Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ἁγίαν μάρτυρα Ἀναστασίαν

Ἰωάννης ὁ Δαμασκηνός

Η πνευματική μεταστροφή της αγίας Αναστασίας

Η υπεροχή του πνευματικού εγκωμίου έναντι των εγκόσμιων αξιών, η θεολογική ανάλυση της παραβολής του σπορέως και η προσέλευση της αγίας από την ειδωλολατρία στην ευσέβεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 7

Ἀλλ’ ἄγε δὴ πόθεν τῶν ἐγκωμίων ἀρξώμεθα; Ἔχει γάρ τι καὶ πρόσαντες· νόμος γὰρ μάχεται νόμῳ, καὶ ἔστι νόμῳ ἀντίστασις, ἣν δήπου ἀντινομίαν οἱ λαρυγγίζειν μεμελετηκότες ὠνόμασαν, ὁ τῶν λόγων δηλαδὴ τῷ τοῦ πνεύματος. Οἷν θάτερος μὲν γένος ὄλβον τε καὶ ὥραν καὶ πατρίδα προβάλλεται. Τίνος γὰρ ἂν ἡττηθείη κἀν τούτοις ἡ νόμων εὐφημιῶν ὑπεραίρουσα, εἴγε φίλον ἑώρων τῇ νῦν εὐφημουμένῃ τὸν ἔπαινον;

Πατρίδος τε γὰρ τῆς ἀμφοῖν ταῖν ἀρχαῖν κομώσης, ὅση τε συγκροτεῖ τὸ βασίλειον, καὶ ὅση τοῦ πνεύματος, ἧς τὸ κράτος οὔποτε λήγει, —ἣ δέ ἐστι Ῥώμη παμβασίλεια—, ὄλβου δὲ καὶ γένους καὶ ὥρας αὐτῇ τοσοῦτον τὸ περιὸν ὡς ἀμφίβολον εἶναι τὸ ὑπεραῖρον· ἐκράτει γὰρ ἕκαστον παρ’ ἑκάστῳ κρινόμενον, καὶ παρευδοκιμεῖτο ταύτῃ πᾶς, ὅστις ἐκρίνετο, καί, εἰ βουλομένοις εἰπεῖν ἐξῆν, λόγοι ἂν καὶ βίβλοι τὰ ταύτης ἐγκώμια. Ἀλλ’ ἐπεὶ τὸ φθαρτὸν ἀπεδύσατο καὶ ἀπεστράφη τὸ σῶμα τῆς ταπεινώσεως, οἷς ἂν ἡσθείη, λέξων ἔρχομαι.

Ὕλη γὰρ γενομένη τοῦ πνεύματος αἱρεῖται δηλαδὴ τὸν νόμον τοῦ πνεύματος. Ὁ δὲ νόμος τοῦ πνεύματος στυγεῖ πᾶν, ὅτι χαμερπὲς καὶ χαμαίζηλον· καὶ γὰρ αὖ γέλωτος ἄξιον, παιδικῶς χρυσοῦ προκρίνειν ἀθύρματα καὶ χόρτον καὶ καλάμην, τὰ πυρὸς ὑπεκκαύματα τῶν διαυγῶν καὶ τιμαλφῶν ὑλῶν προαιρεῖσθε τοῦ πνεύματος. Ἃ μὲν γάρ, ἂν πυρὸς διελθεῖν δέῃ, καυθήσεται, ἃ δὲ ἑπταπλασίως καθαρισθήσεται· ὁ γὰρ θεὸς πῦρ ἐστιν κριτικὸν καὶ πᾶν, ὅ τι ἐναγές, καταναλίσκον. «Σὰρξ δὲ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ,» Παύλου λέγοντος ἤκουσα.

