Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ἁγίαν Βαρβάραν

Ἰωάννης ὁ Δαμασκηνός

Η αποδοχή της πίστεως και ο εγκλεισμός της αγίας Βαρβάρας

Η αγία Βαρβάρα δέχεται τη θεογνωσία, γεγονός που προκαλεί τον φθόνο του διαβόλου, και απομονώνεται σε πύργο από τον ειδωλολάτρη πατέρα της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 9

ϛʹ. Ἀλλ᾽ οὐ τοιαύτη τῆς πανευφήμου μάρτυρος Βαρβάρας ἡ πανίερος καὶ καθαρωτάτη ψυχὴ, δεδεγμένη δὲ μᾶλλον τὴν αἴγλην τῆς πίστεως, καὶ τὸ φῶς τῷ ζόφῳ συγκρίνασα, καὶ τὸ ἀσύγκριτον ὅσον ὑπεροχικῶς ἰδοῦσα, κεκτημένη τὴν θείαν ἐπίγνωσιν πρὸς τὴν τῷ βδελυγμάτων πλάνην καὶ σκότασιν, εὐθὺς ὥσπερ γῆ καλή τε καὶ πίων, τὸν οὐράνιον σπόρον ἁρπάσασα, καὶ ἐπιμελῶς τῇ ἐργασίᾳ τῶν ἐντολῶν γεωργήσασα, ἐκαρποφόρησεν εἰς τριάκοντα, καὶ εἰς ἑξήκοντα, καὶ εἰς ἑκατὸν, ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθεμένη, καὶ πρὸς ἀρετῶν προβαίνουσα τελειότητα.

Πέρας δὴ οὖν, τὸ προφητικὸν ἐδέξατο λόγιον, Καὶ πλησθήσεται, φάσκον, πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ καλύπτον θαλάσσας· τῶν ἐθνῶν δηλαδὴ τὰ συστήματα, θαλάσσας τροπικῶς τῆς προφητικῶς προσαγορευούσης χάριτος. Ἀλλ᾽ οὐκ ἤνεγκεν ὁ μισάγαθος καὶ φιλοπόνηρος δαίμων τῶν σωζομένων τὴν πληθὺν ὁρᾷν ὁσημέραι προκόπτουσαν.

Ὁ γὰρ ἐν ἀρχῇ τὸν Ἀδὰμ μετὰ τῆς συζύγου βασκήνας τῆς ἐν παραδείσῳ διαγωγῆς, σχολῇ γε ἂν ἐκαρτέρει τὰς ἀναριθμήτους μυριάδας, οὐκ εἰς παράδεισον αἰσθητὸν καὶ ἐπίγειον, ἀλλ᾽ εἰς οὐρανὸν, ἀφ᾽ οὗπερ αὐτὸς ὡς σιδήρεος βόλος ἐξέῤῥιπται, διὰ πίστεως τῆς εἰς Χριστὸν θεώμενος ἀναβαίνοντας.

Ἐξαιτεῖται τοίνυν τὴν πεῖραν ὁ πειραστής· οὐ γὰρ ἔχει μὴ λαμβάνων κατ᾽ οὐδενὸς τὴν ἐξουσίαν· ἀλλ᾽ ὥσπερ πάλαι ἀκηκοὼς τοῦ Θεοῦ τῷ ἰδίῳ ἐγκαυχωμένου θεράποντι, καὶ φάσκοντος, Προσέσχες τῇ διανοίᾳ σου τῷ θεράποντί μου Ἰὼβ, ὅτι οὐκ ἔστιν κατ᾽ αὐτὸν ἄνθρωπος ἐπὶ τῆς γῆς, ἄκακος, δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Εὐθὺς ἐκεῖνος τῷ φθόνῳ πληγεὶς, ἀπεκρίνατο, Μὴ δωρεὰν Ἰὼβ τὸν Κύριον σέβεται, κ. τ. ε. Ἀλλ᾽ ἀπόστειλόν με, ἵνα ἅψωμαι τῶν σαρκῶν αὐτοῦ, εἰ μὴ εἰς πρόσωπον εὐλογεῖ.

