμαρτίαν τρίβολον ἐκάλεσεν. Ὅθεν γὰρ αὐτῆς κατάσχῃς, πλήττει καὶ δάκνει. «Καὶ κατάρας ἐγγύς.» Κατάρας εἶπεν ἐγγὺς, οὐ κατάρα. Ὁ δὲ μηδέπω εἰς τὴν ἀρὰν ἐμπεσὼν, ἀλλ᾽ ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσεται. «Ἧς τὸ τέλος εἰς καῦσιν.» Οὐκ εἶπεν, ἥτις καήσεται. Ἀλλὰ τί; Ἧς τὸ τέλος εἰς καῦσιν· Ἐὰν μέχρι τέλους ἐπιμείνῃ, φησί «Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείσσονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν.» Καθαψάμενος αὐτῶν ἱκανῶς, θεραπεύει πάλιν, ὥστε μὴ καταβαλεῖν. Τί γάρ φησιν; Οὐχ ὡς κατεγνωκότες ὑμῶν ταῦτα λέγομεν, οὐδὲ ὡς νομίζοντες ἀκανθῶν ὑμᾶς πλήρεις, ἀλλὰ δεδοικότες, μὴ τοῦτο γένηται. Ἐπήγαγε γὰρ, Πεπείσμεθα περὶ ὑμῶν τὰ κρείσσονα, καὶ ἐχόμενα σωτηρίας. «Οὐ γὰρ ἄδικος ὁ Θεὸς, ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις, καὶ διακονοῦντες.» Βαβαὶ, πῶς αὐτῶν ἀνέῤῥωσε τὴν ψυχὴν, τῶν παλαιῶν ἀναμνήσας πραγμάτων, καὶ εἰς ποίαν ἀνάγκην κατέστησε, τοῦ μὴ προσδοκᾷν ἐπιλανθάνεσθαι τὸν Θεόν! Ἀνάγκη γὰρ ἐκεῖνον ἁμαρτάνειν, τὸν μὴ πεπληροφορημένον περὶ τῆς ἐλπίδος. «Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους.» Τοῦτο θαυμαστόν ἐστι, καὶ τῆς Παύλου συνέσεως, ὅτι οὐκ ἐνδείκνυται, ὅτι ἐνέδωκαν.

Τὸ γὰρ εἰπεῖν, ἐπιθυμοῦμεν, ὡς ἂν εἴποι τις· Θέλω σε σπουδάζειν ἀεὶ, καὶ οἷος ἦς πρότερος, τοιοῦτος εἶναι καὶ εἰς τὸ μέλλον· τοῦτο γὰρ τὸν ἔλεγχον εὐπαράδεκτον εἰργάζετο· καὶ οὐκ εἶπεν, Θέλω, ὅπερ ἦν διδασκαλικῆς αὐθεντίας, ἀλλὰ πατρικῆς φιλοστοργίας τὸ πλέον τοῦ θέλειν, ἐπιθυμοῦμεν. «Ἵνα μὴ νωθροὶ γένησθε.» Καθάπερ, φησὶν, ἡ ἀργία τὸ σῶμα βλάπτει, οὕτω καὶ ψυχὴν ἡ ἀργία τῶν ἀγαθῶν ὑπτιωτέραν ἐργάζεται καὶ ἀσθενῆ. «Μιμηταὶ δὲ τῶν διὰ πίστεως, καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.» Ἵνα μὴ νομίσωσιν, ὡς οὐδενὸς ἄξιοι λόγου καταφρονηθέντες ἐγκατελείφθησαν, ἀλλ᾽ εἰδέναι ἔχωσιν, ὅτι τῶν μάλιστα γενναίων ἀνδρῶν τοῦτό ἐστιν. «Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ᾽ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ᾽ ἑαυτοῦ, λέγων.» Καθαψάμενος αὐτῶν, γενναίως πάλιν εἰς ἐλπίδας φέρει, ὅτι πάντων ἐπιτεύξονται τῶν ἐλπιζομένων.

Προστίθησι δὲ τοὺς μισθοὺς, ἵνα μὴ ἀποκάμωσι πρὸς τοὺς καμάτους, καὶ πιστοῦται τοῦτο ἐκ παραδειγμάτων. Ἔχων δὲ πολλοὺς εἰπεῖν, Ἀβραὰμ εἰς μέσον ἄγει, διὰ τὸ ἀξίωμα τοῦ προσώπου. «Εἰ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε.» Λεληθότως ἀναμιμνήσκει αὐτοὺς τῶν ὅρκων τοῦ Χριστοῦ, ὧν συνεχῶς ἔλεγεν. Ἀμὴν, ἀμὴν λέγω σοι, ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. «Καὶ οὕτω μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας.

Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν, ὁ ὅρκος. Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας, τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες.» Ἐνταῦθα φοβεῖ αὐτοὺς, δεικνὺς ὅτι πολλάκις διακόπτεται ἐπαγγελία δι᾽ ὀλιγοψυχίαν.

Τουτέστι, τὸ διὰ πειρασμῶν ὁδεύειν τὸν βίον. Δεῖ δὲ, φησὶ, μετὰ μακροθυμίας ἅπαντα φέρειν καὶ πίστεως. Ἐὰν γὰρ εἴπῃ, ὅτι δίδωσι, καὶ λάβῃς εὐθέως, τί καὶ ἐπίστευσας; «Κρατῆσαι τῆς προκειμένης ἐλπίδος, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν.» Ἀπὸ τούτων, φησὶ, τὰ μέλλοντα στοχαζόμεθα. Εἰ γὰρ ταῦτα μετὰ τοσοῦτον ἐξέβη χρόνον, πάντως κἀκεῖνα.

Ὥστε τὰ πρὸς Ἀβραὰμ γινόμενα πιστοῦται ἡμᾶς καὶ περὶ τῶν μελλόντων. «Καὶ εἰσερχομένην.» Ἐν τῷ κόσμῳ ἔτι ὄντας, δείκνυσιν ἐν τοῖς ἐπηγγελμένοις διὰ τῆς ἐλπίδος· καὶ οὐκ εἶπεν, ἡμεῖς ἐσμεν ἔνδον, ἀλλὰ αὐτὴ εἰσῆλθεν ἔνδον, ὅπερ ἀληθέστερον ἦν καὶ πιθανώτερον. «Εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος.» Ἀντὶ τοῦ, εἰς τὸν οὐρανόν. «Ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδέκ.» Εὔκαιρος ἡ τοῦ προδρόμου ὀνομασία, ὡς καὶ ἡμῶν ὀφειλόντων λαβεῖν. Οὐ πολὺ γὰρ τοῦ προδρόμου καὶ τῶν ἑπομένων τὸ μέσον. «Ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.» Ἰδοὺ καὶ ἑτέρα παράκλησις, εἴ γε ἄνω ὁ ἱερεὺς ἡμῶν, καὶ πολὺ βελτίων τοῦ παρὰ Ἰουδαίοις.