Αἱ δὲ ὗλαι τοῦ πνεύματος πίστις, ἐλπίς, ἀγάπη, ἐξ ὧν καὶ δι’ ὧν καὶ τὸ πάσχειν ὑπὲρ Χριστοῦ καὶ συμπάσχειν τῷ δι’ ἡμᾶς μέχρι παθῶν ὑποκύψαντι τοῖς μάρτυσι περιγίνεται καὶ νικᾶν τοὺς διώκοντας τῷ στερρῷ τῆς καρτερίας καὶ ἀξιοῦσθαι τῆς ἐπὶ τοῦ θεοῦ καὶ πατρὸς πρὸς Χριστοῦ ἀναρρήσεως, τὸ δρᾶν τῷ πάσχειν κερδήσασι καὶ στεφανοῦσθαι οὐ κοτίνῳ, ᾧ τοὺς ὀλυμπιονίκας ἀναδεῖσθαι τὴν κάραν διαγορεύουσιν, ἀλλ’ ἡλίου δικαιοσύνης λαμπρότητι καὶ τῆς νοητῆς καὶ ἀειθαλοῦς ἐλαίας πιότητι. Τάδε ἐστίν, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ὁρᾶτε τῆς τριπλόκου ὕλης τοῦ πνεύματος τὴν χάριν;

Ὁρᾶτε τῆς τρισσοφεγγοῦς ἀρετῆς τὴν δύναμιν; Αὕτη καὶ τὸ παρὸν Χριστοῦ καλλιέρημα ἀνέδειξεν ἄμωμον καὶ τῆς ἱερᾶς προσαγωγῆς ἀρνίον ἐπάξιον. Καὶ τίνα τρόπον, ἐρῶ. Ἀλλ’ ἀκούσατε. Ὧδε πή φησι Χριστός, ἡ ἀλήθεια· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.» Καὶ τίς ὁ σπείρων; Ὁ θεὸς καὶ πατὴρ καὶ δημιουργὸς καὶ γεωργός· «Θεός» κατὰ φύσιν· «πατήρ» <κατὰ> τὴν φυσικὴν γονιμότητα, καθ’ ἥν ἐστι πατὴρ μὲν υἱοῦ, προβολεὺς δὲ πνεύματος· «δημιουργός», ἐξ οὐκ ὄντων γὰρ βουλήσει τόδε τὸ πᾶν συνεστήσατο· «γεωργός», φυτοκομεῖ γὰρ ἑκάστῳ τῶν γενομένων μεταδιδοὺς ἐξ ὑπερουσίου ὑπάρξεως τὴν οὐσιώδη καὶ τῇ φύσει ἑκάστου ἀνάλογον καὶ κατάλληλον χάριν καὶ δύναμιν καὶ τῶν φυσικῶν ἕξεων μονήν τε καὶ ἵδρυσιν. «Ἐξῆλθε τοίνυν ὁ σπείρων τοῦ σπεῖραι.» Ἐξῆλθε δὲ πῶς; Τὴν εὐδοκίαν ἔξοδον λόγισαι, καθ’ ἣν ἐκ τἀφανοῦς εἰς τοὐμφανὲς προελήλυθεν ὁμιλήσας ἡμῖν δι’ υἱοῦ διὰ μέσης ψυχῆς σαρκὶ ὁμιλήσαντος. Καὶ τί τὸ σπειρόμενον; Λόγος, ᾧ νοῦς ἄυλος τρέφεται. Καὶ τίνες αἱ αὔλακες, ὡς πολυδαπεῖς αὗται καὶ πλεῖστον ἔχουσαι τὸ ἀνόμοιον; Καρδίαι δὲ εἶεν ἀνθρώπων, ὧν τὸ διάφορον δρᾷ ἡ αὐτεξούσιος ἑκάστου προαίρεσις.