Εἶτα βουλόμενος πᾶσιν ἀποδεῖξαι τὸν ἴδιον θεράποντα ὁ Θεὸς, καὶ ἐν τοῖς ἐσχάτοις κινδύνοις στεῤῥὸν καὶ ἀνάλωτον, τούτῳ τὴν αἴτησιν δίδωσιν, ἵνα μὴ δόξῃ ὡς ἔτυχεν εἰρῆσθαι ἡ καύχησις. Οὕτω καὶ τότε, ἀκηκοὼς ὁ παμπόνηρος τοῦ Κυρίου περὶ τῆς Ἐκκλησίας ἐγκωμιαστικῶς ἀποφαινομένου, Καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, πύλας ᾅδου τὰς παντοίας τῶν κολάσεων ἰδέας εἰς ᾅδην καὶ θάνατον ὠθούσας, καὶ καταγούσας ὀνομάζοντος, ἐξαιτεῖται πάλιν ἀναιδῶς τὴν πεῖραν Καὶ δὴ λαβὼν τὴν ἐξουσίαν, ὄργανα λοιπὸν τῆς ἀσεβείας μεστὰ, καὶ αὐτῷ τῇ τοῦ τρόπου παρισουμένους ὠμότητι ἐκλεξάμενος, τούτους καθίστησιν ἡγεμόνας καὶ ἄρχοντας· καὶ δόγμα καθολικῶς δι᾽ ἐκείνων ἐκτίθησιν, τοῦ μὲν Χριστοῦ παύεσθαι τὴν προσκύνησιν, εἰδώλοις δὲ τὰς θυσίας προσφέρεσθαι, καὶ ἀφειδῶς παντοίαις κολάσεσιν ἀναιρεῖσθαι τοὺς ἀντιλέγοντας. Ἐντεῦθεν ἡλικία πᾶσα, καὶ ἀξία, ἀῤῥένων τε καὶ θηλύων, χόρτου δίκην ἀσυμπαθῶς κατεθερίζετο τῶν Χριστοῦ τὴν πίστιν μέχρι θανάτου τηρεῖν προαιρουμένων ἄτρωτον, καὶ ἀπαρεγχείρητον.

ζʹ. Κατ᾽ ἐκείνου δὴ οὖν καιροῦ, Μαξιμιανοῦ τοῦ ἀσεβοῦς βασιλεύοντος, ἡγεμονεύοντος δὲ Μαρκιανοῦ, ἦν τις τοπάρχης, φησὶν, ὀνόματι Διόσκορος, πλούσιος σφόδρα, ἐμμανὴς δὲ περὶ τὴν τῶν ἀψύχων εἰδώλων προσκύνησιν. Οὗτος μονογενὲς ἔσχε θυγάτριον, Βαρβάραν ὀνόματι, κάλλους ὡραιότητι διαπρέπουσαν, καὶ τρόπου σεμνότητι διαλάμπουσαν. Πύργον οὖν ὑψηλὸν δειμάμενος, ἐκεῖσε τὴν παρθένον κατέκλεισεν, ὥστε μὴ ὁρᾶσθαι αὐτὴν ὑπὸ τῶν ἀνθρώπων, διὰ τὴν ἐπανθοῦσαν καὶ ἀπαστράπτουσαν τοῦ κάλλους φανότητα καὶ λαμπρότητα. Αὐτόθι οὖν διαιτωμένη, ἄτερ τῶν ἔξωθεν θορύβων ἀφησυχάσασα, λογισμοὺς ἀνεκίνει θεοσεβεῖς, καὶ τούτους ἐγεώργει, καὶ ἔτρεφεν· οἶδεν γὰρ ἐρημία, ἐννοιῶν ἰσχνῶν, καὶ μεγαλοφυεστάτων μήτηρ καθίστασθαι.

Καὶ τὴν μὲν τῶν εἰδώλων πλάνην καὶ λατρείαν, ὡς εἰς ᾅδου πέταυρον κατάγουσαν ἐβδελύττετο, τὴν δ᾽ ἀληθῆ τῶν Χριστιανῶν πίστιν, καὶ τὴν τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος σεπτὴν ὁμολογίαν, ὡς εἰς οὐρανοὺς ἀνάγουσαν, περιέθαλπε καὶ προσίετο· τούς τε περὶ ἀθανασίας ψυχῆς λόγους, περί τε βασιλείας οὐρανῶν, καὶ τῆς τῶν ἀκηράτων ἀπολαύσεως, περί τε γεέννης, καὶ τῆς ἐκεῖσε ἀτελευτήτου κολάσεως, πρὸς τούτοις δὲ, καὶ τὴν τῶν προσκαίρων τοῦ κόσμου τούτου πραγμάτων ἄστατον περιφορὰν καὶ ἀβέβαιον κατὰ νοῦν ἐζωγράφει, καὶ ἀνείλιττεν· καὶ τὰς λαμπαδηφόρους παρθένους, τὰς τῷ ἀφθάρτῳ νυμφίῳ Χριστῷ ἐν τῇ ἐπουρανίου παστάδι συναπτομένας, καὶ τῆς ἔνδον ἀποῤῥήτου κατατρυφώσας μακαριότητος, ἀεὶ ἐφαντάζετο. Καὶ τῆς πανολβίου ἐκείνης μοίρας καὶ χαρμονῆς ἀνεκφράστου, καὶ ἀνεκλαλήτου δόξης, καταξιωθῆναι ἐγλίχετο, καὶ ἐπεθύμει, καὶ ηὔχετο.