ΚΕΦΑΛ. Ζʹ. «Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὁ συναντήσας Ἀβραάμ.» Πολλαχοῦ τὴν σύγκρισιν ποιεῖται τῆς Παλαιᾶς καὶ τῆς Καινῆς. Ὅρα οὖν πάλιν καὶ ἐντεῦθεν δεικνύντα, ὅτι ὁ τύπος τῆς ἱερωσύνης Χριστοῦ, τουτέστιν ὁ Μελχισεδὲκ, πολὺ βελτίων ἦν τῶν κατὰ νόμον ἱερέων. Καὶ ὅρα πῶς αὔξει, πρῶτον μὲν ἀπὸ τοῦ ὀνόματος· ὁ γὰρ Μελχισεδὲκ βασιλεὺς δικαιοσύνης ἑρμηνεύεται· ἔπειτα καὶ ἀπὸ τοῦ τρόπου, ὅτι ἀπάτωρ καὶ ἀμήτωρ. Ὁ τοιοῦτος γὰρ ὁ Μελχισεδὲκ, μὴ γενεαλογούμενος, ἄγνωστος ἡμῖν καὶ τίνος πατρὸς, καὶ οἵας μητρὸς, καὶ πόθεν ἔσχεν τὴν ἀρχὴν, καὶ οἷον ἔχει τὸ τέλος. Οὐδὲν γὰρ περὶ αὐτοῦ γενεαλογεῖ ἡ Γραφὴ, ὥσπερ ἐπὶ τῶν ἄλλων. Εἰ τοίνυν ὁ τύπος τοσοῦτος, πόσῳ μᾶλλον ἡ ἀλήθεια, τουτέστιν ὁ Χριστός. Ὅτι δὲ τύπος ἦν αὐτοῦ ὁ Μελχισεδὲκ, ἔδειξε μὲν καὶ ἡ ὁρκωμοσία ἡ πρὸς αὐτόν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

Ἔπειτα ἐκ τοῦ ὀνόματος· τίς γὰρ βασιλεὺς δικαιοσύνης, ἢ ὁ Κύριος ἡμῶν; Αὐτὸς γάρ ἐστι καὶ Βασιλεὺς εἰρήνης· εἰρηνοποίησε γὰρ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Αὐτὸς καὶ ἀπάτωρ, καὶ ἀμήτωρ· ἄνω μὲν ἀμήτωρ, κάτω δὲ ἀπάτωρ. Αὐτὸς καὶ μὴ γενεαλογούμενος· Τὴν δὲ γενεὰν γὰρ αὐτοῦ, φησὶ, τίς ἔγνω; Οὐ γὰρ δυνατὸν αὐτοῦ τὴν ἄνω γέννησιν ἐξειπεῖν. Αὐτὸς καὶ εἰς τοὺς αἰῶνάς ἐστιν· τουτέστιν, οὐκ ἔχει ζωῆς τέλος.

Αὐτὸς καὶ πρὸ παντὸς αἰῶνος· καὶ τοῦτό ἐστιν, οὐδ᾽ ἀρχὴν ἡμερῶν. «Ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ· πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλογούμενος.» Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι ὡς μετασχόντι τοῦ πολέμου ἔδωκε, Διὰ γὰρ τοῦτο εἶπεν, ὑπήντησεν ὑποστρέφοντι. «Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων· ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν.» Καὶ πῶς, ἢ τῷ μὴ ἐκφέρεσθαι; Λέγει οὖν, ὅτι, ὥσπερ οὗτος ἀπάτωρ τῷ μὴ γενεαλογεῖσθαι, οὕτως ὁ Χριστὸς αὐτῇ τῇ φύσει τοῦ πράγματος καὶ ὥσπερ τούτου οὐκ ἴσμεν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος, διὰ τὸ μὴ γεγράφθαι, οὕτω καὶ ἐπὶ τοῦ Ἰησοῦ, οὐ διὰ τὸ μὴ γεγράφθαι, ἀλλὰ διὰ τὸ μὴ εἶναι.

Ἐκεῖνο μὲν τύπος, καὶ διὰ τοῦτο, ἀπὸ τοῦ μὴ γεγράφθαι· τοῦτο δὲ ἀλήθεια, καὶ διὰ τοῦτο, ἀπὸ τοῦ μὴ εἶναι. Ὥσπερ καὶ ἐπὶ τῶν ὀνομάτων, ἐνταῦθα μὲν προσηγορίαι ἦσαν καὶ βασιλεὺς δικαιοσύνης, καὶ βασιλεὺς εἰρήνης· ἐκεῖ δὲ πράγματος ἀλήθεια· οὕτω καὶ ἐνταῦθα προσηγορίαι εἰσὶν, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια. «Ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.» Ἀκροθίνια, τὰ λάφυρα λέγει. «Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν Ἀβραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκε.» Τοσαύτη, φησὶν, ἦν τῆς ἱερωσύνης ἡ ὑπερβολὴ, ὡς καὶ τοὺς ὁμοτίμους ἀπὸ προγόνων, καὶ τὸν αὐτὸν ἔχοντας προπάτορας, πολλῷ βελτίους εἶναι τῶν ἄλλων.

Δεκάτην οὖν παρ᾽ ἐκείνων λαμβάνουσιν. Ὅταν οὖν παρ᾽ αὐτῶν τούτων δεκάτας λαμβάνωσιν, ἄρα οὐχ οὗτοι μὲν ἐν τάξει λαϊκῶν, ἐκεῖνοι δὲ ἐν τοῖς ἱερεῦσι; Καὶ οὐ τοῦτο μόνον, ἀλλ᾽ οὐδὲ ὁμότιμος αὐτοῖς ἦν, ἀλλ᾽ ἐξ ἑτέρου γένους. Ὥστε οὐκ ἂν ἔδωκε ἀλλοφύλῳ δεκάτας, εἰ μὴ πολλὴ ἦν ἡ τιμή. «Χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ, μαρτυρούμενος ὅτι ζῇ, καὶ, ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευΐ. Ὁ δὲ καταλαμβάνων, δεδεκάτωται.» Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν, τὸ ἐπαγγελίαν ἔχειν τὸν Ἀβραὰμ, δείκνυσιν ἐκεῖνον ὄντα σεμνότερον. «Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ.» Οὐκοῦν, φησὶν, κρείσσων ὁ τύπος τοῦ Κυρίου, καὶ αὐτοῦ τοῦ τὰς ἐπαγγελίας ἔχοντος. «Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν.» Ἐν αὐτῷ ἦν, φησὶν, ὁ Λευΐ, εἰ καὶ οὔπω ἐτέχθη.

Ἴδε πόσον τὸ μέσον τοῦ τὸν τύπον ἔχοντος τοῦ Ἀρχιερέως ἡμῶν, καὶ τῶν κατὰ νόμον. «Ὁ λαὸς γὰρ ἐπ᾽ αὐτῇ νενομοθέτητο· τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;» Δείξας ὅτι πολὺ βελτίων, καὶ τοῦ Λευΐ, καὶ τοῦ Ἀβραὰμ, ὁ Μελχισεδὲκ, ἐν τάξει ἱερέως αὐτοῖς γενόμενος, ἐξ ἑτέρου πάλιν ἐπιχειρεῖ, λέγων· Τίνος ἕνεκεν οὐκ εἶπε, κατὰ τὴν τάξιν Ἀαρών; Λέγει οὖν, ὅτι εἰ τελείους ἐποίει ὁ νόμος, διὰ τί μετετίθετο; ἡ γὰρ τοῦ ἱερέως μετάθεσις καὶ νόμου μετάθεσις ἦν. «Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα.» Τουτέστιν, αὐτῇ στοιχεῖ, καὶ δι᾽ αὐτῆς ἅπαντα πράττει. Οὐ γὰρ ἔστιν εἰπεῖν, ὅτι τελεία μὲν ἦν, οὐ προειστήκει δὲ τοῦ λαοῦ. Αὐτῇ γὰρ ἐκέχρητο. «Φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾽ ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησε. Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα.» Τοῦτο πρὸς τοὺς λέγοντας, Τί ἔδει Καινῆς Διαθήκης; «Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον.» Οὕτω γὰρ, φησὶ, τὴν τοῦ Ἀαρὼν ἐξέβαλεν. «Ἐντολῆς σαρκίνης γέγονε.» Κατὰ πάντα γὰρ νόμος σάρκινος ἦν. Περίτεμε, φησὶ, τὴν σάρκα σου, χρίσον τὴν σάρκα, λοῦσον τὴν σάρκα, περίκειρον τὴν σάρκα. «

Ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Μαρτυρεῖ γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Οὐχ ὁ Μελχισεδὲκ, ἀλλ᾽ ὁ Χριστὸς, ὃς τῇ οἰκείᾳ δυνάμει ζῇ.

Τουτέστιν, οὐ προσκαίρου, οὐδὲ πέρας ἔχοντος. «Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος· ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι᾽ ἧς ἐγγίζομεν τῷ Θεῷ, καὶ καθ᾽ ὅσον οὐ χωρὶς ὁρκωμοσίας· οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτόν· Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται.

Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Ἡ προάγουσα, φησὶν, ἐντολὴ, τουτέστιν ἡ προδεδομένη ἐντολὴ τῆς Παλαιᾶς Διαθήκης· λέγει δὲ τὸν νόμον· ἀθετεῖται, φησὶν, καὶ ἐκβάλλεται, ἐπειδὴ τελειῶσαι οὐκ ἠδύνατο τὸν ἄνθρωπον. Ἐπεισάγεται δὲ, φησὶν, ἡ κρείσσων ἐλπὶς, ἡ καὶ ἐγγίσαι ἡμᾶς ποιοῦσα τῷ Θεῷ. Λέγει δὲ τὴν Νέαν, δι᾽ αὐτῆς γὰρ συνήφθημεν τῷ Θεῷ καὶ Πατρί· καὶ ταύτην ἔτι αὔξων, οὐ χωρὶς ὁρκωμοσίας λέγει γεγενῆσθαι.

Ἐκείνη δὲ ἡ παλαιὰ χωρὶς ὁρκωμοσίας ἦν. Ὅρα δὲ πῶς καὶ τὰ δύο αὔξει, ὅτι οὐκ ἔχει τέλος ὥσπερ ἡ νομική. Τοῦτο δὲ αὐτῇ σημαίνει ἀπὸ τοῦ Χριστοῦ. Κατὰ δύναμιν γὰρ, φησὶ, ζωῆς ἀκαταλύτου, καὶ τοῦ ὅρκου. «Κατὰ τοσοῦτον καὶ κρείττονος διαθήκης γέγονε ἔγγυος Ἰησοῦς, καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν.» Ὅτι ὤμοσεν αὐτῷ ἀεὶ αὐτὸν ἔσεσθαι, οὐκ ἂν τοῦτο ἐποίει, εἰ μὴ ζῶν ἦν. Ὁσάκις δὲ ἱερέα ἢ λειτουργὸν ἀκούεις, αὐτὸ τὸ τῆς κενώσεως ἐννόει τὸ μυστήριον. «Εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν Ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ.» Πάλιν καὶ τοῦτο τοῦ κατὰ σάρκα σημαντικὸν ἐποίει. Ὁ ἐγείρων τοὺς νεκροὺς, καὶ ζωοποιῶν οὓς θέλει, οὕτως ὡς καὶ ὁ Πατὴρ, πῶς ἐντυγχάνει; Δῆλον οὖν ὅτι τῆς οἰκονομίας εἰσὶν αὐταὶ αἱ φωναὶ, οὐ διαιρουμένης τῆς θεότητος· ὁ αὐτὸς γάρ ἐστι καὶ Θεὸς, κἂν διὰ τὴν οἰκονομίαν, ἄλλα περὶ αὐτοῦ λέγεται. «Τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας.

Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.» ΚΕΦΑΛ. Ηʹ. «Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις.» Τὸ ὑπὲρ τοῦ λαοῦ προσενεχθῆναι, φησί. «Τοιοῦτον ἔχομεν Ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς.» Ἐπειδὴ ἄνω καὶ κάτω λειτουργὸν αὐτὸν εἶπε, τὰ τῆς ἀνθρωπότητος αὐτοῦ δηλῶν, ὅρα πῶς ἀνάγει τὴν διάνοιαν τῶν ἀκροατῶν, τὴν θεότητα κηρύττων αὐτοῦ, διὰ τοῦ λέγειν, Ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς. «Τῶν ἁγίων λειτουργός.» Τουτέστιν, ὑπὲρ τῶν ἡγιασμένων διὰ τοῦ ὀνόματος αὐτοῦ. «Καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς.» Σκηνὴν ἀληθινὴν, τὴν Ἐκκλησίαν φησίν. «Ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται, ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον, ὃ προσενέγκῃ. Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, οὐδ᾽ ἂν ἦν ἱερεὺς, ὄντων ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα.» Περιεποιήσατο γὰρ αὐτὴν διὰ τοῦ ἰδίου αἵματος. «Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς, μέλλων ἐπιτελεῖν τὴν σκηνήν.» Ἡ παλαιὰ, φησὶ, λειτουργία ὑπόδειγμα ἦν ταύτης πνευματικῆς, ἥντινα καὶ ἐπουράνιον καλεῖ.

Εἰ γὰρ καὶ ἐπὶ γῆς τελεῖται, ἀλλὰ ὅλη τῶν οὐρανῶν ἐστιν· ἐλάτρευον δὲ ὑποδείγματι, ὡς τὸ πρόβατον προσφέροντες εἰς τύπον Χριστοῦ· ὡς τοὺς ἄρτους τῆς προθέσεως πάλιν εἰς τύπον τοῦ σώματος αὐτοῦ, καὶ τὰ ἄλλα ὁμοίως. «Ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Νυνὶ δὲ διαφορωτέρας τέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης.» Ἐπειδὴ ἡ ἀκοὴ ἡμῶν ἀμαθεστέρα τῆς ὄψεως ἐστιν, ἔδειξεν αὐτῷ πάντα. Σκόπει δὲ πόσον τὸ μέσον ταύτης πρὸς ἐκείνην, εἴ γε ἐκείνη μὲν ὑπόδειγμα καὶ τύπος, αὕτη δὲ ἀλήθεια. «Ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.» Ταῖς πνευματικαῖς. Ἐκείνη δὲ ταῖς τῆς γῆς τῶν Χαναναίων. Διὸ καὶ, ἡ μὲν ἐκβέβληται, ἡ δὲ μένει. «Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Μεμφόμενος γὰρ αὐτοῖς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.

Ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαὸν, καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.» Τουτέστιν, εἰ ἀμέμπτους ἐποίει. «Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην.

Τὸ δὲ παλαιούμενον, καὶ γεγερασμένον, ἐγγὺς ἀφανισμοῦ.» Δείκνυσι τὸ διάφορον καὶ ἀπ᾽ αὐτῆς τῆς σκηνῆς· Πῶς; ἡ μὲν πρώτη ἅγια· ἡ δὲ δευτέρα, Ἅγια ἁγίων. ΚΕΦΑΛ. Θʹ. «Εἶχε μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥ τις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα, σκηνὴ ἡ λεγομένη, Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης.» Δικαιώματα δὲ, σύμβολά φησιν.

Κοσμικὸν λέγει, ἐπειδὴ πᾶσιν ἐφεῖτο ἐπιβαίνειν, καὶ φανερὸς ἦν τόπος ἐν τῷ αὐτῷ οἴκῳ, ἔνθα οἱ ἱερεῖς εἱστήκεισαν, ἔνθα Ἰουδαῖοι, ἔνθα προσήλυτοι, ἔνθα Ἕλληνες καὶ Ναζωραῖοι. Ἐπειδὴ πᾶσι βατὸν ἦν, κοσμικὸν αὐτὸ καλεῖ. Οὐ γὰρ δὴ Ἰουδαῖοι ὁ κόσμος ἦν.

Σκηνὴν καλεῖ, παρὰ τὸ σκηνοῦν ἐκεῖ. «Ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης, κατασκιάζοντα τὸ ἱλαστήριον.» Ἀντὶ τοῦ, τὰ ἔνδοξα. «Περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν» Ὡς μακροῦ δεόμενα λόγου «Ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, τοῦτο δηλοῦντος τοῦ Πνεύματος ἁγίου, μήπω» Ἵνα μὴ λέγωσιν, ὅτι Πῶς μία θυσία τετελείωκεν εἰς τὸ διηνεκές; δείκνυσιν αὐτὴν ἄνωθεν ἀπὸ τοῦ ἀρχιερέως προτετυπωμένην. Εἴ γε ἁγιωτέρα καὶ φρικτὴ, μία ἦν, καὶ πῶς ὁ ἀρχιερεὺς ἅπαξ προσέφερε; «Πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν, ἥτις παραβολὴ» Ἀπεκρύπτετο ἐνταῦθα, φησὶν, ἡ προτέρα, ἐπειδὴ οὕτως ἐνειστήκει αὐτῆς ὁ καιρός. Ἦν δὲ οὗτος, ὁ τῆς ἐπιδημίας τοῦ Χριστοῦ, δι᾽ οὗ καὶ ἐφανερώθη. «Εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ᾽ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμενα κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα.» Τουτέστιν, ὁ τύπος γέγονε, καθ᾽ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα.

