Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν γέννησιν τῆς θεοτόκου

Ἰωάννης ὁ Δαμασκηνός

Η ανόρθωση της Εύας και το πλήρωμα της θείας χάριτος

Θεολογική ανάλυση της αντίθεσης μεταξύ Εύας και Μαρίας, η νίκη της χάριτος επί της αμαρτίας, και ύμνος στην πνευματική ωραιότητα και την υπερφυή ζωή της νεογέννητης Παρθένου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 5

Ὦ θυγάτριον ἀξιόθεον, τὸ κάλλος τῆς ἀνθρωπίνης φύσεως, τῆς προμήτορος Εὔας ἡ ἐπανόρθωσις—διὰ γὰρ τῆς σῆς τεκνογονίας ἡ πεσοῦσα ἀνώρθωται—, τῶν γυναικῶν τὸ ἀγλάϊσμα. Εἰ γὰρ καὶ ἡ πρώτη Εὔα ἐν παραβάσει γέγονε καὶ δι’ αὐτῆς εἰσῆλθεν ὁ θάνατος διακονησαμένης τῷ ὄφει πρὸς τὸν προπάτορα, ἀλλ’ ἡ Μαρία ἐξυπηρετησαμένη τῷ θείῳ βουλήματι τὸν ἀπατήσαντα ὄφιν ἠπάτησεν καὶ τῷ κόσμῳ τὴν ἀφθαρσίαν εἰσήγαγεν.

Ὦ θυγάτριον ἀειπάρθενον ἀνδρὸς οὐ δεηθεῖσα πρὸς σύλληψιν· ἔχει γὰρ πατέρα ἀίδιον ὁ ὑπὸ σοῦ κυοφορηθείς. Ὦ θυγάτριον γηγενές, θεογονικαῖς ἀγκάλαις τὸν κτίστην βαστάσασα. Ἡμιλλῶντο οἱ αἰῶνες, ποῖος τῇ σῇ ἐγκαυχήσηται γεννήσει, ἀλλ’ ἐνίκα τῶν αἰώνων τὴν ἅμιλλαν ἡ προωρισμένη βουλὴ τοῦ θεοῦ τοῦ τοὺς αἰῶνας ποιήσαντος καὶ γεγόνασιν οἱ ἔσχατοι πρῶτοι τὴν σὴν εὐμοιρήσαντες γέννησιν. Ὄντως τιμιωτέρα πάσης κτίσεως γέγονας· ἐκ σοῦ γὰρ μόνης ὁ δημιουργὸς μοῖραν προσείληφε, τὴν ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος. Σὰρξ αὐτοῦ ἐκ τῆς σαρκός σου καὶ αἷμα αὐτοῦ ἐκ τῶν αἱμάτων σου καὶ γάλα μαστῶν σου ἐθήλασεν ὁ θεὸς καὶ ἡνώθη τὰ χείλη σου τοῖς τοῦ θεοῦ χείλεσιν. Ὢ ἀκαταλήπτων καὶ ἀπορρήτων πραγμάτων. Σὲ προγνοὺς ὁ τῶν ὅλων θεὸς ἀξίαν ἠγάπησε καὶ ἀγαπήσας προώρισε καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων εἰς τὸ εἶναι παρήγαγε καὶ θεοτόκον μητέρα καὶ τιθηνὸν τοῦ οἰκείου υἱοῦ καὶ λόγου ἀνέδειξε.

Τἀναντία μὲν οὖν φασιν τῶν ἐναντίων ἰάματα, ἀλλ’ οὐκ ἐκ τῶν ἐναντίων τὰ ἐναντία. Εἰ καὶ διὰ τῶν ἐναντίων ἕκαστον, ὃ πέφυκεν, πλέκει, ἐκ περιουσίας, οὗ πέφυκεν. Ὥσπερ γὰρ διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία, οὕτω τῶν ἀγαθῶν ὁ αἴτιος διὰ τῶν ἐναντίων, ὃ πέφυκεν, ἡμῖν κατεργάζεται.

Ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Εἰ γὰρ τὴν πρώτην πρὸς θεὸν ἐφυλάξαμεν κοινωνίαν, οὐκ ἂν τῆς μείζονος καὶ παραδοξοτέρας κατηξιώθημεν. Νῦν δὲ διὰ μὲν τῆς ἁμαρτίας τῆς προτέρας κοινωνίας ἀπηξιώθημεν μὴ φυλάξαντες, ὃ ἐλάβομεν, θεοῦ δὲ συμπαθείᾳ ἠλεήθημέν τε καὶ προσελήφθημεν ὡς ἀσφαλῆ γενέσθαι τὴν κοινωνίαν. Δυνατὸς γὰρ ὁ προσλαβόμενος, φυλάξαι τὴν ἕνωσιν ἀδιάσπαστον.

