ιγʹ. Πρωΐας οὖν γενομένης, ἤχθη πρὸς τὸ βῆμα ἡ μάρτυς, τοῦ ἄρχοντος τοῦτο προστάξαντος. Καὶ ἰδὼν αὐτῆς τοὺς μώλωπας ἀφανεῖς, καὶ τὸ σῶμα ὁλόκληρον καὶ ἀκέραιον, μήτε τὸ τυχὸν ἔχον σπάραγμα, ὁ φρενοβλαβὴς, φησὶ, καὶ φρενόληπτος, «Ἴδες πῶς οἱ θεοὶ ἀντιποιοῦνται, καὶ ἀγαπῶσίν σε, ὅτι καὶ τὰς πληγάς σου ἰάσαντο.» Ἡ δὲ μάρτυς τῆς ἐκείνου καταγελάσασα παραφροσύνης καὶ ἐμβροντησίας, καὶ παραπληξίας ἀνταπεκρίνατο· «Οἱ μὲν σοὶ θεοὶ ὅμοιοί σού εἰσι, κωφοὶ καὶ τυφλοὶ, καὶ ἀναίσθητοι, καὶ ἀκίνητοι, ἑαυτοῖς βοηθῆσαι οὐ δυνάμενοι, καὶ πῶς ἐμὲ θεραπεύειν ἠδύναντο, τὴν αὐτῶν ἀφανίζουσαν λαοπλανῆ ματαιότητα; Ὁ δὲ ἐμὲ θεραπεύσας, Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὃν σὺ βεβήλοις ὀφθαλμοῖς, καὶ πεπωρωμένῃ ψυχῇ ἰδεῖν οὐ πέφυκας ἄξιος. Ὡς δὲ θηρίον τούτοις ἐξαφθεὶς τῷ θυμῷ τοῖς ῥήμασιν ὁ παμμίαρος, κελεύει τὰς πλευρὰς αὐτῆς εὐτόνως ξέεσθαι, καὶ λαμπάδας πυρὸς ταῖς πληγαῖς προσφέρεσθαι, καὶ σφύρᾳ κατὰ τῆς κεφαλῆς ὡς ἐπὶ ἄκμονος τύπτεσθαι. Ἡ δὲ ἀτενίσασα εἰς τὸν οὐρανὸν, εἶπεν· »Σὺ γινώσκεις, καρδιογνῶστα Κύριε, ὅτι ποθοῦσά σέ σοι προσελήλυθα, μή με ἐγκαταλείπῃς ἕως τέλους.» Καὶ ταύτην οὖν τὴν βάσανον ἡ γενναία τοῦ Χριστοῦ μάρτυς γενναίως ὑπήνεγκεν, οὐ τῆς θηλυκῆς ἀσθενείας καὶ ἀνανδρίας μόνον, ἀλλὰ καὶ τῆς ἀνθρωπίνης φύσεως ἔξω γεγονυῖα.