Αἱ γὰρ θυσίαι, οὐ τὸν ἀπὸ ψυχῆς ῥύπον ἠφίεσαν, ἀλλ᾽ ἔτι περὶ σῶμα ἦσαν, κατὰ νόμον σαρκικῆς ἐντολῆς. Οὐ γὰρ δὴ μοιχείαν, καὶ φθόνον οὐδὲ ἱεροσυλίαν ἀφιέναι ἠδύναντο. «Μόνον ἐπὶ βρώμασι, καὶ πόμασι, καὶ διαφόροις βαπτισμοῖς.» Δοκοῦντα, φησὶν, καθαίρειν τὴν σάρκα. «Καὶ δικαιώμασι σαρκὸς, μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν,» Καιρὸν διορθώσεως, τὸν τῆς παρουσίας καλεῖ τοῦ Χριστοῦ. Λέγει οὖν ὅτι ὠφέλιμα ἦν πρὸ τοῦ καιροῦ τῆς διορθώσεως, μετὰ δὲ ταῦτα ἀνωφελῆ. «Διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος ἁγίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων,» Τὴν σάρκα λέγει ἐνταῦθα, ἢ τὴν Ἐκκλησίαν. «Εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;» Ἐνταῦθα ἐμφαίνει, ὅτι νεκρὰ ἔργα ἔχοντα οὐκ ἔνι δουλεύειν τῷ ζῶντι καὶ ἀληθινῷ. «

Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου.

Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει, ὅτε ζῇ ὁ διαθέμενος. Ὅθεν οὐδ᾽ ἡ πρώτη χωρὶς αἵματος» Εἰκὸς ἦν πολλοὺς τῶν ἀσθενέστερον διακειμένων, ἀπὸ τοῦ τετελευτηκέναι τὸν Κύριον, μάλιστα ἀπιστεῖν ταῖς ἐπαγγελίαις αὐτοῦ. Ὁ τοίνυν Ἀπόστολός φησι· Διὰ τοῦτο μὲν οὖν χρὴ θαῤῥεῖν, ὅτι οὐ ζώντων τῶν διατιθεμένων, ἀλλ᾽ ἀποθνησκόντων τότε βέβαιαί εἰσιν αἱ διαθῆκαι, καὶ τὴν ἰσχὺν λαμβάνουσιν. Ὁ δὲ νοῦς οὗτος· Ἐπηγγείλατο, φησὶν, ὁ Θεός· εἶτα ἁμαρτάνοντες οἱ ἄνθρωποι, οὐ μόνον ἦσαν ἀνάξιοι τὴν ἐπαγγελίαν ἀναλαβεῖν, ἀλλὰ καὶ θανάτῳ γεγόνασιν ἔνοχοι. Διὰ τοῦτο ὁ Χριστὸς ἐλθὼν ἀνεδέξατο τὰς ἁμαρτίας, καὶ ἀπέθανεν, ἵνα καθαρισθέντες, ἄξιοι γένωνται τὰς ἐπαγγελίας λαβεῖν. «Ἐγκεκαίνισται. Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων, μετὰ ὕδατος, καὶ ἐρίου κοκκίνου,» Τουτέστι, βεβαία γέγονε, καὶ ἐκυρώθη. «Καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον, καὶ πάντα τὸν λαὸν ἐῤῥάντισε, λέγων· Τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός. Καὶ τὴν σκηνὴν δὲ, καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐῤῥάντισε.» Σύμβολον τοῦ πνεύματος. Θερμὴ γὰρ ἡ ὕσσωπος· ἔστι γὰρ καὶ τὸ ὕδωρ σημαῖνον τὴν διὰ τοῦ βαπτίσματος κάθαρσιν· καὶ τὸ ἔριον δὲ, ὥστε κατέχεσθαι τὸ αἷμα. «

Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.» Ἐπειδὴ ἐκείνου οὐκ ἦν καθαρμὸς τέλειος, οὐδὲ ἄφεσις τελεία, ἀλλ᾽ ἡμιτελὴς, εἶπε τὸ, σχεδόν. «Ἀνάγκη οὖν, τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς, τούτοις καθαρίζεσθαι.» Οὗτοι, φησὶν, οἱ καθαροὶ, οἱ κατὰ νόμον τελειούμενοι, ἀτελεῖς ἦσαν, ἐπειδὴ καὶ τύπος ἦσαν ἐκεῖνοι τῶν μελλόντων. «Αὐτὰ δὲ τὰ ἐπουράνια,» Τὴν Ἐκκλησίαν λέγει. «Κρείττοσι θυσίαις παρὰ ταύτας.» Τότε μὲν προβάτου αἵματι ἐχρίοντο, νῦν δὲ, αὐτοῦ τοῦ Χριστοῦ. «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν· νῦν ἐμφανισθῆναι» Τοῦτο, φησὶν, ὥσπερ δὴ μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι ἐπὶ τῇ τοῦ ναοῦ κατασκευῇ, ὡς μηδενὶ τόπου ὄντος τοιούτου. Πάλιν οὖν σύγκρισις, καὶ τὸ διάφορον πολὺ, ὅσῳ αὐτὸς ὁ οὐρανὸς τοῦ ναοῦ. «Τῷ προσώπῳ Θεοῦ ὑπὲρ ἡμῶν.» Εἰπὼν τὸ, ἐμφανισθῆναι, καὶ δείξας τὴν οἰκονομίαν, καὶ τὴν αἰτίαν ἐπάγει, ὅτι τοῦτο πεποίηκεν ὑπὲρ ἡμῶν, ἐπεὶ, καθὸ Θεὸς Λόγος, πάντοτε σύνεστι τῷ Πατρί. Ἐγὼ γὰρ, φησὶν, ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. «Οὐδὲ πολλάκις προσφέρει ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ᾽ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ τῆς καταβολῆς τοῦ κόσμου· νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων.»

Εἰ παρὰ τὴν ἀρχὴν, φησὶ, τοῦτο ἐγένετο, εἶτα οὐδεὶς ἐπίστευσεν, ἔμενεν ἐν ἀπωλείᾳ τὸ γένος. Οὐ γὰρ ἦν δυνατὸν δεύτερον ἀποθανεῖν Χριστὸν, ἵνα πάλιν σωθῇ. Ἐπειδὴ δὲ ὕστερον πολλὰ ἦν τὰ ἁμαρτήματα, εἰκότως τότε ἀνεφάνη. «Εἰς ἀθέτησιν ἁμαρτίας,» Τί ἐστιν ἀθέτησις; ἀντὶ τοῦ, καταφρόνησις.

Οὐκέτι παῤῥησίαν ἔχει ἡ ἁμαρτία. Ἠθέτηται γὰρ ἡ ἁμαρτία, ὀφείλουσα μὲν ἀπολαβεῖν κόλασιν, οὐκ ἀπολαβοῦσα δέ. Τουτέστι, βίαν ἔπαθεν· ὅτε προσεδόκησε πάντας ἀνελεῖν, τότε ἀνῃρέθη. «Διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται.» Ἐφανερώθη τῷ Θεῷ, καὶ προσῆλθεν. «Καὶ καθόσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις· οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας,» Καὶ τὴν αἰτίαν λέγει, διὰ τί ἅπαξ ἀπέθανεν· ὅτι ἑνὸς θανάτου ἀντίλυτρον ἐγένετο. Ἀπέκειτο γὰρ, φησὶν, τοῖς ἀνθρώποις ἀποθανεῖν. Τοῦτο οὖν τὸ ἅπαξ ἀπέθανεν ὑπὲρ ἁπάντων, ἅπαξ προσενεχθείς· καὶ ὑπὸ τίνος ἢ ὑφ᾽ ἑαυτοῦ δηλονότι; Ἐγὼ γὰρ, φησὶν, ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν. «Ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις, εἰς σωτηρίαν.» ΚΕΦΑΛ. Ιʹ. «Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν,» Ἐν τῇ πρώτῃ, φησὶν, ὤφθη, εἰς τὸ ἆραι τὰς ἁμαρτίας ἡμῶν· ἐν δὲ τῇ δευτέρᾳ οὐκέτι οὕτω φανεῖται, ἀλλὰ σώσων τοὺς εἰς αὐτὸν πιστεύσαντας. «Οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ᾽ ἐνιαυτὸν ταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς, οὐδέποτε δύνανται τοὺς προσερχομένους τελειῶσαι.

Ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρμένους· ἀλλ᾽ ἐν αὐτοῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾽ ἐνιαυτόν. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας· διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει. Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας, τότε εἶπον, Ἰδοὺ ἐγώ. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι ὁ Θεὸς τὸ θέλημά σου.» Τουτέστιν οὐκ αὐτὴν τὴν ἀλήθειαν.

Λέγει δὲ τὰς θυσίας τῆς ἀφέσεως. «Ἀνώτερον λέγων, ὅτι Θυσίαν, καὶ προσφορὰν, καὶ ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας· αἵτινες κατὰ τὸν νόμον προσφέρονται· τότε εἴρηκεν· Ἰδοὺ ἥκω.» Δείκνυσιν ἐκ Μαρτυρίας Παλαιᾶς, ὅτι ἀφ᾽ οὗ ἡ ἐπιδημία Χριστοῦ, πέπαυται τὰ τῶν θυσιῶν, εἰ καὶ δοκοῦσιν ἔτι προσφέρεσθαι. Ἀνεβάλλετο γὰρ πρὸς ὀλίγον, εἶτα ἐπήγαγεν αὐτῶν τὸ τέλος. «Τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ Θεός. Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν, οἱ διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ᾽ ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ» Τοῦ ἐμαυτὸν, φησὶν, ἐκδοῦναι «Ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.

Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον· μετὰ γὰρ τὸ καὶ προειρηκέναι, Αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, Διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.» Ἐχθροὺς αὐτοῦ Ἰουδαίους λέγει, καὶ δαίμονας, καὶ πάντας τοὺς ἀντιπίπτοντας τῷ κηρύγματι. «Ἔχοντες οὖν, ἀδελφοὶ, παῤῥησίαν,» Ὥσπερ γὰρ αἰσχύνην, φησὶ, ποιεῖ τὰ ἁμαρτήματα, οὕτω παῤῥησίαν, τὸ πάντα ἀφεθῆναι ἡμῖν, καὶ συγκληρονόμους γενέσθαι, καὶ τοσαύτης ἀπολαῦσαι ἀγάπης. «Εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισε ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ· καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ.» Τὸν οὐρανόν φησι. «Προσερχώμεθα μετ᾽ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· καὶ κατανοῶμεν ἀλλήλους» Δείκνυσιν, ὡς καὶ πίστει ὀρθῇ προσεῖναι δεῖ καὶ ἔργα λαμπρά. Τουτέστι γὰρ τὸ, καὶ λελουμένοι τὸ σῶμα ὕδατι.

Τῷ καθαροὺς ποιοῦντι, ἢ τῷ μὴ ἔχοντι αἷμα. «Εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων.» Εἰς τὸ μᾶλλον ἀγαπᾷν, καὶ ἀγαπᾶσθαι. «Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία· φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.

Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας,» Οἶδε γὰρ ἀπὸ τῆς συνηθείας, καὶ τῆς ἐπισυναγωγῆς, πολλὴν οὖσαν τὴν ἰσχύν. Ὅπου γὰρ, φησὶ, δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. «Ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθητε, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας, Οἴδαμεν γὰρ τὸν εἰπόντα· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Καὶ πάλιν, Κρινεῖ τὸν λαὸν αὐτοῦ. Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» Ὅταν γὰρ αὐτοῦ μετασχὼν ἐν τοῖς μυστηρίοις, ἁμαρτίαν ἐργάζηται, πῶς οὐ κατεπάτησεν αὐτὸν, καταφρονήσας αὐτοῦ; «Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι· τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν» Ἐπειδὴ διαλυθέντες ἦσαν ἀπὸ τῶν θλίψεων, ὅρα πῶς αὐτοὺς παραμυθεῖται. Πρῶτον μὲν ἀπὸ τῶν αὐτῶν· Ἀναμιμνήσκεσθε γὰρ, φησὶ, τὰς πρότερον ἡμέρας. Ἔπειτα ἀπὸ τῆς Γραφῆς λεγούσης, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Ἔπειτα ἀπὸ λογισμῶν, εἰπὼν, ὅτι Ἔστι πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων.

Καὶ πάλιν ἀπὸ τῶν προπατόρων τῶν μεγάλων ἀνδρῶν ἐκείνων καὶ θαυμαστῶν. Εἰκότως δὲ πρῶτον μνημονεύει τοῦ Ἄβελ, πρότερον ὑπὲρ εὐσεβείας ἀποθανόντος· δεύτερον Ἐνὼχ δι᾽ εὐσέβειαν μετατεθέντος, δεικνὺς ἐσομένας πάντως τὰς ἀμοιβάς· τρίτον Νῶε, κολαζομένους δεικνὺς τοὺς μὴ πιστεύοντας.

Ὁρᾷς, ὅτι περὶ αὐτοῦ φησι, καὶ τῶν ἄλλων δεδεμένων οὕτως. Οὐχ ἡγήσασθε δεσμὰ εἶναι, ἀλλ᾽ ὥσπερ ἀθληταὶ γενναῖοι, οὕτως ἔστητε, ὅτι οὐ μόνον ἐν τοῖς ἡμετέροις οὐκ ἐδέεσθε παρακλήσεως, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγένεσθε παράκλησις. «Μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς, καὶ μένουσαν.

Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.» Ὁ μετὰ χαρᾶς φέρων, δείκνυσιν ὅτι ἔχει μισθόν τινα, καὶ ὅτι οὐ ζημία, ἀλλὰ πρόσοδός ἐστι τὸ πρᾶγμα.

ΚΕΦΑΛ. ΙΑʹ. «Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκφαινομένων τὰ βλεπόμενα γεγονέναι. Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι᾽ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι᾽ αὐτῆς ἀποθανών» Ἂν γὰρ μή τις τῶν ὁρωμένων σαφέστερον περὶ τῶν ἀοράτων πεπληροφόρηται, πίστις εἶναι οὐ δύναται. «Ἔτι λαλεῖ· Πίστει Ἐνὼχ μετετέθειτο τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Πρὸς γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ, χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι. Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν ἀποδότης γίνεται. Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ.» Ὥσπερ οὐρανὸς φαινόμενος μόνον λαλεῖ, οὕτω Ἄβελ μνημονευόμενος. «Δι᾽ ἧς κατέκρινε τὸν κόσμον.» Ἔδειξε γὰρ αὐτοὺς ἀξίους ὄντας κολάσεως, οἵ γε οὐδὲ διὰ τῆς κατασκευῆς τῆς κιβωτοῦ ἐσωφρονίζοντο.» «Καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.» Τουτέστιν, ἀπὸ τούτου δίκαιος ἐφάνη, ἀπὸ τοῦ πιστεῦσαι Θεῷ. «

Πίστει καλούμενος Ἀβραὰμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε, μὴ ἐπιστάμενος ποῦ ἔρχεται.

Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς. Ἐξεδέχετο γὰρ» Ἐπειδὴ εἰς τούτους ἑώρων οἱ ἐξ Ἑβραίων πεπιστευκότες, ὡς μυρίων ἀπολαύσαντας ἀγαθῶν, δείκνυσιν ὅτι οὐδέπω οὐδεὶς ἐκομίσατο. «Τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν.» Τουτέστιν, τὴν ἀσάλευτον. «Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» Αὐτὸς γὰρ ἐλθὼν, ἐκείνην αὐτοῖς ἐχαρίσατο. Εἰ μὴ γὰρ κατῆλθεν Ἰησοῦς, καὶ ἀνῆλθεν εἰς τὸν οὐρανὸν, πρόδρομος ἡμῶν γενόμενος, οὐκ ἂν ἡμεῖς ἐκείνων ἠξιώθημεν τῶν μονῶν. «Πίστει γὰρ Σάῤῥα καὶ αὐτὴ δύναμιν» Ἐντρεπτικῶς ἐνταῦθα ἤρξατο, εἴ γε γυναικὸς ὀλιγοψυχότεροι φαίνονται. Ὅλος γὰρ αὐτῶν ὁ λόγος εἰς τοῦτο οἰκονομεῖται, εἰς τὸ ἀποκεκμηκότας αὐτοὺς ἀνακτήσασθαι. «Εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.» Τουτέστιν, εἰς τὸ κατασχεῖν τὸ σπέρμα. «Διὸ καὶ ἀφ᾽ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἄμμος, ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἡ ἀναρίθμητος.» Τοῦτο οὐκ ἔστι, φησὶν, μόνον τὸ θαυμαστὸν, ὅτι ἔσχεν δύναμιν εἰς καταβολὴν σπέρματος, ἀλλ᾽ ὅτι τοσούτων ἐγένετο μήτηρ, ὅσων οὐδὲ εὔφοροι γαστέρες.

Ὡς τὰ ἄστρα γὰρ, φησὶ, τοῦ οὐρανοῦ, ἐξ ἑνὸς δὲ σπέρματος, λέγει. Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας.» Οἱ περὶ τὸν Ἀβραὰμ, φησίν. «Ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν, ὅτι πατρίδα ἐπιζητοῦσιν. Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον, ἀφ᾽ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι. Νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου. Διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν. Ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.» Τῷ πνεύματι δηλονότι. «Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν, ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.» Πεῖραν τῆς εὐσεβείας ἐπιδεικνύς. Πειράζει γὰρ, οὐχ ὡς ἀγνοῶν Θεὸς, ἀλλ᾽ ὅτι οἱ ἅγιοι πεῖραν καὶ ἀπόδειξιν τῆς εὐσεβείας παρασχόμενοι, θαυμαστοὶ παρὰ πᾶσι γένωνται. «Λογισάμενος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός.» Ἔλεγε, φησὶν, ὅτι ὁ ἐκ μήτρας καὶ γεγηρακυίας, καὶ ἀχρήστου γεγενημένης, υἱὸν γενέσθαι παρεσχηκὼς, καὶ σφαγέντα ἀναστῆσαι δυνήσεται. «Ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.» Τουτέστιν ἐν ὑποδείγματι. Τύπος γὰρ γέγονε Χριστοῦ· καὶ τοῦτο ἦν σύμβολον, τοῦτον Πατέρα τὸν Μονογενῆ προσάγειν. «

Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ. Πίστει Ἰακὼβ ἀποθνήσκων, ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν.

Πόθεν, φησὶν, ἐπηγγείλατο τοῖς υἱοῖς τοσαῦτα ἀγαθὰ, ἢ ἀπὸ τοῦ πιστεύειν τῷ Θεῷ; »Καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε.» Ἐνταῦθα, φησὶν, οὐ μόνον εἶπεν, ἀλλὰ καὶ οὕτως ἐθάῤῥει τοῖς ἐσομένοις, ὡς καὶ τῷ ἔργῳ αὐτὸς ἐπέδειξεν.

Ἐπειδὴ γὰρ ἔμελλεν ἀπὸ τοῦ Ἐφραὶμ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὸ, φησὶ, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ἤδη γὰρ, φησὶν, προσεκυνεῖτο τῷ Ἰωσὴφ, τὴν τοῦ παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν, τὴν ἐσομένην αὐτῷ διὰ τοῦ Ἐφραίμ· καὶ τοῦτο ἐξέβη διὰ τῶν φυλῶν ὕστερον.

Τουτέστι καὶ γέρων ὢν ἤδη. «Καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. Πίστει Μωϋσῆς γεννηθεὶς,» Ἵνα πιστεύσῃ ὁ λαὸς, ὅτι πάντως ἔσται αὐτῷ λύτρωσις. Οὐκ ἂν γὰρ περὶ τῆς μεταθέσεως τῶν ὀστῶν ἐμνημόνευσεν, εἰ μὴ ἀκριβῶς ἑώρα ἐσομένην αὐτήν. «Ἐκρύβη τρίμηνον ἀπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. Πίστει Μωϋσῆς μέγας γενόμενος,» Ἐπειδὴ τῶν ἁγίων ἐκείνων ἐλάττους φανῆναι οὐδὲν ἦν δεινὸν, τούτου χάριν, καὶ εὐτελεῖς, καὶ ἀσήμους ἄνδρας τίθησιν. «Ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραὼ μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ,» Τοῦτό φησι, διδάσκων αὐτοὺς καταφρονεῖν πάντων, καὶ μὴ ἀδημονεῖν ἐπὶ τῇ τῶν ὑπαρχόντων ἁρπαγῇ, ὅπου γε ὁ Μωϋσῆς διὰ πίστιν τοὺς βασιλικοὺς ἐξέλιπε θησαυρούς.

Οὐχ ἁπλῶς ἀφῆκεν, φησὶν, ἀλλ᾽ ἠρνήσατο, τουτέστιν ἐμίσησε, καὶ ἀπεστράφη. Τοῦ γὰρ οὐρανοῦ προκειμένου, περισσὸν ἦν τὰ βασίλεια θαυμάζειν Αἰγύπτου. «Ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν» Ἁμαρτίαν εἶπε, τὸ μὴ θελῆσαι τοῖς ἄλλοις συγκακωθῆναι. «Τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως.» Τουτέστιν, Τὸ ὀνειδίζεσθαι τοιαῦτα, οἷα ὑμεῖς διὰ τὸν Χριστόν· ἢ ὅτι οἱ Αἰγύπτιοι ὠνείδισαν τὸν Θεὸν, ἀδικοῦντες, καὶ καταπονοῦντες τοὺς ἐξ Ἰσραὴλ, ὡς μὴ δυνάμενον σώζειν. «Τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε.» Τὸν Θεὸν ἔχων, φησὶ, διὰ παντὸς ἐν τῇ καρδίᾳ, ταῦτα ὑπέμεινε. «Πίστει πεποίηκε τὸ Πάσχα, καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλεθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.» Τὸν περὶ τῶν μυστηρίων ἐμβάλλει λόγον. Λέγει δὲ, ὅτι πιστεύσας τὸν ὀλεθρευτὴν δυσωπεῖν, καὶ σώζειν τὸ γένος, τὸ ἀρνίον ἔσφαξεν. «Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, ὡς διὰ ξηρᾶς.» Πάλιν εἰς λαὸν ὁλόκληρον ἐξάγει τὴν μίμησιν.

Ἵνα μὴ λέγωσιν, ὅτι Οὐ δυνάμεθα κατὰ τοὺς ἁγίους γενέσθαι. «Ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι, κατεπόθησαν. Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.» Ἔδειξε, φησὶν, ὅτι ὕδωρ ἦν, διὰ τῶν ἐμπεσόντων καὶ ἀποπνιγέντων, εἰ καὶ κατὰ βούλησιν Θεοῦ, στερεώτερον τείχους ἐγένετο. «Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπόλωλε τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ᾽ εἰρήνης.

Καὶ τί ἔτι λέγω, ἐπιλείψει γάρ με διηγούμενον χρόνος, περὶ Γεδεὼν, Βαράκ τε, καὶ Σαμψὼν, καὶ Ἰεφθάε, Δαβίδ τε, καὶ Σαμουὴλ, καὶ τῶν προφητῶν,» Οὐκοῦν αἰσχρὸν, φησὶν, εἰ καὶ πόρνης ἀπιστότεροι φαίνεσθε. «Οἱ διὰ πίστεως κατηγωνίσαντο βασιλείας.» Οἱ περὶ τὸν Γεδεών.

