Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ἁγίαν μάρτυρα Ἀναστασίαν

Ἰωάννης ὁ Δαμασκηνός

Η σύγκρουση με τον αρχιερέα Ουλπιανό και το μαρτύριο της αγίας Θεοδότης

Η παράδοση της μάρτυρος στον Ουλπιανό, η θαυματουργική προστασία της που επιφέρει την τύφλωσή του, και η εξιστόρηση του μαρτυρίου της αγίας Θεοδότης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 7

Ἴστε δὴ λοιπὸν ἅπας τις, ὡς περὶ μίαν ζωὴν καὶ πόλιν ἐπτόημαι, ἣν φθάσαι ἐπείγομαι, τὴν ἄνω, τὴν ἐλευθέραν· πρὸς ἥν με θᾶττον εὐσταλῆ παραπέμψατε. Ἀλλ’ αὖθις ὁ Πρόβος ταῦτα Διοκλητιανῷ κατεμήνυεν, ὃς θυμοῦ γεγονὼς ὑπήνιος Οὐλπιανῷ δῆθεν ἀρχιερεῖ τῶν ψευδωνύμων κατεγγυᾷ τὴν ἀοίδιμον ὡς πεισθεῖσαν μὲν συμβιοτεύειν, ἀπειθήσασαν δὲ θνῄσκειν τῆς λήξεως καταλιποῦσαν διάδοχον. Ἣ τρυφῆς μὲν ἐντεῦθεν καὶ ἡδονῆς ὑπεκκαύματα χρυσοῦ τε θρύψιν καὶ λίθων πολυτελῶν ἐσθῆτός τε μαλακῆς καὶ χρυσοκολλήτων κλινῶν ἐξ ἐλέφαντος ταμιεῖα πλήρη καὶ πάσης ὥρας ἀνάπλεον ἐνδιαίτημα, ἑτέρωθεν δὲ σκοτεινὸν οἰκίσκον ὡς Τροφωνίου, σιδηρᾶς ἁλύσεις καὶ καταπέλτας καὶ ἄνθρακας κόντους τε πρὸς ἀνάρτησιν καὶ εἰδέας παντοίας στρεβλώσεων προτεθειμένας ὁρῶσα πρὸ τῶν προτέρων ᾑρεῖτο τὰ ἔσχατα, ὕπαρ πλουτεῖν καὶ ὄναρ ἀλγύνεσθαι κρίνουσα —ὡς γὰρ ὄναρ τὰ τῇδε λυθήσεται, ὑπάρξει δὲ αἰωνίως τὰ μέλλοντα —κατατρυφῶσα τῶν ἀλγεινῶν, οἷς ἡ ἄκρατος θυμηδία ἐγκέκρυπται.

Ταῦτα προσθεὶς τῆς μιερωσύνης τὸ βδέλυγμα τρισὶν ἡμέραις περιορίζει τὴν αἵρεσιν. Ἡ δέ· Παρεῖναι τὴν τρίτην νόμιζε, φησί. Δεῖ γὰρ ἡμῖν οὐκ ἐκ τῶν δῆθεν τερπνῶν ἐλθεῖν τὰ λυπηρά, ἐκ τῶν ἀλγεινῶν δὲ μᾶλλον ἐπανελθεῖν τὰ χρηστότερα; Αἱροῦμαι τοίνυν τὰ λυπηρά, ὡς ἂν διὰ τῆς στενῆς πύλης πρὸς τὸν ποθούμενόν μοι σταλήσωμαι. Ὃ δέ ἐστιν Χριστός, οὗ τὸν θάνατον τεθναίην ὅτι τάχιστα, ὡς ἂν ἀξιωθείην καὶ τῶν γερῶν τῆς μεθέξεως.