Ἐπεὶ γὰρ ἐκπορνεύσασα ἐξεπόρνευσε πᾶσα ἡ γῆ, καὶ ὁ λαὸς κυρίου πνεύματι πορνείας ἐπλανήθη ἀπὸ κυρίου θεοῦ αὐτοῦ τοῦ κτησαμένου αὐτὸν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐξαγαγόντος ἐν σημείοις καὶ τέρασιν ἐξ οἴκου δουλείας Φαραὼ καὶ διαγαγόντος διὰ θαλάσσης ἐρυθρᾶς καὶ ὁδηγήσαντος ἐν νεφέλῃ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Καὶ ἐστράφη ἡ καρδία αὐτῶν εἰς Αἴγυπτον καὶ ἐγένετο ὁ λαὸς κυρίου οὐ λαὸς αὐτοῦ, ὁ ἠλεημένος οὐκ ἠλεημένος, ὁ ἠγαπημένος οὐκ ἠγαπημένος. Διὰ τοῦτο νῦν παρθένος τίκτεται τῆς προγονικῆς πορνείας ἀντίπαλος καὶ αὕτη τῷ θεῷ μνηστεύεται καὶ τίκτει τοῦ θεοῦ τὸν ἔλεον. Καὶ λαὸς θεοῦ ὁ πρὶν οὐ λαὸς καθίσταται καὶ ὁ οὐκ ἠλεημένος ἠλέηται καὶ ὁ οὐκ ἠγαπημένος ἠγάπηται· ἐξ αὐτῆς γὰρ τίκτεται ὁ υἱὸς τοῦ θεοῦ ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησεν.

Ἄμπελος εὐκληματοῦσα ἐξ Ἄννης ἐβλάστησε καὶ βότρυν γλυκύτητος ἤνθησε νέκταρ τοῖς γηγενέσι πηγάζοντα εἰς ζωὴν αἰώνιον. Ἰωακεὶμ καὶ Ἄννα ἔσπειραν ἑαυτοῖς εἰς δικαιοσύνην καὶ ἐθέρισαν καρπὸν ζωῆς. Ἐφώτισαν ἑαυτοῖς φῶς γνώσεως καὶ κύριον ἐξεζήτησαν καὶ ἦλθεν αὐτοῖς γέννημα δικαιοσύνης. Θαρσείτω ἡ γῆ καὶ τὰ τέκνα Σιών.

Χαίρετε ἐπὶ κυρίῳ θεῷ ὑμῶν, ὅτι βεβλάστηκεν ἔρημος, στείρα ἤνεγκε τὸν καρπὸν αὐτῆς. Ἰωακεὶμ καὶ Ἄννα ὡς ὄρη νοητὰ γλυκασμὸν ἀπεστάλαξαν. Εὐφραίνου, Ἄννα μακάριστε, ὅτι θῆλυ τέτοκας· τοῦτο γὰρ τὸ θῆλυ μήτηρ θεοῦ, πύλη φωτός, πύλη ζωῆς, καὶ τὸ τῶν θηλείων διαλύσει ἔγκλημα. Τούτου τοῦ θήλεος τὸ πρόσωπον οἱ πλούσιοι τοῦ λαοῦ λιτανεύσουσιν.

Τοῦτο τὸ θῆλυ βασιλεῖς ἐθνῶν προσκυνήσουσι δῶρα φέροντες. Τοῦτο τὸ θῆλυ προσάξεις θεῷ τῷ παμβασιλεῖ ὡς κροσσωτοῖς χρυσοῖς τὴν τῶν ἀρετῶν περιβεβλημένην εὐπρέπειαν καὶ κεκοσμημένην τῇ τοῦ πνεύματος χάριτι, ἧς ἡ δόξα ἔσωθεν. Δόξα μὲν γὰρ πάσης γυναικὸς ἀνὴρ ἔξωθεν ἐπιών, ἡ δὲ δόξα τῆς θεοτόκου ἔσωθεν, ὁ τῆς κοιλίας καρπός.

Ὦ θῆλυ ποθητόν, τρισμακάριστον. Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Ὦ θῆλυ, θύγατερ τοῦ βασιλέως καὶ μῆτερ, θύγατερ τοῦ βασιλέως Δαυὶδ καὶ μῆτερ τοῦ παμβασιλέως θεοῦ. Ὦ θεῖον ἔμψυχον ἄγαλμα, ἐφ’ ᾧ ὁ δημιουργήσας εὐφράνθη θεός, νοῦν μὲν ἔχον θεοκυβέρνητον καὶ μόνῳ θεῷ προσανέχοντα, ἐπιθυμίαν ἅπασαν τεταμένην πρὸς τὸν μόνον ἐφετόν τε καὶ ἀξιέραστον, τὸν θυμὸν κατὰ μόνης τῆς ἁμαρτίας καὶ τοῦ ταύτην κυήσαντος, ζωὴν τῆς φύσεως κρείττονα. Ἔζης γὰρ οὐ σαυτῇ· οὐ γὰρ σαυτῆς ἕνεκα γεγέννησο.