Τοῦτο γὰρ πίστις, ὅταν τὰ πράγματα πρὸς τὸ ἐναντίον ἐκβαίνει· καὶ τότε δεῖ πιστεύειν, ὅτι οὐδὲν ἐναντίον γέγονεν, ἀλλὰ πάντα ἀκόλουθα. «Εἰργάσαντο δικαιοσύνην.» Αὐτοὶ οὗτοι πάλιν· ἢ καὶ τὸν Δαβίδ φησιν. «Ἐπέτυχον ἐπαγγελιῶν.» Διὰ τὴν εἰς τοὺς ἐγγόνους ἐκβᾶσαν εὐλογίαν· ἢ ἐπὶ τοῦ Δαβὶδ, διὰ τὴν τοῦ Σαλομῶντος βασιλείαν. «Ἔφραξαν στόματα λεόντων.» Ὡς Δανιήλ. «Ἔσβεσαν δύναμιν πυρός.» Ὡς οἱ τρεῖς παῖδες. «Ἔφυγον στόματα μαχαίρας.

Ὡς οἱ Ἰσραηλῖται. »Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ.» Ὁ κατὰ τὴν ἐπάνοδον λέγει τὴν ἐκ Βαβυλῶνος. Τίς γὰρ ἤλπισεν ἀπὸ τῆς αἰχμαλωσίας ἐπανήκειν αὐτούς; καὶ οὐκ ἐπανήκειν μόνον, ἀλλὰ καὶ ἰσχυροὺς γενέσθαι, καὶ κλῖναι παρεμβολὰς ἀλλοτρίων; «Παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.» Σαμψώμ. «Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν.» Τὰ κατὰ προφήτας ἐνταῦθα λέγει, τὸν Ἠλίαν, τὸν Ἐλισσαῖον. Νεκροὺς γὰρ ἀνέστησαν. «Ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν.

Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς. Ἐλιθάσθησαν.» Στέφανος. «Ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον.» Τοὺς ἀποθανόντας προφήτας, φησὶν, ὡς τὸν Ἡσαΐαν, ὅτι ἐν ξυλίνῳ ἐπρίσθη πρίονι. «Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι.» Ἠλίας. «Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς· καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.» ΚΕΦΑΛ. ΙΒʹ. «Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος» Τοὺς περὶ Ἠλίαν φησί. Τί τοίνυν ἤμελλον ἐνταῦθα ἀπολαμβάνειν;

Κόσμον γε μὴν ἐν τούτοις, τοὺς ἐν κόσμῳ νοεῖσθαι πρέπει. «Μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα,» Μάρτυρας, οὐχὶ τοὺς ἐν τῇ Καινῇ λέγει μόνον, ἀλλὰ καὶ τοὺς ἐν τῇ Παλαιᾷ. Καὶ γὰρ καὶ αὐτοὶ ἐμαρτύρησαν τῇ τοῦ Θεοῦ μεγαλειότητι. «Καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν, καὶ τελειωτὴν Ἰησοῦν.» Τὴν εὐκόλως περιισταμένην ἡμᾶς, ἢ τὴν εὐκόλως περίστασιν δυναμένην παθεῖν. Μᾶλλον δὲ τοῦτο.

Ῥᾴδιον γὰρ ἐὰν θελήσωμεν, περιγενέσθαι τῆς ἁμαρτίας. «Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.» Τουτέστιν, ἐξῆν αὐτῷ μηδὲν παθεῖν, εἴπερ ἠβούλετο.

Ὁ δὲ ἀντὶ τούτου σταυρὸν ὑπέμεινε, μηδεμίαν ἔχων ἀνάγκην τοῦ σταυρωθῆναι. Ἐσταυρώθη γὰρ ἡμῶν ἕνεκεν. «Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε, ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Οὔπω μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος.

Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται· εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί. Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα» Εἰ τὰ τῶν πλησίων πάθη οὐ διανίστησιν ἡμᾶς, φησὶν, ἀλλ᾽ οὖν τὰ τοῦ Δεσπότου εἰς τοῦτο διεγείρει, εἰς τὸ ἀθλεῖν ὑπὲρ τῶν ψυχῶν ἡμῶν. «Τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. Πᾶσα δὲ παιδεία πρὸς τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾽ αὐτῆς» Ἢ τῶν χαρισμάτων φησὶν, ἢ τῶν εὐχῶν, ἢ τῶν δυνάμεων. «Γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἐπανορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.

Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ.» Ἀντὶ τοῦ, τοῖς ἀνασχομένοις ἐπὶ πολὺ, καὶ καρτερήσασι· καὶ εὐφήμῳ ὀνόματι κέχρηται. Ἄρα γυμνασία ἐστὶν ἡ παιδεία, τὸν ἀθλητὴν ἰσχυρὸν ἐργαζομένη, καὶ ἀκαταγώνιστον ἐν τοῖς ἀγῶσιν, ἄμαχον ἐν τοῖς πολέμοις. «Μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσι πολλοί.» Κἂν ᾖ τις ῥίζα τοιαύτη γέγονε, φησὶ, μηδεμίαν βλάστην ἄφες ἀναβῆναι, ἀλλ᾽ ἔκκοψον, ἵνα μὴ φέρῃ καρπούς. «Μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.» Εἰς τοῦτο στίξαι δεῖ, ἵνα ᾖ τελεία διάνοια, καὶ τὸ ἐπιφερόμενον, ἢ βέβηλος, ὡς Ἡσαῦ. Βέβηλος δὲ, γαστρίμαργος καὶ ἀκρατής. «Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη. Μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.» Δι᾽ ὑπερβατοῦ ἐνταῦθα ὁ νοῦς. Τῷ τοίνυν θέλων κληρονομῆσαι τὴν ἐπαγγελίαν, σύναψον τὸ, μετὰ δακρύων αὐτὴν ἐκζητήσας, ἵνα ᾖ διάνοια ἡ αὕτη.

Βουληθεὶς κληρονομῆσαι καὶ αὐτὸς ἐπαγγελίαν, φησὶ, καὶ μετὰ δακρύων αὐτὴν ταύτην ἐπαγγελίαν ἐκζητήσας, ἀπεδοκιμάσθη, ὅτι μετανοίας οὐχ ηὗρε τόπον. Οὐ γὰρ μετενόησε, φησί. Πῶς γὰρ, ὃς ἔλεγεν, Ἐγγίσουσιν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ ἀποκτενῶ Ἰακὼβ τὸν ἀδελφόν μου; «Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ.» Ἐν πολλοῖς ἤδη συγκρίνας τὴν Νέαν τῇ Παλαιᾷ, καὶ δείξας ταύτην ἐκείνης πολὺ κρείττονα, πάλιν καὶ ἐνταῦθα κατ᾽ ἐπιδρομὴν συγκρίνει, ἀντὶ Μωϋσέως τιθεὶς Ἰησοῦν, καὶ ἀντὶ λαοῦ μυριάδας ἀγγέλων, καὶ ἀντὶ ὄρους τὸν οὐρανόν. «Καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῆς ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο, μὴ προστεθῆναι αὐτοῖς λόγον. Οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον· Μωϋσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος. Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα.» Ἅτε ὡς ἐπὶ βασιλέως τινὸς παρόντος.

Τίνων δὲ, φησὶ, πρωτοτόκων, ἀλλ᾽ ἢ τῶν πιστῶν; «Εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον, τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς, οἱ τὸν ἀπ᾽ οὐρανῶν ἀποστρεφόμενοι.» Μωϋσέα λέγει· ὁ δὲ νοῦς οὗτος· Εἰ τὸν τὰ ἐπίγεια ἐπαγγελλόμενον παραιτησάμενοι οὐκ ἐξέφυγον (λέγει δὲ τὸν Μωϋσέα, ὅτι τυπικὰ πάντα ἦν ἐκεῖνα, οἷον ἀγροὶ καὶ κτήματα, καὶ γῆ Χαναναίων), πόσῳ μᾶλλον οἱ τὸν τὰ οὐράνια ἐπαγγελλόμενον παραιτησάμενοι, κολασθήσονται! «Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται, λέγων· Ἔτι ἅπαξ, ἐγὼ σείω,» Τουτέστιν καὶ ἡ κατὰ τὸ ὄρος Σινᾶ νομοθεσία ἐξάκουστος γέγονε, καὶ ἡ λύτρωσις, ἡ ἐξ Αἰγύπτου. Ὁ Θεὸς γὰρ, φησὶν, ἐκ τοῦ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, γῆ ἐσείσθη.