Σπείρεται τοίνυν λόγος καὶ πίστις σωτήριος· πᾶσι γὰρ ἐπίσης ἐφίησι τὰς ἀκτῖνας τῆς γνώσεως, ἀλλ’ οὐκ ἐπίσης τῶν μετεχόντων ἡ μέθεξις γίνεται. Ἃ μὲν γὰρ αὐτῶν ὁδὸς γίνεται πάντας λογισμοὺς δεχομένη καὶ παραπέμπουσα καὶ <διὰ> τὸ ἀνέωτος εἶναι τὸν σπόρον βορᾶν πετεινοῖς φιλοτιμουμένη ἁρπάγμοσιν. Ἃ δὲ πέτρα σκληρά τε καὶ ἄνικμος ἴχνος γῆς ἐπιπολὲς φέρουσα, δι’ ἣν τὸν μὲν σπόρον δέχεται καὶ βάθος οὐκ ἔχουσα φύει μὲν τάχιστα, καὶ <διὰ> τὸ ἄνικμος εἶναι θᾶττον ξηραίνεται. Ἃ δὲ φύει μέν, ἀλλ’ ἀκάνθαις, βιωτικαῖς λέγω μερίμναις, συμπνίγεται καὶ ἄκαρπος ἡ πολύχους γίνεται. Ἃ δὲ γῆ καλή τε καὶ πίων ἐστὶ τὴν προαίρεσιν, καὶ συλλαμβάνει σπέρμα θείου λόγου καὶ φόβου καὶ ἰκμάδι δρόσου οὐρανίας ἀρδεύεται καὶ ὠδίνει πόθῳ θείῳ καὶ τίκτει πνεῦμα σωτήριον, πνεῦμα δέ φημι τὰς ἐνεργείας τοῦ πνεύματος.

Ὧν ψυχῶν μία καὶ ἡ νῦν εὐφημουμένη καθέστηκεν. Καὶ τὸ δὴ θαυμάσιον· οὐ γὰρ κλῆρον πατρῷον, ὃς ἄνωθεν κάτεισιν εἰς τοὺς ὕστερον, οὐδέ, ὅ φασι, παῖς παρὰ πατρὸς τὴν πίστιν ἐδέξατο, ἀλλ’ ἐξ ἀγριελαίου τῆς ἀκάρπου τῶν Ἑλλήνων φυῆς εἰς καλλιέλαιον ἐγκεντρίζεται, ὥστε λογισμοῦ κρίσει τὴν λῆψιν γενέσθαι τῆς χάριτος.

Γίνεται τοιγαροῦν ἐξ ἀσεβῶν εὐσεβὴς καὶ ῥόδον ἐξ ἀκανθῶν, ἐξ Ἑλληνίδος χριστιανή. Καὶ τὴν πίστιν ἔσχεν ἔργον, οὐ πάρεργον. Οὐκ ἀμαυροῖ τὴν χάριν· οὐκ ἀτιμάζει τὸ δῶρον, δι’ οὗ πέφυκε διαβαίνειν πρὸς τὸ δωρούμενον. Οὐκ ἐπὶ ψάμμον, ἀλλ’ ἐπὶ πέτραν τὸν πύργον τῆς οἰκείας ἐδομήσατο πίστεως. Οὐ προσοικοδομεῖ τῷ θεμελίῳ τῶν ἀποστόλων ξύλα, χόρτον, καλάμην. Οὐκ ὀνομάζεται μὲν χριστιανή, ἔργῳ δὲ ἀπαρνεῖται τὴν πίστιν. Οὐ κατορύττει τὸ τάλαντον. Οὐ τῷ σώματι συνθηλύνεται τὴν προαίρεσιν, ἀλλ’ ἀνδρεῖον ἐν γυναικείῳ σώματι στερρώσασα φρόνημα. Ἀστεμφής τις ἐδείκνυτο πρόβολος· πιστεύσασα γὰρ καὶ κατ’ ἐλπίδα, εἰς ὃν ἐπίστευσεν, ἀγαπήσασα θυγάτηρ τῆς ἄνω Ἱερουσαλὴμ ἐχρημάτισεν. Ἧς τὸ κάλλος ἰδὼν ὁ βασιλεὺς ἐπεθύμησεν καὶ ἐμφιλοχωρήσας ἔδειξεν ἀνάλωτον πάθεσιν. Οὕτω γίνεται τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντος τὰ σπέρματα.

Αὕτη τοίνυν πίστει καὶ πόθῳ φύσιν νικήσασα καὶ ἐκ τοῦ κατὰ φύσιν τοῖς ὑπὲρ φύσιν ἐπιβατεύσασα ἀλλοιοῦται τὴν ἀρίστην ἀλλοίωσιν, ὥστε βουλόμενον φάναι· «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου.» Αἰδῶ γὰρ θείῳ ἀπωσαμένη ἔρωτι συμπεριῄει τοῖς μάρτυσι ὡς κόνιν ἐκτιναξαμένη πλοῦτόν τε καὶ πᾶσαν τοῦ σώματος ἐπιμέλειαν.