Οὕτως ἡ μάρτυς γνωστοῖς γυναίοις καὶ συγγενέσι καταλιμπάνεται, ἀλλ’ οὐ ταῖς τούτων θωπίαις καταθηλύνεται, ἀλλ’ ἀστεμφῆ τὸν λογισμὸν πρὸς τὸν ποθούμενον πήξασα τῷ ἀμηχάνῳ κάλλει περιελάμπετο· «Φιλησάτω με,» λέγουσα, «ἀπὸ φιλημάτων στόματος αὐτοῦ,» καὶ οὕτω τριημερεύσασα ἄυπνος βρώσεώς τε καὶ πόσεως ἄπαστος καὶ τὸ σῶμα στηλώσασα τὰς αἰσθήσεις τε μύσασα διὰ προσευχῆς ἡνοῦτο θεῷ.

Μεθ’ ἃς αὖθις φοιτήσας καὶ ταῦτα γνοὺς ὁ μιαρὸς ἐκεῖνος ἀνὴρ ἐγχειρεῖ πρὸς βίαν ἄγειν τὴν μάρτυρα καὶ κοινωνὸν μύσους ὁ μυσαρὸς τὴν ἄμωμον κατεργάζεσθαι· ἀλλὰ γὰρ ἐψεύσθη τῆς ἐλπίδος ὁ δείλαιος. Καὶ πηροῦται τὰς ὄψεις ὁ πηρὸς τὴν διάνοιαν καὶ προσλαμβάνει τῷ ζόφῳ τὰς ἀλγηδόνας, ὑφ’ ὧν συνωθούμενος δημοσιεύει τὴν μάστιγα καὶ τοὺς παρόντας ἐπιβοώμενος ἐξελιπάρει πρὸς τὸν τῶν δαιμόνων χειραγωγηθῆναι σηκόν, οὓς ἐθεράπευεν, ὡς δή τινος ἐπικουρίας τευξόμενος.

Οἳ δὴ πρὸς τῆς κρείττονος ἐνεργείας συνελαυνόμενοι ἄκοντες τἀληθὲς ἀπεφήναντο, ὡς σὺν αὐτοῖς εἴη κατειλεγμένοις τῆς αὐτῆς αὐτοῖς μεθέξων καταστροφῆς καὶ ἀπορρήτου κολάσεως· ὃς τῶνδε τῶν λόγων ἐπακούσας ἐξέψυξε παλινοστῶν οἴκαδε.

Οὕτω τοίνυν διηνυσμένων αὖθις ἡ μακαρία πρὸς Θεοδότην ἐστέλλετο, τὴν ὄντως ὁμόφρονα καὶ ξυμμάρτυρα, χρόνον τε συχνὸν συνεκαρτέρουν ἀλλήλαις καὶ τὸν πόθον συμπαραθήγουσαι καὶ μιᾷ γε ἄμφω τὸ θεῖον προθυμίᾳ ψυχῆς θεραπεύουσαι.

Ἀλλ’ ἧκεν αὖθις ὁ κόμης Λευκάδιος πάντα πράττων ἐκ Βιθυνῶν, ὡς ἂν Θεοδότην ἀγάγοιτο πρὸς συμβίωσιν. Δι’ ὄχλου τε ταύτῃ θωπείαις καὶ ἀπειλαῖς ἐπ’ οὐκ ὀλίγον γενόμενος ἀδυνάτοις, ἐγχειρήσας τῇ πείρᾳ μεμάθηκεν ἀκαμπῆ τὴν γνώμην τὴν Θεοδότην. Θεώμενος καὶ δὴ γνοὺς Ἀναστασίαν τὴν ταύτης συνέριθον οὖσαν τὸ τηνικάδε συνέστιον, τὴν μὲν τῷ ἐπάρχῳ προδίδωσι, Θεοδότην δὲ κατὰ παντὸς σιδηρώσας τοῦ σώματος σὺν τοῖς τρισὶ τέκνοις τῷ ὑπατικῷ τῆς Βιθυνῶν ἐξαπέστειλεν. Ἥ γε δὴ καὶ τὸ πέρας τοῦ μαρτυρίου ἐδέξατο καλὴν ἐπιθεῖσα τῷ βίῳ τὴν κορωνίδα, καὶ τὸν ἆθλον μὲν διανύσασα, ἀναπτᾶσα δὲ πρὸς τὸ ἔπαθλον.