Τουτέστιν, ἡ εἰς ἅπασαν ἥκουσα τὴν ὑπ᾽ οὐρανόν. «Οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν· τὸ δὲ, ἅπαξ, δηλοῖ,» Τοῦτο λέγει, ὅτι ἡ τῆς καινῆς διαθήκης παράδοσις εἰρηνοποίησε τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ γῆς, καὶ ὅτι ἐγνωρίσθη διὰ τῆς Ἐκκλησίας ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. «Τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα· διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες,» Τοῦτό φησιν, ὅτι μετατέθεικεν τὸν νόμον εἰς πολιτείαν πνευματικήν. «Ἔχομεν χάριν, δι᾽ ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.» ΚΕΦΑΛ. ΙΓʹ. «Ἡ φιλαδελφία μενέτω.» Εὐχαρίστως, φησὶ, λατρεύωμεν, μὴ μετὰ γογγυσμῶν, μηδὲ ἀποκακοῦντες ἐν ταῖς θλίψεσιν. «Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ» Οὐκ εἶπε, ξενοδοχίας, ἀλλὰ φιλοξενίας· τουτέστιν, Μὴ ἁπλῶς ξενοδοχεῖτε, ἀλλὰ μετὰ τοῦ φιλεῖν τοὺς ξένους. «Ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Μιμνήσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι, τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.» Διὰ γὰρ τοῦτο ὁ μισθὸς τῷ Ἀβραὰμ δέδοται μέγας, ὅτι μὴ εἰδὼς ἀγγέλους αὐτοὺς ὄντας ἐξένισεν.

Ἐπειδὴ εἰ ᾔδει, οὐδὲν θαυμαστόν. Ἀποτείνεται δὲ καὶ εἰς τὸν Λώτ. Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος. Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ, οὐδ᾽ οὐ μή σε ἐγκαταλίπω· ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι, τί ποιήσει μοι ἄνθρωπος.

Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ. Γενέσθω, φησὶ, τίμιος, καὶ μὴ μολυνέσθω τῇ πρὸς ἑτέραν κοινωνίᾳ. «Ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς, καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε. Καλὸν γὰρ» Θεωροῦντες αὐτῶν τὸν βίον, καὶ τὴν πολιτείαν, φησὶ, μιμεῖσθε τὴν πίστιν. Τί ἐστι ἀναθεωροῦντες; συνεχῶς στρέφοντες ἐν ἑαυτοῖς, ἐξετάζοντες, λογιζόμενοι ἀναζητοῦντες, ἀκριβῶς βασανίζοντες, ὅτι τέλος χρηστὸν αὐτῶν ἔχει ἡ ἀναστροφή. «Χάριτι βεβαιοῦσθαι τὴν καρδίαν,» Ἀντὶ τοῦ πίστει. «Οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.

Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν,» Ἠρέμα αἰνίττεται τοὺς τὴν παραίτησιν τῶν βρωμάτων εἰσάγοντας. «Ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Δι᾽ αὐτοῦ οὖν ἀναφέρομεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τουτέστι καρπὸν» Τουτέστι, τὰ αὐτὰ πάσχοντες κοινωνήσωμεν τοῖς παθήμασι τοῦ Χριστοῦ. «Χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.» Τὸ τὴν εὐχαριστίαν ἀναφέρειν λέγει, καὶ γενναίως ἅπαντα φέρειν, καὶ τὰ δοκοῦντα λυπηρά. Τοῦτο ἐγγὺς ἡμᾶς εἶναι ποιεῖ Θεοῦ· τότε καὶ τὸν Θεὸν ὀφειλέτην ἔχομεν. Ὅταν δὲ οὐ καλῶς πάθωμεν, ἡμεῖς ἐσμεν ὀφειλέται καὶ ὑπεύθυνοι τοῦ Θεοῦ, καὶ πολλάκις ἡμῶν ταῦτα εἰς κρῖμα γίνεται· ἐκεῖνα δὲ εἰς ἔκτισιν ἁμαρτημάτων. «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε.

Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν. Πεποίθαμεν γὰρ, ὅτι καλὴν συνείδησιν ἔχομεν ἐν πᾶσιν, καλῶς θέλοντες ἀναστρέφεσθαι.

Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν, ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ, εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως. Καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον.» Τί οὖν φησιν; ἂν πονηρὸς ᾖ, πειθώμεθα; πονηρὸς πῶς λέγεις; εἰ μὲν πίστεως ἕνεκεν, φύγε αὐτὸν, καὶ παραίτησαι, μὴ μόνον ἂν ἄνθρωπος ᾖ, ἀλλὰ κἂν ἄγγελος ἐξ οὐρανοῦ κατιών. Εἰ δὲ βίου ἕνεκεν, μὴ περιεργάζου. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πρότερον εἰπὼν περὶ αὐτῶν δεινὰ πολλὰ, τότε φησὶν, Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν. Πάντα οὖν ὅσα λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ἔχουσι, φησὶ, τὸ ἀξίωμα, ἀλλὰ βίου εἰσὶν ἀκαθάρτου. Ἀλλὰ μὴ τῷ βίῳ, ἀλλὰ τοῖς λόγοις προσέχετε.

Τῶν μὲν γὰρ ἠθῶν ἕνεκεν οὐδεὶς ἂν βλαβείη. Τί δήποτε; ὅτι καὶ δῆλα πᾶσίν ἐστιν, καὶ οὐδὲ αὐτὸς, κἂν μυριάκις ᾖ πονηρὸς, πονηρὰ διδάξει ποτέ. Πίστεως δὲ ἕνεκεν, οὔτε δῆλόν ἐστι πᾶσιν, ὅτε πονηρὸς οὐ παραιτήσεται διδάσκειν. Ἐπεὶ καὶ τὸ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περὶ βίου ἐστὶν, οὐ περὶ πίστεως. Τὸ γοῦν ἐπαγόμενον, τοῦτο δηλοῖ. Τί βλέπεις, φησὶν, τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς; Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν, ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ὁρᾷς ὅτι οὐ περὶ δογμάτων ἐστὶν, ἀλλὰ περὶ βίου καὶ ἔργων. Ἀλλὰ ὁ Παῦλος πρότερον συνέστησεν αὐτοὺς, καὶ τότε φησὶν, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. «Ἀπολελυμένον· μεθ᾽ οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς. Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.» Ἀπολελυμένον. Πόθεν; Οἶμαι αὐτὸν εἰς δεσμωτήριον ἐμβεβλῆσθαι· ἢ εἰ μὴ τοῦτο, ἀπὸ Ἀθηνῶν ἀπολελυμένον. Καὶ γὰρ καὶ τοῦτο ἐν ταῖς Πράξεσι κεῖται. «Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν.» Ἡ χάρις πῶς γίνεται μεθ᾽ ἡμῶν; ἐὰν μὴ ὑβρίσωμεν εἰς τὴν εὐεργεσίαν.

Πρὸς Ἑβραίους ἐγράφη ἀπὸ τῆς Ἰταλίας διὰ Τιμοθέου. Στίχων. ψγʹ. (Τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν ἱστορεῖ Κλήμης, οὗ μέμνηται Παῦλος, ὃς καὶ ἐπίσκοπος Ῥωμαίων ἐγένετο· ὡς Παύλου αὐτὴν Ἑβραίοις τῇ Ἑβραΐδι διαλέκτῳ συντάξαντος ἡρμηνεύθη, ὥς τινες, ὑπὸ Λουκᾶ τοῦ εὐαγγελιστοῦ· ὡς δὲ ἄλλοι, ὑπὸ αὐτοῦ τοῦ Κλήμεντος.)